μερὶς καὶ σχοίνισμα καὶ κλῆρος αὐτοῦ. οἰκειωσάμενος δὲ 1 πεπαιδαγώγηκε νόμῳ, ὠφέλησε διὰ προφητῶν. καὶ τί πρὸς ταῦτα πέπραχεν ὁ ἀπόπληκτος Ἰσραήλ; προσκεκύνηκε τῇ στρατιᾷ τοῦ οὐρανοῦ, λελάτρευκεν εἰδώλοις, ἔφη τοῖς γλυπτοις 2 Ὕμεῖς ἐστε θεοὶ ἡμῶν. ἀγανακτήσας εἰκότως ἐπὶ τοῖς
οὕτω δεινοῖς ἀνοσιουργήμασιν ὁ τῶν ὅλων Θεὸς, ἐπαίδευε πολυτρόπως, καλῶν εἰς μετάγνωσιν λιμοῖς, ἀνεμοφθορίαις, καρπῶν ἐνδείαις, ἀκρίδι καὶ βρούχῳ, ἰκτέρῳ καὶ κάμπαις. οὔπω γὰρ πλήττειν ἤθελε χειρὶ στερεᾷ, μονονουχὶ δὲ καὶ μετασοβεῖν τοῖς δείμασι καὶ συμμέτροις ἔτι κινήμασιν ἐπὶ
τὸ δρᾶν ἑλέσθαι τὸ ὠφελοῦν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἀγαπῆσαι Θεόν. ἐπειδὴ δὲ οὐδεὶς ἦν αὐτοῖς οὐδὲ τοῦ συμμέτρου 3 πλήττεσθαι λόγος, ἀπῴχοντο δὲ ἀχαλίνως εἰς πᾶν εἶδος ἀκαθαρσίας, ἔπεμψεν εἰς αἰχμαλωσίαν, καὶ ὑπὸ χεῖρα πεσεῖν παρεσκεύασε τὴν Βαβυλωνίων. ἐπειδὴ δὲ κέκληνται 4 πάλιν εἰς τὴν Ἰουδαίαν, Θεοῦ κατοικτείροντος, ἀνετείχισάν τε τὴν πόλιν, καὶ ἀνεδείμαντο τὸν νεὼν, πάλιν ἐτράποντο πρὸς τὸ ῥᾴθυμον, οὐ πληροῦντες τὰς εὐχὰς, οὐχ ἑπόμενοι τοῖς διὰ νόμου θεσπίσμασι, οὐ προσάγοντες δεκάτας ἢ ἀπαρχάς· ἀλλ’ ὀκνηροὶ καὶ μόλις ἐπὶ τὸ θύειν ἐρχόμενοι, καὶ κατασφάζοντες 5 τὰ χωλὰ, τὰ τυφλὰ, καὶ τὰ ἐνοχλούμενα, καὶ ταῦτα δρῶντας ἐκτόπως, οὐδὲν ἧττον ἐπαίδευε Θεὸς λιμῷ τε καὶ ἀκαρπίᾳ. οἱ δὲ, καίτοι δέον, εἴπερ ἦσαν ἀγαθοὶ καὶ τῶν συμφερόντων ἐπιστήμονες, ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς θεραπεύειν λελυπημένον τὸν τῶν ὅλων Θεὸν, ἀσύνετον
ἐποιοῦντο τὴν καταβοήν. ἐπειδὴ γὰρ ἑώρων τὰ περίοικα τῶν ἐθνῶν, καίτοι Θεὸν οὐκ εἰδότα, προσκυνοῦντα δὲ μᾶλλον τοῖς γλυπτοῖς, καὶ τὴν ἐσχάτην νοσοῦντα πλάνησιν, ἐν 6 εὐπαθείᾳ ὄντα καὶ τρυφαῖς, ἔφασκον ἀσυνέτως Mάταιος δουλεύων Θεῷ καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ προστάγματα
αὐτοῦ; ἡμεῖς μὲν γὰρ, φησὶν, οἱ νομοφύλακες ἐν ἀφορίαις ἐσμὲν καὶ πληγαῖς, ᾠχόμεθα δὲ καὶ αἰχμάλωτοι, καίτοι προσπίπτοντες ἀεὶ καὶ ἱκέται γινόμενοι τῷ Κυρίῳ παντοκράτορι· οἱ δὲ τῶν τοιούτων δρῶντες οὐδὲν, οὐ πληγὴν ἔχουσιν, οὐ πόνον. οὐκοῦν μακαρίζομεν ἀλλοτρίους, καὶ
ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν. 7 ἀντιπράττουσι γὰρ κατὰ ἀλήθειαν τῆ τοῦ Θεοῦ δόξῃ κατὰ πολλοὺς τρόπους οἱ πλανώμενοι, καὶ τοῖς χωνευταῖς 8 προσάγοντες τὰς θυσίας καὶ “ τῷ ξύλῳ λέγοντες Θεός μου “ εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με.” ταῦτά φησι κατελάλησαν
οἱ φοβούμενοι τὸν Κῦρον. δυσφημία δὲ πάλιν τὸ ἔγκλημα, καὶ τῶν ἐσχάτων ἀρρωστημάτων ἀπόδειξις ἐναργής. νοσούσης γὰρ διανοίας οἱ λόγοι, καὶ μεθύοντος νοῦ θεοστυγὲς ἀπόβρασμα τὸ φάναι τι κατὰ Θεοῦ. ὅτι δὲ τῶν 9 τοιούτων ἐπακροᾶται λόγων οἷον οὐ παρέργως, ἁλλ’ ἐν σπουδῇ, πεπληροφόρηκεν εἰπών Καὶ προσέσχε Κύριος καὶ 10 εἰσήκουσεν· “Ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, 11 “ καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς.’’ εἰ δὲ δή
που τις γένοιτο κατὰ τῆς θείας αὐτοῦ δόξης λόγος, οὗτος ἔσται βαρὺς καὶ οἷον ἀφόρητος, καίτοι λίαν ἀνεξικακεῖν εἰωθότι· ταύτῃτοι καὶ ἔφασκεν ’Εβαρύνατε ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.