τοῦ Θεοῦ, μὴ λίαν ἀκηδιᾶν, μήτε μὴν οἴεσθαι τὸν 1 οὕτω φιλάρετον ἀφειδῆσαι τῶν ἀγαθῶν· περιεργάζεσθαι δὲ μᾶλλον τὰ ἐφ’ οἷς προσκεκρούκαμεν, ἐκμειλίσσεσθαί τε οὕτω, καὶ τὸν ἔλεον αἰτεῖν. εἰ δὲ δὴ καί τινες τῶν φιλαμαρτημόνων ἐν εὐπαθείαις εἶεν κοσμικαῖς, τὴν τῶν προσκαίρων
ἀπόλαυσιν ἔχοντες, ἀπονέμειν ἀκόλουθον ταῖς ἀπορρήτοις οἰκονομίαις τῆς ἐπ’ αὐτοῖς ἀνεξικακίας τοὺς λόγους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.