διεπταισμένα, διελέγχει δὲ σαφῶς, καὶ οἷον πλήττει μομφαῖς, ἵνα τοῖς ἰδίοις ἐπερυθριῶντες πλημμελήμασιν ἕλοιντό γε μεταφοιτᾶν ἐπὶ τὰ ἀμείνω καὶ χρησιμώτερα, σωθεῖέν τε οὕτω, τὸν παρ’ αὐτοῦ ζητήσαντες ἔλεον. αἰτιᾶται τοίνυν καὶ ἐφ’ ἑτέρῳ τινὶ τοὺς ἐξ ’Ισραὴλ, καὶ κοινὴν ὥσπερ τινὰ
καὶ τοῖς μετ’ αὐτοὺς ἐξυφαίνει τὴν ἐπίπληξιν, τὸ χρῆμα εἰδὼς ἐπωφελὲς ἅπασι καὶ σωτήριον. ὅσα γὰρ τοῖς πρὸ 2 ἡμῶν συμβέβηκε τυπικῶς “ ταῦτα γέγραπται πρὸς νουθεἀνδρίᾳ 3 “ σίαν ἡμῶν,” καθά φησιν ὁ σοφώτατος Παῦλος. αἰτιᾶται τοίνυν ἀθυροστομοῦντας αὐτοὺς, καὶ παλιμφήμοις ῥήμασι καταλυπεῖν ᾑρημένους. ἐβαρύνατε γάρ φησιν ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶν. καὶ ποῖος ἦν ἄρα τῆς καταλαλιᾶς ὁ τρόπος;
εἴπατέ φησι Μάταιος ὁ δουλεύων Θεῷ, καὶ ὅτι τὸ περιττὸν οὐδὲν ἐν τῷ βούλεσθαι τηρεῖν τοι φυλάγματα αὐτοῦ, τουτέστι τὰ διὰ νόμου θεσπίσματα. εἰκαῖόν ἐστι πρὸς τούτῳ, φατὲ, καὶ τὸ ἱκετεύειν αὐτὸν, τουτέστι τὰς ὑπὲρ ὧν ἃν ἕλοισθε προσάγειν λιτάς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.