τί τὸ μετὰ τοῦτο; ῥᾴθυμοι γεγόνασιν οἱ λελυτρωμένοι περί γε τὸ δεῖν τῶν θείων ἀντέχεσθαι θεσπισμάτων. οὐ γὰρ τετηρήκασι τὸν νόμον, λελόγιστο δὲ παρ’ οὐδὲν αὐτοῖς τῆς 3 θείας ἐντολῆς ἡ παράβασις. καὶ παρεκόμιζον μὲν εἰς θυσίαν μόλις καὶ ὀκνηρῶς τὰ τυφλὰ καὶ ἁρπάγματα καὶ χωλὰ καὶ 4
τὰ ἐνοχλούμενα. εἶτα κείραντες ἐν ἀγροῖς ἐν ῳρᾳ ’τον ἄσταχυν καὶ μὴν καὶ τὰ ἕτερα τῶν σπερμάτων, ἀποτρυγῶντες δὲ καὶ ἀμπέλους, καὶ τοὺς τῆς ἐλαίας καρποὺς ἐκθλίβοντες, οὐ δεκάτας προσῆγον, καὶ τὰς κατὰ νόμον ἀπαρχὰς, ἵν ἔχοντα τὴν αὐτάρκειαν τὰ τῶν ἱερέων τάγματα, 5
προσιζήσειαν μὲν ἀπερισπάστως ταῖς εἰς Θεὸν λατρείαις, προσμείνωσι δὲ ταῖς ἐκ νόμου τεταγμέναις αὐτοῖς λειτουργιαις. οὐδενὸς τοιγαροῦν προσκεκομισ μένου, διεσκεδάσθησαν μὲν οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ, ἔρημός τε οὕτως
ἀπομεμένηκεν ὁ ναὸς, οὐ θυσίας τελουμένης, οὐχ ἑτέρου τινὸς δρωμένου τῶν εἰς δόξαν τελούντων Θεοῦ. διεφθείρετο δὴ οὖν ἅπαντα λοιπὸν τὰ ἐν ἀγροῖς, λιμῷ τε κατεπιέζοντο, 6 καὶ δὴ καὶ εἰς τοῦτο κατώλισθον ἀνάγκης τε καὶ ἀπορίας, ὡς καὶ αὐτὰ βούλεσθαι τοῖς ἔχουσι τροφὰς ἀπεμπολῆσαι
τὰ τέκνα, μέχρις ἂν Ἔσδρας εἰς αἴσθησιν κεκλημένος τῆς 7 θείας ὀργῆς, ἐπέσκηψε περὶ τούτων τοῖς ἡγουμένοις τοῦ Ἰσραήλ· προσεκόμισάν τε οὕτω μόλις δεκάτας καὶ ἀπαρχὰς, 8 καὶ λοιπὸν εἰσέδραμον οἱ ἱερουργοὶ, ἔστησαν τε τὰ συνήθη δρῶντες ἐν τῷ ναῷ. διὰ τί τοίνυν, φησὶν, ὑμεῖς 9 ἐμὲ πτερνίζετε; τὸ ἔτος συνετελέσθη, συνήχθησαν οἱ καρποὶ, καὶ παρ’ ὑμῖν ἔτι τὰ ἐπιδέκατα καὶ αἱ κατὰ νόμους ἀπαρχαί.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.