οἴκοις τοὺς καρποὺς, τάχα δέ που καὶ οἴεσθε σώζεσθαί τε ὑμῖν αὐτοὺς καὶ εὖ κεῖσθαι λίαν, ἀλλ’ ἐν αὐταῖς ταῖς οἰκίαις ἀφανισθήσονται, καὶ οὐδὲν διαρπαγῆς διοίσει τὸ χρῆμα. καταπιεσθήσεσθε γὰρ λιμῷ, καίτοι συνενεγκόντες, φησὶν, ἐν ἱδρῶτι μόλις τὰ εὑρημένα.
Εἰσόμεθα δὴ οὖν κἀντεῦθεν ἡμεῖς, ὡς ἐν μεγάλαις αἰτίαις 1 κείσεται, τὸ μὴ προσάγειν Θεῷ τὰ εὐχαριστήρια καὶ ὧν ἃν χαρίσαιτο τὴν ἀρκοῦσαν ἀπονέμειν χάριν εἰς δόξαν αὐτοῦ. ἀλλ’ εἰ μὲν τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως εὐλογήσει, καὶ ἀμφιλαφῶς χαριεῖται τὰ ἀγαθά· εἰ δὲ δὴ τὴν χεῖρα
συστείλαντες, μόναις ταῖς ἑαυτῶν τρυφαῖς τὸ δοθὲν τηρήσομεν, οὔτ’ ἂν ἐπιδοίη προθύμως· σκορπιεῖ δὲ ὥσπερ καὶ 2 αὐτὸ τὸ μόλις συνενεχθέν. εὐμεταδότους γὰρ εἶναι χρὴ καὶ κοινωνικοὺς καὶ προτιθέντας τοῖς ἄλλοις εἰς μέθεξιν τὰ παρὰ Θεοῦ δωρήματα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.