ταῖς καθηκούσαις ἀπολογίαις ἐκδυσωπήσας ὡς ἔνι, καλεῖ πρὸς μετάγνωσιν τοὺς ἡμαρτηκότας, τὴν συνήθη πάλιν αὐτοῖς ἡμερότητα χαριεῖσθαι λέγων, καὶ μάλα προθύμως. ὥσπερ γὰρ τοῖς ἐκτόπως ἐθέλουσι βιοῦν τὰς αὐτοῖς πρεπούσας ἐπιφέρει ποινάς· οὕτως ἀνόπιν ὥσπερ ἰοῦσι, καὶ 1
μὴν καὶ παραιτουμένοις τὸ ἔτι πλημμελεῖν, ὡς ἀληθῶς 2 ἐπιγάνυται, πανταχοῦ τὴν ἀπόγνωσιν ὡς ὀλέθρου πρόξενον ἀποκείρων. ὅθεν ἐστιν ἰδεῖν, ὡς δεινήν τινα τῷ βίῳ νόσον εἰσφέρουσι, οἱ τὴν τῆς μετανοίας κιβδηλεύοντες χάριν, καί σφισιν αὐτοῖς ἐπιφημίζοντες ἀμαθῶς τὸ τῆς καθαρότητος ὄνομα. καίτοι πῶς οὐκ ἄμεινον ἐννοεῖν, ὅτι τὸ οἴεσθαί τε
καὶ χρῆναι λέγειν εἶναι καθαροὺς ἀκαθαρσίας αὐτοῖς τῆς 3 ἐσχάτης ἐπίκλημα φέρει; γέγραπται γὰρ ὅτι “ Λέγε σὺ 4 “ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς·’’ ψάλλει δέ που 5 καὶ ὁ θεῖος ἡμῖν Δαυείδ “Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, 6 “ καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.” “Καθα-
“ ρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου,’ κατὰ τὸ γεγραμμένον. δεῖ δὴ οὖν ἄρα τοῖς οὕτως ἠῤῥωστηκόσι τὸ ἄναλκι, τῶν ἐκ μετανοίας ἀγαθῶν καὶ τῆς ἄνωθεν ἡμερότητος διανιζούσης εὖ μάλα τὸν μεμολυσμένον, καὶ δικαιούσης τὸν ἀσεβῆ. καλεῖ τοιγαροῦν εἰς μετάγνωσιν ἐξ ἡμερότητος τοὺς ἡμαρτηκότας.
Ερομένοις δὲ αὖ, καὶ ἀναμαθεῖν ἐθέλουσι τῆς πλημμελείας 7 τὸν τρόπον, Εἰ πτερωιεῖ φησιν ἄνθρωπος Θεὸν, διότι ὑμεῖς πτερνίζετέ με; τὸ δὲ πτερνίζειν ἐστὶ τὸ συναρπάζειν, ἣ φενακίζειν, οἴεσθαί τε λαθεῖν ψευδομένους τυχὸν, ἢ καὶ δρῶντάς τινα τῶν ἐκτοπωτάτων. καὶ γοῦν ἐνεκότει μὲν ὁ Ἡσαῦ
τῷ ’Ιακὼβ, τοῦ δὲ φονᾶν τὴν πρόφασιν ἐξηγούμενος ἔφασκεν Gen. “ Ἐπτέρνισε γάρ με τοῦτο ἤδη δεύτερον, τά τε πρωτοτόκιά 8 “ μου εἴληφε, καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου.’’ ἆρ’ οὖν περιέσται, φησὶν, ἄνθρωπος Θεοῦ, ἤγουν συναρπάσει τὸν πάντα εἰδότα; τί τοίνυν ὑμεῖς ἐμὲ πτερνίζετε;
9
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.