ἐν προφήτου τάξει γενέσθαι τοῖς ἐξ Ἰσηαήλ. εἴρηται γὰρ ἄγγελος, ὡς ἔφην, μάλιστα μὲν καὶ τοῦ ὀνόματος ταύτην ἔχοντος ἐφ’ ἑαυτῷ τὴν ἑρμηνείαν· εἶτα ὅτι τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ λόγους ἀπαγγέλλων τοῖς ἐξ Ἰσραὴλ καλοῖτ’ ἂν οὐκ ἀπιθάνως καὶ ἄγγελος. καὶ γοῦν αὐτὸς ὁ Προφήτης
2 Μαλαχίας ἐν τοῖς ἐφεξῆς περὶ παντὸς ἱερέως φησίν “Ὅτι “ χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν “ ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος κυρίου παντοκράτορός “ ἐστι.” περὶ δέ γε τοῦ Ἐμμανουὴλ ὁ προφήτης Ἡσαΐας 3 “ καὶ θελήσουσι, φησὶν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παι-
“ δίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα “ αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.” ὁρᾷς ὅτι τὸ ἀπαγγέλλειν ἐτέροις τὴν τῆς ἀνωτάτω φύσεως βούλησιν ὀνομάζεσθαι καὶ ἀγγέλους παρεσκεύασε τινας, καίτοι κατὰ φύσιν οὐκ ὄντας ἀγγέλους ; ἄνθρωποι μὲν γὰρ οἱ τὸν θεῖον ἡμῖν διερ-
4 μηνεύοντες, νόμον, οἱ ἱερεῖς· Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱός.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.