καλοῦντος εἰς ἱερουργίαν τοὺς προεστηκότας λαῶν, ἤτοι τοὺς ἐξ αἵματος τοῦ Λευὶ, ἐφιέντος δὲ ὥσπερ καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ πληροῦν, εἰ βούλοιντο, τὰς κατὰ νόμον εὐχὰς, ἐκέχρηντο μὲν ταῖς διὰ Μωυσέως ἐντολαῖς, οὐ μὴν ἀμωδὲ 1 μήτως καὶ ἐπιεικῶς. προσεκόμιζον μὲν γὰρ εἰς θυσίαν οἱ λαοὶ τὰ συνήθη, πλὴν οὐ σφόδρα πεφροντισμένως, ὀκνηρῶς 2 δὲ μᾶλλον καὶ κατημελημένως. τὰ γὰρ αἰσχίονα τῶν ἐν 3 ποιμνίοις, ἄρρωστά τε καὶ ἀδόκιμα προσῆγον τῷ θυσιαστηρίῳ.
στηρίῳ. προσεδέχοντο δὲ οἱ ἱερεῖς, μηκέτι μωμοσκοποῦντες κατὰ τὸν νόμον, μὴ χωλὸν ἢ ὠτότμητον ἢ κολοβόῤῥινον ἢ κολοβόκερκον ἢ ψωραγριῶν ἢ λειχῆνας ἔχον ἢ μονόρχες εἴη 4 τὸ προσαχθέν. ἀπόβλητα γὰρ ὁ νόμος ἐποίει ταυτί· ὕβρις δὲ ἦν τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. κατημέλουν δὲ καὶ ἑτέρως οἱ 5
ἱερεῖς καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, οὐχὶ τὰ ἐκ νόμων ὀρθῶς εἰσηγούμενοι, καὶ παιδαγωγοῦντες ἀστείως εἰς τὸ τῷ Θεῷ δοκοῦν, ἀλλ’ εἰς ἐκτόπους ἐξτιηλίας ἀπονεύειν ἐῶντες, καὶ τῆς εὐθείας ἔξω φέρεσθαι τρίβου. καὶ εἷς μὲν οὗτος τῆς ἐπιπλήξεως τρόπος· ἕτερος δὲ πρὸς τούτῳ τοῖς ἐξ Ἰσραὴλ, ἐπ’
αἰτίαις τοιαύταις. οἱ μὲν γὰρ ἐῤῥῶσθαι φράσαντες ταῖς εἰς γυναῖκας φιλοστοργίαις, εἶτα βιβλίον ἀποστασίου ῥιπτοῦντες 6 αὐταῖς, καὶ ἐπ’ οὐδενὶ τῶν ἀτόπων ἔσθ’ ὅτε κατεγνωσμέναις, συνεπλέκοντο μὲν ἑτέραις, ᾤοντο δὲ, ὅτι κατ’ οὐδένα τρόπον λυποῦσι Θεὸν, κἂν εἰ ἕλοιντο τοῦτο δρᾶν. ἕτεροι δὲ αὖ ταῖς
τῶν ἀλλοφύλων ἐπεμαίνοντο θυγατράσι, καίτοι διακεκραγότος τοῦ νόμου σαφῶς “ τὴν θυγατέρα σου οὐ δώσεις τῷ 7 “ υἱῷ αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· “ ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ πορευθεὶς λα- “ τρεύσει θεοῖς ἑτέροις.” γέγονε δὲ μακρὸς περὶ τούτου 8
λόγος καὶ ἐν τοῖς τοῦ Ἕσδρα βιβλίοις. ὅθεν τινὲς αὐτὸν 9 ὑπολαμβάνουσιν εἶναι τὸν Μαλαχίαν. ἔχει δὲ οὐχ οὕτως τὸ ἀληθές. καὶ τὰ μὲν τῆς ἐπιπλήξεως ἐν τούτοις· ἐν δέ γε τῷ τέλει τῆς προφητείας τὸν περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναδείξεως ποιεῖται λόγον, ἅτε δὴ μελλούσης τὸ τηνικάδε 10 καθαρᾶς τε καὶ ἀναιμάκτου θυσίας προσκομίζεσθαι τῷ Θεῷ, καταλήγειν δὲ τὰ πάντων ἐγκλήματα, τῆς τε ἁμαρτίας ἀνῃρημένης, καὶ εἰς καινότητα ζωῆς ἀναμορφουμένων τῶν ἐπὶ 11 τῆς γῆς· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, τῶν ἀρχαίων παρωχηκότων, κατὰ τὸ γεγραμμένον.
12
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.