Ἰσραὴλ, καὶ εἰς τὴν ἁγίαν αὖθις ἀφίκετο πόλιν, τὸν τῆς δουλείας ζυγὸν ἀποφορτισάμενος· καὶ δὴ καὶ ὁ θεῖος ἐγή- γερτο ναὸς, ἐφεστηκότων τοῖς ἔργοις Ζοροβάβελ τε τοῦ 1 Σαλαθιὴλ, ὃς ἢν ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. προεφήτευον δὲ κατ’ ἐκεῖνο τοῦ
καιροῦ τοῖς ἐκ τῆς αἰχμαλωσίας λελυτρωμένοις Ἀγγαῖός τε καὶ Ζαχαρίας, Ἕσδρα τε καὶ Νεεμίου συνόντων αὐτοῖς τῶν ἱερουργῶν. σύγχρονος δὲ τοῖς μνημονευθεῖσιν ἁγίοις προφήταις, ἢ ὀλίγῳ καὶ βραχὺ μετ’ ἐκείνους καὶ ὁ θεσπέσιος γέγονε 2 Μαλαχίας, ὃς δὴ καλεῖται καὶ Ἄγγελος , διερμηνεύεται γὰρ ὧδε Μαλαχίας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.