1 ἀφανιῶ τὴν δυναμιν, καὶ οἷόν τινας ἱππέας ὅλης καταθέοντας τῆς ὑπ’ οὐρανὸν τῆς κατὰ πάντων πλεονεξίας ἐκβαλῶ, ἐγερῶ γεμὴν ἑτέρους ἱππέας, ἤτοι πολεμιστὰς, ῥομφαίαν σπωμένους κατὰ γένους καὶ ἀδελφῶν. ἔοικε δὲ διὰ τούτων ὑποφαίνειν ἡμῖν τὰς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος καθῃρημένας
πονηράς τε καὶ ἀντικειμένας δυνάμεις, ἀρχάς τε καὶ ἐξουσίας 2 ἃς τεθριάμβευκε τῶ ἰδίω σταυρῷ, καὶ τῆς κατὰ πάντων πλεονεξίας ἐκβαλὼν ἐπήμυνε τοῖς ἠδικημένοις, ἡμῖν δηλον- 3 ὅτι. καὶ γοῦν ἡ ἁγία καὶ ἄμωμος παρθένος ἔτι κυοφοροῦσα Χριστὸν, ἅτε δὴ καὶ Ἁγίου Πνεύματος ἀνάπλεων
φέρουσα τὸν νοῦν, προανακεκράγει τὰ τοιάδε λέγουσα 4 “Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον καὶ ἠγαλλίασε τὸ “πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. καὶ μεθ’ ἕτερα 5 πάλιν “καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς 6 γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτὸν ἐποίησε κράτος “ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρ- “δίας αὐτῶν· καθεῖλε δυνάστας ἄπο θρόνων καὶ ὕψωσε
“ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας “ἐξαπέστειλε κενούς. ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ “μνησθῆναι ἐλέους καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν “τῷ ῾Αβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.