ἰδίων θρόνων. πλὴν οὐ μέχρι τούτων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ κατορθώματα· ἀλλὰ γὰρ ἐγήγερταί τις 1 ἱππέων ἑσμὸς, ἄνδρες μαχηταὶ καὶ ἐμπειροπόλεμοι καὶ στρατηγεῖν εἰδότες, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις ἀντεξάγοντες γενικῶς. εἶεν δ’ ἂν οὗτοι πάλιν οἱ θεσπέσιοι μαθηταὶ,
οἳ τὴν τοῦ Πνεύματος μάχαιραν νοητῶς ἐσπασμένοι· τουτέστι, 2 τῆς μυσταγωγίας τὸν λόγον, τὸν ζῶντά τε καὶ ἐνεργῆ καὶ τομώτατον· ἐχώρουν κατὰ παντὸς ἀνθρώπου καὶ κατὰ γένους καὶ κατὰ ἀδελφῶν, οὐ πλήττοντες τὰ εἰς θάνατον, ἀναιροῦντες δὲ μᾶλλον τὴν ἐν αὐτοῖς ἀμαθίαν, καὶ οἷον 3
νεκροῦντες τῷ κόσμῳ, καὶ ἐκτεθνάναι ταῖς ἁμαρτίαις παρασκευάζοντες, ἵνα ζήσειαν τῷ Θεῷ, τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἠγαπηκότες ζωὴν, δῆλον δὲ ὅτι τὴν εὐαγγελικήν. ὅτι δὲ ἔμελλον τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα καὶ υἱοὶ πατράσιν ἀντιτετάξεσθαι, καὶ μὴν μητράσι θυγατέρες, καὶ ἀδελφοῖς
ἀδελφοὶ, πῶς ἔστιν ἀμφιβαλεῖν; τοῦ Σωτῆρος λέγοντος ἐναργῶς “Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν 4 “γῆν, οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν· ἦλθον “γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυ- “γατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς 5 6 “πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ “τοῦ.’’ ἐχθροὶ μὲν οὖν καθὸ καὶ ἑτερόφρονες· φίλοι δὲ καὶ οὐκ εἰς μακρὰν, ὡς ἐν ὁμοψυχίᾳ πίστεως καὶ ὡς ἐν ἑνότητι Πνεύματος καὶ ἀγάπης τῆς ἐν Χριστῷ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.