ἐκ τῶν ἐν χερσὶ πραγμάτων ἐπὶ τὰ καθόλου καὶ γενικώτατα ποιεῖται τὴν ἐκδρομήν. εἰ γάρ που περὶ λυτρώσεως τῆς τινων ποιοῖτο τὴν μνήμην, ἀποφοιτᾷ πολλάκις ἐπὶ τὴν διὰ Χριστοῦ. τοιοῦτόν τι καὶ νῦν ὁ προφητικὸς ἡμῖν ὑποφαίνει λόγος· ἐπενήνεκται γὰρ ἀναγκαίως τοῖς ἤδη προειρημένοις
καὶ τάδε, μυστηρίου τοῦ κατὰ Χριστὸν ὡς ἐν αἰνίγμασί τε καὶ σκιαῖς ἔτι λεπτῶς εἰσκομίζοντα τὴν ἀνάρρησιν. ἀποστέλλεται γὰρ ὁ Προφήτης πρὸς τὸν ἐκ φυλῆς Ἰούδα 2 Ζοροβάβελ, ἐρῶν ὅτι σεισθήσεται μὲν ὁ οὐρανος καὶ ἡ γῆ καὶ μὴν καὶ ἡ θάλασσα καὶ ἡ ξηρὰ, καθαιρεθήσονται δὲ καὶ
οἱ βασιλέων θρόνοι. καὶ ὁ μὲν σοφώτατος Παῦλος ταῖς τῶν προκειμένων θεωρίαις προσβαλὼν, τὸ σεισθησεταί φησιν 3 4 ἐκεῖνο δηλοῦν, ὅτι τῶν σαλευομένων ἔσται μετάθεσις, “ἵνα “μείνῃ τὰ μὴ σαλευόμενα.” ἀλλ’ ἔδει ταῦτα τελεῖσθαι διὰ 5 Χριστοῦ, πάντα γὰρ ἐν αὐτῷ καινὰ καὶ “τὰ ἀρχαῖα παρῆλθε,” τὰ μεθύοντά τε καὶ σαλευόμενα, γέγονε δὲ καινὰ τὰ δι’ αὐτοῦ, δηλονότι τὰ βεβηκότα τε καὶ ἐρηρεισμένα καὶ
μένοντα. ὅρα τοίνυν τοῦ λόγου τὴν οἰκονομίαν· ἀξιάγαστον γὰρ αὐτοῖς εὐκαρπίαν ἐπαγγειλάμενος, καὶ πάντα παρέξειν 6 εἰπὼν πλουσίως τὰ εἰς εὐθυμίαν καὶ τρυφὴν, εἰσκεκόμικεν εὐθὺς τὸν τῆς ἀληθοῦς εὐκαρπίας καιρὸν, δῆλον δὲ ὅτι τῆς πνευματικῆς καὶ τῆς ἄνωθεν εὐλογίας τὴν ἀμφιλαφῆ χορηγίαν.
ἔσεισα μὲν γὰρ, φησὶ, τὴν ὑπ’ οὐρανὸν, ὅτε τὸν Ἰσραὴλ ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· πλὴν σείσω καὶ ἔτι, τουτέστιν, ἐπίσημόν τι καὶ διαβόητον τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐργάσομαι πάλιν, μονονουχὶ κατασείων τὰ πάντα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.