2 ανθρωπ ος κρεας ἄγιον ἐν τῳ ακρῳ του ἰματιου αῦτου καὶ αψηται το ακρον του ιματιου αυτου αρτου η εψηματος η ὄνου η ελαὶου ἢ παντὸς βρώματος, εἰ ἀγιασθησεται ; καὶ ἀπεκρίθησαν οἱ ἱερῖς καὶ εἶπον Οὔ. καὶ κρέας μὲν ἄγιόν φησι τὸ ἀπὸ ζῴου ληφθὲν προσενηνεγμένου πρὸς ἱερουργίαν τῷ Θεῷ· πλὴν ἐκεῖνο βούλεται
διδάσκειν αὐτούς· οἱ ἱερεῖς ἔσθ’ ὅτε τὰς κατὰ νόμον τελοῦντες θυσίας, ἥπτοντο καὶ διὰ τῶν ἐσθημάτων τῶν 3 μελλόντων καπνίζεσθαι κρεῶν. ἆρ’ οὖν, φησὶν, ἐὰν ἐσθὴς ἱερὰ ἡγιασμένη τυχὸν διὰ κρέως ἀγίου ἅψηταί τινος ἑτέρου, 4 τοῦ μὴ προσενηνεγμένου τῷ Θεῷ, ἆρ’ ἔσται κἀκεῖνο ἄγιον ; ἀπέφησαν τοῦτο κατὰ νόμον οἱ ἱερεῖς. οὐκοῦν· ὡς ἐκ παραδείγματος
δείγματος ἴωμεν ἐπὶ τὸ ἀληθέστερον· ἆρ᾿ ὁ προσάγων εἰ παροτρύνοι Θεὸν καθ’ ἑτέρους τρόπους, ἁγιασθήσεται παρ’ αὐτῆς ; οὐδαμῶς, κατακρίνεται δὲ μᾶλλον, ὡς οὔπω μὲν ἀποκαθηράμενος, προσαγαγὼν δὲ θυσίαν. ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἄκουε τί φησιν ὁ νομοθέτης ἐν τῷ Λευιτικῷ “ Καὶ 5
“ κρέα ὃ ἂν ἅψηται παντὸς ἀκαθάρτου, οὐ βρωθήσεται, ἐν 6 “ πυρὶ κατακαυθήσεται. πᾶς καθαρὸς φάγεται κρέα, ἡ δὲ “ ψυχὴ, ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας “ σωτηρίου, ὅ ἐστι τῷ κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ “ αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. καὶ
“ ἡ ψυχὴ ἣ ἃν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἣ ἀπὸ “ ἀκαθαρσίας ἀνθρώπου ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτων “ ἣ παντὸς βδελύγματος ἀκαθάρτου, καὶ φάγῃ ἀπὸ τῶν “ κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστι τῷ κυρίῳ, “ λεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.” ὁρᾷς
ἀνόνητον, μᾶλλον δὲ καὶ ὀργῆς καὶ θανάτου πρόξενον ἀναπονίπτοις χερσὶ προσάγειν θυσίας. ὥσπερ οὖν τὰ τῶν ἱερέων ἐσθήματα, καίτοι καθηγιασμένα διὰ τῶν κρεῶν τῆς θυσίας οὐκ ἂν ἁγιάσαι τι τῶν προσψαυόντων αὐτοῖς· οὕτω, 7 φησιν, οὐκ ἂν ἁγίους ἀποτελέσῃ τὸ καταθύειν Θεῶ τοὺς καθ’
ἕτερον τρόπον λυπεῖν ᾑρημένους, καὶ ἀπρακτεῖν ἐθέλοντας περί τὸ ἁνδάνον Θεῶ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.