μηνὶ τῷ ἑβδόμῳ, κατονειδίζοντος Θεοῦ τοὺς ἐκ τῆς αἰχμαλωσίας λελυτρωμένους, καὶ ὄκνον αὐτοῖς ἐγκαλοῦντος, τὸν ἐπί γε φημὶ τὸ δεῖν ἐργάσασθαι τὸν νεὼν, εἰσδεδραμήκασι μόλις, καὶ τῶν εἰς φιλεργίαν ἱδρώτων μετεποιοῦντο λοιπόν. εἶτα τοῦτο δεδρακότας ἐπῄνει Θεὸς, συνέσεσθαί τε σφίσι
κατεπηγγέλλετο, καὶ ἐπευλογεῖν αὐτοὺς, καὶ θαρρεῖν ἐκ- 1 ἐλευεν, ὡς ἐφεστηκότος ἐν μέσῳ ἀυτῶν του Πνεύματος. οἱ 2 δὲ οὐδὲν ἧττον ὀκνηροί τε ἦσαν καὶ δυσέργαστοι, καὶ δύο που τάχα μηνῶν διαγεγονότων μόλις, ἀνέπιπτον εἰς ῥᾳθυμίαν, καὶ δεινῶς ἀλύοντες κατεφωρῶντο πάλιν. πρὸς γάρ τοι τὰ 3 τῆς ἐμπορίας ἔργα δεινῶς καὶ ἐκτόπως ἀπονενευκότες, καὶ ἀκρατῶς ἔχοντες εἰς φιλοκερδείας, εἰσεδέχοντο τὴν ἀκηδίαν, ὡς οὐκ ἐξὸν αὐτοῖς ὡς ἐν εὐρείᾳ σχολῇ τῶν εἰς ἐμπορίαν 4 ἔχεσθαι φροντισμάτων· εἶτα θυσίας προσάγοντες, ἀρκέσειν ἔφασκον τὸ χρῆμα αὐτοῖς εἰς τὸ ἁγιάζεσθαι δεῖν, κἂν εἰ
μήπω γένοιτο τυχὸν ὁ θεῖος νεώς. προστάττεται τοίνυν ὁ Προφήτης εὐφυέσιν ἐλέγχοις κατατιτρώσκειν αὐτοὺς καὶ διδάσκειν, ὅτι κἂν εἰ ἕλοιντο πληροῦν εὐχὰς καὶ θυσίας, ῥᾴθυμοι δὲ ὄντες ἁλίσκοιντο περὶ τὸ χρῆναι πληροῦν τὸν οἶκον τοῦ Θεοῦ, οὐκ εἰς ὄνησιν ἔσται μᾶλλον αὐτοῖς, ἀλλ’
εἰς ὀργήν τε καὶ κρῖμα τὸ μὴ ἐν καιρῷ βούλεσθαι βουθυτεῖν, 5 καὶ τῷ θείῳ προσιέναι θυσιαστηρίῳ· διατρανοῖ δὲ πρὸς τούτοις, ὅτι τῶν προκειμένων αὐτοῖς ἐμποριῶν ἕνεκα, πονηροῖς καὶ ἀλλογενέσιν ἀνδράσιν ἀναμιγνύμενοι, πάντως ’δε που καὶ εἰδωλολάτραις, ἐσχάτως καταμιαίνονται. νομικωτάτη δὲ λίαν
ἡ ἐρώτησις καὶ δυσερμήνευτος μέν· πλὴν, ὡς ἔνι, σαφηνιῶ, δι’ ὧν ἂν δύνωμαι λόγων παριστὰς τὸ δηλούμενον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.