μαιανθήσεται; καὶ ἀπεκριθησαν οἱ ἱερεῖς καὶ εἶπον Μιανθήσεται. 1 προστέταχε μὲν γὰρ ὁ διὰ Μωυσέως νόμος τοῖς ἡγιασμένοις νεκροῦ σώματος μὴ ἀποθιγεῖν, μήτε μὴν ἀνθρώποις τεθνεῶσιν ἐπιφοιτᾶν. καὶ γοῦν ἔφη δεῖν μὴ 2 καταμιαίνεσθαι τοὺς ἱερουργοὺς εἰ μὴ ἐπὶ μόνοις πατρὶ
καὶ μητρὶ καὶ ἀδελφοῖς, τὸν ’δε γε τῶν ἱερῶν ταγμάτων προεστηκότα τε καὶ προὔχοντα μηδὲ ἐπὶ τούτοις ὅλως. αἴνιγμα δὲ τὸ κεκελευσμένον ἦν· σκιὰ γὰρ ὁ νόμος· ὁ γάρ τοι νεκρὸς νεκρῶν ἔργων καὶ ἀκαθαρσίας κοσμικῆς 3 τύπος ἂν εἴη πάλιν. δεῖ δὲ οἶμαι τοὺς ἱεράν τε καὶ πάναγνον
ἐπησκηκότας ζωὴν, νεκρῶν ἔργων ἀπονοσφίζεσθαι καὶ σαπρίας κοσμικῆς ἀπανίστασθαι φιλεῖν. ἀλλ’ εἰ συνέβη τὸ τηνικάδε ἐπιφοιτήσαντα νεκρῷ τινος τῶν ἄλλων ἀποθίγειν, ἢ ἀνθρώπου τυχὸν, ἤγουν ἐδέσματος, τοῦτο πάντως ἦν κατὰ νόμον ἐν μολυσμῷ. ἐρωτᾷ δὴ οὖν ὁ Προφήτης,
εἰ ὅταν τις νεκροῦ σώματος ἁψάμενος, εἶτα μεμενηκὼς ἀναπόνιπτος ἑτέρου τινὸς ἅψαιτο τυχὸν, εἰ πάντη τε καὶ πάντως αὐτὸν καταμιαίνῃ. τῶν δὲ εἰρηκότων τό Μιανεῖ· 4 λοιπὸν ἐπιφέρει Θεός Οὔτως ὁ λαὸς οὖτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιόν μου λέγει Κύριος, καὶ οὕτω πάντα τὰ ἕργα τῶν
χειρῶν αὐτῶν λέγει Κύριος, καὶ ὃς ἃν ἐγγίσῃ ἔκει, μιανθησεται. ἐπειδὴ γὰρ νεκρῶν ἔργων ἅπτεται, φησὶν, οὐχὶ μεμίανται 5 μόνον αὐτὸς, ἀλλὰ γὰρ πρὸς τοῦτο ἥκει φαυλότητος, ὡς ἐπιτηδείως ἔχειν εἴς γε τὸ δύνασθαι καὶ μάλα νεανικῶς καταμιαίνειν ἑτέρους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.