ὁ νόμος, ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς. κατόπιν μὲν γὰρ τῆς εὐαγγελικῆς παιδεύσεως ἐστιν ἡ διὰ Μωυσέως, καὶ αὕτη τάξις αὐτῇ, ὅτι καὶ σκιὰ καὶ τύπος. ἐπειδὴ δὲ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός, ἐξέλαμψε καὶ ὁ νόμος. τοῖς γὰρ πάλαι δι’ αὐτοῦ προαπηγγελμένοις τὰ ἐκβεβηκότα
1 συμβάλλοντες, τεθαυμάκαμεν ἤδη καὶ αὐτοῦ τοῦ νόμου τὸ φῶς 2 προανατυποῦντος ἡμῖν ἀστείως κατὰ πολλοὺς τρόπους τὸ χριστοῦ μυστήριον. ἔστη δὴ οὖν εἰς φῶς. μακαρίζει δὲ καὶ αὐτὸς ὁ χριστὸς τοὺς συνενεγκόντας ἐν ἑαυτοῖς νομικήν τε ἅμα παίδευσιν καὶ εὐαγγελικήν. ἔφη γὰρ οὕτω “Διὰ 3
“τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς,’’ τουτέστιν ὁ τὸν νόμον εἰδὼς, “μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν “ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ “θησαυροῦ αὐτοῦ νέα καὶ παλαιά.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.