ἐπάγων εὐθύς Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τυ, τάξει αὐτῆς εἰς φῶς. ὥσπερ δὲ τὴν ἄβυσσον νενοήκαμεν, οὐ κατά 1 γε τὸν ἐν αἰσθήσει λόγον· παχὺς γὰρ λίαν· πνευματικῶς δὲ μᾶλλον καὶ νοητῶς, οὕτω καὶ νῦν οὐχὶ τοῖς στοιχείοις, ἡλίῳ τε φημὶ καὶ σελήνη, τὸν τῆς διανοίας ἐνήσομεν ὀφθαλμόν·
ἀλλ’ ἐξ ὁμοιότητος τῆς ἀπ’ αὐτῶν ἐπὶ τὰ ἀμείνω διάττοντες, τὴν τῶν νοημάτων δύναμιν κατοψόμεθα. οὐκοῦν ἥλιον μὲν γοῦν φαμεν τὴν φωτοειδῆ τε καὶ ἔκλαμπρον τῶν εὐαγγελικων θεσπισμάτων μυσταγωγίαν, σελήνην δὲ αὖ τὸ μεῖόν τε 2 καὶ ἀμυδρότερον τοῦ νόμου φῶς, φαίνοντος, ὡς ἐν νυκτὶ 3 καὶ σκότει, τῷ πρὸ τῆς ἐπιδημίας καιρῷ. κέκληται γὰρ 4 ἡμέρα καθ’ ἢν ἀνέλαμψεν ὁ Χριστὸς, ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ νοητὸς ἑωσφόρος, ἐν καρδίαις ἀνατέλλων τῶν πεπιστευκότων. καὶ γοῦν ὁ θεσπέσιος Δαυείδ “Αὕτη ἡ ἡμέρα, “φησὶν, ἢν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασόμεθα καὶ “Φρανθῶμεν ἐν αὐτῇ.’’ ὥσπερ δὲ χθαμαλὸς ὣν ἔτι, μόλις ἀνίσχων τῆς γῆς ὁ αἰσθητὸς ἥλιος, οὔπω μὲν εὐρὺ καὶ λαμπρὸν, συνεσταλμένον δὲ ὥσπερ ἐν ἑαυτῷ τὸ ἴδιον 5 ἔχει φῶς, ἀναθρώσκων γεμὴν ὑψοῦ, φαιδροτάτην τοῖς ἁπανταχῆ τῆς ἀκτῖνος ποιεῖται τὴν ἐκβολήν· οὕτω καὶ ἡ διὰ Χριστοῦ παίδευσις, τουτέστιν ἡ εὐαγγελικὴ, συνεστέλλετο μὲν ἐν ἀρχαῖς, καὶ ἠγνοεῖτο πολλοῖς· ἡλίου δὲ δίκην μονονουχὶ καὶ ἀνίσχουσα, καὶ εἰς ὕψος ἰοῦσα κατὰ βραχὺ, καὶ τὴν τῆς θεογνωσίας αὐγὴν ἀφιεῖσα πανταχῆ καταπλήττει
τὴν ἄβυσσον, τουτέστιν ἅπαν ἀνθρώπων γένος· τοιγάρτοι καὶ δέδωκε τὴν φωνήν. δοξολογεῖ γὰρ, ὡς ἔφην, καὶ Θεὸν 6 ὀνομάζει, καὶ τῶν ὅλων κύριον καὶ λυτρωτὴν ὁμολογεῖ τὸν Ἐμμανουήλ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.