καὶ γοῦν ἔφη που ὁ Θεὸς ὡς ἐκ προσώπου τοῦ ἄρχοντος 1 Τύρου περὶ τοῦ σατανᾶ Ὅτε ἐξέπεμπον αὐτὸν εἰς τὸν ᾅδην, 2 ἐθρήνησεν ἡ ἄβυσσος ἐπ’ αὐτῷ. κατενηνεγμένου γὰρ καὶ πεπτωκότος τοῦ πάντων ἐπέκεινα καὶ ἐν δόξῃ προὔχοντος, 3 ὃς καὶ μετ’ αὐτῶν ἐτέθειτο τῶν Χερουβὶμ, κατὰ τὴν αὐτοῦ τοῦ προφήτου φωνὴν, τὸ ἀπεικὸς οὐδὲν, σφόδρα λελυπῆσθαι τὴν νοητὴν ἄβυσσον, τουτέστι, τὰς τῶν ἄνω πνευμάτων ἀγέλας, μονονουχὶ δὲ καὶ ἐπιστυγνάσαι πεπονθότι καὶ τῷ τῶν ὅλων προσκεκρουκότι Θεῷ. οὐκοῦν ἡ ἄβυσσος, φησὶ, τουέστιν ἡ ἀμέτρητός τε καὶ ἀκατάληπτος τῶν πεπιστευ- 4 κότων πληθὺς, καὶ μέντοι καὶ τὸ ὕψος τῆς ἐν αὐτῇ Φαντασιας, τουτέστι πάλιν πᾶν ὅσον ἐστὶν ἐν αὐτῇ λαμπρόν τε καὶ ἐπηρμένον, καὶ ταῖς ἐν τῷδε τῷ κόσμῳ φαντασίαις, ἤτοι δόξαις κεναῖς κατηγλαισμένον ἔδωκε φωνὴν αὐτῆς. δοξολογῖται γὰρ ὁ Χριστὸς παρὰ παντὸς ἀνθρώπων ἔθνους,
καὶ τοῦτο δρῶντας προθύμως κατίδοι τις ἃν μικροὺς καὶ 5 μεγάλους, λαμπροὺς καὶ ἀσήμους, καὶ τοὺς τῶν ἄλλων περιφανεστέρους, καὶ ὑπεροχὴν ἔχοντας ἢ τὴν ἐν δόξη τυχὸν, ἢ τὴν ἐν πλούτῳ καὶ λαμπρότητι τῇ κατὰ τὸν βίον· ἃ λίαν ὀρθῶς ὠνόμασε Φαντασιας ἤγουν ὕψος Φαντασίας. 6
οὐδὲν γὰρ ἕτερον αὐτοῖς ἢ δόκησις, ὅτι “Πᾶσα σὰρξ χόρτος 7 “καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.’’ ὅτι δὲ ἡ ἄβυσσος φωνὴν αὐτῆς, καὶ ταῖς εὐφημίαις καταγεραίρουσι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Κριστὸν μικροὶ καὶ μεγάλοι, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος Δαυείδ “Αἰνεῖτε τὸν Κύριον 8
“ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.” προσθεὶς δὲ δὴ τούτοις ὄρη καὶ βουνοὺς, ξύλα τε καρποφόρα καὶ πάσας κέδρους, θηρία τε καὶ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτὰ, προσεπάγει πάλιν “Ἄρχοντες καὶ πάντες κριταὶ γῆς, 9 “νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων
“νεσάτωσαν τὸ ὄνομα κυρίου. ἔφη δέ που καὶ ὁ ἡμῖν Ησαΐας περὶ αὐτοῦ “Βασιλεις ὄψονται αὐτὸν “φοβηθήσονται· ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.