ὥς γε μοι φαίνεται· βαίνοντα δὲ μᾶλλον τοῦ εἰκότος c ἐγγύς. ἥλιον μὲν γὰρ εἶναί φαμεν, καὶ μάλα ὀρθῶς, τὸν Εμμανουήλ. ὠνόμασται γὰρ οὕτω, καὶ ἐστιν ἀληθῶς. σελήνην δὲ λέγεσθαι νομιστέον, ὡς ἐξ ὁμοιότητος τοῦ στοιχείου, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, φαίνουσαν τοῖς ἐν σκότει,
καὶ ὡς ἐν νυκτὶ διαλάμπουσαν. ὅτε τοίνυν ἐπήρθη ὁ ἥλιος κ‘ατὰ τὴν τοῦ, Προφήτου φωνήν· ἀναβέβηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς ἐπὶ τὸν τίμιον σταυρόν· τότε καὶ ἀνέλαμψεν ἡ ἐξ ἐθνῶν ἐκκλησία καὶ ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς, τουτέστι, πλησιφαὴς οἷά τις σελήνη, καὶ τὴν τάξιν τοῦ ἰδίου d
σώζουσα κύκλου, φῶς γέγονε τοῖς ἐν σκότει, καθάπερ ἔφην ἀρτίως. ὅτι δὲ ὑψουμένου τε καὶ τὸν ὑπὲρ τῆς πάντων ζωῆς ἀνατλάντος σταυρὸν τοῦ Χριστοῦ, συνέστη λοιπὸν ἡ Ἐκκλησία, διδάξει πάλιν ὁ αὐτός “Ἀμὴν αμὴν λέγω ὑμῖν, 1 “ἑὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ, αὐτὸς μόνος
“μένει· ἐὰν δὲ ἀποθάνῃ, παρπὸν πλείονα φέρει.” καὶ πάλιν “Κὰγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυ- 2 3 “τόν.’’ οὐκοῦν τὸ ὑψοῦσθαι τὸν ἥλιον, σημαίνει που ἢ τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, ἤγουν τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν· ὑψοῦσθαι γὰρ δὴ καὶ ὧδέ φαμεν αὐτόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.