1 τοι τὸ πλείστους ἐν αὐτῇ γενέσθαι προφήτας, ποταμῶν δίκην τὸ ἔθνος κατάρδοντας, καὶ οἷον θείοις νάμασιν ἐπικλύζοντας. 2 περὶ ὧν οἶμαί που φησὶ καὶ ὁ μακάριος Δαυείδ “κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό·’’ καὶ μὴν καὶ διὰ 3 Ἡσαΐου Θεός· “Εὑλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες “καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, “ποταμοὺς ἐν γῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ “λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου 4 ὁ μὲν γὰρ κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς τάχα που χειμαρῤους τρυφῆς ὠνόμασται, καὶ ἔστιν ἀληθῶς, καὶ μέντοι καὶ
5 ποταμός· ἔφη γάρ που περὶ αὐτοῦ διὰ φωνῆς ἁγίων “Ἰδοὺ “ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς “μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.’’ εἴρηται δὲ καὶ 6 φωνῆς τοῦ Δαυείδ “Τοῦ ποταμοῦ τὰ ὁρμήματα “τὴν πόλιν τοῦ Θεοῦ.’’ Λυπεῖ δὲ οὐδὲν καθ’ ὁμοιότητα τὴν πρὸς αὐτὸν, καὶ αὐτοὺς τοὺς ἁγίους ὀνομάζεσθαι ποταμοὺς, ἅτε δὴ συμμόρφους 7 γεγονότας αὐτῷ νοητῶς. ὥσπερ γάρ ἐστι τὸ φῶς μὲν αὐτὸς τὸ ἀληθινὸν, ἔφη δέ που τοῖς ἁγίοις ἀποστόλοις “Ὑμεῖς “ἐστε τὸ φῶς τοῦ κόσμου·’’ οὕτω καὶ ποταμὸς ὑπάρχων αὐτὸς καὶ μέντοι καὶ ὕδωρ ζῶν, χαρίζεται τὸ τοῖς ἴσοις ἐπισεμνύνεσθαι καὶ τοῖς ἁγίοις. ἡ τοίνυν γῆ τῶν νοητῶν 8 ποταμων, τουτέστιν ἡ Ἰουδαία, πιεῖν οὐκ ἀνασχομένη τὸ ὕδωρ τὸ ζῶν, καὶ τὸν τῶν ἁγίων προφητῶν οὐκ εἰσδεξαμένη λόγον, οὔτε μὴν τὸν διὰ Μωυσέως· εἰ γὰρ ἐπίστευσαν 9 Μωυσεῖ, ἐπίστευσαν ἂν τῷ χριστῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος
γέγραφε· ῥαγησεται, τουτέστι διψήσει. ῥήγνυται γὰρ ἡ διψῶσα γῆ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.