ἐτέλει τὸ τηνικάδε καὶ ἡ μέση τῶν ποταμῶν· ἵνα διὰ τούτου πάλιν ὡς ἐξ εἰκόνος ἐχθρῶν αἰσθητῶν, καὶ ἡ τῶν νοητῶν καὶ ἀοράτων πληθὺς σημαίνηται, πρὸς ἣν τοῖς ἁγίοις ἡ πάλη. 2 κέκρυπται δέ πὼς ἀεὶ τῶν προφητῶν ὁ λόγος. οὐκοῦν ὡς 3 ἐκ μέρους τῆς μέσης τῶν ποταμῶν, ἢ Βαβυλωνίων σημαίνεται γῆ, καὶ δι’ αὐτῆς αἰνιγματωδῶς ἡ τῶν δαιμονίων ἀγέλη.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.