γῆ. ἐπειδὴ ’δε σε, φησὶν, ὦ Δέσποτα, τεθέανται νοητῶς ἐπιφανέντα λαοὶ, τουτέστιν, οἱ ἐξ ἐθνῶν συνέντες τὸ ἐπὶ σοὶ μυστήριον, ἔλαβον εὐθὺς ἐν ὠδῖσι τὸ ἀγαθὸν, ἔγκαρποι τε γεγόνασιν. ἁρμόσειε δ’ ἃν αὐτοῖς καὶ λέγειν “Διὰ τὸν 2 “φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ
“καὶ ἐτέκομεν. πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς 3 γῆς. οἱ γὰρ Σωτῆρα καὶ Λυτρωτὴν ἐπιγραψάμενοι τὸν Εμμανουὴλ, τὸν θεῖον ὠδίνουσι φόβον, καὶ πᾶν αὐτοῖς ἔσται κύημα νοῦ καρπὸς ἀρετῆς, καὶ εἰς πνεῦμα σωτηρίας ἐκτελευ- τήσει τὸ σπούδασμα· οὐκοῦν ὅψονταί σε καὶ ὠδινήσουσι λαοὶ
τὸ σὸν ἐκπίνοντες νᾶμα, καὶ τοῖς εὐαγγελικοῖς νάμασιν ἐκμεμεθυσμένοι. προσῄεσαν γὰρ φιλοτίμως λέγοντι “Εἴ τις 4 “διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω,’’ ἦσθα γὰρ, οὕτω πλουσίοδωρός τε καὶ ἀγαθὸς, ὡς καὶ ἐν αὐταῖς ταῖς 5 πορείαις σκορπίζειν ὕδατα, τουτέστι, τὸν ζωοποιὸν τῆς εὐαγγελικῆς
παιδεύσεως λόγον ὡς γάρ φησιν ὁ Ματθαῖος “Περιῆγεν ὁ Ἰησοῦς πάσας τὰς πόλεις καὶ τὰς κώμας, 6 “διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων “εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν 7 “καὶ πᾶσαν μαλακίαν ἐν τῶ λαῷ.” τοῦτο οἶμαί σκορπίζων ὕδατα πορείας αὐτοῦ. ὅτι δὲ τῆς θεοπνεύστου διδασκαλίας ὁ λόγος ὕδωρ ὠνόμασται πανταχοῦ παρά γε 8 τοῖς ἱεροῖς γράμμασι, πῶς ἔστιν ἀμφιβαλεῖν;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.