ὑπὸ δὲ τῶν ἁγίων ὁ σατανᾶς. ἴσα δὲ ἀμφοῖν τὰ ἐγκλήματα, καὶ ἀδελφὰ τὰ πλημμελήματα, συγγενὴς δὲ ὥσπερ ἡ ἀγριότης c καὶ ἡ κατὰ πάντων ὠμότης. ἀπεκτόνασι γὰρ χώρας τε καὶ πόλεις, ὁ μὲν σαρκικῶς, ὁ δὲ νοητῶς, ὀξείᾳ βολίδι τῇ ἁμαρτίᾳ χρώμενος. εὖ δὲ δὴ σφόδρα φησὶ σκυλεύσειν αὐτὸν
πάντας τοὺς ὑπολελειμμένους λαούς, ὡς γὰρ ἅπαντας ἀνῃρηαἰνιγματωδῶς 1 κότος τοῦ Βαβυλωνίου, τοὺς διαφυγεῖν ἰσχύσαντας πολεμιωπάτους αὐτῷ γενέσθαι λέγει, καὶ ὀλίγους ὄντας κατακρατήσειν 2 εὐκόλως, Θεοῦ τὸ νικᾶν ἀπονέμοντος καὶ τὸ πάντα δύνασθαι κατορθοῦν αὐτοῖς κατανεύοντος. ἀληθὲς δ’ ἂν νοοῖτο τὸ χρῆμα, κἂν εἰ ἐπ’ αὐτοῦ φέροιτο τοῦ πάντων
ἐχθροῦ, φημὶ δὴ τοῦ σατανᾶ. πάντας μὲν γὰρ τοὺς ἐπὶ τῆς γῆς εἷλε τε καὶ πεπόρθηκε, καὶ τοῖς τῆς ἁμαρτίας ἐγκατέδησε ζυγοῖς. διηρπάσθη δὲ καὶ αὐτὸς ὑπὸ τῶν καταλελειμμένων λῶων, τουτέστιν, ὑπὸ τῶν ἐν πίστει δεδικαιωμένων διὰ Χριστοῦ καὶ ἡγιασμένων ἐν Πνεύματι. σέσωσται μὲν γὰρ
τὸ κατάλειμμα τοῦ Ἰσραήλ. ἐξ αὐτῶν δὲ ὄντες οἱ θεσπέσιοι 3 μαθηταὶ, γεγόνασιν ἀπαρχὴ τῶν διηρπακότων τὸν ἀλιτήριον. εἶτα μετ’ ἐκείνους εἰσέτι νῦν διαρπάζουσιν οἱ λαῶν ἡγούμενοι, 4 μένοι, καὶ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, καὶ εἰς τὴν τῆς εὐσεβείας ἀποκομίζοντες τρίβον τοὺς ὑπεζευγμένους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.