δάκνοντάς τε καὶ κατεσθίοντας, καὶ ταῖς τοῦ πολέμου προσβολαῖς δαπανῶντας τὴν ὑπ’ αὐτῷ ἰσχύν· ἦσαν δὲ οὗτοι Κῦρός που πάντως, καὶ οἱ ἀμφ’ αὐτὸν Πέρσαι τε καὶ Μῆδοι καὶ Ἐλαμίται, οἳ μονονουχὶ καὶ ὕπνον ὀμμάτων ἀποτιναξάμενοι, καὶ καθάπερ ἐκ μέθης ἀνανήφοντες, μόλις τῶν ἀρχαίων
ἔσονται κρείττους δειμάτων καὶ τὴν πρὸς αὐτὸν ἀράμενοι μάχην, καταδραμοῦνται γενικῶς. εἶτα πολυτρόπως ἐπιβου- λεύοντες καταθλήσουσιν εὐκόλως, ἄγοντές τε καὶ φέροντες b τὰ Χαλδαίων πράγματα καὶ διαρπάζοντες τὴν Βαβυλωνίων. τοῦτο δὲ πεπονθότα καὶ αὐτὸν εὑρήσομεν τὸν ἀλιτήριον 2 σατανᾶν. συνεκόμισε μὲν γὰρ εἰς ἑαυτὸν πάντα τὰ ἔθνη, τὸ τῆς πολυθέου πλάνης ἁπλώσας λίνον, καὶ τοῖς βρόχοις τῆς ἁμαρτίας καταπυκάζων. πλὴν ἐξανέστησαν οἱ δάκνοντες αὐτὸν, τουτέστι, τῶν εὐαγγελικῶν θεσπισμάτων οἱ κήρυκες, οἷον ὀδοῦσι σπαράσσοντες τὸ σῶμα αὐτοῦ, τοὺς τὰ αὐτοῦ
3 δηλονότι φρονεῖν ᾑρημένους. ὥσπερ γάρ “Ὁ κολλώμενος 4 “τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν,” οὕτως ὁ τῷ διαβόλῳ κολλῶ. μένος, ἓν πρὸς αὐτόν ἐστι σῶμα. ἐκνήψουσι δὴ οὖν οἱ ἐπιβουλεύοντες αὐτῷ. συνέντες γὰρ ὅτι τέθειται λοιπὸν ὑπὸ S. Luc. πόδας ἁγίων, Χριστοῦ λέγοντος ἐναργῶς “Ἰδοὺ δέδωκα
“ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ,” τοὺς τὰ αὐτοῦ φρονοῦντας ἁρπάσουσι, καὶ εἰς τὴν τῆς ἁληθείας ἐπίγνωσιν μετακομιοῦσιν εὐκόλως, τίς ὁ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς ἐκδιδάσκον. 5 τες, καὶ τὸ τοῦ Χριστοῦ μυστήριον ἐξηγούμενοι, ὃς δὴ καὶ 1
πρῶτος ὁρᾶται διηρπακακὼς αὐτόν. ἔστιν οὖν ἀκοῦσαι λέγοντος 6 “Ἤ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διάρπασαι, ἔαν μὴ πρῶτον “δήσῃ τὸν ἰσχυρὸν; καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ. εὐθὺς δὲ τεχθεὶς ἐκ τῆς ἁγίας παρθένου, διαρπάζειν ἤρξατο
τὰ σκεύη αὐτοῦ. ἀφίκοντο γὰρ ἐξ ἀνατολῶν οἱ Μάγοι, 7 “λέγοντες Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; “εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν 8 “προσκυνῆσαι αὐτῷ.” καὶ δὴ καὶ προσκεκυνήκασι, καὶ δώροις τετιμήκασι, καὶ ἀπαρχὴ γεγόνασι τῆς τῶν ἐθνῶν ἐκκλησίας·
σκεύη δὲ ὄντες διαβολικὰ, καὶ τῶν ἐκείνου μελῶν τὰ τῶν ἄλλων ἁπάντων ὅτι μάλιστα τιμιώτατα, προσδεμὲν 9 δραμήκασι τῷ Χριστῷ. ὅτι δὲ διαρπάζειν ἔμελλε τὰ σκεύη τοῦ ἰσχυροῦ, προαναπεφώνηκεν αἰνιγματωδῶς καὶ ὁ προφήτης Ἡσαΐας· ἔφη γὰρ ὧδε πάλιν περὶ αὐτοῦ Διότι 10 “πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα,
“δύναμιν Δαμάσκου καὶ τὰ σκύλα Σαμαρείας ἀπέναντι τοῦ 11 “βασιλέως Ἀσσυμίων.” δοκεῖ μὲν οὖν ἢ τοῦ λόγου δύναμις ὑπαινίττεσθαί τι τῶν ἱστορικῶς πεπραγμένων· μένων· πεπόρθητο γὰρ ἡ Σαμάρεια παρά τε τοῦ βασιλέως Δαμάσκου, καὶ τοῦ τῶν Ἀσσυρίων ἐξάρχοντος. πλὴν νοητὸν ὑπεμφαίνει μυστήριον.
ὅτι γὰρ τοῦ Σωτῆρος ἡ δύναμις τοὺς τὸν αὐτοῦ λαὸν πεπορθηκότας σκυλεύσει ῥᾳδίως, ὁ προφητικὸς ἡμῖν ὑπέφηνε λόγος. Διότι σὺ ἐσκύλευσας ἔθνη πολλά, σκυλεύσουσί σε πάντες οἱ ὑπολελειμμένοι λαὼ, δι’ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γης καὶ 12
πόλεως καὶ πάντων τῶι κατοικούντων αὐτήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.