ὕψος νοσσιὰν αὐτοῦ, τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶ. ἐβουλεύσω αἰσχύνην τῷ οἴκῃ σου, συνεπέρανας λαούς πολλοὺς, 1 καὶ ἐξήμαρτεν ἡ ψυχή σου. Επιπλήττει ὁ λόγος τῷ Βαβυλωνίῳ πάλιν, ἐθέλοντι
συγκροτεῖν τὴν ἰδίαν ἀρχὴν ἐκ τῆς κατὰ πάντων πλεονεξίας, αἴροντί τε ὑψοῦ τὸν ἴδιον οἶκον, καὶ μὴν καὶ ὑπεροχαῖς ταῖς ἐπέκεινα μέτρου καταχρυσοῦν εἰωθότι καὶ ὀχυροῦν λίαν, ὥστε καὶ ἑτοίμως δύνασθαι τυχὸν ἐκ χειρὸς ἐκσπᾶσθαι κακῶν, τουτέστι, διεκνεύειν ἀεὶ τὰ συμβαίνοντα κακά. σκοπὸς
2 γὰρ ἀεὶ τοῖς Βαβυλωνίοις, πολλοῖς τῶν ἐπαμυνόντων πλήθεσι περιφράττεσθαι, καὶ ἀναριθμήτους ἔχειν τοὺς εἰδότας b τὰ τακτικὰ, καὶ τὸν πολέμου νόμον ἐξηρτυμένους, ὡς ἀμογητὶ δύνασθαι τὰ ἐκ τῶν ἐπιόντων αὐτοῖς ἀποκρούεσθαι βλάβη.
ἀλλ’ ὅτι πρὸς αἰσχύνης ἔσται καὶ ἐντροπῆς τὸ χρῆμα αὐτῷ, διαπιπτούσης αὐτῷ τῆς ἐλπίδος εἰς τὸ ἐναντίον, ἐδίδαξεν εἰπών Ἐβιυλεύσω αἰσχύνην τῷ οἴκῳ σου. συνεπέρανας ἤτοι συντετέλεκας, λαούς πολλοὺς, πανωλεθρίᾳ διεφθαρκώς. ἐπειδὴ δὲ ἐξήματρεν ἡ ψυχή σου, πικρὰς ἀποτιεῖς δίκας, ὁ
πάλαι λαμπρὸς καὶ τάττων εἰς ὕψος νοσσιὰν αὐτοῦ, οἰκτρὸς 3 καὶ κατερριμμένος καὶ ὑπὸ πόδας ἐχθρῶν ἀδοκήτως εὑρεθείς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.