ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
ΙΣTΟΡΙΩΝ Γ.
3 καταμιγνύναι. καίτοι ἑτέρωθί με καθέλκουσιν αἱ φροντίδες καὶ ἕπομαί γε οὔτι ἑκὼν εἶναι τῇ περιαγούσῃ ἀνάγκῃ. ἡ γάρ μοι ξυγγραφὴ, τοῦτο δὴ τὸ μέγιστόν τε καὶ σεμνότατον ἔργον καὶ πάσης ἀσχολίας ὑπέρτερον, εἴποι ἂν ἡ λύρα ἡ Βοιωτία, ὁδοῦ τε καὶ βίου πάρεργον γίγνεται, καἰ οὐκ ἔνεστι μοι ὠς
4 ἥδιστα ἐμβιῶσαι τοῖς ποθουμένοις. δέον γὰρ τοὺς πάλαι σοφοὺς σχολαίτερον ἀναλέγεσθαι μιμήσεως ἕκατι, ἅπαντά τε τὰ ἑκασταχοῦ ξυμφερόμενα γνωματεύειν ἐς τὸ ἀκριβὲς καὶ ἀναπυνθάνεσθαι, ἀνειμένον τε ἀμφὶ ταῦτα ἔχειν τὸν νοῦν καἰ ἐλεύθερον· ἀλλ᾿ ἔγωγε , ἥμενος ἐν τῇ βασιλείῳ στοᾷ , βιβλιδιασ
πολλὰ δικῶν ἀνάπλεα καὶ πραγμάτων ἔξ ἑωθινοῦ μέχρι καὶ ἐς ἥλιον καταδύντα ἐκμελετῶ καὶ ἀνελίττω· καὶ λίαν μὲν ανχθομαι τοῖς ἐνοχλοῦσιν, ἀνιῶμαι δὲ αὖθις εἰ μὴ ἐνοχλοῖεν, ὡς οὐχ οἷόν τέ μοι ὂν τῶν ἀναγκαίων ἀποχρώντως ἐμπίπλασθαι ἄνευ πό̣νου καὶ δυσπαθείας. πλὴν ἀλλ᾿ οὐδ᾿ ὣς ἀνήσω τοὐμὸν,
5 οὐδὲ ἀποπαύσομαι ἔστ᾿ ἂν ὁ ἔρως με ανγη, εἰ καί μοι τις νεμεόήσειεν ὡς ὑπερτέρων ἐφιεμένῳ, καὶ, τὸ λεγόμενον, ἐν πιθ
ἐκδρομὰς ποιούμενος καὶ μεταβάσεις ἐς ἀπειροκαλίαν ἐκφέρεσθαι δόξαιμι, αὖθις δὴ ἔμοιγε τῶν Κολχικῶν ἀγώνων καὶ τοῦ προτέρου λόγου μεταληπτέα.
ξυμφορᾷ καὶ ἠνιάθη· ὡς ἂν δὲ τὰ ἐν Λαζικῇ στρατεύματα μὴ χηρεύοιεν ἡγεμόνος, αὐτίκα ὅγε στρατηγὸν τὸν Ναχοραγὰν ἀναδείκνυσιν, ἄνδρα τῶν σφόδρα λογίμων τε καὶ καὶ τῷ μὲν τὰ ἐς τὴν πορείαν παρεσκεύαστο καὶ ἤδη ἐχώρει. ἐν ᾧ δὲ ἦν ἐκεῖνος ἐν τούτοις, παράλογα ἀττα καὶ
ἄθεσμα ἐν τῇ Κολχίδι χώρᾳ ξυνέβη. ἐπειδὴ γὰρ οἱ Ῥωμαῖοι, ὡσπερ μοι πρότερον ἐῤῥήθη, ἀκλεέστατα ἐτύγχανον πεφευγότες, καὶ τὰ πράγματα τὸ μέρος καταπροέμενοι τοῖς πολεμίοις, Τουβάζης ὁ τῶν Λαζῶν βασιλεὺς, οὐκ ἀνεκτὸν ἡγούμενος τὸ αἶσχος, δεδιὼς δὲ μᾶλλον μή τι καὶ πέρα τούτων
ἁμαρτηθείη, αὐτίκα Ἰουστινιανῷ ἐ·ξήγγειλεν ἕκαστα, καταιτιώμενος 9 τοὺς στρατηγοὺς, καὶ ἅπαν τὸ ξυνενεχθὲν εἰς τὴν
τῶν ἐκ τῆς δασμοφορίας ἐρανιζομένων, (ἄλλῳ γάρ τῳ ταῦτα ἐπετέτραπτο,) ἀλλὰ τῶν ὅσα ἐκ τῶν βασιλειῶν θησαυρῶν ἐπεπομφει, ἐφ᾿ ᾧ τοὺς ἀριστεύοντας ἐν ταῖς μάχαις τὰ προσήκοντα 12 κομίζεσθαι γέρα. ἐντεῦθέν τε οὐκ ἄσημος ἦν ὁ ἀνὴρ, ἀλλὰ καὶ λίαν τῶν δυνατωτάτων, ὡς καί κοινωνὸς εἶναι τῶν
ἀποῤῥήτων, βέβαιά τε τότε δοκεῖν καὶ πιστότερα τὰ παρὰ τῶν ἀρχόντων ἀναγγελλόμενα, ἡνίκα ἂν ἐκεῖνον ἀρέσκῃ. Ἴουστινιανὸς δὲ ἤδη καὶ πρότερον χαλεπαίνων τῷ Βέσσᾳ, ὅτι δὴ Πέτρας ἑλὼν τὸ φρούριον, πρὶν ἀφικέσθαι τὸν Mερμεροην, δέον αὐτὸν τὰς ἔξ Ἰβηρίας εἰσόδους καρτερώτατα διαφράξαι,
συλλαμβανούσης αὐτῷ τῆς φύσεως τῶν χωρίων, ταύτῃ τε ἄβάτω τοῖς βαρβάροις τὰ Λαζικῆς ὅρια καταστῆσαι, ὁ δὲ τοῦτο μεθῆκεν ὑπὸ ῥᾳστώνης, ἀργυρολογῶν δὲ περιενοστει τὰς πόλεις τὰς ὑπ᾿ αὐτῷ τεταγμένας. ἐκεῖνα δὴ οὖν ὁ βασιλεὺς μεμνημένος, 13 ἐπειδὴ καὶ ταῦτα ἐπέπυστο, αὐτίκα ἐπείθετο· καὶ τοίνυν
παραλύσας τὸν Βέσσαν τῆς ἀρχῆς, καὶ πρός γε ἀφελόξμενος ἀφελόμενος αὐτὸν τὰ οἰκεῖα, ἐς Ἀβασγοὺς ἐξέπεμψεν, ἐκεῖσε μενοῦντα
ἑξῆς οἱ ἄλλοι ὡς ἕκαστοι. ἀεὶ μὲν οὖν καὶ πρότερον Μαρτίνῳ τε καὶ Ῥουστίκῳ οὐκ ὀρθῶς τὰ ἐς Γουβάζη ἀλλὰ δυσμένειά τις αὐτοῖς ὑπετύφετο, βαρεῖά τε καὶ δεινοτάτη τάτη ὅσῳ καὶ διελάνθανε, λαβοῦσα μὲν τὴν ἀρχὴν ὑπὸ φθόνου 16 καὶ βασκανίας, ἀρθεῖσα δὲ κατὰ τὸ μᾶλλον τῷ συνεχεῖ
καὶ ἀλογίστῳ τῆς ὑποψίας. ἅπαν γὰρ ὁτιοῦν ὑπ’ αὐτοῦ γιγνόμενον τῷ πεπονθότι τῆς ψυχῆς ἔξετάζοντες, καὶ πάντως ὑπέτρεφον τὸ χαλεπαῖνον καὶ ἐπεῤῥώννυον. ἐπεὶ δὲ ἐκεῖνος ὑποτοπήσας τὸ ἔχθος, καἰ τολοιπὸν ἐς τὸ ἀντιλυπεῖν προηγμένος, ἐκακηγόρει γε αὐτοὺς πολλάκις ὡς ἀνάνδρους καὶ
ἀλαζόνας, καὶ οὐδὲν ὁτιοῦν μέλον αὐτοῖς τῶν πρακτέων, ἔς τε τὰ ξυμπόσια καὶ τοὺς ξυλλόγους νεμεσῶν ἀεὶ διετέλει, καὶ οὐδὲ πρεσβείας τυχὸν ἀφιγμένης ἐκ τῶν προσοίκων ἐθνῶν ἀνίει καὶ ὑπεστέλλετο· οἱ δὲ ταῦτά τε οὐκ ἐνεγκόντες, χαἰ πρός γε τὰς ἐς βασιλέα διαβολὰς ἐν ὀργῇ ποιησάμενοι, καὶ
γιγνώσκοντες ὡς οὐκ ἀνήσει διελέγχων εἰ που καὶ αὖθις σφαλεῖεν, 17 ἐβουλεύοντο ἐκποδὼν τὸν Γουβάζην ποιήσασθαι, ὡς ἂν τε αὐτὸντοῦ φθάσαντος πέρι, καὶ τολοιπὸν οὐδενότι δειμαίνοιεν.
21 πεφώραται. καὶ οὖν ἐς λόγους ὁ Ἰωάννης τῷ βασιλεῖ λαθραιότατα ἀφιγμένος, διέβαλλε τὸν Γουβάζην ὡς ἀποστάντα καὶ τοὺς Πέρσας ἐπαγόμενον, καὶ οὐκ ἐς μακρὰν τὴν χώραν ἐπ’ ἐκείνους μεταθήσοντα, εἰ μὴ θᾶττον ὁτῳδηοῦν τρόπῳ διακωλυθείη. ὁ δὲ βασιλεὺς καταπλαγείς μὲν τῷ παραλόγῳ, οὔπω
δὲ τελεώτατα πεπιστευκὼς, ἀλλ’ ἐπὶ μέσης τινὸς χωρήσας ἐννοίας, „ἄγε” ἔφη „ὅπως τὸν ἄνδρα παρασκευάσοιτε ὡς ἡμᾶς ἐνθάδε γενέσθαι’’. δείσας δὲ ὁ Ἰωάννης, μή ποτε, εἴ γε ἐκεῖνος ἀφίκοιτο, τὰ τῆς ἐπιβουλῆς ἀνακαλυφθείη, „εἶεν” ἔφη „ὦ δέσποτα. τί δὲ ἄρα ποιητέον ἡμῖν, εἰ γε ἱκὼν εἶναι παραγενέσθαι
22 ἥκιστα ἕλοιτο;” ἀναγκαστέον αὐτὸν’’ ἦ δὲ ὁ „κατήκοον ἔντα, καὶ πάσῃ μηχανῇ ἐκπεμπτέον.’’ εὐθὺς δὴ οὖν ὑπολαβὼν ὁ Ἰωάννης· ἀναγκαζόμενος δὲ εἰ γε ἀντισταίη, σταίη, τι ἂν γένοιτο ἐπὶ τούτοις;” τί δὲ ἄλλο γε’’ ἔφη ὁ βασιλεὺς ἢ πείσεται τὰ τῶν τυράννων, καὶ κάκιστα ἀπολεῖται;”
„οὐδὲν οὖν ἔσται δέος’’ ἦ δὲ ὁ Ἰωάννης τῷ τοῦτον ἀποκτενοῦντι;” „οὐμενοῦν” ἔφη „εἴ γε, ἀντιταττόμενος καὶ ἀνη-
ἀποχρώντως ἡγούμενος, ἐπανῆκεν αὖθις ἐς Κόλχους τὸ 25 γράμμα τοῦτο ἐπιφερόμενος ὃ δὴ Μαρτῖνός τε καὶ Ῥούστικος ἀναλεξάμενοι, καὶ μάλα εὐπρεπῶς ἐσκευωρῆσθαι τὸ δρᾶμα εὑρόντες, εὐθὺς ἐπὶ τὴν πρᾶξιν ἐχώρουν. συγκαλεσάμενοι δὴ οὖν Ἰουστῖνόν τε καὶ Βούζην καἰ τὸ μελετηθὲν ἀποκρύπτοντες,
χρῆναι ἔφασαν τὴν ταχίστην ὡς Γουβάζην ἰέναι, αὐτῷ τε βουλεύεσθαι ὅπως τοῖς ἐς Ὀνόγουριν πέρσαις κοινῇ ἐπελευσόμεθα. οἱ δὲ, τούτοις πεπεισμένοι, ξυνεπορεύοντο. εἵπετο δὲ αὐτοῖς βραχεῖα τις ἐκ τῶν ταγμάτων ἀπόμοιρα· γνοὺς δὲ Γουβάζης ὡς αὐτίκα μάλα οἱ στρατηγοὶ ἐπ’ αὐτὸν
καὶ οὐδὲν ὁτιοῦν ἀντίξουν ὑποτοπήσας, παραγίνεται ἀμφὶ τὸν Χωβοῦν τὸν ποταμόν. ἐνταῦθά τε αὐτοῖς ὁ δείλαιος ὑπαντιάζει 26 ἀφύλακτος τε καὶ θαρραλέος, καὶ λίαν ὀλίγους τῶν ὀπαδῶν ἐπαγόμενος, καὶ τούτους ἀνόπλους καὶ οὐκ ἐς μάχην παρεσκευασμένους. πῶς δὲ οὐκ ἂν οὕτως ἵκετο παρὰ φίλους
τε καὶ ξυνήθεις καὶ φύλακας τῆς χώρας καὶ ἥκιστα πολεμίους, μᾶλλον μὲν οὖν καὶ τῶν ὀθνείων ἐχθρῶν ἀλε·ξητῆρας;
29 τῇ ἡμετέρᾳ χώρᾳ, καὶ ταῦτα ὀλίγιστοι ὄντες καὶ οὐδαμῶς ἀξιόμαχοι”. ἀλλ’ ὑμᾶς γε μόνους’’ ἦ δὲ ὁ Γουβάζης ὦ γενναῖοι, ἐν τῷδε διαγωνίσασθαι, ὡς καὶ μόνους ξυνενεχθέντων αἰτιωτάτους. εἰ γὰρ μὴ ῥᾳστώνῃ πολλῇ ἀμφὶ τὰ πρακτέα εἴχεσθε καὶ ὀλιγωρίᾳ, οὔτ’ ἂν τὸ φρούριον ἡμῖν
τοῦτο ἐπετειχίζετο, οὔτε οὕτως ἀκλεᾶ φυγὴν κὼ ἀσχήμονα ὑποστάντες ἐδραπετεύετε, οὔτε ἄλλο τι ἐγίγνετο τῶν οὐ προσηκόντων. νῦν δὴ οὖν, ὦ λῷστοι, εἰ γε δόξῃς ἐρασταὶ εἶναί φατε καὶ στρατηγικῷ φρονήματι γάννυσθε, τὸ παρειμένον ὑμῖν ἀνακλητέον. ὡς ἔγωγε οὔ ποτε ἕψομαι, οὐδὲ ξυνδιακινδυνεύσαιμι,
πρὶν ἂν· ἅπαντα ἐκθεραπευθείη πρὸς ὑμῶν τὰ ἡμαρτηβμένα”. 30 τούτων δὲ εἰρημένων, αὐτίκα, ὡσπερ τῆς ἀντιλογίας ἀποχρώσης πρὸς ἔλεγχον τοῦ μηδισμοῦ καὶ τυραννίδος μεμελετημένης, ὁ Ἰωάννης ἐκεῖνος, ὁ τῶν δεινῶν ἀγγελιαφόρος, 31 σπασάμενος ἠρέμα τὸ ἐγχειρίδιον, παίει τὸν Γουβάζην ἀμφὶ τὸ στέρνον, οὔπω καιρίαν. ὁ δὲ, ἐτύγχανεν γὰρ ἐναλλάγδην ἔχων τὼ πόδε ὑπὲρ τὸν αὐχένα τοῦ ἵππον,) ἀθρόον κατέπεσεν,
οὕτω μὲν οὖν τὸν Γουβάζην καὶ ἐπὶ τοῖσδε φασιν οἱ τὰ ἀκριβέστατα γιγνώσκειν πεπιστευμένοι. 34 Ἰουστῖνος δὲ καὶ Βούζης ἤσχαλλον μὲν καὶ ἐδυσφόρουν, καὶ ξυμφορὰν τὸ πραχθὲν ἐποιοῦντο, ἡσυχίαν δὲ ὁμῶς ἦγον, οἰόμενοι βασιλέα Ἰουστινιανὸν ταῦτα σαφῶς ἐπιστεῖλαι.
ὁ δὲ τῶν Λαζῶν ὅμιλος διεταράχθη τε ἅπας, καὶ δυσθυμίᾳ κατείγοντο, ὡς μηδὲ ἀναμίγνυσθαι τολοιπὸν τοῖς Ῥωμαίοις, μήτε ξυνεπιστρατεύειν αἱρεῖσθαι, ἀλλὰ τὸν νεκρὸν ᾗ νενόμισται καταχώσαντες, ἔμενον οὕτω ἀπόμαχοι, ὡς δὴ δεινὰ ὑβρισμένοι καὶ τὴν πάτριον δόξαν ἀποβεβληκότες.
καὶ εὔδαιμον, πλούτου τε ὑπερβολῇ καὶ πλήθει κατηκόων,
γε, οὕτω παρασχὸν, καὶ τὰ τῆς ἐμπορίας κῳιζονται κέρδη. εἰσι τε οὐ βάρβαροι τὸ λοιπὸν, οὐδὲ οὕτω βιοτεύουσιν, ἀλλ᾿ ἐς τὸ πολιτικόν τε καὶ ἔννομον μεταβέβληνται τῇ πρὸς Ῥωμαίους ἐπιμιξίᾳ· ὥστε εἴ τις τοὺς χαλκόποδας ταυρους περιέλοι, καὶ τὰς τῶν γηγενῶν ἀναβλαστήσεις, καὶ ὁπάσα
ἄλλα τερατώδη καὶ ἄπιστα τῇ ποιήσει ἀμφὶ τῷ Αἰήτῃ κεκόμψευται, εὕροι γε ἂν τὰ παρόντα πολλῷ τῶν προτέρων ἀμεινονα. τοιοῦτοι δὴ οὖν ὄντες οἱ Λαζοί, εἰκότως οὐκ ἀνεκτὰ ἡγοῦντο πεπονθέναι, ὡς δὴ τὸν βασιλέα σφῶν παραλόγως ἀ- 38 φῃρημένοι. αὐτίκα δὲ οἱ Ῥωμαῖοι, Μαρτινου ἐξοτρύνοντος,
ἠπείγοντο πανσυδὶ ἐπιθέσθαι τοῖς ἐς Ὀνόγουριν Πέρσαις. τήνδε δὲ τὴν ἐπωνυμίαν ἐκ παλαιοῦ ἔλαχεν τὸ χώριον, Οὔννων ἴσως ἐν τοῖς ἄνω χρόνοις, τῶν δὴ Ὀνογούρων ἐπιλεγομένων, αὐτοῦ ποῦ ξυμβαλόντων τοῖς Κόλχοις, καὶ εἶτα νενικημένων, καὶ ὥσπερ μνημείου χάριν καὶ τροπαίου τὴν ἐπίκλησιν ταύτην
τῶν ἐπιχωρίων ἐπενεγκόντων. νῦν δὲ οὐχ οὕτω παρὰ τοῖς πολλοῖς ὀνομάζεται, ἀλλ᾿ ἐπειδὴ Στεφάνου τοῦ θεσπεσίου ἱερὸν ἐνταῦθα ἵδρυται, ὲν δὴ πρῶτον πάλαι φασίν ὑπὲρτῶν Χρι-
μᾶλλον προσήκει. ὁ δὴ οὖν τῶν Ῥωμαίων στρατὸς ἐς Ὀνόγουριν ἰέναι παρεσκευάζοντο. οἱ γὰρ τοῦ μιάσματος βουληφόροι ἐς τοῦτο ἐνέκειντο, ἐλπίζοντες ῥᾳδίως τοῦτο δὴ τὸ φρούριον καταστρέψασθαι· ταύτῃ τε τὸν βασιλέα, εἰ καὶ τὰ τοῦ δόλου γνοίη, μὴ λίαν αὐτοῖς χαλεπῆναι, ἀλλὰ τῇ
ταίᾳ πράξει ἐν καιρῷ γιγνομένη, τὸ ἐπίκλημα διαλῦσαι. ἅπαντες τοιγαροῦν οἴ τε στρατηγοὶ καὶ αἱ δυνάμεις ἐν τῷ Ἀρχαιοπόλεως πεδίῳ στρατοπεδευσάμενοι, τούς τε καλουμένους σπαλίωνάς ἐπεσκεύαζον, καὶ τὰ τῶν μεγάλων λίθων ἀκοντιστήρια, 41 καὶ ἄλλα ἀττα τοιάδε ὄργανα, ὡς, εἰ δεήσοι, τειχομα- 42
χήσοντες. ἔστι δὲ ὁ σπαλίων πλέγμα ἐκ λύγων ἐς ὀροφῆς τύπον ἔξειργασμένον, στεγανόν τε τῇ πυκνώσει καὶ ἀμφηρεφὲς, ᾦ ἑκατέρωθεν τὰ πλευρὰ ἐς τὰ κάτω παρατετάσθαι καὶ περιβάλλειν τὸ ὑπερχόμενον. δέρρεις δὲ ὕπερθεν καὶ διφθέρας ἐπιβάλλοντες πάντοθεν, περικαλύπτουσι τὸ μηχάνημα, τοῦ
μᾶλλον ἔρυμα εἶναι καὶ ἀποκρούειν τὰ βέλη. ἄνδρες δὲ ἔνδον ὲν τῷ ἀσφαλεῖ ὑποκρυπτόμενοι, αἴρουσι γε αὐτὸ ἀφανῶς, καὶ
τὰ ἐς πολιορκίαν παρεσκευάζοντο.
46 γελλεν, ὡς ὁ μὲν Ναχοραγὰν ἐς Ἰβηρίαν ἤδη ἀφῖκται· αὐτὸν δὲ ἀπεσταλκὼς εἴη τὰ ἐνταῦθα στρατεύματα ἐπιθαρσυνοῦντα, ὼς αὐτίκα μάλα τοῦ στρατηγοῦ παρεσομένου. „οἱ δὲ ἐς Μουχείρισίν τε καὶ ΚοτάΪσιν τεταγμένοι Πέρσαι οὐκ ἐς μακρὰν ἥξουσιν’’ ἔφη προσβοηθήσοντες τοῖς ἐς Ὀνόγουριν ὁμοφύλοις,
ἐγνωσμένον αὐτοῖς ὡς ἐπ’ ἐκείνους ἰέναι διανοεῖσθε.” τούτων δὲ εἰρημένων, αὐτίκα οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐβουλεύοντο ἀμφὶ τῶν παρόντων. καὶ Βούζης μὲν ἔφασκεν χρῆναι πρότερον παντὶ τῷ στρατῷ ὑπαντιάζειν τοῖς ἐπερχομένοις. τούτων γὰρ, ὡς τὸ εἰκὸς, διὰ τὴν ὀλιγότητα νικωμένων, ἑπόμενον εἶναι
47 τοὺς ἐν τῷ φρουρίῳ τάχιστα προσχωρήσειν, ἐρήμους γεγενημένους· εἰ δέ γε καὶ ἀντισταῖεν, ἀλλ’ οὐδενὶ πόνῳ διαφθαρῆναι. ἤρεσκε δὲ ταῦτα καὶ Οὐλίγαγγον, τὸν τοῦ Ἐρουλικοῦ
γὰρ ἤδη ἐγεγόνει καὶ τυραννικώτερος, ὥσπερ, οἶμαι, τῷ ἀδικήματι φρυαττόμενος καὶ τῇ πρὸς Mαρτῖνον ὁμοφροσύνῃ,) ἔσκωπτέ γε τὸν Βούζην ἀναφανδὸν καὶ ἐπεκερτόμει, ὡς οὐ πώποτε τὰ δέοντα λογιζόμενον. κράτιστον δὲ ἔλεγεν εἶναι 50 περιττῷ μὲν πόλῳ τὸ στράτευμα ἥκιστα ἐπιτρίβειν, ἅπαντας
δὲ τῷ φρουρίῳ πελάσαντας, ῥᾳδίως γε αὐτὸ καταστρέψασθαι, καὶ προτερῆσαι τὴν ἔξωθεν ἐπικουρίαν· ὀλίγους δὲ, εἴ γε ανρα, στέλλειν ἐπ᾿ ἐκείνους, τὸ τάχος τῆς ἐφόδου διακωλύσοντας. καὶ ἦν μὲν πολλῷ ἀμείνονα τὰ τῷ Βούζῃ βεβουλευμένα, καἰ τῆς φύσεως ἐχόμενα τῶν πραγμάτων, στρατηγίᾳ τε ἀριστῃ
πρέποντα, καὶ τὸ δραστήριον ξὺν τῷ ἀσφαλεῖ παρεχόμενα. ἐπεὶ δὲ, ὡς ἔοικεν, ἅπασα ἡ πληθὺς τοῦ ἄγους μετειλήφει τῷ ξυνεῖναί τε καὶ ἕπεσθαι τοῖς μιαιφόνοις, ἥ κακίων τε καὶ ἀξύμφορος νενίκηκεν γμώμη, ὡς ἂν παραχρῆμα ὑπόσχοιεν δίκας. στέλλονται μὲν γὰρ ἐπ᾿ ἐκείνους τοὺς ἐκ Mουχειρισ́ιδος
τῶν πυλῶν ἀπεπειρῶντο, καὶ ἀμφικυκλώσαντες τῷ πλήθει τὸν περίβολον, πάντοθεν ἐσηκόντιζον. οἱ δὲ Πέρσαι, ἀλλὰ γὰρ καὶ οὗτοι ἀνὰ τὰς ἐπάλξεις διαθέοντες, ὡς οἶόν τε ἦν, ἐκ τῶν παρόντων ἠμύνοντο , βέλη τε ἀφιέντες συχνὰ καὶ τὰ ἔ- 54 κτοθεν φυλαττόμενοι ὀθόνας γάρ τινας καὶ ἁπλοΐδας ἐκ τοῦ
μετεώρου κρεμάσαπες, ταύτῃ τὰς βολὰς ἀσθενεστέρας ἀπετέ- 55 λουν, ἐν τοῖσδε πρότερον περιειργομένας· σπουδῇ τε πολλῇ καὶ προθυμίᾳ κατ᾿ ἀλλήλων διεμάχοντο. καὶ εἴκασεν ἄν τιςπαρατάξει μᾶλλον ἢ πολιορκίᾳ τὸ χρῆμα. τοσαύτη ἄρα ἦν ἑκατέὸωθεν ἡ ταραχὴ καὶ ἡ τῶν ἔργων ἐπίδειξις· τῶν μὲν ὑπὲρ τῆς σφῶν
σωτηρίας ἀγωνιζομένων, ὡς οὐ μπτρίου περιστάντος κινδύνου, τοῖς δὲ καὶ μάλα αἰσχρὸν εἶναι δοκοῦν, ἅπαξ ἐπελθοῦσιν ἀπράκτοις ἐπανιέναι , καὶ μὴ οὐχὶ παραστήσασθαι τὸ ἐπιτείχισμα, καὶ ἀπαλλάξαι τὴν Ἀρχαιόπολιν γειτονήματος πολεμίου.
τούτου δὲ ἀπηγγελμένου τοῖς πολιορκοῦσι Ῥωμαίοις, αὐτίκα οἵ γε θαῤῥαλεώτερον ἐπιφερόμενοι, τὰ τε παραπετάσματα ἐκείνα καθεῖλκον, καὶ ξὺν ἀκοσμίᾳ πολλαχοῦ τοῦ τείχους διεσκεδάννυντο, ὡς ῥᾳδίως τολοιπὸν τὰ τῇδε ἅπαντα διαρπασόμενοι, ἅτε δὴ τῶν ἔξωθεν δυσμενῶν πεφευγότων, καἰ οὐδενὸς
ἔτι ἐνοχλήσοντος. ἀλλ’ ἐκεῖνοι τάχιστα καταμαθόντες, ὡς οὐχ ἅπας αὐτοῖς ὁ τῶν Ῥωμαίων ἐπῆλθεν στρατὸς, ᾑπερ τὴν ἀρχὴν 59 ᾠήθησαν, ὀλιγοῖ δὲ σφόδρα καὶ ὅσοι κατάσκοποι μᾶλλον ἢ πολεμισταὶ ἀξιόχρεοι νομισθῆναι, ἐπιστρέφουσιν ἐξαπιναίως ἐπ’ αὐτοὺς ἀλαλάζοντες. οἱ δὲ τὴν μεταβολὴν οὐκ ἐνεγκόντες,
ἐς παλίωξιν μετεχώρουν, καὶ πολλῇ ἔφευγον ξὺν ταχυτῆτι. ἕποντο δὲ αὐτοῖς ὡς πλησιαίτατα καἰ οἱ Πέρσαι διώκοντες, ὥστε ἀμέλει ξυνενεχθῆναι, τῶν μὲν ἑλεῖν, τῶν δὲ ἀποδιδράσκειν σκειν ἐπειγομένων, ἄμφω, τούς τε φεύγοντας ἅμα καὶ τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, παρὰ τὰ ἄλλα τῶν Ῥωμαίων στρατεύματα
μιγάδην ἱκέσθαι. θορύβου δὲ πολλοῦ, ὡς τὸ εἰκὸς, ἀναστάντος, ἅπαν δὴ τὸ πλῆθος, περιφρονήσαντες τὴν πολιορκίαν 60 καὶ τὴν ὅσον οὔπω ἐλπισθεῖσαν ἔσεσθαι πόρθησιν τοῦ φρουρίου, κω δὴ ξὺν τοῖ, στρατηγοῖς ἀπιόντες ᾤχοντο, οὔτε
ἐκβάντες ἀθρόον ἀνεμίγνυντο τοῖς ἄλλοις, ὁμόσε τε τολοιπὸν ἐπισπόμενοι, λαμπροτέραν τὴν φυγὴν τῶν ἐναντίων εἰργάσαντο. καὶ ὅσον μὲν ἱππικὸν τῶν Ῥωμαίων, ῥᾳδίως ἐκεῖνοι 63 ἔξω βελῶν ἀπεκομίσθησαν, ὠκύτατα διαθέοντες· χοῦ δὲ πεζοῦ ὁμίλου πολλοὶ ἀπεκτείνοντο πιεζόμενοι τῇ γεφύρᾳ τοῦ
Καθαροῦ λεγομένου ποταμοῦ, δι’ ἦς ἔδει πάντως πορεύεσθαι. ἐνταῦθα γὰρ διὰ τὴν στενότητα πολλοὶ ἅμα περαιοῦσθαι οὐχ οἶοι τε ὄντες, ὠθίζοντο ἀλλήλους κὼ ἀντώθουν. καὶ οἱ μὲ αὐτῶν ἐς τὰ τοῦ ποταμοῦ ἐξέπιπτον ῥεῖθρα, οἱ δὲ ἀνελιττόμενοι ἐς τὰ ὀπίσω καὶ ὑπονοστοῦντες, ὑπὸ τὰς τῶν πολεμίων
ἐγίγνοντο χεῖρας. καὶ ἦν ἁπανταχοῦ κάκιστα κακίστοις. ἀνακεκραμένα. ἴσως δὲ ὃν ἅπαντες ἐν τῷ τότε Πανωλεθρίᾳ διεφθάρησαν, εἰ μὴ Βούζης ὁ στρατηγὸς, βοώντων γε αὐτῶν καὶ ὀλοφυρομένων, ξυνεὶς τὸ μέγεθος τοῦ κινδύνου, ἐπιστρέψας 64 ἅμα τῇ οἰκείᾳ δυνάμει, καὶ ἀντιταξάμενος τοῖς βαρβάροις,
ἀνέκοψεν ἠρέμα τὴν δίωξιν, ἕως ἐκεῖνοι τὴν γέφυραν διαβάν-
ἐδώδιμά τε καὶ ἄνλλως ἀναγκαῖα καὶ τίμια ἐνταῦθα καταλελοιπότες, ταλελοιπότες, καὶ ἐν τοῖς ἐνδοτέρω χωρίοις ἀποσεσωσμένοι, οὐ μόνον εὐκλεᾶ καὶ ἀγέρωχον, μᾶλλον μὲν οὖν καὶ κερδαλέαν τὴν νίκην τοῖς πολεμίοις παρέσχοντο.
διέλυσάν τε τὸ χαράκωμα, καὶ ἅπαντα τὰ ἐντὸς ληϊσάμενοι, 68 οὕτω δὴ γεγηθότες ἐπανῆλθον εἰς τὰ οἰκεῖα, καὶ τῆς προτέρας αὖθις χώρας ἐκράτουν. καίτοι πῶς οὐ λίαν ἀρίδηλον, ὡς θεῖόν τι μήνιμα τοῦ ἀνοσίου αἵματος ἕκατι τὰ ῾Ρωμαίων ἔσφηλε πλήθη, οἵ γε ἐβουλεύσαντό τε τὰ χείριστα, καὶ ὄντες
οὐ μεῖον ἢ πέντε μαχίμων ἀνδρῶν μυριάδες, ὑπὸ τρισχιλίων Περσῶν ἀγεννῶς οὕτω πεφεύγασι, πλείστους ὅσους ἀποβεβληκότες; πλὴν ἀλλ’ αὐτοί γε οἱ τῆς μιαιφονίας ἐργάται οὐκ ἐς μακρὰν τὴν τελεωτάτην ἀνέπλησαν δίκην, ὡς προϊόντες ἀφηγησόμεθα. τότε δὲ χειμῶνος ἐπιλαβομένου, ἀνὰ τὰ πολίσματά
τε καὶ φρούρια ἅπας ὁ στρατὸς ἐσκεδάννυτο, ᾗπερ ἑκάστῳ διαχειμάζειν 69 ἐτέτακτο. ἐν τούτῳ δὲ τὰ τῶν Κόλχων πράγματα
ἔπι Πέροας μεταχωρητέον, ἢ μενετέα ἔτι παρὰ Ῥωμαίοις. αὐτίκα δὲ πολλοὶ ἀπεῤῥίπτοντο λόγοι, οἱ μὲν ἐπὶ τάδε, οἱ δὲ ἰπὶ θάτερα προκαλούμενοι. ἦν δὲ ἄκριτος ἡ βοὴ καὶ ταραχώδης, μήτε τοῦ λέγοντος ὅστις εἴη, μήτε ὅ, τι ποτὲ λέγοι, διαγιγνωσκομένου 72 σαφῶς. τότε δὴ οὖν οἱ δυνατώτατοι σιγὴν μὲν
τοῖς πλήθεσιν ἔχειν παρεκελεύοντο, παριέναι δὲ τὸν βουλόμενον έν κόσμῳ καὶ τὸ πρακτέον διεξιέναι ὅστις ἂν οἷός τε ἥ. ἀνὴρ δέ τις τῶν λογιμωτάτων, Αἰήτης ὄνομα, ἐδυσφόρει μὰλλόν τι ἁπάντων χαἰ ἐχαλέπαινεν ἐπὶ τῷ ξυνενεχθέντι, ὢν μὲν καὶ ἄλλως μισορώμαιος, καὶ τὰ Περσῶν ἀεὶ προσιέμενος.
τότε δὲ καὶ πλέον τῷ εὐπροσώπῳ τῆς αἰτίας ἀποχρώμενος, ἔξαίρειν ἐπειρᾶτο πέρα τοῦ προσήκοντος τὸ γεγενημένον· καὶ οὐδὲ βουλῆς ἔφασκεν δεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλ’ εὐθὺς ἐς τελεώτατον μηδισμὸν καταστῆναι. τῶν δὲ ἄλλων μὴ χρῆναι 73 λεγόντων οὕτω δή τι ἔξαπίνης τὸν βιόν ὅλον μετασκευάσασθαι,
πρὶν δὴ σχολαίτερον σφισι βουλευομένοις τὸ λῷον ἀναφανείη,
μὶν οὔπω τοῖς ἔργοις ὄντες πεφώρανται, εἰκασθεῖεν δὲ ἂν μόνον μελετῶσι τοῦτο καὶ βουλομένοις, οὐδὲ τεκμηρίων τινῶν ἐπιμνησθῆναι δεήσει πρὸς ἔλεγχον δῆθεν ἐπιβουλῆς λανθανούσης. ἀλλὰ Γουβάζης μὲν, ὁ τηλικοῦτος, οὕτω πως ἀθλίως ἠφάνισται ὥσπερ τις τῶν πολλῶν καὶ ἠμελημένων. οἴχεται δὲ
φροῦδον τὸ παλαιὸν τῶν Κόλχων ἀξίωμα, καὶ τολοιπὸν οὐ τοῦ ἄρχειν ἑτέρων ἀνθεκτέον ἡμίν, ἀλλ᾿ ἀγαπητέον εἴπερ ἐξῇ τῶν πρώην ὑπηκόων μὴ σφόδρα μειονεκτεῖσθαι.πῶς οὖν οὐ λίαν παράλογον, εἰ περὶ τῶν οἶς ταῦτα κατείργασται καθεδούμεθα 77 διασκοποῦντες, πότερον αὐτοὺς ἐχθίστους ἢ φίλους
οεἰναι κρινοῦμεν; καίτοι γιγνώσκειν χρεὼν, ὡς οὐδὲ μέχρι
ἡδόμενον· ὅθεν δὴ καὶ τὰ τῆς μιαιφονίας ἀθρόον διήνυσται, τοῦ μὲν ἐμβριθῶς ἐγκελευσαμένου, τῶν δὲ προθύμως ὑπηρετησάντων. καἰ πεπορθήμεθα μονονουχὶ πρὸς αὐτῶν, οὔτε 81 ἀδικήματος ἄρξαντες, οὔτε τινὸς ἔχθους συμβάντος , ἀλλ’ ὁποίας πρότερον εἴχοντο συνηθείας, τῆς αὐτῆς ἔχεσθαι δοκουντες,
πεπράγασιν ομως τὰ πάπων ἀνοσιώτατα, ὥσπερ αὐθωρὸν ἀναπλησθέντες ὠμότητος καὶ μανίας καὶ μίσους καὶ πάντων ὁμοῦ τῶν τοιῶνδε. ἀλλ’ οὐ τὰ Περσῶν ἤνθη τοιάδε, πολλοῦ γε καὶ δεῖ. φίλους τε γὰρ οὓς ἂν ἔξαρχῆς κτήσαιντο βεβαιότατα στέργειν πειρῶνται, καἰ τὴν ὀργὴν πρὸς τὸ ἀντίπαλον
διατηροῦσιν ἔστ’ ἂν ἀντιπαλον ᾗ. ἠβουλόμην μὶν οὖν τῇ Κολχικῇ πολιτείᾳ τὴν παλαιὰν δύναμιν προσγενέσθαι, ὡς μηδαμῶς αὐτὴν ξένης τινὸς καὶ ἐπήλυδος ἐπικουρίας προσδεῖσθαι, 82 ἀλλ’ εἶναι τοῖς πᾶσιν ἔς τε πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην. ἐπεὶ δὲ, εἴτε χρόνου διαφορᾷ, εἴτε τύχης ἐναντιώμασιν,
εἴτε καὶ ἀμφοτέροις, ἐκβιασθέντες, εἰς τοῦτο ἥκοἠρεμοῦντες
φθάσαν ἀτιμώρητον καταλειφθῆναι, καὶ τοῦ μέλλοντος πέρι, κω ἐν τῷ ἀσφαλεῖ κείσεται, τὰ δέοντα παρεσκευάσθαι. τὸ μὶν γὰρ ὕπουλον ἐκεῖνο τοῦ τρόπου καὶ βωμολόχον, ὃ προβαλλόμενοι μετὰ πραότητος δολερᾶς κω ὁμιλίας μεμηχανημένης τοὺς 85 πιστεύοντας ἀδικοῦσι , περιττὸν ἔσται καὶ ἀνόνητον, καὶ οὐχ
ἑξουσιν ὅπως αὐτῷ χρήσονται καθ’ ἡμῶν διὰ τὸ ᾶμικτον τῆς δυσμενείας καὶ περιφανῶς ἀποκεκριμένον. εἰ δὲ καὶ πολεμεῖν πειραθεῖεν, ἀλλὰ πρὸς Λαζοὺς ἅμα καὶ πέρσας παραταττόμενοι, καὶ ταῦτα ἐν πολεμίᾳ γῇ , τὸ γοῦν ἐντεῦθεν, οὐκ ἂν οὐδὲ τὴν ὁρμὴν ὑποσταῖεν. οἱ γε καὶ ἀρτίως παντὶ τῷ στρατῷ
μοίρᾳ τινὶ τῶν Μήδων ἐλαχίστη προσμίξαντες καὶ πρὸς φυγὴν εὐθὺς αἰσχίστην τραπέντες, μέχρι καὶ νῦν μονουχὶ πνευστιῶσιν ὑπὸ τοῦ δρόμου, ἅπασι μὲν ὡς εἰπεῖν τοῖ; ἄλλοις ἐλαττωθέντες, 86 μόνῳ δὲ τῷ τάχει τοὺς διώκοντας νενικηκότες.
ἀνανδρίαν εἴποι τις ἂν, καὶ τὸ μὴ τὰ προσήκοντα βεβουλεῦσθαι. πρόσεστι γὰρ αὐτοῖς ὡς ἀληθῶς καθάπερ οἰκεῖα καὶ συγ-
συμμαχίας πονηροῖς ἀνδράσι καὶ μιαρωτάτοις. τούτοις 89 οὖν, εἴπερ εὖ φρονοῦμεν, οὐ προσεκτέον, οἶς οὔτε τὰ τῆς γνώμης ἄριστα σύγκειται, καὶ τὸ σώζειν ἅπαντα πεφυκὸς νεμεσᾷ. ὡς μὲν οὖν ἡ προσχώρησις ἡμῖν εὔκολος ἔσται καὶ προσφορωτάτη καὶ τῷ κρείττονι κεχαρισμένη, διὰ τῶν πραγμώτων
μᾶλλον ἢ τῶν λόγων δεδήλωται. οὐ μὴν οὐδὲ ἀδικεῖν δόξοιμεν ἂν, οὐδὲ ἄπιστοι καθεστάναι. πολλάκις γὰρ ἤδη καὶ πρότερον ὑπὸ ῾Ρωμαίων προπηλακιζόμενοι, ἐμμένειν καὶ ὣς τοῖς 90 καθεστηκόσιν ἡγούμεθα χρῆναι, φαυλότατον εἶναι κρίνοντες τὸ μεταβάλλεσθαι ῥᾳδίως ἔπι τισιν αἰτίαις, εἰ καὶ δεινόταται
εἶεν, φορηταῖς δὲ ὅμως καὶ οὐ παντάπασιν ἀνυποίστοις. τὸ δὲ καἰ μεγιστας βλάβας καὶ ἀνήκεστα πάσχοντας φέρειν διαπαντὸς ἀταλαιπώρως, καὶ πρὸς μηδὲν ὁτιοῦν ἄχθεσθαι τῶν ἀνοσίων 91 ἔργων καὶ ἀτοπωτάτων, οὐ σωφρονούντων ἀνδρῶν εἶναί φημι, ἀλλὰ δειλῶν καὶ ἀθλίων, καὶ τὴν περὶ τὰ κοινὰ ῥᾳθνμίαν
τῷ τῆς ἀπραγμοσύνης ὀνόματι σοφιζομένων. τούτου δὲ τοῦ τῆς
παρεῖναι, πάντως ἂν ἐπεκάλει καὶ κατεμέμφετο τῆς ἡμετέρας ὀλιγωρίας, ἀνθ᾿ ὧν οἱ ἀλιτήριοι οὗτοι κατὰ τὴν ἐκ ἐνκείνου γῆν ἔτι ἐνδιαιτῶνται, καὶ οὐ πολλῷ πρότερον ἔξελήλανται. 94 ἐπεὶ δὲ οὔτε παρέσται τολοιπὸν, οὔτε φθέγξεται, ὑμεῖς ἀναλογίσασθε τὸν ἄνδρα, καὶ ὡς ἐν μέσῳ τοῦ συλλόγου παρεστὼς
οὕτω ταῖς ἐννοίαις ὑμῶν ἀνατυπούσθω, ἐπιδεικνὺς μὲν τὴν σφαγὴν καὶ τὸ στῆθος καὶ τὸν αὐχένα, ἱκετεύων δὲ τὸ ὁμόφυλον νῦν γοῦν τίσασθαι τοὺς πολεμίους. εἶτα τίς ἂν ὑμῶν ἀποδέξοιτο διαπορούντων καὶ σκοπουμένων, εἰ δίκαιον πρὸς τῶν Κόλχων οἴκτου τυχεῖν τὸν Γουβάζην; εὐλαβητέον γὰρ
ἡμῖν, ὅπως μὴ τὸ οὐκ εὐπρεπὲς δῆθεν τῆς μεταστάσεως δεδιότες, 95 μεθέξομεν τοῦ μιάσματος, καταπροέμενοι καὶ παρέντες τὸ τιμωρεῖν τῷ τεθνηκότι, καὶ μᾶλλον ἐντεῦθεν ἄπιστοι δόξομεν, εἴ γε τῷ βίῳ μόνον ἐκείνου τὴν πρὸς αὐτὸν οἰκείωσιν ἀναμετρήσαντες, συναποβάλωμεν αὐτῷ καὶ τὴν μνήμην. καλῶς
μὲν γὰρ τῶν πραγμάτων χωρούντων, πολλὴ ἄνοια τὰ προεγνωσμένα μεταμανθάνειν· ἐναντίως δέ που φερομένων ἀσύμφορον οἶμαι τὸ μὴ οὐχὶ θᾶττον ἁρμόζεσθαι τῷ προσπι-
ταῦτα δὴ οὖν οἱ Πέρσαι πυνθανόμενοι πρὸς ἡμῶν καὶ συνίεντες, στέρξουσιν ἡμᾶς εἰκότως , καὶ ὑπερμαχοῦνται, χρηστοί τε ὄντες καὶ μεγαλόφρονες, καὶ δεινοὶ τεκμαίρεσθαι τὰς γνώμας τῶν πέλας, καὶ πρὸς γε χώραν οὕτως ἐπικαιροτάτην καἰ δύναμιν ἀξιόχρεων, ἣν αὐτοὶ πρὸ πολλῶν χρημάτων
καὶ πόνων ἔχειν τιμῶνται, εἰς συμμαχίαν αὐτεπάγγελτον προσλαμβάνοντες. μὴ τοίνυν ἕτερόν τι παρὰ ταῦτα διανοεῖσθε, ἀλλ᾿ εὐθὺς ἐπιχειρεῖν τοῖς πράγμασι, καὶ τὸ μελετηθὲν ἀνα- 99 καλύπτειν· οὕτω γὰρ ἂν εὔκλειαν μεγίστην ἀροίμεθα, ὅσια τε δρῶντες καὶ δίκαια, καὶ πρὸς τὸ συνοῖσον ἐξευρημένα.”
100
αἰτίαν εὔλογον εἶναι ἡγοῦντο , καὶ τοὺς λόγους ἐν μεγίστῳ θαύματι ἐποιοῦντο, ὃ δὴ καὶ μᾶλλον αὐτοὺς ἀνεκίνει καὶ διεσόβει. οὓτω δὲ αὐτῶν ταραττομένων, ἀνήρ τις Φαρτάζης ὢν μὲν ἐν τοῖς μάλιστα παρὰ Κόλχοις, ἔμφρων δὲ καὶ δημοτικὸς μάλα τοὺς τρόπους , ἐπέσχεν αὐτοὺς τῆς ὁρμῆς καὶ
ἀνέκοψεν, ἱκετεύσας μὴ πρότερον ἐπὶ τὴν πρᾶξιν χωρῆσαι, 103 πρίν τι κὼ αὐτοῦ λέγοντος διακούσαιεν. μόλις δὲ αὐτῶν πεπεισμένων τῇ πρὸς τὸν ἄνδρα αἰδοῖ, καὶ κατὰ χώραν μεμενηκότων, παρελθὼν καὶ αὐτὸς ἐς μέσον, ἔλεξεν τοιάδε· „Εἰκότα 104 μὲν , ὠ ἄνδρες Κόλχοι , πεπόνθατε , λόγων δεινότητι σφόδρα
κεκομψευμένων τὰς γνώμας ἐκταραχθέντες. δυσμαχώτατον γὰρ τι τὸ χρῆμα καὶ οἷον ἅπαντας ἀνθρώπους ἐκπλήττειν, οὐχ ἥκιστα δὲ τοὺς οὔπω πρότερον ἐς πεῖραν αὐτῶν καταστάντας· οὐ μὴν παντάπασιν ἀνανταγώνιστον σώφρονι λογισμῷ, καὶ τῆς ἐκ τῶν πραγμάτων κρίσεως ἐχομένῳ. μὴ τοίνυν ἀρεσκόντων
ὑμᾶς τὰ εἰρημένα, λογιζομένους ὡς τῷ ἀθρόῳ μόνῳ καὶ ἀσυνήθει πεπίστευται, ἀλλ’ οὐ τῷ πρέποντι καὶ ὠφελίμῳ. γινώσκετε δὲ μᾶλλον, ὡς εἰ καὶ λίαν ὑμῖν κεχαρισμένα δοκεῖ, ἀλλ’
προθέντος ἐπαγωγὰ καὶ παράλογα, οὐκ ἴστε ὅπως ἐφενακίσθητε· καίτοι εἰ καὶ μηδὲν ἕτερον, ἀλλ᾿ ἐκεῖνό γε καὶ λίαν ἐν προδήλῳ κείμενον εὕροι τις ἂν, ὡς ἄλλης τινὸς ζητήσεως 108 ἀρχὴν ἐμβάλλειν προήχθη τῶν ἐφ᾿ ἃ πάρεσμεν ἀλλοτριωτάτην. καθάπερ γὰρ ὑμῶν ἁπάντων οὐ δεινὰ καθεστάναι τὰ
συμβεβηκότα φασκόντων, καὶ τῆς ἀτόπου μιαιφονίας ἥκιστα καταμεμφομένων, καὶ τοῦτο μόνον διασκοπούντων εἴπερ ὡς ἀληθῶς ἡμαρτήκασιν οἱ τὸν Γουβάζην ἀπεκτονότες, παρῆλθεν κατηγορῶν ἐκείνων, καὶ πλείστους ὅσους προφερόμενος λόγους ἐπὶ τοῖς ἤδη διεγνωσμένοις. ἐγὼ δὲ καταράτους μὲν εἶναί φημι
καὶ κακοδαίμονας, καὶ οἵους ἣδιστα θεασαίμην ἂν ὀλέθρῳ τῷ πάντων χαλεπωτάτῳ διωλλυμένους, οὐ μόνον τοὺς πλήξαντας, 109 καὶ τὴν σφαγὴν ταῖς χερσὶν ἐπενεγκόντας, ἀλλὰ καὶ τοὺς ὅσοι, ἐφῆκαν, πρὸς δέ γε καὶ τοὺς ἡσθέντας, καὶ τοὺς μὴ λίαν ὑπεραλγήσαντας. πλὴν ἀλλ᾿ οὐκ, ἐπειδὴ ταῦτα
γιγνώσκω, ἢδη που καὶ προσχωρεῖν τοῖς Πέρσαις συνοίσει·
σαν καὶ διηνυσμένον , καὶ οὐκέτι τὴν τοῦ μὴ γεγονέναι φύσιν ἐπιδεχόμενον, ἀναλογίζεσθαι χρὴ, ὡς ἂν μὴ, σὺν τῷ θυμουμένῳ τῆς ψυχῆς καὶ χαλεπαίνοντι βουλευόμενοι , λάθοιμεν ἑαυτοὺς τὸ κρῖνον ἐπιθολοῦντες , καὶ τὴν τοῦ ἀμείνονος εὕρεσιν προαφῃρημένοι· ἀλλὰ τοῦ μὲν πάθους ὑφελεῖν , εἰσόσον
μὴ δοκεῖν ἠμεληκέναι, πρόνοιαν δὲ τῶν γοῦν λοιπῶν θέσθαι πραγμάτων, ὅπως ἄριστα καθεστήξῃ. ἀνοήτων μὲν γὰρ ἀνδρῶν 112 ἐπὶ τοῖς παρῳχημένοις κακοῖς ἀγανακτεῖν μέχρι παντὸς καὶ ἀνιᾷσθαι, σωφρόνων δὲ τὰς ἀτάκτους ῥοπὰς γιγνώσκειν τῆς τύχης, καὶ ταῖς μεταβολαῖς μὴ ταράττεσθαι, μηδὲ, τῶν προτέρων
ἐστερημένους, συνδιαφθεῖραι καὶ τὰς τῶν μελλόντων ἐλπίδας.
τετολμημένων ἀποχρησόντων, ἀλλὰ μειζόνων προσεσομένων· καὶ ὡς ὁ βασιλεὺς αὐτοῖς καινουργότατος, καὶ τὰ τῆς μιαιφονίας αὐτὸς ἐγκελευσάμενος εἴη , σπουδασθὲν ἐκ πλείστου καὶ
116 σὺν τῷ ἀνεξετάστῳ προτρέπων , τὴν τῆς βουλῆς τάξιν συγχεῖ καὶ ταράττει, καὶ πρὸς τὸ ἀνόνητον μεταβάλλει. ἡ μὲν γὰρ προτερεύειν ἔλαχεν ἀεὶ καὶ ἡγεῖσθαι, βάσανον ἐμποιοῦσα τοῖς οὔπω προδήλοις μόλις δὲ τοῦ πρακτέου διαγνωσθέντος, τότε 117 δὴ παρεῖναι χρεὼν τὸ ἐθέλειν τυχεῖν καὶ ἐφίεσθαι τῶν εἱρεθέντων.
θέντων. ὁ δὲ τὸ πέρας ἀρχὴν πεποίηται, εἰλόμενος ἤδη πρίν τι σαφῶς διασκοπῆσαι. ποῖον τοίνυν τὸ ἐκ τῆς βουλῆς ὠφέλιμον, εἴπερ τῆς κρίσεως ἐν ὑστέρῳ παρῇ; ὑμεῖς δὲ, ὦ ἄνδρες Κόλχοι, μηδαμῶς τὰς γνώμας ἑτέρῳ τῳ κατειλημμένοι, καὶ πρὸς ἕν τι τέλος προδιωρισμένον ὁρῶντες , οὕτως ἐπὶ τὰς ζητήσεις
χωρεῖτε. πῶς γὰρ καὶ ἔνεστι [τὰς] τῶν μεταβάσεις βιάζεσθαι καὶ πρὸς τὸ ἀρέσκον μετασκευάζειν ; τοὐναντίον γὰρ τούτοις ἕπεσθαι κοσμίως προσήκει, καὶ τὸν λογισμὸν ἐπ’ αὐτὰ μεθιέναι καθαρὸν καὶ αὐτόνομον, ὥστε κατὰ 118 σχολὴν τὰ προστυχόντα διευκρινήσαντα , τοῦ συνοίσοντος ἐφιἀνόνητον
119
παρ᾿ αὐτοῖς καὶ ἀνωμολόγηται , ὡς Ῥούστικος καὶ Μαρτῖνος, βασκήναντες αὐτῷ τῆς εὐτυχίας , εἰς αὐτεπάγγελτον ἤλασαν κακοδαιμονίαν, τῶν ἄλλων ἡγεμόνων οὐχ ὅπως συλλαβομένων, ἀλλὰ καὶ περιφανῶς ἀνιαθέντων. ἄδικον οὖν οἶμαι καί πρός γε ἀσύμφορον, ἑνὸς ἒξ ἁπάντων ἀνδρὸς ἥ καὶ δυοῖν τυχὸν ἡμαρτηκότοιν,
ἐξυβρίσαι μὲν εἰς τοὺς κοινοὺς νόμους, οὕς στέργειν προὐθέμεθα, πολιτείαν δὲ σύμπασαν καὶ διαιτᾶν συνήθη καὶ 121 φίλην οὕτω πως ῥᾳδίως ἀποσκευάσασθαι, τῶν δὲ τὴν χώραν φρουρούντων , καὶ πολλοὺς ὅσους κινδύνων ἀναδεχομένων, ὡς ἂν ἡμῖν ἐν εὐπαθείᾳ βιοτεύειν ἒξῇ, προδότας δειχθῆναι, καὶ
τὸ δὴ πάντων ἀνοσιώτερον, δόξαν ὀρθὴν πρὸς εὐσέβειαν καὶ τὴν τῶν ἱερῶν ἀπορρήτων σεμνότητα περιφρονῆσαι. πῶς γὰρ οὐ τοῦτο φανούμεθα δρῶντες, εἰ προσχωρήσαιμεν τοῖς τοῦ κρείττονος ἐναντιωτάτοις; εἰ μὲν γὰρ διακωλύσαιεν ἡμᾶς ταῖς αὐταῖς ἁγιστείαις ἐμμένειν, καὶ μεταστήσαιεν πρὸς τὴν σφετέραν,
τί τούτου πεισόμεθα χαλεπώτερον, περιόντες τε καὶ τεθνηκότες; τί δὲ κερδανοῦμεν ἅπασαν τὴν Περσίδα (θῶμεν γὰρ οὕτω) προσλαμβάνοντες , τὰς δὲ ψυχὰς ἐζημιωμένοι ; εἰ
μὴ καὶ ταῖς δόξαις ὁμοφρονοῖεν· τό τε συγγενὲς καὶ ἴδιον καὶ ὁμόφυλον, εἰ τοῦδε λειπόμενα τύχοιεν, ὀνόματι μόνῳ τὴν οἰκείωσιν ὑποφαίνει, τοῖς δὲ ἔργοις ἀλλοτριοῦται. ἀντὶ ποίων τοίνυν ἀγαθῶν, ὦ ἄνδρες Κόλχοι, πρὸς Πέρσας μεταβησόμεθα, εἴ γε καὶ ὣς ἔσονται δυσμενεῖς, καὶ μηδὲν ἡμῖν πλέον
124 ἔσται τοῦ παρόντος, ἢ μόνον τὸ ῥᾷον βλάπτεσθαι πρὸς αβτῶν, ὅσῳ τοῦ ἐμφανοῦς τὸ διαλανθάνον ἀφυλακτότερον; ἀλλὰ γὰρ, εἰ δοκεῖ, συγκεχωρήσθω, μήτε ἄδικον εἶναι τοὐγχείρημα, μήτε τοῦ πρέποντος ἐστερημένον, καὶ ὁμολογείσθω τὰ Περσῶν ἤθη βέβαια καὶ πιστὰ καὶ οἷα διαπαντὸς ἐμμένειν ταῖς ἐσομέναιςι
συνθήκαις. εἰ γὰρ καὶ ταῦτα δοθεῖεν, καὶ μηδὲν ἡμῖν τῶν ἄλλων ἐμποδὼν ἔσται, ἀλλὰ τὰ τῆς δυνάμεως οὐκ ἀρκέσει. πῶς γὰρ ἂν μεταχωρήσαιμεν ἐφ᾿ ἑτέρους, ἐφεστηκότων ἡμῖν τῶν ῾Ρωμαίων, καὶ οὕτω πολλῶν καὶ ἀνδρειοτάτων καὶ ὑπὸ κρα- 125 τίστοις στρατηγοῖς ταττομένων; πῶς δὲ καὶ οἷόν τε μὴ οὐχὶ ποι-
126
τοὐναντίον γὰρ ὡς τὰ πολλὰ πρὸς τοὺς ἡττηθέντας ἡ νίκη 129 μέτεισι, καὶ τὸ δυσφοροῦν ἐκθεραπεύει οὐ χρὴ τοίνυν ἡμᾶς, εἰθισμένον αὐτοῖς τολοιπὸν ἐν ἁπάσαις ταῖς συμπλοκαῖς ἐλασσοῦσθαι, πέρα τοῦ μετρίου θαρρεῖν. εἰ μὲν γὰρ τούτῳ μόνῳ νενίκηνται , τῷ μὴ τὰ δέοντα βεβουλεῦσθαι , προσεκτέον
μὲν ἡμῖν τῷδε μᾶλλον τῷ παραδείγματι, καὶ προφυλακτέον τοὺς ἐκ τῆς ἀβουλίας κινδύνους . οὐ μὴν πρόδηλον ἐντεῦθεν οἴεσθαι δεῖ τὸ ῥᾳδίως αὐτῶν περιέσεσθαι εἰκὸς γὰρ τοὺς πρότερον ἁμαρτήσαντας , καὶ διὰ τῆς πείρας ὁποῖα φευκτέον πεπαιδευμένους, καὶ αὐτὸ δὴ τὸ παροφθὲν ἀνακαλέσασθαι τῇ
περὶ τῶν ἐφεξῆς ἐσομένων ἐπιμελεία. εἰ δὲ τὸ θεῖον αὐτοῖς
ὅπερ καὶ ἠρεμούντων ἡμῶν ὑπερμαχεῖ προσηκόντως; μηδεὶς τοίνυν ἡμῖν τὸν τεθνεῶτα παραγέτω δῆθεν τῷ λόγῳ λίαν ἀγεννῶς ὀλοφυρόμενον, καὶ ἱκετεύοντα τοὺς ὁμοφύλους οἴκτου τυχεῖν τῷ τὴν σφαγὴν ἐπιδεικνύναι. ταῦτα γὰρ μοχθηραῖς μὲν ψυχαῖς καὶ ἀνάνδροις ἴσως ἁρμόσει, οὐ μὴν προσαπτέον
133 αὐτὰ βαοιλεῖ καὶ Λαζῶν καὶ Γουβάζῃ. εἰ γὰρ ἐκεῖνος ἐνταῦθα παρῆν, πάντως ἂν, ἅτε δὴ θεοφιλὴς ἀνὴρ γεγονὼς καὶ φρενήρης, κατεμέμφετο μὲν ἡμᾶς τοιαῦτα βουλευομένους. ἐκέλευεν δὲ μὴ οὕτω καταπεπτωκέναι καὶ μαλθακίζεσθαι , καὶ δραπετεύειν, καθάπερ οἰκέτας, αἱρεῖσθαι· φρόνημα δὲ
Κολχικὸν καὶ ἐλεύθερον ἀναλαβόντας, ἀντέχειν τῆς συμφορᾶς θῤῥαλέως , καὶ πρὸς μηδὲν μὲν αἰσχρὸν καὶ ἀνάξιον τῶν πατρίων ἐξάγεσθαι τρόπων, ἐμμένειν δὲ τοῖς παροῦσι καὶ πεποιθέναι, ὡς τοῦ κρείττονος ἥκιστα τὸ ἔθνος περιοψομένου. εἶτα πῶς οὐ σφόδρα παράλογον, αὐτῷ μὶν τῷ βιαίως
134 ταῦτα κατὰ τὸ εἰκὸς ἔχειν δεδόχθαι· ἡμᾶς δὲ, τοὺς τὴν πρὸς
οὖν ἀφεκτέον ἡμῖν ἐκείνων, καὶ δὴ μετρίως ἐῤῥήθη. φημὶ δὲ δεῖν βασιλεῖ τῶν ῾Ρωμαίων τὸ συμβὰν ἀναγγεῖλαι, ὡς ἂν ἐνδικώτατα μετέλθῃ τοὺς τοῦ μιάσματος αἰτιωτάτους, καὶ εἰ μὲν ἐθελήσει, πεπαῦσθαι τολοιπὸν τῆς πρὸς ῾Ρωμαίους διαφορᾶς, καὶ συνεργεῖν αὖθις καὶ συστρατεύεσθαι, καὶ τῶν προτέρων
μετέχομεν συνδιαιτημάτων. εἰ δὲ ἀπώσοιτο τὴν ἀξίωσιν, τότε δὴ βουλευτέον ἡμῖν, εἴπερ ἑτέραν ὁδὸν τραπῆναι συνοίσει. οὕτω γὰρ ποιοῦντες, οὔτε τοῦ τεθνηκότος ἐπιλελῆσθαι δόξοιμεν ἂν, οὔτε προπετείᾳ μᾶλλον ἢ γνώμῃ τὰ ἡμέτερα διατιθέναι.”
διήγγειλαν , ἅπασάν τέ οἱ ἀνεκάλυψαν τὴν ἀπάτην, ὡς ἐκεῖνος μὲν οὔτε μηδίσας πώποτε , οὔτε ἄλλο τι ἄχαρι κατὰ ῾Ρωμαίων βουλευσάμενος ἥλω, οἱ δὲ ἀμφὶ Μαρτῖνόν τε καὶ Ρούστικον , ἐπειδὴ αὐτοῖς ὑπὸ ῥᾳστώνης θαμὰ σφαλλομένοις ἐπεκάλει τε τὰ εἰκότα καὶ ἐχαλέπαινεν, οἱ δὲ ταύτην τε
143 συκοφαντίαν ἐμηχανήσαντο , καὶ τὸν οὐδὲν ἡμαρτηκότα διέφθειραν. ἐδέοντο δὴ οὖν τῇ τοῦ κατοιχομένου ψυχῇ τοῦτο δὴ παρασχεῖν τὸ χαριστήριον ἔλεγον δὲ οὐκ ἄλλο τι ἄρα ἥ ὥστε μὴ ἀτιμώρητον καταλιπεῖν τὸ ἀδίκημα , βασιλέα δὲ σφισιν ἐπιστῆσαι οὐκ ὀθνεῖόν τινα , οὐδὲ ἐπηλύτην , ἀλλὰ Τζάθηντὸν
Γουβάζου νεώτερον ἀδελφὸν ἐν Βυζαντίῳ κατ’ ἐκεῖνο τοῦ καιροῦ διατρίβοντα, ὡς ἂν αὐτοῖς πάλιν ὁ πάτριος διασώζοιτο νόμος καὶ ἡ ἀνέκαθεν τοῦ βασιλείου γένους ἀκραιφνὴς ὁμολογία. ὁ δὲ, ὅσια γὰρ αὐτῷ ἐδόκει καὶ δίκαια,) ὡς τάχιστα ἐπετέλει, καὶ οὖν Ἀθανάσιον, ἕνα τῶν πρῶτα λαχόντων
144 τῇ συγκλήτῳ βουλῇ , ἔστειλε διασκοπήσοντά τε τὸ πραχθὲν
δὲ τοῦ μιάσματος γεγενημένῳ, ἀποδράσαντί πως ἐν τῷ τότε λαθραιότατα, καὶ φυγῇ τὴν σωτηρίαν καρπώσασθαι πειρωμένῳ , ἀλλ’ ἐκείνῳ γε τῷ Ἰωάννῃ ἐπὶ τοῖσδε πορευομένῳ ὑπαντιάζει, οὕτω παρασχὸν, ὁ Μετριανὸς, (εἷς δέ γε ἦν οὕτος τῶν ἀμφὶ τὰ βασίλεια δορυφόρων, οὑς δὴ Σκρίβωνας ὀνομά ζουσιν· 147
ἔπαλτο δὲ αὐτόσε τούτου δὴ ἕνεκα , ἐφ’ ᾧ ἔξυπηρετήσασθαί τε τῷ Ἀθανασίῳ, καὶ ἅττα ἂν ὑπ’ ἐκείνου κριθείη τόνδε ταῦτα ἐπιτελέσαι·) ξυλλαβὼν δὴ οὖν ὁ Μετριανὸς τὸν Ἰωάννην, παρὰ τὸν διαιτητὴν ἀπεκόμισεν. ὁ δὲ καὶ τοῦτον ἐς Ἀψαροῦντα ἐξέπεμψεν, ἐν εἱρκτῇ τε καὶ ποδοκάκη μενοῦντα, ἕως
ὀ ἐν πόσιν ἀγὼν διανυσθείη.
καὶ τὰ τῆς κρίσεως εἰκότως ἀνεκόπτετο. τί γὰρ ἂν αὐτοῖς ὲν τῳ τότε προυργιαίτερον κατεφάνη τῆς περὶ τὸν πόλεμον εὐκοσμίας; ἤδη δὲ καὶ ὁ Πάθης ἅμα Σωτηρίχῳ τῷ 149 στρατηγῷ ἐκ Βυζαντίον ἀφῖκτο, τήν τε πατρῴαν ἀρχὴν καὶ
οὐ θέμις ἀμπίσχεσθαι, λευκὴν δὲ μόνον· οὐ μέντοι παντάπασί γε κοινὴν οὕτω καὶ εἰθισμένην, ἀμφὶ γὰρ τὸ μεσώτατον ἐκείνη χρυσῷ ὑφάσματι ἑκατέρωθεν καταλάμπεται. βασιλικὸν δὲ κὼ 152 τὸ ἐμπερόνημα τῆς χλαμύδος, λίθοις τε ἐκκρεμέσι καὶ τῇ ἄλλῃ κατασκευῇ διαπρέπον. ἐπιβάντα δὴ οὖν τὸν πάθην τῆς ὑπηκόου
καὶ τῇ βασιλείῳ στολῇ κεκοσμημένον, αὐτίκα οἱ τε στρατηγοὶ καὶ ὀπὰς ὁ τῶν ῾Ρωμαίων στρατὸς δεξιούμενοί τε καὶ τὰ εἰκότα γεραίροντες προηγοῦντο, ἐξωπλισμένοι ὡς εὐπρεπέστατα, καὶ ἔπι· τῶν ἵππων οἱ πλεῖστοι ὀχούμενοι. οἱ δὲ Λαζοὶ ἐς τὸ χαῖρον μεταβαλόντες, καὶ μόλις
τῆς ἀνίας, στοιχηδόν οἱ παρωμάρτουν, σάλπιγγές τε πανταχόθεν ἐπήχουν, καὶ τὰ σημεῖα ἐς ὕψος ἐπῆρτο. καὶ ἦν ἥ πομπὴ φαιδρά τε ἐπιεικῶς καὶ γαυροτάτη, καὶ πλέον ἢ κατὰ 153 Λαζῶν βασιλείαν ἐξωγκωμένη. Τζάθης μὶν οὖν ἐς τὴν ἀρχὴν καταστὰς, ἔταττεν ἕκαστα τολοιπὸν, καὶ διεκόσμει
154 τὸ ὁμόφυλον, ὡς αὐτῷ τε ἦν βουλομένῳ, καὶ ὁ πάτριος ὑπηγόρευεν τρόπος. Σωτήριχος δὲ ὁ στρατηγὸς αὐτίκα εἴχετο
τε καὶ Ῥωμύλος, ὡς ἂν εὐθὺς ἀφ’ ἱστίας μοχθεῖν ἐν δέοντι παιδευθεῖεν, ἐπεὶ καἰ ἐς ἥβης μέτρον ἤδη ἄμφω ἐληλυθέτην, καὶ ἤστην οἴω διαπονεῖσθαι. ὁ γὰρ δὴ τρίτος αὐτῶν, Εὐστράτιος, ἐν Βυζαντίῳ ἐλέλειπτο, νέος γε ὢν ἔτι κομιδῆ̣, καὶ ἄλλως τὸ σῶμα οὐ ῥωμαλέος. ὡς δὲ ἐς τὴν τῶν 157
καλουμένων Μισιμιανῶν χώραν ὁ Σωτήριχος ἀφίκετο, οἱ δὴ κατήκοοι μὲν τοῦ βασιλέως τῶν Κόλχων τυγχάνουσιν ὅντες καθάπου καὶ οἱ Ἀψίλιοι, γλώττη δὲ ὅμως χρῶνται ἀποκεκριμένῃ καὶ νόμοις ἑτέροις· εἰσὶ δὲ τούτου δὴ τοῦ Ἀψιλίων γένους βορειότεροι, καὶ τετραμμένοι ἠρέμα ἐς ἥλιον ἀνιόντα.
ἐπειδὴ οὖν ἐς τούσδε παραγέγονεν, ἔννοιά τις αὐτοὺς εἰσῆλθεν, ὡς ἄρα ἕν τι τῶν σφετέρων φρουρίων ἀμφ’ αὐτὰ δὴ τὰ Λαζῶν ὅρια ἱδρυμένον, ὃ δὴ Βούχλοον ὀνομάζουσιν, τοῦτο δὲ ὅγε βούλοιτο τοῖς Ἀλανοῖς καταπροέσθαι, ὡς ἂν οἱ τῶν ἐθνῶν πρέσβεις τῶν ἀπωτέρω οἰκούντων, αὐτοῦ ἀγειρόμενοι,
τὸν μισθὸν ἀποφέροιντο, καὶ μηκέτι ἀνάγκη τις εἴη τῷ τὰ χρήματα παρεχομένῳ τὰς τοῦ Καυκάσου περινοστεῖν ὑπωρείας, 158 καὶ αὐτὸν ἐπ’ ἐκείνους ἰέναι.
„ὦ στρατηγὲ, διενοήθης· χρὴ γάρ σε μηδὲ ἄλλῳ τῳ ἐφιέναι τὰ ἡμέτερα παραιρουμένῳ, μήτι γε καὶ αὐτὸν οὕτως ἐθέλειν. εἰ δέ σε ὡς ἀληθῶς μὴ ταῦτα ἀρέσκει, ἄγε ὅπως ἐνθένδε 161 ὡς τάχιστα μεταβὰς, ἐν ἑτέρῳ ἀποδιατρίψεις χωρίῳ, καί σε ἐπιτήδεια ἥκιστα ἐπιλείψουσιν, ἀλλ᾿ ἡμεῖς ἅπαντα οἴσομεν.
ἐνταῦθα γάρ σοι οὐ μενετέα παντάπασιν, οὐδὲ ἀνεξόμεθά σου μέλλοντος ἐς τόδε καὶ σκηπτομένου.” οὕτω δὲ αὐτῶν αὐθαδιαζομένων, οὐκ ἀνεκτὰ ἡγησάμενος ὁ Σωτήριχος, εἰ τοῖς τῶν Κόλχων κατηκόοις ἐξείη κατὰ ῾Ρωμαίων θρασύνεσθαι τῶν ὑφ᾿ οὓς οἱ Κὸλχοι τετάχαται, παρακελεύεται τοῖς ὀπαδοῖς
παίειν αὐτοὺς αἷς ἐπεφέροντο βακτηρίαις. οἱ δὲ καθίκοντο αὐτῶν ἀφειδῶς, καὶ ἐς τοὐπίσω ἡμιθνῆτας ἀπέπεμψαν. τούτου δὲ γεγενημένου, Σωτήριχος μὲν ᾤετο μηδὲν ἀντίπαλον ἔσεσθαι, ἀλλ᾿ ὥσπερ ἀμέλει οἰκέτας οἰκείους ἡμαρτηκότας διαχειρισάμενος, καὶ οὐδὲν ὁτιοῦν εὐλαβητέον αὐτῷ, ἔμενέ
τε κατὰ χώραν, καὶ εἶτα, νυκτὸς ἐπιγενομένης, ἐκάθευδε σφόσρα 162 ἀδεῶς καὶ ἀφυλάκτως· οὕτω δὲ οἵ τε παῖδες καὶ οἱ δο-
καὶ αὐτίκα ἐπὶ τὸ δωμάτιον χωρήσαντες, οὗ δὴ ὁ στρατηγὸς ἀνεκέκλιτο , κατακτείνουσι προτέρους τοὺς παρεναστῆρας τῶν θεραπόντων. θορύβου δὲ, ὥσπερ εἰκὸς, καὶ πατάγου πολλοῦ κινηθέντος, ξυναίσθησις μὲν τοῦ κακοῦ αὐτῷ τε Σωτηρίχῳ καὶ τοῖς ἀμφ᾿ αὐτὸν ἅπασιν ἐγίγνετο· καὶ τοίνυν ὑπὸ
δέους ἐκ τῶν εὐνῶν ἀνεπάλλοντο, ἔτι δὲ τῷ ὕπνῳ καρηβαροῦντες καὶ παρειμένοι, ἀμύνεσθαι αὐτοῖς οὔ τι μάλα παρῆν οἱ 165 μὲν γὰρ ταῖς σισύραις τὼ πόδε περιελιττόμενοι , εἴργοντο τῆς πορείας, οἱ δὲ καὶ ἤδη ἐπὶ τὰ ξίφη ὁρμήσαντες, καὶ σχεδιάζειν πειρώμενοι τὰ πολέμια , ἀλύοντες ἦσαν οἰκτρότατα οἶα
ἐν σκότῳ καὶ ἀπορίᾳ, ἔστε τοὺς τοίχους περιῤῥηγνύμενοι, καὶ ὅπη ἐτύγχανον κείμενα τὰ ὅπλα ἐπιλελησμένοι· ἔνιοι δὲ αὐτῶν καὶ τῷ ἤδη ξυνειλῆφθαι ἀπειρηκότες, οὐδενότι ἐμηχανῶντo, 166 ἐβόων τε μόνον ἄλλος ἄνλλοθι καὶ ὠλοφύροντο, οὐκ ἔχοντες ὅ, τι καὶ δράσαιεν. οὕτω δὲ αὐτῶν καταπεπληγμένων, ἐπεισπεσόντες
οἱ βάρβαροι αὐτόν τε Σωτήριχον κατακτείνουσι καὶ τοὺς παῖδας καὶ πρός γε ξύμπαντας τοὺς ἄλλους, πλὴν εἰ μή τις
ἀπεκτονότες.
καὶ ξυνίεσαν ὁποῖος αὐτοῖς ἀνέῤῥιπτο κύβος, ὅτι τε οὐκ ἐς μακρὰν ἥξουσιν οἱ Ῥωμαῖοι τιμωρησείοντες, καὶ ὅτι αὐτοὺς ἐκεῖνοι οὐχ ὑποστήσονται. τοιγάρτοι ἀναφανδὸν ἀποστάντες, 170 προσεχώρουν τοῖς πέρσαις, καὶ ἐπρεσβεύοντο, ὑποδέχεσθαί τε σφᾶς αἰτούμενοι, καὶ ὡς δὴ κατηκόοις τολοιπὸν
ἐπαρήγειν. τούτων δὲ ἁπάντων τοῖς τῶν ῾Ρωμαίων στρατηγοῖς ἀπηγγελμένων, ἐχαλέπαινον μὲν οἵγε καὶ ἐδυσφόρουν, τίσασθαι δὲ παραυτίκα τοὺς Μισιμιανοὺς οὐ μάλα ἠδύναντο, πιεζόμενοι τῇ περὶ τοῦ μείζονος ἀσχολίᾳ. ἤδη γὰρ ὁ Ναχοραγὰν ἑξήκοντά που χιλιάδας μαχίμων ἀνδρῶν ἐπαγόμενος, ἐπὶ τὴν
Νῆσον ἐφοίτα, ἴνα Μαρτῖνός τε καὶ Ἰουστῖνος ὁ Γερμανοῦ
καὶ Κούτιλζις καὶ Ἴλιγερ, ἄνδρες τῶν παρὰ σφισιν ὀνομαστοτάτων,) οὗτοι δὴ οὖν οἱ Σάβειροι ἀμφὶ τὴν Ἀρχαιόπολιν καὶ τὰ ἐκείνῃ πεδία, προστεταγμένον αὐτοῖς ὑπὸ Μαρτίνου, ἐστρατοπεδεύσαντο, ἐφ’ ᾦ τοὺς πολεμίους (ἐνθένδε γὰρ ἤμελλον διαβήσεσθαι) ὡς ἂν οἷοι τε εἷεν πημαίνοντες, χαλεπωτέραν
αὐτοῖς καὶ σφαλερωτέραν ποιήσοιντο τὴν πορείαν. ὁ δὲ Ναχοραγὰν, ἐπειδὴ ἐς τοῦτο τετάχθαι τοὺς Σαβείρους ἐπέπυστο ἀπολεξάμενος ἐκ τῶν ξυστρατευομένων Διλιμνιτῶν ἄνδρας ἐς τρισχιλίους, αὐτίκα ἐπ’ αὐτοὺς ἔστειλε, παρακελευσάμενος ἦν γὰρ ἀλαζὼν καἰ ὑψηγόρος) ἄρδην ἅπαντας
διαφθεῖραι, ὡς ἂν μή οἱ ἰόντι ἐπὶ τὸν πόλεμον ὄπισθεν ἐχεῖνοι 174 ἐφεδρεύοντες ὑπολειφθεῖεν· οἱ δὲ Διλιμνῖται, μέγιστον ἔρνος τῶν ἐντὸς Τίγρητος ποταμοῦ τῇ Πέρσιδι χώρᾳ προσοικούντων, μαχιμώτατοί τέ εἰσιν ἐν τοῖς μάλιστα, καὶ οὐ λίαν τοξόται καὶ ἑκηβόλοι, ὥσπερ ἀμέλει οἱ πλεῖστοι τῶν Μήδων.
ξυστούς τε γὰρ ἐπιφέρονται καὶ σαρίσσας, καὶ ξίφος ἐκκρεμὲς ἀπὸ τοῦ ὤμου· μαχαιρίδα τέ τινα ἐλαχίστην τῷ λαιῷ βραχίονι ἀναδούμενοι, ἀσπίδας καὶ πέλτας προβέβληνται· φαίης τε ἂν
αὐτοὶ δὲ καὶ ἐς τὰ προσάντη γεώλοφα ῥᾳδίως ἀναθέοντες, προκαταλαμβάνουσι τὰ ὑπερδέξια τῶν χωρίων, τρεπόμενοί τε ὠκύτατα διαφεύγουσι, καὶ ἐπιόντες ἑτέροις ἐμμελέστατα ἐς τὴν δίωξιν ἔγκεινται, καὶ σχεδόν τι ἅπασαν ἰδέαν πολέμου μετιόντες καὶ ἐξησκημένοι, μέγιστα σίνονται τοὺς ἀντιπάλους·
ὡς δὲ ἐπιπλεῖστον ξυμπολεμεῖν τοῖς πέρσαις εἰώθασιν, μὴν ἠναγκασμένοι, ὥσπερ κατήκοοι. αὐτόνομοί τε γάρ εἰσι καὶ ἐλεύθεροι, καὶ ἄγεσθαι ὑπό του πρὸς βίας οὐ πεφυκότες.
δοκοῦν, ἔτι καθεύδουσιν αὐτοῖς ἐπιστῆναι, οὕτω τε ἅπαντας εὐκολώτερον κατακτεῖναι· καὶ, οἶμαι, οὐκ ἂν διήμαρτον τῆς ἐλπίδος, εἰ μή τις αὐτοὺς ἔσφηλε τύχη. ἰόντες γὰρ δήπου ἐς τοῦτο, ἀνήρ τις αὐτοῖς Κόλχος ἐν σκότῳ καὶ ἐρημίᾳ, ὧδέ πως ξυνενεχθὲν, ὑπαντιάζει· καὶ τὸν ἀσμενέστατα ξυλλαβόντες,
ἀναγκάζουσι τῆς ἐπὶ τοὺς Σαβείρους ἡγεῖσθαι πορείας. ὁ δὲ προθυμότατα ὑποστὰς τὸ ἐπίταγμα, καὶ ἤδη προπορευόμενος,
„αὐτίκα μάλα ἀπολεῖσθε”, τορόν τι ἐμβοήσας καὶ διαπρύσιον. οὕτω τε αὐτοὺς μόλις ἀνακαλεσάμενος ἐς ἐγρήγορσιν, ἀγγέλλει τοὺς πολεμίους ὅσον οὔπω παρεσομένους. οἱ δὲ ξὺνθορύβῳ διαναστάντες, καὶ τὰ ὅπλα περιβαλόμενοι, ἐκτὸς τοῦ χαρακώματος ἀπεχώρουν, καὶ ὑπεκρύπτοντο, διχῇ μεμερισμένοι·
κατέλιπον δὲ τήν τε εἴσοδον ἀφύλακτον, καὶ οὕτω κατὰ χώραν ἑστῶτας τοὺς ἐκ τῶν ξύλων τε καὶ ἐφεστρίδων ἐσκευασμένους οἰκίσκους. οἱ δὲ Διλιμνῖται πλείστας μὲν ὅσας ἀτραποὺς τῇ ἀπειρίᾳ τῶν τόπων ἀναμετρήσαντες, πλὴν ἀλλ’ ἔτι ὑπὸ τὸ κνέφας ἐς τὸ τῶν οὕννων στρατόπεδον ἀφιγμένοι, ἐσβάλλουσι 183
θαῤῥαλέοι ἐπὶ κακῷ τῷ σφετέρῳ, καὶ εἴσω ἅπαντες γίγνονται. πάταγος δὲ οὐκ ἦν, οὐδὲ βοὴ, ὡς ἂν μὴ ἐκεῖνοι ξυναίσθοιντο δῆθεν καὶ ἀφυπνισθεῖεν, ἀλλ’ ἠρεμαῖοι τὰ δόρατα ἔς τε τὰς εὐνὰς καὶ τὰς καλύβας ἠκόντιζον, ὡς τοὺς καθεύδοντας ἀναιροῦντες. ἤδη τε ᾤοντο ἅπαν αὐτοῖς ἠνύσθαι τὸ ἔργον, ἀλλὰ
τότε οἱ Σάβειροι ἐκ τῆς ἐνέδρας ἑκατέρωθεν ὁρμηθέντες, ἐσπίπτουσιν αὐτοῖς ἐξαπιναίως καὶ ἐπιφέρονται. οἱ δὲ ἀθρόον τῷ ἀπροσδοκήτῳ καταπλαγέντες, καὶ ἐς τἀναντία τῶν ἐλπισθέν-
μὶν ἄνδρες ἔνδον ἐν τῷ στρατοπέδῳ διεφθάρησαν, οἱ δὲ ἄλλοι μόλις ὑπεκβάντες ἠλῶντο σποράδην, οὐκ ἐπιστάμενοι ὅποι χωρήσαιεν· ἤδη τε πόρρω που πεφευγέναι δοκοῦντες, αὖθις ἐς ταὐτὸν ἀνεκυκλοῦντο, καὶ περιέπταιον τοῖς πολεμίοις. καὶ ταῦτα μὶν τῆς νυκτὸς ἁπάσης ἐγίγνετο· ἤδη δὲ τοῦ ὄρθρου
χαρασσομένου, καί ἡμέρας ἐπιφανείσης, αὐτίκα τῶν Διλιμνιτῶν οἱ σωζόμενοι ἐπεγίγνωσκον τὰς πορείας, κὼ ἰθὺ 187 τῶν Περσικῶν ἔθεον στρατευμάτων, ἐγκειμένων σφισι καὶ ὣς τῶν Σαβείρων. Βάβας δὲ ὁ στρατηγὸς, ὃς δὴ τῶν ἐν τῇ Κολχίδι χώρα ἱδρυμένων ἐκπλείστου ῾Ρωμαίων ἡγεῖτο, ἀλλ’ οὑτός
γε ὁ Βάβας ἐτύγχανε γὰρ ἐν τῷ τότε κατὰ τὴν Ἀρχαιόπολιν διανυκτερεύσας,) τῷ μὲν θορύβῳ καὶ τῇ βοῇ πάντοθεν περιεβομβεῖτο. ἴως δὲ σκότος ἦν καὶ ἀδηλία τῶν ποιουμένων, ὁ δὲ ἀφασίᾳ εἴχετο πολλῇ, καὶ ἔνδον ἠρέμει· ὡς δὲ, τοῦ ἡλίου ἐπαυγάσαντος τὰς ἀκρωρείας, κατεῖδε τὸ ἀτρεκὲς τῶν τελουμένων,
μένων, καὶ τοὺς Διλιμνίτας ὑπὸ τῶν Σαβείρων ἐλαυνομένους, τότε δὲ καὶ αὐτὸς ἐκδραμὼν τοῦ ἄστεος ἅμα τῷ ξυμπαρόντι 188 ὁμίλῳ, οὐκ ἐλάχιστόν τι αὐτῶν διεχρήσατο μέρος, ὡς μόλις
προὐκαλεῖτο ἐς λόγους ἀφικέσθαι οἱ τὸν Μαρτῖνον. καὶ παραγενομένῳ, „σὺ δὲ” ἔφη „ὠ στρατηγὲ, ἐς τοσοῦτον ἀγχινούστατός γε ὢν καὶ φρενήρης, καὶ τῶν παρὰ ῾Ρωμαίοις δυνατωτάτων, εἶτα οὐκ ἐθελήσεις ἀποπαῦσαι πόνου τε καὶ δυσμενείας ἄμφω τὼ Βασιλέε, ἀλλὰ μεθῆκας αὐτοὺς
οὕτω δὴ ἐπιπλεῖστον τὴν ἀλλήλων ἐπιλυμαινομένους. εἰ δὴ 193 οὖν νῦν γοῦν ἐστί σοι βουλομένῳ διαλλαγὰς ποιήσασθαι καὶ ξυνθήκας, ἄγε ὅπως αὐτὸς μὲν ἐς Τραπεζοῦντα τὴν πόλιν τὴν Ποντικὴν ἅμα τῷ στρατῷ μεταβήσῃ, ἐνθάδε δὲ ἡμεῖς μενοῦμεν οἱ Πέρσαι· οὕτω τε τὰ τῆς ἐκεχειρίας σχολαίτερον
διαλεξόμεθα, πιστοῖς χρώμενοι ἀγγελιαφόροις. εἰ γὰρ μὴ ἑκὼν 194 εἶναι ἀπάξεις ἐνθένδε τὸ στράτευμα, ἴσθι, ὦ γενναῖε, ὡς πρὸς ἀνάγκης ἀπελαθήσῃ. βεβαιότατα γὰρ ἐγὼ τὴν νίκην ἔχω, καὶ περιβέβλημαι οὐ χαλεπώτερον ἢ τόδε τὸ κτῆμα.” καὶ ἅμα λέγων, τὸν δακτύλιον ἐπεδείκνυεν ὃν ἐπεφέρετο. πρὸς ταῦτα 195 δὲ ὑπολαβών· „ἄλλ’ ἔμοηε’’ ὁ Μαρτῖνος„ εὐκτὸν μὲν ἡ εἰρήνη δοκεῖ καὶ τιμιώτατον, καὶ συλλήψομαι σοι προσαγομένῳ τε αὐτὴν καὶ καθιστῶντι· ἄμεινον δὲ, οἶμαι, ταῦτα δράσοιμεν
κρείττονος ταλαντεύεσθαι γνώμῃ, καὶ οὐ παρὰ τοὺς μέγα βρενθυομένους ἰέναι, ἀλλ’ ἐφ’ οὑς ἂν ὁ πάντων προαγωγὸς ἐπινεὐσῃ.’’ οὕτω δὲ τοῦ Μαρτίνου ἀνδρειότατά τε καὶ μάλα ὁσίως ἀποκριναμένου, καὶ τῇ τοῦ βαρβάρου νεμεσήσαντος ἀλαζονείᾳ, οὐδὲν δὲ ὁτιοῦν προελθὸν εἰρηναῖον, διεκρίθησαν
ἀπ’ ἀλλήλων. καὶ ὁ μὲν ἐς τὸ στρατόπεδον ἐπανῆκε, Μαρτῖνος δὲ ἐς τὴν Νῆσον. τῷ δὲ Ναχοραγὰν μενετέα μὲν αὐτοῦ ἥκιστα ἐδόκει, ἐς δὲ τὸν Φάσιν τὴν πόλιν ἰέναι διενοεῖτο, ἐκεῖσέ τε μᾶλλον ἐκκαλέσασθαι τοὺς Ῥωμαίους. ἐπιμαχώτατον γὰρ τὸ ἐκείνη ἔρυμα εἶναι ἐπέπυστο, ἅτε δὴ ξύλοις ἅπαν
199 ἐσκευασμένον, καὶ τὰ ἐχόμενα πέδια εὐόμαλά τε καὶ ἀγαθὰ ἐνοτρατοπεδεύσασθαι. ἤδη δὲ ἡ πόλις ὁ Φάσις, ἅπασιν, οἶμαι, διαδηλότατον, ὡς ἐκ τοῦ ποταμοῦ εἴληφε τὴν ἐπωνυμίαν, πλησιαίτατα ὑποῤῥέοντος, καὶ ἀμφ’ αὐτὴν ἐς τὸν Εὔξεινον πόντον ἀπερευγομένου. πρὸς γὰρ τῷ αἰγιαλῷ καὶ ταῖς ἐκβολαῖς
τὸ πόλισμα ἵδρυται· ἀφέστηκε δὲ τῆς Νήσου ἓξ μάλιστα παρασάγγαις ἔπι δυόμενον ἥλιον.
διαβιβάσας· ἐβούλετο γὰρ ἐς τὰ πρὸς νότον ἄνεμον ἀφικέσθαι τοῦ ἄστεος, ὅθεν δὴ αὐτῷ οὐδαμῶς ἤμελλε τὰ ῥεῖθρα τοῦ ποταμοῦ κώλυμα ἔσεσθαι τῷ περιβόλῳ πελάζοντι· ὑπὸ γὰρ τὸ ἀρκτῷον καταῤῥεῖ καὶ παρατείνεται μέρος. καὶ ὁ μὶν ἀμφὶ τὸ περίορθρον ἄρας ἐκ τῆς ὄχθης, εἴχετο τῆς πορείας, καὶ
τὴν Νῆσον ὡς ἀπωτάτω παραμειψάμενος, ἀνὰ τὰ πρόσω ἐχώρει· μόλις δὲ περὶ πλήθουσαν ἀγορὰν οἱ ῾Ρωμαῖοι τὴν διάβασιν ἐγνωκότες, διεταράχθησάν τε καὶ πέρι πλείστου ἐποιοῦντο προτερῆσαι ἀνὰ τὸ ἄστυ τοὺς πολεμίους. τοιγάρτοιτάς τε τριήρεις καὶ ὅσοι τριακόντοροι παρώρμουν πληρώσαντες, ὀξύτατα 203
τοῦ ποταμοῦ τῷ ῥῷ κατεφέροντο. ἀλλὰ φθάσας ὁ Ναχοραγὰν ἀμφὶ τὸ μεσαίτατον τῆς τε Νήσου καὶ τοῦ ἄστεος ἐτύγχανεν ἤδη, ξύλοις τε καὶ λέμβοις τὸ εὖρος ἅπαν τῆς δίνης διαφραξάμενος, τό τε τῶν ἐλεφάντων στῖφος ὄπισθεν ἐπιστήσας, ἐς ὅσον οἷόν τε ἦν αὐτοῖς τῆς βάσεως ἐφικνεῖσθαι. ὁ δὲ τῶν ῾Ρωμαίων
στόλος ταῦτα πόῤῥωθεν ἰδόντες αὐτίκα πρύμναν ἐκρούοντο, πολλῇ τε χρώμενοι ἐς τοὔμπαλιν τῇ εἰρεσίᾳ, χαλεπώτατα πρὸς τὸ ἀντίπρωρόν τε καὶ ῥοῶδες τῆς φορᾶς ἀντανα-
ἐκ τῆς τύχης ἀδήλων. τοιγάρτοι ἀφήλαντό τε κουφότατα καὶ ὑποβρύχιοι ἐπιπλεῖστον διανηξάμενοι, μόλις ὡς τοὺς οἰκείους 207 ἀπεκομίσθησαν. τότε δὴ οὖν οἱ ῾Ρωμαῖοι Βούζην μὲν στρατηγὸν ἀνὰ τὴν Νῆσον κατέλιπον, ἅμα τῷ οἰκείῳ στρατεύματι ἐπιμελησόμενόν τε τῶν τῇδε ἁπάντων, καὶ ἀλεξήσοντα ἐς ὅ, τι
δεήσοι· οἱ δὲ ἄλλοι ἅπαντες κατὰ τὸ ἐγκάρσιον τὸν ποταμὸν περαιωθέντες, καὶ διὰ τῆς χέρσου ἑτέραν τινὰ ὁδὸν πορευόμενοι, ὡς μὴ κατ’ αὐτὰ τοῖς πολεμίοις χωρῆσαι, παραγίνονται 208 ἐς ἐκεῖνο δὴ τὸ τοῦ Φάσιδος ἐπώνυμον ἄστυ, καὶ εἴσω τῶν πυλῶν παρελθόντες, διεδάσαντο στοιχηδὸν οἱ στρατηγοὶ
τὴν φρουρὰν τοῦ περιβόλου. οὐ γὰρ ᾤοντο ἀξιόμαχοι ἔσεσθαι, εἰ γε συστάδην παρατάξασθαι πειραθεῖεν. πρῶτος μὲν οὖν Ἰουστῖνος ὁ Γερμανοῦ καὶ ὁ ἀμφ’ αὐτὸν ὅμιλος ἐν τῷ ἀκροτάτῳ μέρει τῷ πρὸς θάλατταν νεύοντι ἐτετάχατο· βραχὺ δέ τι ἀπωτέρω Μαρτῖνος εἱστήκει ὁ στρατηγὸς καὶ αἱ Μαρτίνου
δυνάμεις ἀμφὶ δὲ τὸ μεσαίτατον Ἄγγιλας μὲν ἔχων Μαυρουσίους πελταστὰς καὶ λογχοφόρους, Θεόδωρος δὲ Tζάν-
ἀπολῆγον, τοῖς ἑώοις τάγμασιν ἐπεφρόντιστο, ὑπὸ Βαλεριανῷ στρατηγῷ ταττομένοις. οὕτω μὲν ὑπὲρ τοῦ ἐρύματος ἡ τῶν ῾Ρωμαίων στρατιὰ ἐν κόσμῳ παρίστατο.
καὶ ὂν ἐν προβόλου μοιρᾳ ἐγκεῖσθαι τῷ τείχει. ἐδεδίεσαν γὰρ εἰκότως ἐπ᾿ αὐτῷ , ἅτε δὴ ξύλοις τε πεποιημένῳ, καὶ ἄλλως ὑπὸ χρόνου πολλαχοῦ διεῤῥυηκότι. τῷ τοι ἄρα αὐτοῖς καὶ τάφρος μάλα εὐρεῖα πέριξ ὠρώρυκτο, ὕδατός τε ἤδη μεστὴ καὶ ὑπερχειλὴς ἐγεγόνει, ὡς καὶ τοὺς σκόλοπας,
οἵ δὴ ἐτύγχανον ξυνεχέστατα ἐμπεπηγότες , διαλανθάνειν καὶ 212 ἀποκεκρύφθαι· τῆς γὰρ λίμνης, ἣν δὴ σμικρὰν θάλατταν ὀνομάζουσι, τὴν ἐς τὸν Εὔξεινον Πόντον ἐκροὴν φερομένην ἐνταῦθα μετοχετεύσαντες, ῥᾳδιώς ἅπαντα ἔπλησαν. νῆες δὲ φορτίδες μεγάλαι πρὸς τῇ κυματωγῇ τῆς θαλάττης καὶ ταῖς ἐκβολαῖς
του Φάσιδος πλησιαίτατα τοῦ ἄστεος ἐφορμοῦσαι, μετεώρους εἶχον τὰς ἀκάτους , καὶ ἀμφ᾿ αὐτὰ δήπου τὰ καρχήσια τῶν
215 ἀλλὰ γὰρ καὶ ἕτεραι νῆες διὰ τοῦ ποταμοῦ ἀνηγμέναι, ἐπὶ θάτερον μέρος παρῆσαν, ᾦ δὴ Βαλεριανὸς ἐφειστήκει, ὁμοιότατα ταῖς ἄλλαις ἐξηρτυμέναι, ὡς ἂν ἑκατέρωθεν οἱ πολέμιοι ἐξ ὑπερδεξίων βαλλόμενοι ἀποκρούοιντο, πελασείοντες τῇ πολιορκίᾳ. ὥστε δὲ ταύτας δὴ τὰς ἐν τῷ ποταμῷ ναῦς ἥκιστα
ὑπό του πημαίνεσθαι, Δαβραγέζας, Ἄντης ἀνὴρ, ταξίαρχος, καὶ Οὖννός τις λοχαγὸς, Ἐλμίγγειρος νομα, οὗτοι δὴ, προστεταγμένον αὐτοῖς ὑπὸ τῶν στρατηγῶν, επακτρίδας τινὰς ἀμφιπρύμνους δέκα πληρώσαντες ἐκ· τῆς ἀεὶ σφισιν επομένης δυνάμεως, καὶ ὡς ἀνωτέρω προελθόντες, ἐφρούρουν ξὺν ἀγρυπνίᾳ,
καὶ περιεσκόπουν τὰς διαβάσεις ἐπιπλέοντες, νῦν μὲν ἐν μέσῳ τῷ ῥείθρῳ, νῦν δὲ ἐφ’ ἑκατέρας τῆς ὄχθης. καὶ 216 τοίνυν ἐνταῦθα ξυνηνέχθη τερπνόν τι λίαν κω ἐπίχαρι ὡς ἐν πολέμῳ καὶ παρατάξει. ἔτι γὰρ τούτων ἀνωτέρω αἱ ῾Ρωμαϊκαὶ δύο τριακόντοροι, ἅς δὴ ἔμπροσθεν ἔφην κενὰς ἀνδρῶν ὑπὸ
217
τὰ πείσματα διατείνοντος τῇ ὑπαγωγῇ τῶν ὁλκάδων, ἀποῤῥήγνυται τῇ μιᾷ ὁ δεσμὸς ἐξαπιναίως· ἄφετον δὲ αὐτὴν ἡ δίνη 219 λαβοῦσα καὶ ἐλευθέραν , καὶ οὔτε εἰρεσίας ἀντιπραττούσης, οὔτε πηδαλίου ἑτέρωθί που ἰθύνοντος, κατάγει πως αὐτὴν ὀξύτατα 220 ἐς τὸ πρόσω, καὶ παραδίδωσι τοῖς ἀμφὶ Δαβραγέζαν
᾿Ρωμαίοις. οἱ δὲ ἐσιδόντες, ἄσμενοι εἷλον τὸ θήραμα, καὶ ἐπετέρποντο τῇ ξυντυχίᾳ, ὅτι γε αὐτοῖς ἥδε ἡ ναῦς κενὴ πρότερον ἀπελθοῦσα, τότε δὴ ἀνδρῶν ἀνάπλεως ἐπανῆγεν.
βουλόμενος, καὶ ἀπόπειραν ποιήσασθαι τῶν ῾Ρωμαίων, εἰ ἐπεξίασι· ταύτῃ τε σαφέστατα διαγνῶναι, ὅπως αὐτῷ εἰς ἑτέραν τὰ ἐς τὸν πόλεμον παρασκευαστέα. τότε δὴ οὖν οἱ Πέρσαι ἐπειδὴ ἐς τόξου βολὴν ἀφίκοντο, αὐτίκα οἵγε, τοῦτο δὴ αὐτοῖς τὸ εἰθισμένον, θαμὰ ἐπετοξάζοντο· πολλοί τε τῶν ῾Ρωμαίων
τρωθέντες, οἱ μὲν ἔτι ἀμυνόμενοι ἀντεῖχον, ἔνιοι δὲ 221 καὶ ἀπόμαχοι ἐγίγνοντο. Ἄγγιλας δὲ καὶ Φιλομάθιος καὶ τῶν ἀμφ’ αὐτοὺς ταγμάτων ἄνδρες ἐς διακοσίους, καὶ ταῦτα προειρημένον ἁπάσῃ τῇ στρατιᾷ ὑπὸ Μαρτίνου μένειν ἕκαστον
224 οὔτι ἱκὼν, καὶ ἐνεδίδου, εὐθύς τε ἐφοίτα σὺν ὡς μὴ ἀποδειλιᾶν νομισθείη, τούτου τε ἕνεκα μόνου τὸ εὐπρεπὲς τῆς εὐβουλίας προίσχεσθαι· ἤρεσκε μὲν γὰρ αὐτὸν οὐδαμῶς τὰ ποιούμενα, μετέχειν δὲ ὅμως αὐτῶν ἠνείχετο ἐς ὅ, τι ἄρα καὶ τελευτήσαιεν. καὶ μικροῦ γε ἅπαντες αὐτοῦ διεφθάρησαν,1ο εἰ μή τις αὐτοὺς ἑτέρα διέσωσε γνώμη ἐκ τοῦ κρίττονος ἐπιῤῥωσθεῖσα. οἱ γὰρ Διλμνῖται ἀνὰ τὸν ἐκείνῃ χῶρον ἑστῶτες καὶ ἐς φάλαγγα ξυντεταγμένοι, ἐπειδὴ κατεῖδον τὴν ὀλιγότητα τῶν ἐπερχομένων, ὑπεδέχοντό γε αὐτοὺς ἡσυχῆ καὶ ἀνέμενον. ὡς δὲ ἀγχοῦ ἤδη παρῆσαν, αὐτίκα οἶγε ἠρέμα τὰ κέρα ἐπικολπώσαντες,
περιβάλλουσιν ἅπαντας, καὶ ἐς ἀκριβῆ κύκλωσιν 225 ἐγκατεῖργον. οἱ δὲ Ῥωμαῖοι πάντοθεν περιειλημμένοι, δρᾶσαι μὲν τολοιπὸν οὐδὲν ὁτιοῦν τοὺς πολεμίους διενοοῦντο· εὐπὸν δέ τι αὐτοῖς ἐδόκει καὶ ἄπιστον, εἴγε ἁμωσγέπως διαδράσαιεν. καὶ δὴ ἐπὶ σφᾶς ἑλιχθέντες, καὶ τὰ δόρατα προβεβλημένοι,
βεβλημένοι, ἐμπίπτουσιν ἀθρόον τῶν πολεμίων τοῖς πρὸς τῷ ἄστει ἐφεστηκόσιν. οἱ δὲ ἐσιδόντες αὐτοὺς πολλῇ τῇ ῥύμῃ φε-
κατὰ παρεῖκον, ἄσμενοι αὖθις εἴσω τοῦ περιβόλου καὶ τὴν πύλην προσήῤῥαξαν. παρὰ τοσοῦτον μὶν κινδύνου ἵκοντο, οὐκ ἐπ’ ἄλλῳ τῳ ἀριστεύσαντες, ἢ μόνῳ τῷ διαφυγεῖν καὶ ἀποσωθῆναι.
ἐς τὸ τὴν τάφρον καταχωννύναι, τότε δὴ ἅπασα αὐτοῖς ἀνεπέπληστο, καὶ συνῆπτο ἁπανταχόθεν τὸ ἀπερρωγὸς καὶ μεμερισμένον, ὡς καὶ βάσιμον εἶναι τὸ χωρίον στρατιᾷ τειχομοχούσῃ, καὶ τὰς ἑλεπόλεις μηχανὰς οὐ χαλεπῶς ἐνθένδε προσάγεσθαι. μακρὸς δὲ αὐτοῖς κατὰ τὴν πολυχειρίαν ἐν τῷδε τῷ ἔργῳ χρόνος ἐτρίβη. λίθους γὰρ κατὰ τὸ μᾶλλον καὶ χοῦν ἐμβαλόντες, οὐ ῥᾳδίως πρὸς τὰς συγκλείσεις ἐξήρκουν, 229 ξύλων οὐ μάλα παρόντων, ὅτι μὴ ὁπόσα πόρρωθεν ἐκ τῆς νάπης κατατέμνοντες ξὺν πόνῳ πολλῷ διεκόμιζον. οἱ γὰρ Ῥωμαῖοι ἐτύγχανον ἤδη πρότερον ἅπαντας τοὺς ἀμφὶ τὸ ἄστυ ἀγροὺς ἐμπρήσαντες, καὶ πρός γε τὰς τῶν ὁδοιπόρων καταλύσεις καὶ εἴ τι ἕτερον ἐνδιαίτημα ὡς πλησιαίτατα ἵδρυτο.
233 τὰ τε τῶν φρονήματα φρονήματα ἐπιρρῶσαι βουλόμενος καὶ τοὺς ἐναντίους ἐκπλῆ·ξαι, ἤθροισε μὲν ἐς ταὐτὸ ἅπασαν τὴν τῶν ῾Ρωμαίων στρατιὰν, ὡς δή τι τῶν παρόντων πέρι διασκεψόμενος· εἰσφοιτᾷ δὲ ἀθρόον ἐς μέσον, οὕτω πρὸς αὐτοῦ μεμελετημένον, ἀνήρ τις τῶν οὐ λίαν γνωρίμων, κονιορτοῦ
τε ἀνάπλεως, καὶ οἶος ἐκ μακρᾶς ὁδοιπορίας εἰκάζεσθαι, ἥκειν τε ἔλεγεν αὐτίκα ἐκ Βυζαντίου, καὶ γράμμα τοῦ βασιλέως ἐπιφέρεσθαι. λαβὼν δὲ τοῦτο ἀσμενέστατα Ὀῆθεν ὁ στρατηγὸς, καὶ ἀνελίξας, οὐκ ἐν ἀποῤῥήτῳ καθ’ αὑτὸν ἀνελέγετο, οὐδὲ μόνοις τοῖς ὄμμασιν ἡσυχῇ διϊὼν τῷ νῷ
τὰ γεγραμμένα, ἀλλ’ λαμπρᾷ τῇ φωνῇ, ὡς ἂν ἅπαντες ἐπαΐοιεν. καὶ τῷ μὲν βιβλιδίῳ ἐκείνῳ ἴσως ἄλλο τι ἐνεγέγραπτο. 234 ἦν δὲ ὅμως τὰ βοώμενα τάδε· ἐστάλκαμέν σοι καὶ ἑτέραν στρατιὰν, οὐ μείονα τῆς προσούσης· καίτοι εἰ καὶ πολλῷ πλείους οἱ δυσμενεῖς τυγχάνοιεν ὄντες, ἀλλ’ οὐκ ἐς τοσοῦτον
ὑμᾶς ὑπερβαλοῦνται τῷ πλήθει, ὁπόσον ὑμεῖς τῇ ἂν δρίᾳ, ὥστε συμβήσεται τήν τε ὀλιγότητα καὶ τὴν ἀμετρίαν τῶν ἴσων μὴ ἀφεστηκέναι. ὡς ἂν δὲ μηδὲ ταύτῃ ἐκεῖνοι μεγα-
ἀναστρεφόντων, ὡς ἔγωγε οὐκ ἄν ποτε αὐτοῖς ἐφείην ἐνθάδε γενέσθαι. δεινὸν γὰρ εἰ τῶνδε τῶν ἀνδρῶν τῶν ἐκπλείστου ἡμίν ξυστρατευομένων, πολὺν ὅσον χρόνον διαπονηθέντων, καὶ πολλάκις πρὸς τοὺς πολεμίους παραταξαμένων, ἤδη τε οὐ πόῤῥω ἡκόντων ἐκποδὼν ποιήσασθαι τὸ ἀντίπαλον, καὶ
τελεωτάτην ἀναδήσασθαι νίκην· οἱ δὲ οὕτω κατόπιν τοῦ ἀναγκαίου 238 παρέσονται, καὶ μονονουχὶ ἀπογευσάμενοι τῶν κινδύνων, εἶτα τὴν ὁμοίαν ἀποίσονται δόξαν , καὶ ἐς ἐκείνους ἀνενεχθείη τὸ πέρας καὶ, τὸ δὴ πάντων ἀδικώτερον, τὰ γέρα ἐπίσης καρπώσονται τοῖσδε. ἀλλ’ ἐκείνοις μὲν αὐτοῦ μενετέα, ἐς ὅσον ἐς τὴν ἀποπορείαν παρασκευάσασθαι, ἀποχρήσουσι δὲ ἡμῖν οὗτοι τὸ λειπόμενον τοῦ πολέμου ἄριστα κατεργάσασθαι.”
ὁ γὰρ λόγος οὗτος διὰ τοῦ πλήθους ἐξολισθήσας, καὶ πανταχοῦ περιηγμένος , καὶ παρ’ αὐτοὺς ἀφῖκται τοὺς πέρ σὰς, ὡς ἄρα στρατιὰ πτ ἔρα Lcoftuix/] πρὸς τῷ Νεόκνῳ πο- ταμῷ παραγέγονε, καὶ ὅσον οὔπω τοῖς προτέροις ἀναμεΙυὲπαι. ἀφασίᾳ δὴ οὖν ἅπαντες εἴχοντο, δεδιότες εἰ μέλλοιεν, τοσούτοῖς
ἤδη πόνοις τετρυχωμένοι, πρὸς νέους ἄλλους καὶ βκμῆ- 242 τὰς παρατάττεσθαι πολεμίους. ὁ δὲ Ναχ· oραγὰν οὐδέν τι μελλήσας, καἰ ἴλην τινὰ μπρίαν ἐκ τῶν ΙΙερσαῶν ἔστειλε ταγμάτων ἀνὰ τὴν ἀτραπὸν ἐκείνην, καθ’ ἥν ᾤετο διαβήσεσθαι τοὺς περὶ ὣν ἐτύγχανε rfj φήμη ἐξηπατημένος. οἱ δὲ παραγενόμενοι,
γενόμενοι, σπουδῇ τε καὶ ἀγρυπνγᾳ οὐκ ἐν δέοντι ἐχρῶντο. καταλαβόντες γὰρ τὰ ἐπίκαιρα τῶν χωριών , ὑπεκρύπτοντο
ἐπιπεσεῖσθαι, καὶ τὸ τάχος ἀνακόψαι τῆς πορείας, ἕως οἱ 245 ἐν τῷ ἄστει ἐκπολιορκηθεῖεν. οὕτω μὲν οὖν δύναμις οὐ λίαν ἐλαχίστη τῶν Περσῶν μάτην ἠσχόλητο, τοῦ ἄλλου πλήθους 246 ἀφῃρημένη. εὐθὺς δὲ ὁ Ναχοραγὰν ἐξῆγε καὶ ὣς τὸν στρατὸν, φθάσαι τὴν ἐπήλυσιν δῆθεν βουλόμενος τῶν οὐδαμῶς παρεσομένων, καὶ πολλῷ ξὺν φρονήματι κατὰ τῶν ῾Ρωμαίων ἐχώρει, ἐπικομπάζων ἀναφανδὸν καὶ ἐπομνύμενος, ἠ μὴν
αὐθημερὸν τὴν πόλιν ἅπασαν αὐτοῖς ἀνδράσιν ἐμπρῆσαι. ἐπελέληστο γὰρ, ὡς ἔοικεν, ὑπὸ αὐθαδείας ὁ ἔμπληκτος, ὡς ἄρα ἐπὶ πόλεμον ᾔει, πρᾶγμα οὕτως ἀφανές τε καὶ ἀδηλότατον, καὶ πολλὰς ἐπιδεχόμενον ἐφ’ ἑκάτερα ῥοπὰς καὶ μεταβάσεις, μάλιστά τε πάπων, Αἴας τινὸς καὶ ὑπερτέρας ἀνάγκης ἀπηρτημένον,
ὅσον κὼ σμικρὸν οὐδὲν ἐν ταὐτῷ γίγνεται, ἀλλ’ ἔθνη 247 τε ἀνθρώπων μύρια καὶ πόλεις συχναὶ, καὶ πολιτεία ξύμπασα, οὕτω παρασχὸν, ἀνακινεῖται καὶ διαταράττεται, καὶ τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας σαλεύει. ὁ δὲ ἐς τοσοῦτον ἐπῆρτο ἀλαζονείας, ὡς καὶ τοῖς ἐργοπόνοις καὶ ὑπηρέταις, οἱ δὴ ἀνὰ τὴν
ὕλην σκεδαννύμενοι τὰ δένδρα κατέτεμνον, τυχὸν μὲν ξυλείας ἕνεκα, τυχὸν δὲ καὶ ἐπισκευῆς τῶν πολεμικῶν μηχανηάτων· τούτοις δὴ οὖν ἅπασιν ἐκέλευεν, ἐπειδὰν καπνὸν ἀρθέντα θεάσοιντο, τοὺς δὲ γιγνώσκειν ὡς πῦρ ἤδη τῷ τῶν Ῥωμαίων
ἔννοιά τις θεόθεν, οἶμαι, εἰσῆλθε πρός τινα νεὼν τῶν παρὰ Χριστιανοῖς σεμνοτάτων, οὐ ποῤῥω τῆς πόλεως ἀφεστηκότα, παραγενέσθαι ὡς τάχιστα, καὶ ἐπιθειάσαι καὶ τοίνυν ἀπολεξάμενος ἐκ τῆς Μαρτίνου καὶ τῆς οἰκείας δυνάμεως 251 ὅ, τι καρτερόν τε καὶ μαχιμώτατον, καὶ πεντάκις χιλίους ἱππότας
ἄγειρας, ἅπαντάς τε ὡς ἐς πόλεμον ἄριστα ἐξοπλίσας, ὁ δὲ ξὺν ἐκείνοις ἀπήλαυνε, τῶν τε σημείων οἱ ἑπομένων καὶ τῆς ἄλλης στρατηγικῆς εὐκοσμίας. οὕτω δὲ ξυνενεχθὲν, οὔτε οἱ Πέρσαι κατεῖδον τούτους πορευομένους, οὐμενοῦν οὐδὲ οἱ ἀμφὶ Ἰουστῖνον ἐκείνους ἐπιφοιτῶντας. ἀλλ’ ἑτέρωθεν γὰρ
ἀφιγμένοι, ἀθρέων τῷ περιβόλῳ προσέβαλλον, πλείονί τε ἥ πρότερον τοξείᾳ ἐχρῶντο , ὡς οὕτω δὴ καὶ μᾶλλον τοὺς ῾ρωμαίους ἐκπλήξοντες, καὶ τάχιστα τὴν πόλιν ἁρπασόμενοι.
καὶ βέλη πυρφόρα ἠκόντιζον , ἔς τε τοὺς καλουμένους σπαλίωνας ὑπεισδυόμενοι, πελέκεσι κατὰ τοῦ τείχους ἐπεφέροντο, ὡς ξύλινόν τε ὂν, καὶ ταύτῃ ῥᾳδίως διατεμνόμενον. οἱ δὲ τὸ δάπεδον διορύττειν ἐπειρῶντο, καὶ τῆς πρώτης βάσεως ἐφικνεῖσθαι, οὕτω τε ἀνατρέπειν καὶ διασπαράττειν τὸ ξυμπεπηγὸς
καὶ ἐνηρμοσμένον. ἀλλὰ γὰρ καὶ οἱ ῾Ρωμαῖοι, ἔς τε τοὺς πύργους καὶ τὰς ἐπάλξεις ἑστῶτες, ἀντεῖχον ξὺν προθυμίᾳ καὶ ἀπεμάχοντο, ὕσπερ τῇ πείρᾳ δεικνύναι βουλόμενοι τὸ μὴ χρῆναι αὐτοῖς ἑτέραν δύναμιν προσγενέσθαι. ἥ τε τοῦ Μαρτίνου ἀπάτη ἐν αὐτῷ δὴ τῷ ἔργῳ διεφάνη, ὡς χρήσιμός τε ἦν
καὶ ἐνεργοτάτη. ἅπαντες γὰρ ἀφειδῶς διεπονοῦντο, οὐδένα ὅν- 255 τινα τρόπον ἀμυντήριον μεθιέντες. δόρατα μὲν γὰρ πολλὰ ἐκ τοῦ μετεώρου ἀκοντιζόμενα τοὺς πολεμίους ἐτίτρωσκεν , ἅτε δὴ πλήθει γυμνῷ ἐρυμάτων προσπίπτοντα , καὶ οὐδὲ ἐνὸν ἑτέρωθι φέρεσθαι· λίθοῖ δὲ ἁμαξιαῖοι κατὰ τῶν σπαλιώνων ἐῤῥίπτοντο,
τὰ πλέγματα καταγνύντες. μείονές τε ἄλλοι διασφενδονώμενοι τὰ κράνη τῶν Μηδῶν καὶ τὰς ἀσπίδας κατέθραυον,
πολλῇ ξὺν ἀνάγκῃ ἐκτινασσόμενα , ἐπιπλεῖστον ἐφέρετο, ὡς καὶ πολλοὺς τῶν βαρβάρων, πόῤῥωθεν ἐτι ἐπερχομένους, ἐκ τοῦ ἀφανοῦς αὐτοῖς ἵπποις διαπερονᾶσθαι, καὶ καταπίτειν ἐξαπιναίως. βοή τε ἐπιμέγα ἐπῆρτο , καὶ σάλπιγγες ἑκατέρωθεν πολεμιστήριόν τι μέλος ἐπῇδον. οἱ δὲ Πέρσαι καὶ τοῖς τυμπάνοις
ἐβόμβουν, καὶ σφοδρότερον ἐπηλάλαζον ἐκπλήξεως ἕνεκα, ὅ τε τῶν ἵππων χρεμπισμὸς καὶ τῶν ἀσπίδων ὁ πάταγος καὶ αἱ τῶλ θωράκων συντρίψεις παμμιγῆ τινα καὶ ἄγριον ἀνέπλεκον ἦχον. ἐν τούτῳ δὲ Ἰουστίνῳ τῷ Γερμανοῦ ἐκ τοῦ νεῶ 259 ἐπανιόντι ξυναίσθησις γίγνεται τῶν δρωμένων τῇ τε ταραχῇ
καὶ τῷ κτύπῳ. καὶ αὐτίκα τοὺς ἀμφ᾿ αὐτὸν ἱππότας συστρέψας, καὶ ἐς τάξιν τινὰ ἐν κόσμῳ καταστησάμενος, τά τε σημεῖα ἐς ὕψος ἀρθςναι ἐκέλευε , καὶ ἅπαντας ἔχεσθαι ἔργου, γιγνώσκοντας ὡς οὐκ ἀθεεὶ ἔτυχον τοῦ ἄστεος ἔξεληλυθότες, ἀλλ᾿ ἐφ᾿ ᾦ δεδίξασθαι τοὺς πολεμίους τῷ ἀπροσδοκήτῳ, καὶ
ἀπελάσαι τῆς πολιορκίας. ὡς δὶ βραχύ τι προελθόντες κατειῖδον τοὺς Πέρσας ἐγκειμένους τῷ περιβόλῳ , τότε δὴ ἀθρόον
ἐνεπίμπλαντο, καὶ χύδην ἐς ἑαυτοὺς ἀνελιττόμενοι, ἀπεχώρουν ἠρέμα ἐς τὰ ὀπίσω, καὶ ἐς ὑπαγωγὴν ἐκινοῦντο. ταῦτα δὲ πόρρωθεν οἱ Διλιμνῖται θεασάμενοι, ἀμφὶ γὰρ τὸ μεσαίτατον τοῦ τείχους ἐμάχοντο,) ὀλίγους μὲν αὐτοῦ κατέλιπον, οἱ δὲ ἄλλοι ἐχώρουν ἐπὶ τὸ πονούμενον. Ἄγγιλας δὲ καὶ Θεόδωρος, 263
οἱ τῶν ῾Ρωμαίων ταξίαρχοι, ὦν δὴ καὶ πρότερον ἐπεμνήσθην, ἐπιφρασάμενοι τὴν ὀλιγότητα τῶν μεμενηκότων, ἐπεξίασιν ἀθρόον τοῦ ἄστεος ξὺν ἀποχρώσῃ δυνάμει· καὶ τὸ μέν τι αὐτῶν διαφθείρουσιν, ἔνιοι δὲ ἀποδράσαντες ᾤχοντο· τούτους τε οἱ Ῥωμαῖοι διώκοντες οὐκ ἀνίεσαν. οἱ δὲ ἄλλοι Διλιμνῖται
ταῦτα ἰδόντες , οἵπερ ᾔεσαν ὡς δὴ τοῖς πιεζομένοις ἐπαμυνοῦντες, ἐπιστρέφουσιν αὐτίκα ἔπι θάτερα, ὑ-
ὑπῆρχεν ἐν αὐτοῖς τοῦ ὀργιζομένου τὸ ταραττόμενον. ἡ δὲ τῶν Περσῶν στρατιὰ, ὁπόση δὴ ὡς πλησιαίτατα παρετάττετο, ἰδόντες τοὺς Διλιμνίτας οὕτω δή τι ξὺν ταραχῇ καὶ ἀκοσμίᾳ φοιτῶντας, ἕτερόν τε οὐδὲν ἢ ὅτι ἀποδιδὸάσκουσι διανοηθέντες, καὶ λογιζόμενοι ὡς οὐκ ἄν ποτε ἐκεῖνοι ἐς τοῦτο αἰσ́χονς ἀφίκοντο,
μὴ μεγάλου τινὸς καὶ ἀνυποίστου περιεστηκπός κινδύνου, τότε δὴ καὶ αὐτοὶ τραπέντες ἀγεννῶς ἐσκεδάννυντο. ἡ δὲ μελετωμένη τέως φυγὴ καὶ ὑπολανθάνουσα, τότε δὴ αὐτοῖς ἐς τοὐμφανὲς ἀνεῤῥάγη. ἀλλὰ γὰρ καὶ οἱ Διλιμνῖται ταὐτὰ περὶ τῶν Περσῶν οἰηθέντες, ξυνείποντό γε αὐτοῖς καὶ συνεξέθεον,
267 ἀπατήσαντές τε ἅμα καὶ ἐξηπατημένοι. τούτων δὲ γιγνομένων, πλεῖστοι ὅσοι τῶν Ῥωμαίων τοῦ περιβόλου διεκβάντες, λαμπροτέραν τοῖς πολεμίοις εἰργάσαντο τὴν ἀναχώρησιν, ἐπισπόμενοί τε αὐτοῖς, καὶ τὸ ἀεὶ λειπόμενον ἀναιροῦντες. ἄλλοι δὲ ἄλλοθεν ἐπεξιόντες πρὸς τὸ ἀντέχον ἔτι καὶ ξυνεοτηκὸς
268 διεπονοῦντο. τὸ μὲν γὰρ λαιὸν κέρας τῶν βαρβάρων οὕτω
ὑπὲρ τούτων ὀχούμενοι τοξόται λίαν ἐσίνοντο τοὺς ἐπιόντας, 271 οἷα ἐς ὕψος ἠρμένοι , καὶ τῷ ὑπερανέχειν εὐσκοπώτοτα βάλλοντες· αἱ τε τῶν ἱππέων ἴλαι, διεκτρέχουσαι, ῥαδίως προσέβαλλον καὶ ἠνώχλουν ἀνδράσι πεζοῖς καὶ ἐμβριθέστερον ὡπλισμένοις· ἤδη τε οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ἐκκλίναντες
ἀπηλαύνοντο.
ἐπιόντα οἱ δεινῶς τὸν θρασύτερον τῶν ἐλεφάντων πλήττει βιαίως ἀνὰ τὴν ὀφρὺν τῷ δόρατι, καὶ ἐμπήγνυσι 272 τὴν αἰχμὴν, ὡς ἅπαν τὸ λοιπὸν ἀπῃωρῆσθαι. ὁ δὲ πρός τε τὴν πληγὴν δυσανασχετῶν, καὶ πρός γε τοῦ δορατίου ἀμφὶ τὸν ὀφθαλμὸν κραδαινομένου ἐκταραττόμενος, ὑπεξήγετο ἀθρόον
ἐς τοὔμπαλιν ἀνασκιρτῶν καὶ περιδονούμενος, τήν τε προνομίαν νῦν μὲν ὡσπερ ὕσπληγγα περιτινάσσων ἔπληττε πολλοὺς τῶν περσῶν καὶ ἐξηκόντιζε, νῦν δὲ ἐς μῆκος ἐκτείἐπεοσπηδῶντες
ἅπαντα ὀλοφυρμοῦ ἀνάπλεα καὶ θορύβων. οἱ μὲν γὰρ ἵπποι τῇ χαλεπότητι τοῦ θηρίου ἐπτοημένοι, οὐ μάλα τοῖς ῥυτῆρσιν ἐπείθοντο, ἀλλὰ τὰς ἐμπροσθίους μετεωρίζοντες ὁπλὰς, ἔξεκύλιον τοὺς ἐλατῆρας, οὕτω τε ἄτακτα διὰ τοῦ πλήθους ἐζήλλοντο, πνευστιῶντες θαμὰ καὶ φριμασσόμενοι. τῶν δὲ ἀνδρῶν
ἐς ἑαυτοὺς ἀναχωρούντων, ἁπάντων τε ὠθούντων ἀλλήλους καὶ παραγκωνιζομένων, καὶ ἑκάστου προτερῆσαι τὸν πέλας ἐπειγομένου, πλεῖστοι ὅσοι ἐπείνοντο ὑπὸ σφῶν, τοῖς τῶν φιλτάτων τε καὶ ὁμοφύλων ξίφεσι περιπταίοντες. οὕτω δὲ τῆς ταραχῆς 276 ἐπιμέγα ἰούσης, οἱ Ῥωμαῖοι, ὁπόσοι τε ἤδη ἐτύγχανον
ὑπεκβάντες τοῦ περιβόλου καὶ εἴ που τι αὐτῶν ἔνδον ἐλέλειπτο, τότε δὴ ἅπαντες ἐς μίαν τινὰ φάλαγγα συσπειραθέντες, καὶ τὸ μέτωπον ὡς καρτερώτατα ταῖς ἀσπίσι φραξάμενοι, ἐμπίπτουσι ξυγκεχυμένοις ἔτι τοῖς πολεμίοις. οἱ δὲ τῷ ἤδη προπεπονηκέναι τὴν προσβολὴν οὐκ ἐνεγκοιντες, ὠκύτατα ἔφηον·
οὐδὲ τοῦτο δρῶντες ἐν τάξει, οὐδὲ ὥστε καὶ ἀμύνεσθαι τοὺς
φεύγειν, τοῦτο δὴ τὸ πρὸς ἐκείνων ἤδη πρασσόμενον. οὕτως 279 ἄρα αὐτῷ τὰ τῆς ὑψηγορίας ἐς τοὐναντίον ἀπέβη. οἱ δὲ Ῥωμαῖοι οὐ πρότερον ἀνῆκαν διώκοντες τοὺς βαρβάρους καὶ ἀναιροῦντες, πρίν γε δὴ ὁ Μαρτῖνος, ἀποχρῆναι ἡγούμενος, ἀνεκαλεῖτό τε αὐτοὺς ὑπὸ τῇ σάλπιγγι, καὶ τὸν θυμὸν ἔξημέρου.
οὕτω τε οἱ πέρσαι μόλις εἰς τὸ οἰκεῖον στρατόπεδον ἀπεσώθησαν, οὐ μεῖον ἢ δέκα χιλιάδας μαχίμων ἀνδρῶν ἐν τῷδε τῷ ἔργῳ ἀποβεβληκότες.
ἀμφὶ τὸ τεῖχος ἐλέλειπτο. ἐντεῦθεν δὲ φλογὸς μεγάλης 280 ἀρθείσης, οἱ τὴν ὕλη κατατέμνοντες ὑπηρέται τῶν Περσῶν καὶ ἀχθοφόροι, ἰδόντες πόρρωθεν καπνὸν εἰς ὕψος ἀνέρποντα, καὶ ἐπὶ πολὺ τοῦ ἀέρος ἀνελιττόμενον, αὐτίκα οἱ δείλαιοι ἐπὶ τὸ ἄστυ ἐχώρουν, οἰηθέντες, ὡς που τῷ Ναχοραγὰν πρότερον
ἐκεκόμπαστο, τὸν περίβολον πυρπολεῖσθαι. τοιγάρτοι ξὺν
284 ὥσπερ τοῦδέ γε ἕνεκα μόνου παραγιγνόμενοι. ἀπολώλασι τοιγαροῦν οὐ πολλῷ ἐλάσσους τῶν δισχιλίων. τοσούτοις ἀνδράσιν ἐργοπόνοις, καὶ τὰ πολέμια ἥκιστα μεμελετηκόσιν, ἐς τε παράταξιν οὐπώποτε ἀφιγμένοις, αὐτομάτου τινòς καὶ παραλόγου ὀλέθρου ὁ Ναχοραγὰν αἰτιώτατος γέγονεν,
ἀνόητα παρακελευσάμενος. οὕτως ἄρα ἡ ἀλαζονεία οὐ μόνον αὐτοὺς σίνεται τοὺς κεκτημένους, ἀλλὰ γὰρ καὶ οὑς ἂν ἐκεινοις ὑπηρετεῖν συμβαίη καὶ πείθεσθαι. τούτων δὲ ὧδε ξυνενεχθέντων, οἱ μὲν Ῥωμαῖοι εὐέλπιδες ὑπῆρχον ἐς τὰ μάλιστά, ὡς καὶ αὖθις ῥᾳδίως περιεσόμενοι εἴγε ἄρα καὶ ἀναμαχεῖσθαι
285 οἱ βάρβαροι πειραθεῖεν. ὅσοι δὲ αὐτῶν ἐν τῇ μάχῃ ἐτεθνήκεσαν, (ἦσαν δὲ οὐ πλείους ἢ διακόσιοι,) τούτους δὴ εὐπρεπέστατα ἔθαψαν, ὑπεραγάμενοι τῆς προθῳμιας, ὡς ἄνδρας ἀγαθοὺς ἀποδεδειγμένους τοὺς δὲ τῶν πολεμίων νεκροὺς σκυλεύσαντες, ὅπλων τε ἄφθονον πλῆθος καὶ ἄλλων χρημάτων,
περιεβάλοντο. οὐ γὰρ μόνον ἀσπίδας καὶ θώρακας τυχὸν καὶ γωρυτοὺς βελῶν ἔνιοι τῶν κειμένων ἐπεφέροντο, ἀλλὰ πρε-
ἐπειδὴ αὐτὸν τά τε ἐπιτήδεια ἐλελοίπει, καὶ ἤδη χειμῶνος ὥρα ἐπεγίγνετο, ἐῴκει μὲν αὖθις πολεμησείοντι, καὶ ἐς τόδε συσκευαζομένῳ. οὐ μὴν ἔργῳ τὸ βούλευμα ἐπετέλει, ἀλλὰ τὸ τῶν Διλιμνιτῶν στῖφος τῇ ὑστεραίᾳ ἐκπέμψας ἀνὰ τὸ σταδιον, καὶ ἐς ἐκείνους ὁρᾷν τοὺς Ῥωμαίους ἀναπείσας, ταύτῃ
τε δόκησιν παρασχόμενος τοῦ ἐπελεύσεσθαι, αὐτίκα ὅγε σχολαίτερον ἅμα τοῖς ἄλλοις στρατεύμασιν ἐπὶ Κοτάϊσιν καὶ Μουχείρισιν ἐπορεύετο. ὡς δὲ πλεῖστον ἤδη τῆς ὁδοῦ προεληύθει, τότε δὴ καὶ οἱ Διλιμνῖται λύσαντες τὴν τά·ξιν, εὐκολώτατα ἀπεχώρουν, ἅτε δὴ κούφως ἀεὶ ἐσταλμένοι, καὶ ἄλλως
ἄλκιμοι καὶ ποδώκεις. παρῆσαν δὲ αὐτοῦ καὶ ἡ ἄλλη περσικὴ ἀπόμοιρα, οἱ δὴ ἐτύγχανον παρὰ τὸν Νέοκνον ποταμὸν πρότερον ἀπεσταλμένοι διὰ τὴν Μαρτίνου ἀπάτην, ἀπάτην, ῄπέρ 289 μοι ἤδη ἐρρήθη. γνόντες γὰρ ὡς ἐνενίκηντο μὲν οἱ πέρσαι, οἱ δὲ Ῥωμαῖοι ἁπάσης ἤδη τῆς χώρας ἐκράτουν, αὐτίκα οἵγε πορείαν τινὰ διαλανθάνουσαν καὶ τῶν λεωφόρων ἀποκεκριμένην διανύσαντες εἰς Μουχείρισιν ἵκοντο, τῶν μὲν ἀγώνων ἥκιστα μετασχόντες, τοῦ δὲ τῆς φυγῆς αἴσχους πολλῷ ἔτι
293
Historiae. Agathias Scholasticus. ed. B.G. Niebuhr. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.