δὸς, ἐχώρουν ἐπὶ τὴν Ὀνόγουριν. πορευομένοις δὲ αὐτοῖς
58
ἐκμελέστερον, καὶ οὐδενότι πολέμιον διανοουμένοις, ἐσπίπτουσιν ἀθρόον οἱ ἀμφὶ τὸν Δαβράγεζαν καὶ Οὐσίγαρδον, κα τῷ αἰφνιδίῳ γε αὐτοὺς καταπλήξαντες, εὐθὺς ἐς φυγὴν ἔτρεψαν.
τούτου δὲ ἀπηγγελμένου τοῖς πολιορκοῦσι Ῥωμαίοις, αὐτίκα οἵ γε θαῤῥαλεώτερον ἐπιφερόμενοι, τὰ τε παραπετάσματα ἐκείνα καθεῖλκον, καὶ ξὺν ἀκοσμίᾳ πολλαχοῦ τοῦ τείχους διεσκεδάννυντο, ὡς ῥᾳδίως τολοιπὸν τὰ τῇδε ἅπαντα διαρπασόμενοι, ἅτε δὴ τῶν ἔξωθεν δυσμενῶν πεφευγότων, καἰ οὐδενὸς
ἔτι ἐνοχλήσοντος. ἀλλ’ ἐκεῖνοι τάχιστα καταμαθόντες, ὡς οὐχ ἅπας αὐτοῖς ὁ τῶν Ῥωμαίων ἐπῆλθεν στρατὸς, ᾑπερ τὴν ἀρχὴν
59
ᾠήθησαν, ὀλιγοῖ δὲ σφόδρα καὶ ὅσοι κατάσκοποι μᾶλλον ἢ πολεμισταὶ ἀξιόχρεοι νομισθῆναι, ἐπιστρέφουσιν ἐξαπιναίως ἐπ’ αὐτοὺς ἀλαλάζοντες. οἱ δὲ τὴν μεταβολὴν οὐκ ἐνεγκόντες,
ἐς παλίωξιν μετεχώρουν, καὶ πολλῇ ἔφευγον ξὺν ταχυτῆτι. ἕποντο δὲ αὐτοῖς ὡς πλησιαίτατα καἰ οἱ Πέρσαι διώκοντες, ὥστε ἀμέλει ξυνενεχθῆναι, τῶν μὲν ἑλεῖν, τῶν δὲ ἀποδιδράσκειν σκειν ἐπειγομένων, ἄμφω, τούς τε φεύγοντας ἅμα καὶ τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, παρὰ τὰ ἄλλα τῶν Ῥωμαίων στρατεύματα
μιγάδην ἱκέσθαι. θορύβου δὲ πολλοῦ, ὡς τὸ εἰκὸς, ἀναστάντος, ἅπαν δὴ τὸ πλῆθος, περιφρονήσαντες τὴν πολιορκίαν
60
καὶ τὴν ὅσον οὔπω ἐλπισθεῖσαν ἔσεσθαι πόρθησιν τοῦ φρουρίου, κω δὴ ξὺν τοῖ, στρατηγοῖς ἀπιόντες ᾤχοντο, οὔτε