ρήσασθαι πλἧθος, καὶ κοινῆς μεταδοῦναι τραπέζης, καὶ ἀπάρ-
292
ξασθαι φιλοτησίας, οὔπω τοῦτο ἐπ᾿ ἄλλῳ τῳ γεγενημένον, ἐπόμνυσθαί τε πολλάκις ἦ μὴν οὐπώποτε τοιόνδε ἄνδρα ἑωρακέναι. καίτοι πρότερον ἀρίστους ὡς ἀληθῶς ἐτεθέατο φιλοσόφους,
ἐνθένδε ὡς αὐτὸν ἀφικομένους. οὐ πολλῷ γὰρ ἔμπροσθεν Δαμάσκιος ὁ Σύρος καὶ Σιμπλίκιος ὁ Κίλιξ, Εὐλαιμιóς τε ὁ Φρὺξ, καὶ Πρισκιανὸς ὁ Λυδὸς, Ἑρμείας τε καὶ Διογένης
293
οἱ ἐκ Φοινίκης, καὶ Ἰσίδωρος ὁ Γαζαῖος, οὗτοι δὴ οὖν ἅπαντες τες τὸ ἄκρον ἄωτον, κατὰ τὴν ποίησιν, τῶν ἐν τῷ καθ᾿ ἡμᾶς
χρόνῳ φιλοσοφησάντων, ἐπειδὴ αὐτοὺς ἡ παρὰ Ῥωμαιοις κρατοῦσα ἐπὶ τῷ κρείττονι δόξα οὐκ ἤρεσκεν, ᾤοντό τε τὴν Περσικὴν πολιτείαν πολλῷ· εἷναι ἀμείνονα· τούτοις δὴ τοῖς ὑπὸ τῶν πολλῶν περιᾳδομένοις ἀναπεπεισμένοι, ὡς εἴη παρ᾿ ἐκείνοις δααιότατον μὲν τὸ ἄρχον, καὶ ὁποῖον εἶναι ὁ Πλάτωνος
βούλπαι λόγος, φιλοσοφίας τε καὶ βασιλείας ἐς ταὐτὸ ξυνελθούσης, σῶφρον δὲ ἐς τὰ μάλιστα καὶ κόσμιον τὸ κατήκοον,
294
καὶ οὔτε φῶρες χρημάτων, οὔτε ἅρπαγες ἀναφύονται, ἀτὰρ οὐδὲ τὴν ἄλλην μετιόντες ἀδαιαν, ἀλλ᾿ εἰ καί τι τῶν τιμίων κτημάτων ἐν ὁτῳδηοῦν χώρῳ ἐρημοτάτῳ καταλειφθείη, ἀφαιρεῖται
ὅστις οὐδεὶς τῶν ἐντυγχανόντων, μένει δὲ οὕτως, εἰ καὶ
295
ἀφύλακτον ᾖ , σωζόμενον τῷ λελοιπότι ἐστ᾿ ἂν ἐπανήκοι· τούτοις δὴ οὖν ὡς ἀληθέσιν ἀρθέντες, καὶ πρός γε ἀπειρημένον αὐτοῖς ἐκ τῶν νόμων ἀδεῶς ἐνταῦθα ἐμπολιτεύεσθαι, ὡς τῷ καθε-