ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
ΙΣΤΟΡΙΩΝ Β.
μελέταις· τροχάζειν τε ἀναγκάζων καὶ ὑπὲρ τῶν ἵππων ἐν κόσμῳ ἀναπάλλεσθαι, ἔς τε πυῤῥίχην τινὰ ἐνόπλιον ὄρχησιν] περιδινεῖσθαι, καὶ θαμὰ τῇ σάλπιγγι καταβομβεῖσθαι τὸ ἐνυάλιον ἐπηχούσῃ, ὡς μὴ πάμπαν τῷ ἀνειμένως
διαχειμάζειν ἐπιλελησμένοι τοῦ πολέμου, εἶτα ἐν αὐτῷ δὴ 6 τῷ ἀγῶνι μαλθακισθεῖεν. Ἐν τούτῳ δὲ οἱ βάρβαροι σχολαίτερον πορευόμενοι τὰ ἐν πόσιν ἅπαντα ἐδῄουν καὶ ἐλυμαίνοντο. ὑπερβάντες δὲ ὡς ἀνωτάτω Ῥώμην τε τὴν πόλιν ἅπασαν τὴν περιοικίδα, ᾔεσαν ἀνὰ τὰ πρόσω· ἐν δεξιᾷ μὲν
ἔχοντες τὰ Τυρσηνικὰ πελάγη, ἐπὶ θάτερα δὲ αὐτοῖς παρετέταντο αἱ τοῦ Ἰονίου κόλπου ῥηγμῖνες. ἐπεὶ δὲ ἐς Σάμνιον, τὴν χώραν οὕτω καλουμένην, ἀφίκοντο, ἐνταῦθα διεκρίθησαν ἐφ’ 7 ἑκατέραν πορείαν. καὶ Βουτιλῖνος μὲν ἅμα τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ ἀνὰ τὰς Τυρσηνικὰς ἠιόνας ἐχώρει· καὶ
Καμπανίας τε τὰ πλεῖστα ἐληίσατο, καὶ μὲν δὴ καὶ Λευκανίας ἐπέβη, καὶ εἶτα Βρεττίᾳ προσέβαλλεν, καὶ μέχρι τοῦ πορθμοῦ προῆλθεν, ὃς δὴ Σικελίαν τε τὴν νῆσον καὶ τὸ τέρμα τῆς Ἰταλίας ἀπικρίνει. Λεύθαρις δὲ τὰ λοιπὰ ἐπαγόμενος, Ἀπουλιάν ἔλαχε σίνεσθαι καὶ Καλαβρίαν. καὶ
ἕως Ὑδροῦντος τῆς πόλεως ἵκετο, ἣ δὴ ἐπὶ τῷ αἰγιαλῷ
μοι ἤδη ἐρρήθη, καὶ παραπλήσια τοῖς Ῥωμαίοις ἱερουγργοῦντες. 10 τὸ δὲ Ἀλαμανικὸν ἅπαν, ἕτερα γὰρ ἐκείνοις ἐς τοῦτο δοκεῖ,) ἐδῄουν τοὺς νεὼς ἀφειδῶς, καὶ ἀπηγλάϊζον. πολλὰς μὲν γὰρ κάλπεις ἱερὰς, πολλὰ δὲ περιῤῥαντήρια πάγχρυσα, συχνὰ δὲ κύπελλα καὶ κανᾶ, καὶ ὅσα ταῖς μυστικαῖς ἁγιστείαις ἀνεῖται,
ταῦτα δὲ ἀφαιρούμενοι, ἅπαντα οἰκεῖα κτήματα τοῖς δὲ οὐδὲ τάδε ἀπέχρη, ἀλλὰ τάς τε ὀροφὰς τῶν ἱερῶν ἀνακτόρων κατέβαλλον, καὶ τὰς κρηπῖδας ἀνεκίνουν· λύθρῳ τε τὰ τεμένη περιεῤῥεῖτο, καὶ τὰ λήϊα ἐμιαίνετο, πολλαχοῦ νεκρῶν ἀτάφων περιεῤῥιμμένων. ἀλλ’ οὐκ ἐς μακρὰν αὐτοὺς τὰ
ἐνθένδε μετῆλθεν μηνίματα. οἱ μὲν γὰρ πολέμῳ, τὸ δέ τι αὐτῶν 11 νόσῳ διεφθάρη, καὶ οὐδεὶς ὅστις ἀπώνατο τῆς προτέρας 12 ἐλπίδος· ἀδίκια γὰρ καὶ θεοῦ ἀθεραπευσία φευκτὰ μὲν ἀεὶ καὶ ἀσύμφορα, μάλιστα δὲ ἐν τῷ προσπολεμεῖν καὶ παρατάττεσθαι. πατρίδι μὲν γὰρ ἐπαρήγειν καὶ νόμοις πατρίοις, καὶ
τοῖς ταῦτα λυμαινομένοις ἥκιστα ἐφιέναι, ἀλλὰ παντὶ σθένει ἀμύνεσθαι, ὤιόν τι ἂν εἴη καὶ μάλα γενναῖον. ὅσοι δὲ κέρδους ἕκατι καὶ δυσμενείας ἀλόγου, μηδὲν ἐπίκλημα ἔνδικον ἔχοντες, ἔπειτα φοιτῶσιν ἀνὰ τὴν ὀθνείαν, τοὺς μηδὲν ἠδικηκότας σι-
τε καὶ Βουτιλῖνον βαρβάροις ξυνέβη.
ἔστελλεν δὲ ὡς τὸν ἀδελφὸν ἀγγελιαφόρους, παρακελευόμενος καὶ τόνδε ὡς τάχιστα ἐπανιέναι, χαίρειν εἰπόντα 16 τῷ πολέμῳ, καὶ τῇ ἀδήλῳ τύχῃ τῶν ἐσομένων. Βουτιλῖνος δὲ καὶ ὅτι ὀμωμόκει τοῖς Γότθοις, ἦ μὴν ξυνάρασθαι αὐτοῖ̣ς τὸν πρὸς 'Ρωμαίους ἀγῶνα, καὶ ὅτι αὐτὸν ἐκεῖνοι ἐθώπευον, βασιλέα
σφῶν ἀναδείξειν ἐπιθρυλλοῦντες, ἐδόκει οἱ μενετέα ειναι, καὶ τὰ ξυγκείμενα διανυστέον. καὶ ὁ μὲν τούτων δὴ ἕνεκα ἔμενέ τε αὐτοῦ, καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. Λεύθαρις δὲ ἅμα
ἐς τέλος ἀπέβη τὰ δοκηθέντα, τῷ τε ἀδελφῷ οὐ μάλα ἤρκεσεν ἐπαμῦναι. ἤδη γὰρ αἰτῶ ἀνὰ τὴν αὐτὴν πορείαν ἐπανερ χομένῳ, 19 μέχρι μὲν Πικηνοῦ τῆς χώρας οὐδενότι ἀντίπαλον ξυνηνέχθη. ὡς δὲ ἐνταῦθα ὁδῷ ἰὼν ἐγεγόνει, αὐτὸς μὲν περὶ τὴν Φᾶνον ἐστρατοπεδεύετο τὴν πόλιν. ἔστελλε δὲ εὐθὺς, ὣσπερ εἰώθει, προφύλακας
καὶ διοπτῆρας ἄνδρας ἐς τρισχιλίους, οὐ μόνον ἐπισκεψομένους τὰ πρόσω, ἀλλὰ γὰρ καὶ, εἴπου πολέμιοι φανεῖεν ἀμυνουμένους. Ἀρταβάνης δὲ καὶ Οὔλδαχ ὁ Οὖννος, ἐτύγχανον γὰρ ἅμα στρατεύματι Ῥωμαϊκῷ τε καὶ Οὐννικῷ εἰς τὴν πόλιν ξυνειλεγμένοι καὶ ἐφεδρεύοντες τῇ παρόδῳ,
οὗτοι δὴ οὖν, ἐπειδὴ ἐκείνους τοὺς προπορευτὰς ἐθεάσαντο έν αὐτῷ δὴ τῷ αἰγιαλῷ τοῦ Ἰονικοῦ κόλπον καὶ τῇ κροκάλῃ ὑπεκβάντες τοῦ ἄστεος, ἐσβάλλουσιν ἀθρόον ἐς 20 αὐτοὺς, εὖ μάλα παρατεταγμένοι, καὶ πολλοὺς μὲν τοῖς ξίφεσι
τε καὶ ἐπίδρομον, οὐδὲ οἷον τοῖς ἐπ᾿ ἄκρου γιγνομένοις εὐκόλους παρέχειν τὰς ἀναβάσεις, ἀλλ᾿ ὀλισθηρὸν, ὡς τὰ πολλὰ, καὶ σηραγγῶδες καὶ ἐς τὸ βαθυνόμενον τῆς ῥηγμῖνος ἐπικεκλιμένον. 23 οὕτω δὴ οὖν τῶν πλείστων διαφθειρομένων, καθορῶντες οἱ ἄλλοι ἔφυγον οὐδενὶ κόσμῳ, βοῇ τε ξὺν πολλῇ καὶ οἰμωγῇ
ἀνὰ τὸ στρατόπεδον εἰσπεσόντες, θορύβου καὶ ταραχῆς ἅπαντα ἔπλησαν, ὡς αὐτίκα μάλα τῶν 'Ρωμαίων ἐπελευσομένων. αὐτóς τε δὴ οὖν Λεύθαρις διανίστατο ἐς παράταξιν, καὶ ἅπαν τὸ στράτευμα ἐκινεῖτο· καὶ τοίνυν, ἀναλαβόντες τὰ ὅπλα, ἐς φάλαγγα καθίσταντο, βαθεῖάν τε καὶ ἐπιμέγα παρατεταμένην.
ἐν τούτοις δὲ αὐτῶν καταστάντων, καὶ οὐδὲν ὁτιοῦν αὐτοῖς ἕτερον ἐν νῷ τίθεσθαι παρέχοντος τοῦ καιροῦ, οἱ πλεῖστοι τῶν αἰχμαλώτων ἀφύλακτοι ἀθρόον γεγενημένοι, ἀπεχρῶντο ἐν δέοντι τῇ τῶν πολεμίων ἀσχολίᾳ· αὐτοὶ τε γὰρ ὡς τάχιστα διεδιιδρασκον, καὶ τῶν λαφύρων ὁπόσα οἶόν τε ἦν ἐς τὰ ἐχόμενα
24 φρούρια διεκόμισαν.
ἔσεσθαι, εἴγε ὡς τάχιστα ἐκ Φάνου τῆς πόλεως ἀναστάντες, ἴοιεν ἀνὰ τὰ πρόσω. καὶ τοίνυν αὐτίκα ἐχώρουν, ἀφέντες δὲ ἐν δεξιᾶ τὸν Ἰόνιον κόλπον καὶ ἅπασαν τὴν παράκτιόν τε καὶ ψαμαθώδη πορείαν, ἀνὰ τοὺς πρόποδας τοῦ Ἀπινναιου ὄρους ἐπορεύθησαν. οὕτω τε ἰθὺ Αἰμιλείας καὶ Ἀλπισκοτιας ἐλθόντες,
μόλις τὸν Πάδον ἐπεραιοῦντο. καταλαβόντες δὲ Βενετίαν τὴν χώραν, ἐς Κένπα τὴν πόλιν κατήκοον οὖσαν σφῶν ἐν τῷ τότε ηὐλίζοπο, αὐτοῦ τε τολοιπὸν ἐν τῷ ἀσφαλεῖ διαιτώμενοι 28 ἤσχαλλόν γε ὅμως καὶ ἐδυσφόρουν, καὶ πολύ τι ὑπῆρχε διαφανὲς τῆς γνώμης τὸ ἀνιώμενον. αἴτιον δὲ ἦν, ὅτι δὴ αὐτοῖς
ἐλὰχωτα ἐκ τῆς λείας ἐλείπετο, καὶ ἐδόκει ἄκαρπα καὶ ἀνόνητα διαπεπονηκέναι ἀλλ᾿ οὐ μέχρι τοῦδε μόνον αὐτοῖς τὰ τῶν δυστυχημάτι ἐχώρει. ὀλίγῳ γὰρ ὕστερον καὶ νόσος τις λοιμώδης ἔφθειρε τὰ πλήθη ἐξαπιναίως ἐπεισπεσοῦσα. καὶ οἱ μὲν αὐτῶν μοχθηρὸν ἀποκαλοῦντες τὸν περικείμενόν σφίσιν ἀέρα αἴτ́ιον
ἐκείνου τοῦ πάθους γεγενῆσθαι ἡγοῦντο. οἱ δὲ ὅτι πολέμους τε συχνοὺς καὶ ὁδοιπορίας μακρὰς διανύσαντες, ἀθρόον ἐς τὸ
θεήλατοι μετῆλθον ποιναὶ. παραπλήξ τε γὰρ ἐγεγόνει, καὶ ἐλάτα περιφανῶς, καθάπερ οἱ ἔκφρονες καὶ μεμηνότες, κλόνος τε αὐτὸν ἐπεῖχε μύριος, καὶ οἰμωγὰς ἀφίει βαρείας καὶ νῦν μὲν πρηνὴς, νῦν δὲ καὶ ἐπὶ θάτερα ἐν τῷ ἐδάφει κατέπιπτεν· ἀφρῷ τε πολλῷ τὸ στόμα περιεῤῥεῖτο· καὶ τὼ ὀφθαλμὼ βλοσυρώ γε
ἤστην καὶ παρατετραμμένω. ἐς τοῦτο δὲ ἄρα ὁ δείλαιος ἀφῖκτο μανίας, ὥστε ἀμέλει καὶ τῶν οἰκείων μελῶν ἀπογεύσασθαι. 32 ἐχόμενος γὰρ ὀδὰξ τῶν βραχιόνων καὶ διασπῶν τὰς σάρκας, κατεβίβρωσκέ γε αὐτὰς ὥσπερ θήριον διαλιχμώμενος τὸν ἰχῶρα. οὕτω δὲ ἑαυτοῦ ἐμπιπλάμενος, καὶ κατασμικρὸν ὑποφθινύθων,
οἰκτρότατα ἀπεβίω. ἔθνησκον δὲ χύδην καὶ οἱ ἄλλοι, οὐδενότι καὶ ἀνιέντος τοῦ κακοῦ, ἕως ἅπαντες διεφθάρησαν. καὶ πυρετῷ μὲν οἱ πλεῖστοι πιεζόμενοι, νηφαλέοι γε ὅμως ἀπώλλυντο. ἐνίοις δὲ καὶ ἀποπληξία ἐνέσκηπτεν ἰσχυρὰ καὶ ἑτέροις καρηβαρία, καὶ παραφροσύνη ἐτέροις. ποικίλα μὲν γὰρ αὐτοῖς
ἐΠεφέρετο πάθη, ἅπαντα δὲ εἰς ὄλεθρον ἀπεκρίνετο. Λευθα-
τε καὶ φρούρια σχεδόν τι ἃπαντα λυμηνάμενος, αὖθις ὡς τάχιστα ἰθὺ Καμπανίας τε καὶ Ῥώμης. ἠκηκόει τὸν Ναρσῆν καὶ τὰς βασιλέως δυνάμεις αὐτοῦ που ἠθροῖσθαι. καὶ ἠβούλετο μὴ μέλλειν ἔτι μηδὲ ἀλᾶσθαι, ἀλλὰ παντὶ τῷ στρατῷ παραταξάμενος, τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἀναῤῥίοψαι·
ἐπεὶ κὼ μέρος τι οὐκ ἐλάχιστον καὶ τῆς ἀμφ’ αὐτὸν νόσῳ ἑαλώκει καὶ διεφθείρετο. ἤδη γὰρ τοῦ θέρους λήγοντος, καὶ τοῦ φθινοπώρου ἀρχομένου, αἱ μὲν ἄμπελοι τῷ καρπῷ ἐβρίθοντο, οἱ δὲ χήτει τῶν ἄλλων ἐπιτηδείων, ἅπαντα γὰρ τῷ Ναρσῆ ἐμφρονέστατα προδιήρπαστο,) οἱ δὲ τοὺς βότρυς 36
ἀφαιρούμενοι, καὶ ταῖς χερσὶ διαθλίβοντες, ἐνεφοροῦντο τοῦ γλεύκους, αὐτοσχεδιάζοντες τὸν ἀνθοσμίαν. ἐνθένδε τε αὐτοῖς ἡ γαστὴρ ἐπιμέγα ἐφέρετο καὶ διέῤῥει, καὶ τὸ μέν τι ἔθνησκεν αὐτίκα, ἦσαν δὲ οἱ καὶ διεγίγνοντο. πρὶν γε δὴ οὖν καὶ ἅπασιν ἐκνικῆσαι τὸ πάθος, ἐδόκει οἱ εἶναι πολεμητέα ἐς
ὅ, τι ἐκβαίη. καὶ τοίνυν ἀφικόμενος ἐς Καμπανίαν, στρατοπεδεύεται οὐ πόῤῥω Καπύης τῆς πόλεως, ἀμφὶ τὰς ὄχθας τοῦ Κασουλίνου ποταμοῦ. ὃς δὴ ῥέων ἐκ τοῦ ὄρους τοῦ Ἀπιν-
τροχοὺς, ἃς δὴ ὡς πλείστας ἐπήγετο, στοιχηδὸν ἐς ἀλλήλους ἁρμόσας, ἐνέπηξε τὰ ὀπίσω τῷ ἐδάφει, ἄχρι καὶ ἐς τὰς πλήμνας περιχώσας, ὡς μόνα τὰ ἡμικἴκλια ὑπερανέχειν καὶ προβεβλῆσθαι. τούτοις δὴ οὖν καὶ ἑτέροις ξύλοις πολλοῖς ἅπαν τὸ στράτευμα ἐρυμνώσας, ἔξοδόν τινα οὐ μάλα εὐρεῖαν
καταλέλοιπεν κενὴν τῶν περιφραγμάτων, ὡς ἐκ τῆσδε αὐτοῖς ἐξείη ῥᾳδίως ᾖ βούλοιντο κατὰ τῶν πολεμίων ἐφόδους τε καὶ 41 ἐπανόδους ποιεῖσθαι. ὅπως δὲ ἂν αὐτῷ μηδὲ τὰ τῆς γεφύρας τοῦ ποταμοῦ ἀφύλακτα εἴη, μηδέ γε ἐνθένδε πημαίνοιτο, προκαταλαμβάνει τε αὐτὴν, καὶ πύργον τινὰ ξύλινον ἐνταῦθαι
τεκτηνάμενος, ἐφίστησιν ἐν αὐτῷ ἄνδρας ὁπόσους οἶόν τε ἦν μαχίμους τε καὶ ἄριστα ὡπλισμένους· ἐφ᾿ ᾦ ἐκ τοῦ ἀσφαλοῦς ἀμύνεσθαι, καὶ ἀπερύκειν τοὺς 'Ρωμαίους διαβησείοντας. οὕτω δὲ ἕκαστα διαθεὶς, ᾤετό οἱ τὰ παρόντα ἐν δέοντι παρεσκευάσθαι, ὡς καὶ ἐν αὐτῷ δή που κεισόμενον πολέμου κατάρχεσθαι,
καὶ οὐ πρότερον μάχης ἐσομένης, πρὶν ἂν ἐκείνῳ εἴη βουλομένῳ. καὶ τὰ μὲν ἀμφὶ τῷ ἀδελφῷ ἐν Βενετίᾳ ξυμβαίνοντα 42 οὔπω ἐπέπυστο, ἐθαύμαζεν δὲ ὅτι δὴ αὐτῷ κατὰ τὸ ξυγκείμ́ενον
αὐτῷ μάλιστα μυριάδας μαχίμων ἀνδρῶν ἡ λειπομένη στρατιὰ ξυνετάττετο· ἡ δὲ τῶν Ῥωμαίων δύναμις μόλις ἐν χιλιάσιν ἐτύγχανεν οὖσα.
οἀγὼν οὐκ ὠτὶ σμικρῷ τινι χωρήσει, ἀλλ’ ἢ καθέξομεν,” ἔφη, 45 „τὴν Ἰταλίαν, οὖ δὴ καὶ ἕκατι ἀφικόμεθα, ἢ λελείψεται ἡμῖν ἅπασιν ἀκλεῶς ἐνθάδε τεθνάναι. οὐκοῦν τόδε ἡμᾶς, ὠ γενναῖοι, ἀντ’ ἐκείνου ἑλέσθαι προσήκει, ἐξὸν ἄνδρας ἀγαθοὺς ἐν τῷ πολέμῳ γιγνομένους, ἀπόνασθαι ὦν ἐφιέμεθα.’’ Βουτιλῖνος
μὲν οὖν ταῦτά τε καὶ τὰ τοιάδε παραινῶν τοῖς πλήθεσιν οὐκ ἀνίει. οἱ δὲ ἐπερρώννυντο ταῖς ἐλπίσι, καὶ τὰ ὅπλα, ὡς πη ἑκάστῳ φίλον, παρεσκευάζοντο. ὡδὶ μὲν γὰρ πελέκεις ἐθήγοντο πολλοὶ, ὡδὶ δὲ τὰ ἐπιχώρια δόρατα, οἱ ἄγγωνες, ἑτέρωθι δὲ τῶν ἀσπίδων αἱ διερρωγυῖαι πρὸς τὸ ἐνεργὸν μετεποιοῦντο,
καὶ ῥᾳδίως αὐτοῖς ἅπαντα παρεσκεύαστο. λιτὴ γὰρ 46 τοῦδε τοῦ ἔθνους ἡ ὅπλισις, καὶ οἵα οὐ τεχνιτῶν δεῖσθαι ποικίλων, ἢ μόνον ὑπ’ αὐτῶν οἶμαι τῶν χρωμένων διακοσμεῖσθαι,
τοῖς σκέλεσι περιαμπίσχονται. ἵπποις δὲ ἥκιστα χρῶνται, πλὴν σφόδρα ὀλίγων, ἅτε δὴ αὐτοῖς τὸ πεζομαχεῖν σύντρφόν τε ὂν καὶ πάτριον καὶ ἄριστα μεμελετημένον. ξίφος δὲ τῷ μηρῷ, καὶ ἀσπὶς τῇ λαιᾷ πλευρᾷ παρῃώρηται. καὶ τοίνυν τόξα
ἢ σφενδόνας ἢ ἄλλα ἄττα ἑκηβόλα ὅπλα οὐκ ἐπιφέρονται, ἀλλὰ
πελέκεις γὰρ ἀμφιστόμους καὶ τοὺς ἄγγωνας, οἶς δὴ καὶ τὰ πλεῖστα κατεργάζονται· εἰσὶ δὲ οἱ ἄγγωνες δόρατα οὐ λίαν σμικρὰ, οὐμενοῦν ἀλλ᾿ οὐδὲ ἄγαν μεγάλα, ἀλλ᾿ ὅσον ἀκοντίζεσθαί τε, εἴπ́ου δεήσοι, καὶ ἐς τὰς ἀγχεμάχους παρατάξεις πρὸς τὰς ἐμβολὰς ἐφικνεῖσθαι. τούτων δὲ τὸ πλεῖστον μέρος σιδήρῳ πάντοθεν περιέχεται,
ὡς ἐλάχιστόν τι διαφαίνεσθαι τοῦ ξύλου, καὶ μόλις ὅλον τὸν σαυρωτῆρα· ἄνω δὲ ἀμφὶ τὸ ἄκρον τῆς αἰχμῆς καμπύλαι 49 τινὲς ἀκίδες ἐξέχουσιν ἑκατέρωθεν ἐξ αὐτῆς δήπου τῆς ἐπιδρατίδος, ὥσπερ ἄγκιστρα ὑπογναπτόμενα, καὶ ἐς τὰ κάτω 50 νενεύκασι. καὶ οὖν ἀφίησι τυχὸν ἐν συμπλοκῇ τοῦτον δὴ τὸν
ἄγγωνα Φράγγος ἀνήρ. καὶ εἰ μὲν σώματί που ἐγχρίψειεν, εἰσδύεται μὲν εἴσω, ὥσπερ εἰκὸς, ἡ αἰχμὴ, οὔτε δὲ αὐτὸν τὸν βληθέντα οὔτε ἄλλον τινὰ ἐρύσαι ῥᾳδίως ἔνεστι τὸ δόρυ. εἴρ-
καὶ ξυμπεριάγπαι, συρομένου ἐν τῷ ἐδάφει τοῦ ἀπολήγοντος· ὁ δὲ βληθεὶς οὔτε ἐξελκύσαι τοῦτο δὴ δύναται τὸ δόρυ διὰ τὴν εἴσδυσιν τῶν ἀχιδων, οὔτε ξίφει διατεμεῖν, τῷ μὴ ἐφικνεῖσθαι 53 τοῦ ξύλου, ἀλλὰ τὸν σίδηρον παρατετάσθαι. ἐπειδὰν δὲ τοῦτο ἐσίδοι ὁ Φράγγος, ὁ δὲ ἀθρόον ἐπιβὰς τῷ ποδὶ καὶ 54 ἐμπατήσας τὸν σαυρωτῆρα, καταβρίθει τὴν ἀσπίδα καὶ κατάγει, ὡς ὑποχαλάσαι τὴν τοῦ φέροντος χεῖρα, καὶ γυμνωθῆναι τὴν κεφαλὴν καὶ τὸ στέρνον. τότε δὴ οὖν αὐτὸν ἄφρακτον ἐκεῖνος ἑλὼν ῥᾳδίως ἀπόλλυσιν, ἢ τὸ μέτωπον πελέκει πατάξας, ἢ δόρατι ἑτέρῳ τὴν φάρυγγα διελάσας. τοιαύτη μὲν τοῖς Φράγγοις
ἡ ὅπλωις, καὶ ἐν τοῖσδε τὰ ἐς τὸν πόλεμον παρεσκευάζοντο.
καὶ χωρήσοιεν ἀμφιγνοοῦντα. ἐν τούτῳ δὲ οἱ Φράγγοι τὰς ἐχομένας κώμας δῃοῦντες, τὰ ἐπιτήδεια σφίσιν ἀναφανδὸν διε- 59 κόμιζον. Ναρσῆς δὲ τοῦτο ἰδὼν, αἶσχος οἰκεῖον ἡγεῖτο καὶ ἐχαλέπαινεν, εἴγε ἐξείη τοῖς τῶν δυσμενῶν ἀχθοφόροις οὕτω δή τοι ἀνειμένους ἐγγύτατα διαπορεύεσθαι, ὥσπερ οὐδενπ́ι
ἀντίπαλον θεωμένοις. ἐδόκει οὖν αὐτῷ οὐκ ἐπιτρεπτέα τολοιπὸν, ἀλλὰ παντὶ σθένει διακωλυτέον. Χαράγγης δέ τις ἀνὴρ Ἀρμένιος, ἐνηρίθμητο μὲν τοῖς 'Ρωμαϊκοῖς ταξιήχοις, ἀvδρειότατος δὲ ἦν ἐς τὰ μάλιστα καὶ φρενήρης, καὶ ἐν δέοντι φιλοκίνδυνος. τούτῳ δὴ οὖν τῷ Χαράγγῃ ( ἵδρυτο γὰρ ἀμφὶ
τὸ τέρμα τοῦ στρατοπέδου πλησιαίτατα τῶν πολεμίων ἐσκηνωμένος,) παρακελεύεται ὁ Ναρσῆς ἐπιέναι τοῖς ἁμαξελάτmς, καὶ 60 σίνεσθαι αὐτοὺς καθ’ ὅ, τι ἂν δύναιτο, ὡς ἂν μηκέτι χιλὸν διακμιζειν τολμῷεν. καὶ ὃς ἀθρόον ἐξιππασάμενος ἅμα ὀλίγοις τοῦ ἀμφ᾿ αὐτὸν τάγματος, τὰς μὲν ἄλλας ἁμάξας ἀφαιρεῖται, καὶ
τοὺς ἄγοντας κτείνει· μίαν δέ τινα αὐτῶν χόρτῳ σεσαγμένην
ῥᾳδίως ἅπασα ἡ τύρσις ἐνεπίμπρατο, ἅτε δὴ ξύλοις ἐσκευασμένη. οἱ δὲ ἄνδρες τῶν βαρβάρων ὁπόσοι ἐπὶ φρουρᾷ ἐτετάχατo, ἐπειδὴ ἀμύνεσθαι οὐκ ἠδύναντο, ἀλλ᾿ ἤδη που καὶ αὐτοὶ πυρπολεῖσθαι ἤμελλον, ἔγνωσαν μεθεῖναι τὸ χώριόν, καὶ 63 οἱ μὲν μόλις ἐνθένδε διεκπεσόντες ἐπὶ τὸ σφῶν στρατόπεδον
καταφεύγουσιν· οἱ δὲ 'Ρωμαῖοι τῆς γεφύρας ἐγκρατεῖς ἐγεγένηντο. Τούτων δὲ οὕτω ξυνενεχθέντων, αὐτίκα οἱ Φράγγοι ταραχῆς, ὡς τὸ εἰκὸς, ἐνεπίμπλαντο, καὶ πρὸς τὰ ὅπλα ἐχώρουν. σφαδάζοπες τῷ θυμῷ καὶ λυττῶντες, κατέχειν τε ἐν ἑαυτοῖς τὰ φρονήματα οὐκ ἠδύναντο, ἀλλὰ τολμητίαι γε
ἦσαν πέρα τοῦ μπριου καὶ θαρραλέοι, ὡς μηκέτι ἠρεμεῖν ἐθέλειν 64 μηδὲ διαμέλλειν, ἀλλ᾿ αὐθημερὸν παρατάττεσθαι· καὶ ταῦτα προειρημένον αὐτοῖς ὑπὸ τῶν Ἀλαμανικῶν μάντεων, μὴ δεῖν ἐκειbνης τῆς ἡμέρας διαμάχεσθαι, ἢ γιγνώσκειν ὡς ἄρδην ἄπαντες ἀπολοῦνται. οἶμαι μὲν οὖν εἰ καὶ τῇ ὑστεραίᾳ ἢ καὶ καθ᾿
ἑτέραν ἡ ξυμβολὴ ἐγεγόνει, πάντως ἂν τοῦτο ἐκεῖνο ἐπεπόνθεσαν, 65 ὅπεὸ καὶ ἐν τῷ τότε ἀπέβη. οὐ γὰρ δή που ἡ τῆς ἡμέρας ἐναλλαγὴ ἀπέχρησεν ἂν αὐτοῖς ἐς τὸ μὴ οὐχὶ ποινὰς ἀπο-
λελέξεται.
68 ταστῆναι. ἐν ᾧ δὲ τὸ στράτευμα ἐκεκίνητο, κὼ ἤδη ὁ στρατηγὸς τῷ ἵππῳ ἐπεβεβήκει, ἀγγέλλεταί οἱ, ὡς Ἔρουλύς τις ἀνὴρ οὐ τῶν πολλῶν παρ’ αὐτοῖς καὶ διαλανθανόντων, ἀλλ’ εὐπατρίδης ἐν τοῖς μάλιστα καὶ ἀρίδηλος, ἵνα τῶν οἰκείων θεραπόντων ἀπεκτονὼς εἴη οἰκτρότατα ἐφ’ ὁτῳοῦν καὶ σφαλέντα. αὐτίκα
δὴ οὖν ἐπισχὼν τῷ ῥυτῆρι τὸν ἵππον, παράγει ἐς μέσον τὸν ἀνδροφόνον, ὡς οὐχ ὅσιον ὂν ἐπὶ τὸν πόλεμον ἰέναι πρὶν ἀπολυμήνασθαι καὶ ἀφαγνίσαι τὸ μίασμα. ἐπεὶ δὲ αὐτῷ πυνθανομένῳ τὸ πραχθὲν ἀνωμολόγει ὁ βάρβαρος καὶ οὐκ ἀνῄνετο, τοὐναντίον μὲν οὖν καὶ ἐφετὸν εἶναι ἔφασκε τοῖς κεκτημένοις
69 τοὺς σφετέρους δούλους ᾗ βούλονται μετιέναι, ὅτι τε καὶ οἱ ἕτεροι, εἰ μὴ σωφρονοῖεν, ἀλλὰ γὰρ καὶ οἵδε παραπλήσια πείσονται· ἐπειδὴ οὖν ὡσπερ οὐ μεταμέλον αὐτῷ τῖς παροι-
καὶ ἀπόμαχοι ἔσεσθαι διενοοῦντο. ὁ δὲ Ναρσῆς οὕτω πως τὸ τῆς μιαιφονίας ἄγος ἀποδιοπομπησάμενος, καὶ τῶν Ἐρούλων ὀλίγα φροντίσας, ἐχώρει ἀνὰ τὴν παράταξιν, ἀνειπὼν ἐν κοινῷ χαἰ ἀναβοήσας, 72 ὡς ὃ γε βουλόμενος τῆς νίκης μεταλαχεῖν, ξυνεπέσθω. οὕτω δή τι ἄρα διαφανῶς ἐπεποίθει τῇ τοῦ κρείττονος ἐπικουρίᾳ,
καὶ ὡς ἐπὶ προδιεγνωσμένοις ἐφοίτα. Σίνδουαλ δὲ, ὁ τῶν Ἐρούλων ἡγεμὼν, αἰσχρόν τι εἶναι ἡγεῖτο καὶ ἀγεννὲς, εἴ γε πολέμου τοσούτου ξυνεστηκότος, αὐτός τε καὶ ὁ ἀμφ’ αὐτὸν στρατὸς λειποταξίου ἁλοῖεν, δόξοιέν τε τῷ μὲν ἔργῳ δεδιέναι τοὺς πολεμίους, σκῆψιν δὲ τινα καὶ προκάλυμμα τῆς δειλίας τὴν περὶ
τὸν τεθνεῶτα εὔνοιαν πεποιῆσθαι. οὔκουν ἠρεμεῖν ἀνασχόμενος ἐσήμαινε τῷ Ναρσῇ ἀναμένειν, ὡς καὶ αὐτῶν ὅσον οὔΠω παρεσομένων· ὁ δὲ, μενετέα μὲν οὐκ ἔφη, μελήσειν δὲ ὅμως αὐτῷ ὅπως ἂν ἐν δέοντι καὶ οἵδε τάξαιντο, εἰ καὶ ὀλίγῳ ὕστερον τύχοιεν 73 ἀφιγμένοι· οἱ μὲν οὖν Ἔρουλοι εὖ μάλα ἐξωπλισμένοι,
ἐπορεύοντο βάδην ἐν κόσμῳ.
ἀλλὰ καὶ οἵδε παρῆσαν. ἐπὶ θάτερα δὲ οἱ ἀμφὶ Βαλεριανόν τε καὶ Ἀρταβάνην, προστεταγμένον αὐτοῖς 76 πρὸς βραχὺ ἀνὰ τὰ λάσια τῆς νάπης, καὶ ἐπειδὰν εἰσβάλλοιεν οἱ πολέμιοι, τότε δὴ ἀθρόον αὐτοῖς ἐκ τοῦ ἀφανοῦς ἐπιέναι, καὶ ἀμφιβόλους ποιεῖσθαι. ἅπασαν δὲ τὴν μεταξὺ χώραν ὁ πε-
77 ζὸς εἶχεν. ἔμπροσθεν μὲν γὰρ ἔπι τοῦ μετώπου οἱ πρωτοστάται θώρακας ποδήρεις ἐνειμένοι καὶ κράνη καρτερώτατα τὸν συνασπισμὸν ἐπεποίηντο· ἔζης δὲ οἱ ἄλλοι ἐς βάθος ἀλλήλοις ἐνέκειντο, ἕως εἰς τοὺς οὐραγοὺς ὁ ξυλλοχισμὸς ἐτελεύτα· τὸ δὲ ψιλὸν ἅπαν καὶ ἑκηβόλον, ὄπισθεν περιέθει καὶ ἀνέμενεν τὸν καιρὸν, ἡνίκα
δέοι ἀκροβολίζεσθαι. ἀπεκέκριτο δὲ τόπος τοῖς Ἐρούλοις, τῆς 78 φάλαγγος τὸ μεσαίτατον, καὶ ἦν ἔτι κενὸς, οὐ γάρ πω ἐκεῖνοι παρῆσαν. ἐν τούτῳ δὲ ἄνδρες δύο τῶν Ἐρούλων, ἐτύγχανον γὰρ ἤδη ηὐτομοληκότες παρὰ τοὺς πολεμίους ὀλίγῳ ἔμπροσθεν, ὡς καὶ ἀγνοεῖν δή που τὰ ὕστερον τῷ Σίνδουαλ βε-
79
τοῦ δὲ ἄΛλου πλήθους τῇ ἐκείνων ἀποστάσει καταπεπληγμένου”. 81 τούτοις δὲ ὁ Βουτικῖνος ἀνεπέπειστο ῥᾳδίως, τῷ βούλεσθαι, οἶμαι, ἀληθῆ γε αὐτὰ καθεστάναι. αὐτίκα δὴ οὖν ἐπῆγε τὸν στρατὸν, καὶ ἅπαντες ξὺν προθυμίᾳ ἐχώρουν ἰθὺ τῶν Ῥωμαίων, οὐ μὴν ἠρεμαῖοι, οὐδὲ κατὰ κῶμον,
τοῖς ἀγγέλμασιν ἀνεπτερωμένοι, θορύβῳ εἴχοντο καὶ προπετείᾳ, ὡς αὐτοβοεὶ ἅπαν τὸ ἀντιστατοῦν ἀναρπασόμενοι. ἦν δὲ αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως, οἱονεὶ ἔμβολον · δελτωτῷ γὰρ ἑῴκει, καὶ τὸ μὶν ἐμπρόσθιον, ὁπόσον ἐς ὀξὺ ἔληγεν, στεγανόν τε ἥν καὶ πεπυκνωμένον τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφράχθαι,
φαίης τε ἂν αὐτοὺς συὸς κεφαλὴν τῇ συνθέσει ἀποτυπώσασθαι· τὰ δὲ σκέλη ἑκατέρωθεν κατὰ στίχους τε καὶ λόχους 82 ἐς βάθος ξυγκείμενα, καὶ ἐπιπλεῖστον ἐς τὸ ἐγκάρσιον παρατεταμένα, διΐστατο ἀλλήλων ἠρέμα καὶ ἀπεκέκριτο, καὶ προϊόντα ἐς μέγιστον εὖρος ἀπετελεύτα, ὡς καὶ· τὸ μεταξὺ χωρίον
κενὸν καθεστάναι, καὶ τὰ νῶτα γυμνὰ τῶν ἀνδρῶν στοιχηδὸν διαφαίνεσθαι. ἀπεστραμμένοι γὰρ σφᾶς αὐτοὺς ἐτύγχανον, ὅπως ἂν τοῖς μὲν πολεμίοις ἀντιπρόσωποι εἶεν, καὶ ἐκ τοῦ
ἐπανελθόντες, συνέῤῥαξαν τοῖς Ῥωμαίοις, αὐτίκα τοὺς ἐπὶ τῷ ὀμφαλῷ πρωτοστάτας ἀμφὶ τὸ κένωμα ἐσπεσόντες· οὔπω γὰρ παρῆσαν οἱ Ἔρουλοι, ἡ τε ἀρχὴ, διατεμοῦσα τὸ βάθος τῶν λόχων, καὶ φόνον οὐ πολὺν ἐργασαμένη, ὑπὲρ τοὺς οὐραγοὺς ἐξηνέχθη. ἔνιοι δὲ αὐτῶν καὶ περαιτέρω
ἐχώρουν ὡς τὸ στρατόπεδον τῶν Ῥωμαίων αἱρήσοντες. δὴ ὁ Ναρσῆς ἐπικάμψας ἠρέμα καὶ ὑπομηκύνας τὰ κέρα, καὶ ἐπικάμπιον ἐμπροσθίαν ὡς ἂν οἱ τακτικοὶ ὀνομάσαιεν) τὴν φάλαγγα καταστήσας, παρακελεύεται τοῖς ἱπποτοξόταις ἐφιέναι τὰ βέλη ἑκατέρωθεν ἐναλλάγδην ἐς τὰ μετάφρενα τῶν πολεμίων.
οἱ δὲ κατὰ ταῦτα ῥᾳδίως ἐποίουν. ἅτε γὰρ πεζοὺς 86 ὄντας τοὺς βαρβάρους ἐν τῶν ἵππων ὑπερανέχοντες, εὐκολώτατα ἠδύναντο βάλλειν τὸ ἀφεστηκὸς καὶ ἡπλωμένον καὶ ἐλεύθερον τοῦ ἐπιπροσθοῦντος. καὶ ἦν οὐ χαλεπὸν, οἶμαι, τοῖς ἐπὶ τῶν ἄκρων ἱππόταις τὸ μὲν κατὰ σφᾶς μέρος τῶν δυσμενῶν
καὶ πλησιαίτατον ὑπερβαίνειν τοῖς βέλεσι, τοὺς δὲ ἀντικρὺ φαινομένους τιτρώσκειν. διεπερονῶντο τοιγαροῦν πάντοθεν τὰ
φυλάξασθαι τῶν βαρβάρων οἴων τε γιγνομένων, οὔτε ὅθεν βάλλονται σαφῶς ἐπισκοπούντων. ἀντιμέτωποι γὰρ τοῖς Ῥωμαίοις ἑστῶτες, καὶ ἐς μόνον τὸ καθ’ αὑτοὺς ὡς ἕκαστοι ἀποβλέποντες, καὶ πρὸς μὲν τοὺς ἔμπροσθεν ὁπλίτας ἐκ χειρὸς διαμαχόμενοι, τοὺς ἱπποτοξότας ὡς δὴ ὄπισθε τεταγμένους 89
οὐ μάλα ὁρῶντες, τά τε στέρνα οὐ βαλλόμενοι, ἀλλὰ τὰ νῶτα, οὐκ εἶχον διαγιγνώσκειν οὑπερ ἐτύγχανον ὄντες κακοῦ. τοῖς δὲ πλείστοις οὐδὲ τοῦ διαπορεῖν καὶ ἀμφιγνοῆσαι τὰ ποιούμενα χώρα ἐγίγνετο, ἅμα τῇ πληγῇ τῆς τελευτῆς ἐπιφοιτώσης. πιπτόντων γὰρ ἀεὶ τῶν ἐκτὸς, εὐθὺς οἱ ἔνδοθεν ἀνεφαίνοντο,
καὶ τούτου θαμὰ γιγνομένου, διέρρει αὐτοῖς τὰ πλήθη ὡς τάχιστα καὶ ἠφανίζετο, καὶ ἐς ὀλιγότητα ὑπεχώρει. ἐν τούτῷ 90 δὲ Σίνδουάλ τε καὶ οἱ Ἔρουλοι πελάσαντες τῇ μάχη, ὑπαντιάζουσι τῶν πολεμίων τοῖς διαπεραιωθεῖσι τὴν παράταξιν καἰ προαλαμένοις. αὐτίκα δὴ οὖν αὐτοῖς ἐς χεῖρας ἐλθόντες ἔργου
εἴχοντο· οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες, καὶ μᾶλλον ἐνέδραν εἶναι τὸ χρῆμα ὑποτοπήσαντες, εὐθὺς ἐς φυγὴν ἐτράποντο, καταιτιώμενοι τοὺς αὐτομολήσαντας, ὡς δὴ ὑπ’ ἐκεί-
ἐκτείνοντο πάντοθεν. ἥ τε γὰρ τάξις αὐτοῖς τελεώτατα διελέλυτο, καὶ χύδην ἐπὶ σφᾶς ὑπελίττοντο, οὐκ ἔχοντες ὅ, τι καὶ γένοιντο. οἱ δὲ Ῥωμαῖοι οὔ μόνον τοῖς τόξοις αὐτοὺς διεχρῶντο, ἀλλὰ τό τε ὁπλιτικὸν καὶ οἱ ψιλοὶ ἐπῄεσαν, δοράτιά τε ἀκοντίζοντες καὶ τοῖς κόποις διωθούμενοι, καὶ ταῖς
μαχαίραις κατατέμνοντες, οἵ τε ἱππεῖς ὑπερκερώσεις ποιούμενοι ὑπεδέχοντο αὐτοὺς εἴσω καὶ ἀπελάμβανον. εἰ δέ τι αὐτῶν 94 καὶ διέφυγε τὰ ξίφη, οἱ δὲ τῇ διώξει ἐκβιαζόμενοι ἐς τὸν ποταμὸν κατεφέροντο, καὶ ὑποβρύχιοι γιγνόμενοι ἔθνησκον· οἰμωγή τε ἠκούετο ἁπανταχοῦ τῶν βαρβάρων οἰκτρότατα διολλυμένων·
αὐτός τε δὴ οὖν Βουτιλῖνος ὁ στρατηγὸς καὶ ὅλον τὸ στράτευμα πανωλεθρίᾳ ἠφάνιστο, ἐν τοῖς καὶ οἱ τῶν Ἐρούλων τῆσδε τῆς ξυμπλοκῆς μεταβάντες, καὶ οὐδεὶς ὅστις τῶν Γερμανῶν ἐς τὰ πάτρια ἐνόστησεν ἤθη, ὅτι μὴ πέντε ἄνδρες ὁτῳδηοῦν τρόπῳ διαδεδρακότες. πῶς δὲ οὐκ ἂν εἴη ἀρίδηλον, ὡς ποινὰς
ὑπέσχον τῶν ἀδικημάτων, καὶ ὑπερτέρα τις αὐτοὺς μετῆλθεν ἀνάγκη; ὁ μὲν γὰρ μύριος ἐκεῖνος ὅμιλος τῶν Φράγγων τε καὶ Ἀλαμανῶν, καὶ τῶν ὅσοι δὴ αὐτοῖς τυχὸν ἕτεροι τὸν πόλε-
βαρβάρων δὲ τῶν ·ξυστρατευομένων Ἀλίγερνος ὁ Γότθος γὰρ καὶ ὃς ἐν τῇ μάχῃ), Σίνδουάλ τε ὁ τῶν Ἐρούλων καὶ οὐδέν τι ἔλαττον ἔσχε τῶν ἄλλων. ἅπαντες δὲ τὸν Ναρσῆν ἐν ἐπαίνῳ ἐποιοῦντο καὶ ἀπεθαύμαζον, ὡς τῇ ἐκείνου προμηθείᾳ ἐπὶ μέγα δόξης χωρήσαντες.
ὁ Δαρείου σατράπης ἅμα στρατεύματι Περσικῷ, Μαραθωνάδε ἀφιγμένος καταστρέψασθαι τὴν Ἀττικὴν ᾤετο χρῆναι, καὶ μὲν δὴ καὶ ἅπασαν τὴν Ἑλλάδα. αἴτια δὲ ἦν τῆς ἐφόδου ὅσιον μὲν οὐδὲν οὐδὲ δίκαιον· ὅτι δὲ βασιλέα Δαρεῖον, ὡς ἔοικε, τὸ τῆς Ἀσίας μέγεθος οὐκ ἐχώρει, ἀλλὰ δεινὰ ἐποιεῖτο εἰ μὴ
χειρώσοιτο καὶ τὴν Εὐρώπην. ταῦτά τοι καὶ ἡσσῶντο ἀνακράτος ὑπὸ Μιλτιάδου οἱ Μῆδοι. τοσοῦτοι γὰρ αὐτῶν ἐν τῷδε
102 ἀλλ’ ἐπιλιπεῖν θυομένας ἔτι τὰς αἶγας, καὶ πρὸς ἀντίδοσιν μὴ διαρκέσαι. Ξέρξης δὲ ἐκεῖνος ὁ πάνυ, κὼ τὰ τοῦ Ξέρξου θαύματα, τῷ ἄρα γε τρόπῳ ὑπὸ τῶν Ἑλλήνων νενίκηται, ἢ ὅτι ὁ μὲν ἀλαζών τε ἦν καὶ ἀτάσθαλος, καὶ καταδουλωσόμενος ᾔει τοὺς οὐδὲν ἠδικηκότας, μόνῳ τε τῷ πλήθει πίσυνος
καὶ τῇ τῶν ὅπλων παρασκευῇ, εὐβουλίᾳ οὐ μάλα ἐχρῆτο· οἱ δὲ ὅσιά γε δρῶντες, ὑπὲρ τῆς σφετέρας ἐλευθερίας ἠμύ- 103 νοντο, οὐδὲν αὐτοῖς τῶν ἐς δύναμιν παρειμένον, ἀλλὰ βουλευόμενοί τε τὰ δέοντα καὶ ἐπιτελοῦντες; τὰ δὲ Γυλίππου τρόπαια τοῦ Σπαρτιάτου, τήν τε Νικίου καὶ Δημοσθένους κατάλυσιν,
καὶ ἅπαντα τὰ ἐν Συρακούσαις κακὰ, μῶν ἄλλοθεν εὕροι τις ἂν γεγενημένα ἢ ἔξ ἀνοίας τε καὶ ἀδικίας; τί γὰρ ἠβούλοντο οἱ Ἀθηναῖοι, τοὺς ἰΠὶ θύραις πολεμίους ἀφέντες, οἱ δὲ ὡς ποῤῥωτάτω ἐπιστρατεύειν καὶ λυμαίνεσθαι τῇ Σικελίᾳ; πολλὰ μὲν οὖν καὶ ἕτερα ἔχοι τις ἂν ἀπαριθμεῖσθαι
ἀφροσύνης τε καὶ ἀδικίας τοιάδε κυήματα, καὶ ὅπως σίνονται τοὺς χρωμένους, πλὴν ἀλλὰ καὶ ταῦτα ἡγοῦμαι ἀποχρώντως
τὸ χαράκωμα, καἰ ἅπαντα διαρπάσαντες, οὕτω δὴ τῇ λεῴ σεσαγμένοι, παιανίζοντές τε καὶ στεφανηφοροῦντες, καὶ τὸν στρατηγὸν ἐν κόσμῳ προηγούμενοι, ἐς τὴν Ῥώμην ἦν δὲ ἰδεῖν ἐπιπολὺ τὰ ἀμφὶ Καπύην ἅπαντα πέδια τῷ λύθρῳ περιῤῥεόμενα, καὶ ὑπερχειλῆ τὸν ποταμὸν τῷ ὑπερπεπλῆσθαι
σωμάτων. ἐμοὶ δέ τις τῶν ἐπιχωρίων καὶ ἐλεγεῖόν τι ἔφη ἐς κύρβιν τινὰ λιθίνην ὑπό του γεγράφθαι ἀμφὶ τὰς ὄχθας τοῦ ποταμοῦ ἱδρυμένην, ὧδέ πως ἔχον·
τῶν γὰρ ἐμβαλόντων ἐς τὴν Ἰταλιαν πολεμίων οὕτω δὴ ἁπανταχοῦ διολωλότων, οὐκ ᾤοντο ἄλλους ἐπιβήσεσθαι. καὶ ταῦτα μὲν τὸ πλῆθος διενοεῖτο, οἶα οὐ τῶν ἀκριβῶν στοχάζεσθαι πεφυκότες, ἀλλ᾿ ἐς ῥᾳστώνην ἐκβεβλημένοι, καὶ πρὸς τὸ ἡδόμενον τῆς γνώμης ἅπαντα κριινοντες. τῷ δὲ Ναρσῇ ὀρθῶς
111 ἕκαστα διασκοποῦντι, ἀκολασία ἐδόκει τὸ χρῆμα καὶ παραφροσύνη, εἴ γε ᾤνοντο μηκέτι ἕξειν ἀνάγκην ἑτέρους ὑποδύεσθαι πόνους, ἀλλὰ χρῆναι μᾶλλον ἐς τὸ τρυφερώτερον τῆς διαιτ́ης ἐς ἀεὶ μεταβεβλῆσθαι. ἐλειπ́πογὰρ, οἶμαι, αὐτοῖς ὑπὸ ἀβελτερίας τὰς ἀσπίδας τυχὸν καὶ τὰ κράνη ἀμφορέως οἴνου
ἢ καὶ βαρβίτου ἀποδόσθαι, οὕτω περιττὰ τολοιπὸν καὶ ἀνό-
οἱ δὲ, ὄκνῳ εἴκ́οπες, ἀπαγορεύσαιεν τοῖς κινδύνοις. καὶ ἴσως ἂν οὐ πολλῷ ὕστερον καὶ τόδε ξυνέβη, εἰ μὴ θᾶττον δεῖν ᾠήθη 114 ξυγκαλεσάμενος τὰ στρατεύματα, καὶ παραίνεσιν προσάγων. 115 ἀρίστην ἐς τὸ σῶφρόν τε καὶ ἀνδρεῖον τὰς γνώμας μετάγειν, καὶ ὑποτέμνεσθαι τὸ ὑπερβάλλον τῆς μεγαλαυχίας. οὕτω δὴ
οὖν ἁπάντων συνηθροισμένων, παρελθὼν ἐς μέσον ἔλεξεν τοιάδε.
ποίαν ἂν καὶ προβάλοισθε σκῆψιν, ἤν τις ὑμᾶς τῆς μπαβολῆς αἰτιῷτο; πότερον ὡς νῦν ἐγεύσασθε νίκης, οὐ πρότερον εἰωθότες; ἀλλ᾿ ὑμεῖς οἱ Τωτιλάν τε καὶ Τεΐαν καὶ ἅπαν τὸ 116 Γοτθικὸν ἔθνος ἐκποδὼν ποιησάμενοι· ἀλλ᾿ ὡς μείζονος ἢ καθ᾿ ὑμᾶς αὐτοὺς πειρᾶσθε τῆς τύχης; καὶ ποῖον ἂν μέγεθος εὐδαιμονίας
τῇ τῶν 'Ρωμαιων δόξῃ συμμετρηθείη; συγγενὲς γὰρ ἡμῖν καὶ πάτριον κρατεῖν ἀεὶ τῶν πολεμίων. καὶ τοίνυν κρα-
καὶ μὴ μόνον ἥδεσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τοῦ 119 μέλλοπος πέρι, ὅπως ὅμοιον ἔσται, σκοπεῖν. τοῖς γὰρ μὴ ταῦτα λογιζομένοις οὐ μόνιμα τὰ τῆς εὐπραγίας, ἀλλὰ πρὸς τοὐναντίον ὡς τὰ πολλὰ μεταχωροῦσιν αἱ τύχαι. καὶ τεκμήριον ἔστω σαφὲς τόδε τὸ τῶν Φράγγων πάθος, ἐφ᾿ ᾧ νῦν ὑμεῖς δικαίως
αὐχεῖτε. εὖ γὰρ αὐτοῖς τέως τῶν πραγμάτων ἐχόντων, οἱ δὲ πρὸς ἀλαζονείαν τραπέντες, πόλεμον ἤραντο καθ᾿ ἡμῶν, οὐ προορώμενοι τὸ σφαλερὸν τῆς ἐλπίδος. ἀπολώλασι τοιγαροῦν ἅπαντες τῇ σφῶν αὐτῶν ἀβουλίᾳ μᾶλλον, ἢ τοῖς ἡμῶν ὅπλοις. 120 αἰσχρὸν τοίνυν ὑμᾶς, ὦ ἄνδρες 'Ρωμαῖοι, ταὐτὸ παθεῖν τοῖς
βαρβάροις, καὶ μὴ τοσοῦτον ταῖς γνώμαις αὐτῶν περιεῖναι, ὁπόσον τῇ ῥωμη̣· μηδὲ γὰρ οἰέσθω τις ὑμῶν, ὡς οὐδὲν ἔτι πολέμιον ἔσται, ἁπάντων δῆθεν τῶν δυσμενῶν διαφθαρέντων. καίτοι εἰ καὶ τοῦτο βεβαίως προσῆν, ἀλλ᾿ οὐδ᾿ ὣς ὑμίν μεταθετέον τοὺς τρόπους, οὐδὲ τοῦ πρέποντος ἀφεκτέον. οὐ μὴν
οὐδὲ συμβαίνουσαν εὕροι τις ἂν τὴν τῶν πραγμάτων φύσιν ταῖς ὑμετέραις ἐννοίαις. οἱ γὰρ Φραγγοι, πολυάνθρωπόν τι
ἀποῤῥήτῳ τὴν ὕβριν, ἀλλὰ πλείονι στρατῷ καθ’ ἡμῶν ἥξουσι, καὶ οὐκ ἐς μακρὰν ἀναμαχοῦνται. νῦν οὖν ὑμεῖς, εἰ δοκεῖ, παρέντες τὴν ῥᾳθυμίαν, ἀνανεώσασθε τὸ φιλοκίνδυνον πλέον ἢ πρότερον, ὅσῳ καὶ μείζονα τῶν φθασάντων τὰ ἐσόμενα προσδοκητέον. οὕτω γὰρ ὑμῶν διατελούντων, εἰ μὲν ὡς τάχιστα
παρεῖεν, καὶ δὴ παρεσκευασμένοις ὑμῖν προσβαλοῦσι καὶ οἵοις μελλήσεως μὴ προσδεῖσθαι. εἰ δὲ καὶ παντάπασιν ἐνδοῖεν, εἰρήσθω γὰρ ἄμφω,) ἀλλὰ τό γε ὑμέτερον ἐν ἀσφαλεῖ Νίσεται, Ταὶ τὰ κράτιστα δόξοιτε ἂν βεβουλεῦσθαι ’’ Τοιαῦτα τοῦ 124 Ναρσοῦ παραινέσαντος, αἰδὼς ἅπαντα κατεῖχεν τὸν στρατὸν
μεταμέλον αὐτοῖς τῆς παροινίας. καὶ οἱ μὲν τὸ ἐκμελές τε καὶ ἀκολασταῖνον τῆς γνώμης ἀποβαλόντες, ἐς τὰ πάτρια ἤθη μετεκοσμουντο.
Φράγγοις προσβεβοηθηκότες, λογιζόμενοι ὡς οὐκ ἀνήσουσιν οἱ Ῥωμαῖοι, ἀλλ’ ἤδη καὶ τοῖς οὐκ ἐς μακρὰν ἐπιπεσοῦνται, αὐ-
ᾤοντο ἐν τῷ ἀσφαλεῖ ἔσεσθαι, καὶ προσχωρεῖν τοῖς Ῥωμαίοις οὔτι μάλα ἠβούλοντο, μᾶλλον μὲν οὖν καὶ παντὶ σθένει ἀντιτετάξεσθαι, ἤν τις ἐπ’ αὐτοὺς ἴοι. ἐξώτρυνε γὰρ αὐτοὺς ἐς τοῦτο καὶ ἀνεκίνει ἀνὴρ βάρβαρος, ὃς δὴ σφῶν καὶ ἡγεῖτο, Ῥάγναρις ὄνομα, καίτοι οὐχ ὁμογενὴς αὐτοῖς ὑπῆρχεν οὐδὲ ὁμόφυλος. ἦν
γὰρ ἐκεῖνος ἐκ τῶν Βιττόρων καλουμένων,, Οὐννικὸν δὲ τὸ ἔθνος οἱ Βίττορες,) ἀλλὰ τῷ δεινὸς ἐς τὰ μάλιστα εἶναι καὶ πανουργό- 129 τατος, καὶ οἶος ὅτῳ δὴ τρόπῳ δύναμιν ἑαυτῷ περιβάλλεσθαι, ἐκράτει τε τοῦ ὁμίλου καὶ ἀναμαχεῖσθαι διενοεῖτο, ὡς ἂν ἐνθένδε καὶ μᾶλλον ἀρίδηλος γένοιτο. εὐθὺς δὴ οὖν ὁ Ναρσῆς ἅπαντι
τῷ στρατῷ ἐπ’ αὐτοὺς ἐχώρει, καὶ εἶτα ἐπειδὴ αὐτῷ οὐχ οἷον τε ἦν ἐξ ἐπιδρομῆς τῷ φρουρίῳ πελάζειν καὶ ἐν δυσχωρίᾳ διακινδυνεύειν, ὁ δὲ ἐς πολιορκίαν καθίστατο, καὶ πάντοθεν ἐφρούρει ὡς μηδὲν ὁτιοῦν τοῖς ἔνδον εἰσκομίζοιτο, μηδέ γε ἐκεῖνοι ἀδεῶς ᾖ βούλοιντο ἴοιεν. ἀλλὰ γὰρ ἐν τοῖσδε οὐ μάλα οἱ
βάρβαροι ἐπημαίνοντο. ἀφθονίᾳ γὰρ πλείστη ὅσῃ τῶν ἀναγκαίων ἐχρῶντο, ἐπείπερ αὐτοῖς ἤδη ἅπαντά τε τὰ ἐπιτήδεια | καὶ
καὶ ἐγκατείργεσθαι, ἐκδρομὰς μὶν κατὰ τῶν ἀντιπάλων θαμὰ ἐποιοῦντο, εἴ πως ἂν αὐτοὺς ἐνθένδε ἀπώσασθαι δυνηθεῖεν, οὐδὲν δὲ ὅ, τι καὶ μνήμης ἄξιον ἔπρασσον.
ρόντων πέρι χρῆναι ᾠήθη, καὶ οὖν ἐπιτετραμμένον αὐτῷ ἅμα ὀλίγοις ἐν μεταιχμίῳ, ξυνηλθέτην τε ἄμφω ἐς ταὐτὸ, κὼ πολλὰ ἄττα διελεγέσθην. ἰδὼν δὲ ὁ Ναρσῆς τὸν Ῥάγναριν ἐς ἀλαζονείαν ἠρμένον, καὶ πλείστῃ χρώμενον μεγαληγορίᾳ, ὡς μειζόνων τε ἢ κατ’ αὐτὸν ἐφίεσθαι, κἀκ τοῦ ὑπερτέρου
ἐπικομπάζειν, διέλυσεν αὐτίκα τὴν ξυνουσίαν, καὶ ἀπηγόρευσεν 133 τῇ ξυμβάσει, καὶ ἀπέπεμπέ γε αὐτὸν αὖθις ἐς τοὐπίσω ἄπρακτον ἔπι τοῖς προτέροις μενοῦντα. ὁ δὲ ἐπειδὴ ἐν τῷ λόφῳ ἐγεγόνει, καὶ ἤδη οὐ πόρρω τοῦ τείχους ἀφῖκτο, χαλεπαίνων ὅτι δὴ αὐτῷ οὐδὲν ὁτιοῦν τῶν ἐλπισθέντων ἀπέβη, ἐντείνει
ἦρέμα λαθραίως τὸ τόξον, κω εἶτα ἀθρόον μεταστραφεὶς, ἀφίησι βέλος ἰθὺ τοῦ Ναρσοῦ, διήμαρτε δὲ τοῦ σκοποῦ. ἑτέ-
ἀγεννὲς ἐγχείρημα δράσας; καὶ μόλις μὲν αὐτὸν οἱ ὀπαδοὶ φοράδην εἴσω τοῦ περιβόλου διακομίζουσιν. ἡμέρας δὲ δύο ἀρκέσας, ἀκλεῶς ἀπεβίω, καὶ τὰ τῆς ἀπιστίας αὐτῷ καὶ παροινίας ἐς τόδε κακοῦ ἐτελεύτα. ἐκείνου δὲ διαφθαρέντος, αὐτίκα οἱ Γότθοι, οὐ γὰρ ἀντέχειν ἔτι τῇ πολιορκίᾳ οἶοι τε εἶναι
ἡγοῦντο, ἐδέοντο τοῦ Ναρσοῦ τὰ πιστὰ σφισι παρασχέσθαι, ὡς τοῦ ζῆν αὐτοὺς οὐκ ἀφαιρήσει. ὃ δὴ καὶ τάχιστα ὀμωμοσμένον, σφᾶς τε αὐτοὺς ἐκεῖνοι καὶ τὸ φρούριον παρέδοσαν. 137 Ναρσῆς δὲ ἀπέκτεινε μὲν οὐδένα τῷ ταῦτά τε ὀμωμοκέναι, καὶ ἄλλως οὐχ ὅσιον εἶναι τοὺς ἡσσημένους ὠμότατα διαχειρίζεσθαι.
ὡς ἂν δὲ μὴ αὖθις νεωτερίσαιεν, ἅπαντας ὡς βασιλέα ἐς τὸ Βυζάντιον ἔστειλεν. Ἐν ᾦ δὲ ταῦτα ἐπράττετο, Θευδίβαλδος τὸ μειράκιον, ὃς δὴ τῶν προσοικούντων τὴν Ἰτα- 138 λίαν Φράγγων ἐκράτει, ᾗπέρ μοι εἴρηται πρότερον, οὗτος δὲ οἰκτρότατα ἤδη ἐτεθνηκει τῇ νόσῳ περιτακεὶς τῇ συντρόφῳ.
ἐπεὶ δὲ Χιλδίβερτόν τε καὶ Χλωθάριον, ὡς δὴ καὶ τῷ γένει ἐγγυτάτους, ἐπὶ τὸν κλῆρον τοῦ παιδὸς ὁ νόμος ἐκάλει, αὐτίκα ἔρις αὐτοῖς ἐνέπεσεν δεινὴ, καὶ οἴα μικροῦ δεῖν τῷ παντὶ
ἀλλ’ ἐν θυγατράσιν ἐγηροκομεῖτο. Χλωθάριος δὲ ῥωμαλέος ἦν ἔτι καὶ οὔπω λίαν ἐγεγηράκει, πλὴν ὅσον ἐς πρώτην ῥυτίδα, υἱούς τε εἶχεν τέτταρας, βούπαιδας ἤδη θαῤῥαλέους, κάὶ πρὸς τὸ ἐνεργὸν ὡρμημένους. τοιγάρτοι οὐ μεθεκτέα ἔφασκεν τῷ ἀδελφῷ τῶν Θευδιβάλδου χρημάτων, ὡς
οὐκ ἐς μακρὰν καὶ αὐτῆς δήπου τῆς Χιλδιβέρτου βασιλείας ἐς αὐτόν τε καὶ τοὺς οἰκείους παῖδας μεταπεσουμένης. καὶ τοίνυν οὐ διήμαρτε τῆς ἐλπίδος. ὁ γὰρ πρεσβύτης ἑκὼν ἐνεδίδου τοῦ κλήρου, δεδιὼς, οἶμαι, τὴν δύναμιν τοῦ ἀνδρὸς, καὶ ἀπαλλαξείων 142 τῆς ἐς αὐτὸν δυσμενείας. ὀλίγῳ τε ὕστερον αὐτὸς
μὲν ἀπεβίω, ἅπαν δὲ τὸ τῶν Φράγγων κράτος ἐς μόνον Χλωθάριον κατεῤῥύη. ἐν τοῖσδε μὲν τὰ Ἰταλιωτῶν κὼ Φράγγων πράγματα ἐχώρει.
πόλεις συχνὰς, νησιωτικάς τε καὶ ἠπειρώτιδας, ἀθρόον ἀνατραπῆναι, κὼ ἄρδην τοὺς οἰκήτορας διαφθεῖραι. Βηρυτὸς γοῦν ἡ καλλίστη, τὸ Φοινίκων τέως ἐγκαλλώπισμα, τότε δὴ ἀπηγλαίσθη ἅπασα, καὶ κατέρριπτο τὰ κλεινὰ ἐκεῖνα καὶ περι-
αὐτοῦ ἀναλεξόμενοι νόμους. τοῦτο γὰρ πάτριον τῇ πόλει καὶ ὥσπερ γέρας τι μέγιστον τὰ τοιάδε αὐτῇ ἀνεῖται διδασκαλεῖα. μετεσκευάσαντο τοιγαροῦν ἐν τῷ τότε οῖ τῶν νόμων ὑφηγηταὶ ἐς Σιδῶνα τὴν πόλιν τὴν γείτονα, καὶ ἐν τῇδε μετῆκτο τὰ φροντιστήρια, ἕως πάλιν ἡ Βηρυτός ἀνεδομήθη. καὶ
146 γέγονεν ἥκιστα μὲν ὁποία πρότερον ἲν, πλὴν ἀλλ’ ουχὶ ἐς ὅσον καὶ ἀγνοεῖσθαι ὡς ἐκείνη εἴη ἡ πάλαι. ἀλλ’ οὗτος μὲν ὁ τῆς πόλεως ἀνοικισμὸς καὶ ἢ τῶν διδασκαλείων ἐπάνοδος χρόνῳ ὕστερον ἔμελλεν ἔσεσθαι. τότε δὲ καὶ ἐν τῇ μεγάλῃ Ἀλεξανδρεία, τῇ πρὸς τῷ Νείλῳ ἱδρυμένῃ ποταμῷ, καὶ ταῦτα οὐκ εἰωθὸς σείεσθαι
τὸ χωρίον, συναίσθησις τις τοῦ κλόνου ἐλαχίστη μὲν καὶ ἀφαυροτάτη καὶ οὐ πάμπαν ἀρίδηλος, γέγονε δὲ ὅμως ἅπαντες δὴ οὖν οἱ ἐπιχώριοι καὶ μάλιστα οἱ σφόδρα γεγηρακότες, ἐν θαύματι μεγάλῳ τὸ ξυνενεχθὲν ἐποιοῦντο, ὡς οὔπω πρότερον γεγενημένον, ἔμενέν τε οἴκοι ὅστις οὐδεὶς, ἀλλ’ ἀνὰ τὰς λεω-
147 φόρους τὰ πλήθη ξυνέῤῥει, τῷ ἀπροσδοκήτῳ δή που κὼ παραδόξῳ πέρα τοῦ μετρίου καταπεπληγμένοι. ἐμοὶ δέ γε καί
ἀνασχέσθαι δονούμεναι, ἀλλ’ ἰσχναὶ ἄγαν καὶ ἀσθενεῖς ἐφ’ ἑνὶ γὰρ ὑραίνονται λίθῳ). ἀλλὰ γὰρ καὶ ὅ, τι λόγιμον ἐν τῇ πόλει, ἐδείμαινον καὶ οἶδε, οὑν τι που, οἶμαι, τὸ ἤδη παρῳχηκὸς, ἀλλ’ ὅτι αὐτοῖς καὶ ἐσαῦθις ταὐτὸ τοῦτο ξυμβήσεσθαι οὐκ ἄπο τρόπου ἐδόκει οἱ γὰρ τὴν αἰτίαν τοῦδε τοῦ πάθους ἀναθυμιάσεις
τινὰς εἶναι λέγοντες ξηράς τε καὶ λιγνυώδεις, ὑπὸ τὰ 150 γλαφυρὰ τῆς γῆς εἰργομένας, καὶ τῷ μὴ διαπνεῖσθαι ῥᾳδίως σφοδρότερον ἔνδον περιδινουμένας, τὸ ἐπιπροσθοῦν ἅπαν σαλεύειν, 151 λεύειν, ἕως τῇ βιαίᾳ φορᾷ τῆς στεγνότητος ἐνδιδούσης, ἐς τοὐμφανὲς ἀναχθεῖεν· οἱ δὴ οὖν τὰ τοιαῦτα φυσιολογοῦντες τὴν
Αἰγυπτίαν φασὶ χώραν οὐ πώποτε σείεσθαι πεφυκέναι, ὡς δὴ χθαμαλήν τε ἀτεχνῶς καὶ ὑπτίαν καὶ ἥκιστα σηραγγώδη, ἐντεῦθέν τε οὐκ ἐμφορουμένην· εἰ δέ γε καὶ ὑποδέξαιτο, ἀλλ’ αὐτομάτως ὑπὸ χαυνότητος θαμὰ ἐξατμιζομένην. ἐπεὶ δὲ έν τῷ τότε ἥδε ἡ δόξα, εὖ ποιοῦσα, ἐπεφώρατό τε καὶ ἀπελήλεγκτο
μὴ σφόδρα ἐν βεβαίῳ κειμένη, εἰκότως ἄρα ἐδεδίεσαν οἱ γενναῖοι, εἴγε πρὸς τοὐναντίον αὐτοῖς χωρήσει τοὐπίγραμμα, 152 καὶ κινδυνεύσοιεν τολοιπὸν οὐ γαιηόχου μόνον, ἀλλὰ καὶ ἐνο-
οὐ πάμπαν διαμαρτεῖν τοῦ πιθανοῦ καὶ εἰκότος, τοῦ δέ γε 155 ὄντος ἀληθοῦς πολλῷ ἀπολείπεσθαι. πῶς γὰρ ἄν τις ἐς τὸ ἀκριβὲς τὰ ἀφανῆ καὶ ὑπέρτερα διαγνοίη; ἀπόχρη δὲ ἡμῖν, εἴγε τοσοῦτο μόνον εἰδείημεν, ὡς θείῳ νῷ καὶ βουλῆ κρείττονι ἅπαντα δωτέτακται· φύσεως δὲ ἀρχὰς καὶ κινήσεις καὶ τὰς ἑκάστου τῶν γινομένων
αἰτίας σκοπεῖν μὲν τῷ λόγῳ καὶ διερευνᾷν οὐ παντελῶς ἄχρηστονͅ ἴσως οὐδὲ ἄχαρι νομιστέον, τό γε μὴν οἴεσθαί τε καὶ πεποιθέναι ὡς ἔνεστιν ἐφικέσθαι τοῦ ὄντος, μή ποτε ἀλαζονεία εἴη τὸ χρῆμα, καὶ ἀμαθέστερον τῆς διπλῆς ἐκείνης ἀγνοίας. ἅλις μὲν οὖν τούτων ἔμοιγε. ὁ δὲ λόγος αὖθις ἐς αὐτὸν ἐπανίτω.
δὲ χύδην σχεδόν τι ἅπαντες οἱ ἀστοὶ, εἴτε ἐν ἱεροῖς ἐτύγχανον πεφευγότες, εἴτε καὶ οἴκοι διαιτώμενοι, εἴτε καὶ ἄλλοσέ ποι ξυνειλημμένοι. ἐμοὶ γοῦν ἐκ τῆς Ἀλεξάνδρου ὑπὸ τὸν αὐτὸν χρόνον κατὰ τὸ Βυζάντιον ἀνακομιζομένῳ, καὶ ἐν τῇδε τῇ νήσῳ, οὕτω παρασχὸν, ἐν παράπλῳ γὰρ κεῖται,) κατάραντι, 159
οἰκτρόν τι πέφηνεν θέαμα, καὶ ὁποῖον οὐκ ἂν ἀποχρώντως ὑπογράψοι ὁ λόγος. ἅπαν μὲν γὰρ τὸ ἄστυ σχεδόν που χῶμά γε ἦν ἐπὶ μέγα ἠρμένον, καὶ λίθοι κείμενοι σποράδην, κιόνων τε τρύφη καὶ ξύλων κατεαγότων, καὶ κόνις πολλὴ ὕπερθεν φερομένη καὶ ἐπηλυγάζουσα τὸν ἀέρα, ὡς μηδὲ
αὐτά που τὰ τῶν λεωφόρων χωρία ῥᾳδίως διαγινώσκεσθαι, πλὴν ὅσον ὑπονοῆσαι. ὀλίγα δὲ ἄττα δωμάτια εἱστήκεσαν ἀπαθῆ, καἰ ταῦτα οὐχ ὅσα τιτάνῳ τυχὸν καὶ λίθῳ καὶ ταύτῃ δὴ τῇ στερεμνιωτέρᾳ καὶ μᾶλλον μονίμῳ κατὰ τὸ εἰκὸς ὕλῃ ἐξείργαστο, μόνα δὲ τὰ ἐκ πλίνθου ἀπέφθου καὶ πηλοῦ
καὶ ἄποτον μετεβέβλητο. καὶ ἦν ἅπαντα τὰ τῇδε φευκτὰ καὶ ἀνατετραμμένα, ὡς μηδὲν ἕτερον ὑπολελεῖφθαι τῇ πόλει πρὸς εὐκοσμίαν, ἢ μόνον τὸ κλεινὸν τῶν Ἀσκληπιαδῶν ὄνομα 163 τὴν ἐφ’ Ἱπποκράτει μεγαλαυχία,. οἰκτείρειν μὲν ὗν τὰ τοιά- 164 δε οὐ πόρρω τοῦ ἀνθρωπείου τρόπου εἶναι δοκεῖ, θαυμάζειν δὲ
ἀτεχνῶς καὶ καταπεπλῆχθαι, ἀνδρῶν ἂν εἴη οὐ μάλα τὰ παλαιὰ ἐπισταμένων, οὐδὲ ὅτι ἐσαεὶ τοῦτο δὴ τὸ τῆς ὅλης χωρίον ποικίλα παθήματα ὑποδέχεσθαι πέφυκε. πολλάκις γὰρ ἤδη καὶ πρότερον πόλεις γε ὅλαι σεισμῷ διεφθάρησαν, ὡς τοὺς ἀρχαίους· οἰκήτορας ἀποβαλοῦσαι ἡφ᾿ ἑτέροις αὖθις οἰκισταῖς
ἀνορθωθῆναι.
165
ἀνύσαι. μήτε γὰρ τῆς ὁδοῦ τὸ μῆκος ἢ τῆς πρεσβείας τὸ μέγεθος κατοῤῥωδήσαντα, μήτε ὅτι μεγίστοις, ὥσπερ εἰκὸς, ὁμιλήσειν ἤμελλεν κινδύνοις, καὶ ταῦτα ἐπ᾿ ἀδήλῳ τῇ τύχῃ, μήτε τῶν οἴκοι τὴν ἐρημίαν, μήτε ἄλλo τι τῶν, ὁπόσα διανοούμενοι ἄνθρωποι μεταμανθόνουσι τὰ δοκηθέντα, ἀφικέσθαι, μὴ
ὅτι ἐν ῾Ρώμη, ἀλλὰ γὰρ καὶ ἐς τῶν Κανταβρινῶν τὴν χώραν, 167 ἀμφ᾿ αὐτὰς δή που τὰς τοῦ Ὠκεανοῦ ἠϊόνας, (ἐτύγχανεν γὰρ αὐτοῦ που ὁ Καῖσαρ ἐν τῷ τότε πρός τι τῶν ἐθνῶν διαμαχóμενος,) ἀγγεῖλαί τέ οἱ τὰ ξυνενεχθέντα, καὶ οὕτως ἑλεῖν τὸν βασιλέα, ὡς αὐτίκα δὴ μάλα ὑπατικοὺς ἑπτὰ τῶν ἐν τοῖς μάλιστα
εὐπατριδῶν τε καὶ εὐδαιμόνων ἀνδρῶν ἐκ τῆς ῾Ρώμης ἀπολεξάμενον, ἅμα τῷ σφετέρῳ πλήθει στεῖλαι ἐς τὴν ἀποικίαν, καὶ τοὺς, ὡς τάχιστα ἐν τῷ χώρῳ γενομένους, χρήματά τε πλεῖστα ὅσα ἐπιδόντας καὶ σπουδῇ χρησαμένους, ἀναδομῆσαι αὖθις τὴν πόλιν, καὶ ἐς τὸ μέχρι τοῦδε σωζόμενον 168
ἀπεργάσασθαι σχῆμα. νῦν οὖν οἱ ἐκείνῃ ἀστοὶ Πελασγοὶ μὲν
ἀνελε·ξάμην. ἔν τινι γὰρ τῶν ἀμφὶ τὴν πόλιν ἀγρῶν, ὅθεν δὴ ὢν ἐτύγχανεν ὁ Χαιρήμων, Σιδηροῦς δὲ ὄνομα τῷ ἀγρῷ ἐκείνῳ,) βωμὸς ἵδρυται ἀρχαιότατος, ἐν ᾦ δὴ πάλαι, ὡς ἔοικε, τοῦ Χαιρήμονος ἄγαλμα ἐφειστήκει. νῦν γὰρ οὐδὲν ὁτιοῦν ἐν αὐτῷ φαίνεται. ἐγκεχάρακται δὲ ὅμως ἔτι τὸ ἐλεγεῖον τῷ βωμῷ
ὧδέ πως ἔχον·
172
ἀλλήλων ἐδῄουν καὶ ἐλυμαίνοντο, νῦν μὲν εἰσβολὰς ἀκηρύκτους μηχανώμενοι καὶ ἐφόδους, νῦν δὲ πολλῷ στρατῶ ἐς ἐμφανεῖς 176 παρατάξεις χωροῦντες. ὀλίγῳ δὲ ἔμπροσθεν ἐκεχειρίαν ἐπεποίηντο, ἐφ’ ᾧ μέντοι οὐ τελεωτάτην ἄγειν εἰρήνην, οὐδὲ ὥστε πάντοθι τῶν κινδύνων πεπαῦσθαι, ἀλλ’ ὅσον μόνον ἀνὰ τὴν
ἕω καὶ τὰ τῆς Αρμενίας ὅρια ἑκατέρῳ γένει ἐσπεῖσθαι, ἀμφὶ δὲ τὴν Κολχίδα γῆν τὸν πόλεμον διαφέρειν. οἱ δὲ Λαζοί Κόλχοι τοπαλαιὸν ὠνομάζοντο, καὶ οὗτοι ἐκεῖνοι τυγ χάνουσιν ὄντες. 177 τοῦτό τε οὐκ ἄν τις ἀμφιγνοήσειε τεκμαιρόμενος τῷ τε Φάσιδι κω Καυκάσῳ καὶ τῇ περὶ ταῦτα ἐκ πλείστου οἰκήσει.
λέγεται δὲ τοὺς Κόλχους Αἰγυπτίων εἶναι ἀποίκους. φασὶ γὰρ πολλῷ ἔμπροσθεν τοῦ ἐπίπλου τῶν ἀμφὶ τὸν Ἰάσονα ἡρώων, καὶ πρό γε τῆς τῶν Ἀσσυρίων ἐπικρατείας καὶ τῶν Νίνου τε καὶ Σεμιράμιδος χρόνων Σέσωστρίν τινα βασιλέα Αἰγύπτιον μεγίστην στρατιὰν ἐκ τῶν ἐπιχωρίων ἀγείραντα,
καὶ ἅπασαν τὴν Ἀσίαν ἐπελθόντα καὶ καταστρεψάμενον, ἀλλὰ καὶ ἐν τῷδε ἀφικέσθαι τῷ χώρῳ, ἀπόμοιράν
ὅσοι ἀγῶνες τῆς τούτων γε ἕκατι καταβέβληνται χώρας. Χοσρόης τε γὰρ ὁ Περσῶν βασιλεὺς ἤδη πολλὰ καὶ ἐπικαιρότατα τῶν ἐκείνῃ χωρίων σφετερισάμενος καὶ κατέχων, οὐκ ᾤετο δεῖν μεθιέναι, ἀλλὰ καὶ τὰ λοιπὰ χειρώσασθαι διενοεῖτο, Ἰουστινιανῷ τε τῷ ῾Ρωμαίων αὐτοκράτορι καταπροέσθαι Γουβάζην
181 τὸν Λαζῶν ἐν τῷ τότε βασιλέα, καὶ ἅπαν τὸ ἔθνος, κατηκόους ὄντας καὶ εὔνους καὶ τὰ ἐς θεὸν ὁμογνώμονας, οὐκ ἀνεκτὰ ἐδόκει οὐδὲ ὅσιον. μᾶλλον μὲν οὖν καὶ ἐπειρᾶτο παντὶ σθένει ἀπώσασθαι ὡς τάχιστα τοὺς πολεμίους. ἐλογίζετο γὰρ καὶ ἐδεδίει, ὡς εἰ τῷ πολέμῳ κρατήσαιεν οἱ Πέρσαι, καὶ ἁπάσης
ἐπιλάβοιντο τῆς χώρας, οὐδὲν ἔσται τὸ κωλύον αὐτοὺς ἀνὰ τὸν Εὔξεινον πόντον ἀδεῶς ναυτιλλομένους, τὰ ἐνδότατα τῆς ῾Ρωμαίων ἀρχῆς ἀνιχνεύειν. τοιγάρτοι στράτευμά τε μέγιστον καὶ ἀλκιμώτατον ἐνταῦθα ἔταξεν, καὶ στρατηγοὺς επέστησεν τοὺς ἀρίστους. Βέσσας τεγὰρ καὶ Mαρτῖνος καὶ Βούζης ἡγεῖτο,
182 ἄνδρες ἐν τοῖς μάλιστα γεγενημένοι καὶ πολέμους συχνοὺς
ἄττα ἐπεπράχει, ὃ δὴ ἔγωγε παρίημι, ἀποχρώντως γάρ που Προκοπίῳ τῷ ῥήτορι τὰ μέχρι τῶνδε ἀναγέγραπται,, τότε δὴ αὖθις ἐνθένδε γάρ μοι ἀρχομένῳ τὰ ἐφεξῆς ἁρμοστέον,) ἀφῖκτο μὲν ἐς Μουχείρισίν τε καὶ Κοτάϊσιν τὸ φρούριον, ἐβούλετο δὲ τὴν ἐς Τήλεφιν δυσχωρίαν παραμειψάμενος, εἴσω
τοῦ Φάσιδος γενέσθαι ποταμοῦ, καὶ τῷ ἀπροσδοκήτῳ τοὺς Ῥωμαίους ἐκπλήξας, διὰ πείρας ἐλθεῖν, εἴ πως ἂν ἔνια γοῦν
τῶν τῇδε πολισμάτων παραστήσασθαι δυνηθείη. ταῦτα δὲ αὐτῷ πράττειν ἐκ τοῦ ἐμφανοῦς πορευομένῳ καὶ ἐπιόντι ἀμήχανα ἦν. Μαρτῖνος γὰρ ὁ στρατηγὸς ἅμα τῇ ἀμφ’ αὐτὸν στρατιᾷ
ἐς τὴν Τήλεφιν ἱδρυμένος, φρούριον δὲ τοῦτο καρτερόν τε καὶ ἐχυρώτατον,) διεφύλαττεν ἐπιμελέστατα τὰς εἰσόδους. ἔστι δὲ καὶ ἄλλως τὸ χώριον δύσβατόν τε καὶ ἀπρόσοδον. φάραγγές τε γὰρ καἰ πέτραι ἀπερρωγυῖαι καὶ ἐς ἀλλήλας ἐπικλινόμεναι στενωτάτην ἀτεχνῶς τὴν ὑποκειμένην ἀτραπὸν ἐκτελοῦσιν.
ἄλλοθεν δὲ οὐκ ἔστιν ὁτῳοῦν εἰσιτητέα. τὰ γὰρ ἐχόμενα D πέδια ἰλυώδη γέ εἰσι δεινῶς καὶ τελματώδη, λόχμαι τε δεσεῖαι καὶ δρυμοὶ ἀνέχουσιν, ὡς καὶ εἰνὶ ἀνδρὶ, καὶ τούτῳ
καὶ πλεῖστα διαλογιζομένῳ, προσῆλθεν διανοεῖσθαι, ὡς εἰ γε ὁτῳδηοῦν τρόπῳ διαλύσοι ἦν φρουρὰν τῶν Ῥωμαίων, καὶ ἠρέμα ἀπώσοιτο, οὐ πάμπαν αὐτῷ τὰ ἐς τὴ,ν διάβασιν 188 ἀνήνυτα ἔσται. πολεμίων μὲν γὰρ τῷ χώρῳ ἐνδελεχέστατα ἐφεδρευόντων, οὐχ οἷόν τε ἦν ἅμα ἀμφοτέρων κρατῆσαι. ἐκείνων
δὲ ἀνιέντων, ἀλλὰ μόνην γε τὴν δυσχωρίαν ἀκέσασθαι, καὶ τὸ δυσέμβολον τῆς πορείας ἐς τὸ εὐέφοδον ἁμωσγέπως μετασκευάσαι, οὐ λίαν ἀδύνατα εἶναι ἡγεῖτο. ἤλπιζε γὰρ τὴν ὕλην ἐκτέμνων τῇ πολυχειρίᾳ καὶ ἀνακαθαίρων, καὶ τῶν πετρῶν ὅ, τι ἀντίξουν διακολάπτων καὶ παραιρούμενος, οὐ χαλεπῶς
διαβήσεσθαι. ὡς ἂν οὖν ταῦτα διαπράξοιτο, ἐπενόει τοιάδε. ἐσκήπτετο ἀθρόον νόσῳ τινι δεινῇ τε καὶ ἀνηκέστῳ ἑαλωκέναι, καὶ οὖν ἀνεκέκλιτο δυσφορῶν δῆθεν καὶ ἀσχάλλων καἰ τὸ 189 ξυμπεσὸν ὀλοφυρόμενος· ὅ τε λόγος οὗτος ἀνὰ πᾶν αὐτίκα ἐφοίτα τὸ στράτευμα, ὡς ὁ στρατηγὸς πονήρως τε ἔχοι, καὶ
ὅσον οὔπω ἀπολεῖται· ὅσους τε αὐτῶν ἤρεσκεν μισθαρνεῖν τοῖς
ἐξηπατημένοι τοῖς ῾Ρωμαίοις διήγγελλον. οἱ δὲ ῥᾳδίως ἐπείθοντο, οὐ τοσοῦτον, οἶμαι, τῇ ἀγγελίᾳ, ὁπόσον τῷ βουλομένῳ τῆς γνώμης.
οῦντο. ὀλίγαι τε παρῳχήκεσαν ἡμέραι, καὶ ὁ Μερμερόης ὡς δὴ τεθνηκὼς ἀπηγγέλλετο. ἔκρυπτε γὰρ ἑαυτὸν ἔς τι δωμάτιον, ὡς καὶ παρὰ τοῖς οἰκειοτάτοις τήνδε νικῆσαι τὴν δόξαν. τότε δὴ οὖν καὶ μᾶλλον τοῖς ῾Ρωμαίοις περιττόν τι ἐδόκει ἀγρυπνεῖν τε καὶ ἐπιπολὺ διαπονεῖσθαι. καὶ τοίνυν μεθέντες τὰς περιφράξεις
καὶ τὴν ἐν τούτοις ἀπεργασίαν, ἐς τὸ ἀνειμένον μετέβαλλον, παννύχιόν τε καθεύδοντες καὶ ἐς τὰς ἐπαύλεις τῶν ἀγρῶν διαιτώμενοι, καὶ οὔτε κατασκόπους ἔστελλον, οὔτε ἄλλο τι ἔπρασσον τῶν δεόντων. ᾤοντο γὰρ ὡς οὐκ ἄν ποτε οἱ Πέρσαι, ἀστρατήγητοι δῆθεν γεγονότες, ἐπ᾿ αὐτοὺς ἥξουσι, 193
μᾶλλον μὲν οὖν καὶ ὡς ποῤῥωτάτω φευξοῦνται. ταῦτα δὲ γνοὺς ὁ Μερμερόης ἀνακαλύπτει ἐξαπιναίως τὸν δόλον καὶ ἐπιφαίνεται τοῖς Πέρσαις ὁποῖος καὶ πρότερον, καὶ εὐθὺς, ὡς
εἴσω τὸν Μερμερόην, καὶ μέγα τι κακὸν τοὺς τῇδε 196 ἐργάσασθαι. πῶς γὰρ ἐνῆν αὐτοὺς ὀλίγους γε ὄντας ἐνεγκεῖν τὰ πλήθη τῶν πολεμίων, καὶ μὴ οὔχι αὐτοβοεὶ διαφθαρῆναι; οὕτω δὴ οὖν καταστρατηγηθέντες ὑπὸ τῶν βαρβάρων, καὶ αἰσχίστην ποιούμενοι τὴν ἀναχώρησιν, ἠπείγοντο τοῖς ἄλλοις
ἀναμιχθῆναι στρατεύμασιν. ἐτύγχανον γὰρ οἱ ἀμφὶ Βέσσαν τε καὶ Ἰουστῖνον ἐν πεδίῳ τινι στρατοπεδευόμενοι, οὐ πόῤῥω Τηλέφεως κειμένῷ, ἀλλὰ μόνοις σταδίοις ἑπτὰ διεστηκότι. ἐστι δὲ οὐδὲν ὁτιοῦν ἄλλο ἐνταῦθα, ἤ μόνα χυτρῶν πωλητήρια, ὡς καὶ τὴν προσηγορίαν ἐντεῦθεν τῷ χώρῳ εἰλῆφθαι·
197 Ὀλλάρια γὰρ, ὡς ἂν Δατῖνόςτις φήσοι, ἐπωνόμασται· δύναται 198 δὲ τοῦτο τῇ Ἑλλήνων φωνῇ Χυτροπώλια. ἤδη δὲ πολλῶν ἅμα τῷ Μαρτίνῳ προτερησάντων καὶ ἐν τῷ ἀσφαλεῖ γενομένων, ἐβουλεύοντο ἅΠαντες οἱ στρατηγοὶ, ἐνταῦθα τοὺς δυσμενεῖς ἐκδεξάμενοι στήσεσθαι τε ἐς παράταξιν, καὶ διακωλύειν αὐτοὺς
ἀνὰ τὰ πρόσω ἰόντας. ἦν δέ τις τῶν ἐπισημοτάτων ἐν τοῖς ταξιάρχαις Θεόδωρος ὄνομα, τὸ μὲν γένος ἕλκων ἐκ τοῦ
μείους ἢ πεντακόσιοι ἄνδρες τῶν ὁμοφύλων,) ἀμφὶ Τήλεφιν εντι ἐμεμενήκει, εἰρημένον αὐτῷ ὑπὸ Μαρτίνου, μὴ πρότερον ἐνθένδε χωρῆσαι, πρὶν ἂν θεάσοιτο ἅπαντας τοὺς πολεμίους εἰσβεβληκότας εἰκάσοι τε αὐτοὺς, ὡς ἔνεστιν, ὅσοι εἷεν, καὶ ποίη ὅπως ἔχουσιν ὁρμῆς τε καὶ γνώμης.
Ῥωμαίων οὐκ εὐθυδρομήσαντας ἐς τὰ χυτροπώλια, ᾑπερ διετέτακτο, ἀλλ’ ἐν οἰκήμασι Λαζικοῖς εἰσπηδήσαντας, καὶ 202 ἀφαιρουμένους ἔλυμόν τε καὶ ζειὰς καὶ ἄλλα ἀττα τῶν ἐδωδίμων, ἀπελαύνειν τε αὐτοὺς ἐπειρᾶτο καὶ κατεμέμφετο τῆς παρανοίας, ὡς οὐκ εἰδότας οὗπερ τυγχάνουσιν ὄντες κακοῦ. ὅσον
μὲν οὖν ἦσαν αὐτῶν οὐ λίαν λίχνοι τε καὶ ἀκόλαστοι, οὗτοι δὲ μεταμαθόντες τὸ λῷον ξυνείποντό τε αὐτῷ καὶ βάδην ἀπεκομίζοντο· πλὴν ἀλλ’ οὐ γεγένηται χώρα τῷ Θεοδώρῳ σχ-
θορύβῳ, ὡς ἅπαντας ξυνταραχθῆναι τῷ αἰφνιδίῳ, καὶ πέρα 205 τοῦ μετρίου δειμαίνοντας ἐς ὑπαγωγὴν μετανίστασθαι. οἱ δὲ στρατηγοὶ, (οὔπω γὰρ αὐτοῖς ἐς φάλαγγα ὁ στρατὸς ἐτετάχατο,) δεδιότες καὶ οἳ, μὴ σφίσιν οὐ παρεσκευασμένοις ἐπισταῖεν οἱ βάρβαροι, περιεφρόνουν μὲν τὰ πρότερον δοκηθέντα,
οὐκ εἶχον δὲ ὅ, τι καὶ γένοιντο· οὔτε γὰρ βουλεύσασθαι αὐτοῖς περὶ τῶν παρόντων ὁ καιρὸς ἐνεδίδου καὶ τὸ ἤδη καταπεπλῆχθαι τὰς γνώμας. εὐθὺς οὖν ἄραντες ἐκ τοῦ πεδίου, καὶ ἅπαντα ἐπαγόμενοι τὰ στρατεύματα, ᾤχοντο ἀγεννῶς καὶ ἀκόσμως, καὶ οὐ πρότερον ἐπαύσαντο θέοντες, πρὶν ἐς τὴν
Νῆσον ἱκέσθαι. ἄπεστι δὲ ἡ Νῆσος ἥδε Τηλέφεως πέντε μάλιστα παρασάγγαις. τοσαύτην ἄρα οἱ γενναῖοι αὐθημερὸν πο- 206 ρείαν διήνυσαν, ὠκύτατα πεφευγότες. ἔστι γὰρ ὁ παρασάγγης, ὡς μὲν Ἡροδότῳ δοκεῖ καὶ Ξενοφῶντι, τριάκοντα στάδια, ὡς δὲ νῦν Ἴβηρες καὶ Πέρσαι φασὶν, ἐν ἑνὶ μόνῳ τῶν εἴκοσι πλείονα.
Λαζοί δὲ οὕτω μὲν καὶ αὐτοὶ ὁμολογοῦσιν; οὐ μὴν δὲ τῷ ὀνόματι χρῶνται, ἀλλὰ ἀναπαύλας καλοῦσι, καὶ, οἶμαι, εἰκό-
ται καὶ κατατέμνουσιν. εἴτε δὴ οὖν οὕτως, εἴτε ἐκείνως τὸν παρασάγγην κλητέον, πεντήκοντά γε καὶ ἑκατὸν σταδίοις ἐκ 209 τοῦ φρουρίου ἡ Νῖσος διείργεται. ἔπι δὲ τὸ χώριον ἐπιεικῶς ἐχυρὸν, καὶ οὐκ εὐέφοδον, ταῖς τῶν ποταμῶν περιβαλλόμενον δίναις. ἔ τε γὰρ Φάσις καὶ ὁ Δοκωνòς, ἐκ τοῦ Καυκάσου
διακριδὸν καταῤῥέοντε καὶ πολλῷ τὰ πρῶτα ἐνταῦθα τῆς τῶν τόπων θέσεως ἀναγκαζούσης ἠρέμα πλησιάζετον ἀλλήλοιν καὶ οὐκέτι ἄποθεν φέρεσθον, ὥστε 210 ἀμέλει τῶν Ῥωμαίων διώρυχα τινα μηχανησαμένων, καὶ ἐκ τοῦ Φάσιδος ἐκροὴν εἰς τὸν Δοκωνὸν μετοχετευοάντων, τουτῳ
δὴ τῷ τρόπῳ ἐς τὰ πρὸς τῆς ἕω τετραμμένα τῆς Νήσου ἡνῶσθαι ἄμφω τὼ ποταμὼ, καὶ ξυνειλῆφθαι τὸν χῶρον. ἐντεῦθεν δὲ αὖθις καμπάς τε καἰ περιελιγμοὺς ποιουμένω, οὐκ 211 ἐλάχιστόν τι χρῆμα τοῦ πεδίου εἴσω ἀπολαμβάνετον. προΪοόντε δὲ ἀνὰ τὸ πρόσω, ἐς δυόμενον ἥλιον ξυμβάλλετον αὐτομάτως
καὶ ἀναμίγνυσθον τελεώτατα, ὡς ταύτῃ γε ἅπαν τὸ μεταξὺ νῆσον ἐς τὸ ἀκριβὲς ἐκτελεῖσθαι. ἐνταῦθα μὲν οὖν οἱ Ῥωμαῖοι ἐτύγχανον ξυνειλεγμένοι.
214 αστο ἐς πολιορκίαν. τοιγάρτοι ἀποπορευτέα μὲν αὖθις αὐτῷ ἐπὶ Τήλεφίν τε καὶ τὴν ἐκείνῃ δυσχωρίαν οὐ μάλα ἐδόκει, ξύλοις δὲ καὶ ἀκάτοις, ἃ δὴ ἐς τοῦτο ἐπεποίηντο, ζεύξας τὰς τοῦ Φάσιδος ὄχθας καὶ οἶον γέφυραν τεκτηνάμενος, διεβίβασεν ἀδεῶς ἅπαν τὸ στράτευμα, οὐδενὸς ἐνοχλοῦντος. καὶ δὴ τοὺς
εἰς Ὀνόγουριν Πέρσας ἱδρυμένους τὸ φρούριον, ὃ δὴ πρότερον αὐτὸς ἐν τῇ Ἀρχαιοπόλεως Περιοικίδι ἐπιτείχισμα κατὰ τῶν Ῥωμαίων κατεστήσατο, ἀλλὰ τούτους γε τοὺς πέρσας ἐπιθαρσύνας, καὶ ἑτέραν δύναμιν ἐμβαλὼν, καὶ ἅπαντα τὰ τῇδε, ὡς ἐνῆν, κρατυνάμενος, πάλιν ἔς τε Κοτάϊσιν Κοτάΐσιν
χείρισιν ἐπανῆκεν. αὐτίκα δὲ νόσῳ τινι πεπιεσμένος καὶ διατεθεὶς χαλεπώτατα, τὸ μὲν πλεῖστον τοῦ στρατοῦ καὶ ἀλκιμώτατον αὐτοῦ καταλέλοιπεν διαφυλάξοντας τὰ οἰκεῖα, αὐτὸς 215 δὲ ἐς Ἰβηρίαν τὴν χώραν μετῆλθεν. καὶ τοίνυν ἐς πόλιν Μεσχοθὰ οὕτω καλουμένην μόλις ἠγμένος, καὶ οὐκ ἐνεγκὼν τὸ
216
τὼ πόδε πεπηρωμένος, καὶ οἷος μηδὲ ἐφ’ ἵπΠου ὀχεῖσθαι, ὅμως ἐμόχθει ὡσπερ τις νεανίας ῥωμαλεώτατος, καὶ οὐκ ἀπηγόρευεν πρὸς τοὺς πόνους, ἀλλὰ φοράδην ἐς τὰς παρατάξεις ἐφοίτα , καὶ ταύτῃ τοὺς μὲν ἐναντίους κατέπληττεν, τοὺς δὲ 218 οἰκείους παραινῶν καὶ ἐγκελευόμενος, καὶ τὰ πρακτέα ὀρθῶς
διατάττων, πολλὰς ἀνεδήσατο νίκας. οὕτως ἄρα τὸ στρατηγεῖν οὐ σώματος ῥώμῃ, μᾶλλον μὲν οὖν φρονήσει δοτέον. τότε δὴ τὸ σῶμα τοῦ Μερμερόου οἱ ἀμφ’ αὐτὸν ἀνελόμενοι, καὶ ἐκτός που τοῦ ἄστεος ἀποκομίσαντες, οὕτω δὴ ἔρημόν τε καὶ ἀκάλυπτον κατὰ τὸν πάτριον ἔθεντο νόμον, κυσί τε ἅμα καὶ τῶν
ὀρνέων τοῖς ὅσα μιαρὰ καὶ νεκροβόρα, παρανάλωμα γενησόμενον.
ἥκιστα θέμις αὐτοῖς. ἐφ’ ὅτῳ δὲ ἂν σώματι μὴ θᾶττον καταμὴ
μετὸν αὐτῷ τῆς κρείττονος μοίρας. ὃς δὲ ἂν τάχιστα καταβρωθείη, μακαρίζουσι τῆς εὐδαιμονίας, καὶ τὴν ψυχὴν ὑπεράγανται ὡς λίαν ἀρίστην καὶ θεοείκελον καὶ ἐς τὸν τοῦ ἀγα- 222 θοῦ χῶρον ἀναβησομένην. οἱ δὲ πολλοὶ καὶ ἀσημότεροι εἴ που ἐν στρατοπέδῳ τύχοιεν νόσῳ τινι δυσκολωτάτῃ πεπιεσμένοι,
223 ἔμπνοι ἔτι ἄγονται καὶ νηφάλιοι. ἐπειδὰν δέ τις οὕτως ἐκτεθείη, ἄρτου τρύφος αὐτῷ καὶ ὕδωρ καὶ βακτήρια ξυμπαράκεινται· καὶ μέχρι μὲν οἷός τε εἴη τῆς ἐδωδῆς ἀπογεύεσθαι, ναί τι δυνάμεως αὐτῷ ὑπολείποιτο, ὁ δὲ ἀμύνεται ταύτῃ δὴ τῇ βακτηρίᾳ τὰ ἐπιόντα τῶν ζώων, καὶ ἀΠοσοβεῖ τοὺς δαιτυμόνας.
εἰ δὲ οὔπω μὲν πάμπαν διαφθαρείη, νικῴη δὲ ὅμως τὰ τῆς νόσου ὡς μηκέτι κινεῖσθαι τὼ χεῖρε, τότε δὴ τὸν δείλαιον ἡμιθνῆτα καὶ ἄρτι ψυχοῤῥαγεῖν ἀρχόμενον κατεσθίουσι, καὶ προαφαιροῦνται τὴν ἐλπίδα τοῦ ἴσως ἂν καὶ περιέσεσθαι 224 πολλοὶ γὰρ ἤδη ἀναρρωσθέντες ἀπενόστησαν ἐς τὰ οἰκεῖα, καθάπερ
ἐν σκηνῇ καὶ τραγῳδίᾳ ἐκ τῶν σκότου πυλῶν ἀφιγμένοι, ἴσχνω τινες καὶ ἑτερόχρωτες καὶ οἶοι δεδίττεσθαι τοὺς ἐντυγ-
τὸ μίασμα δῆθεν τοῦ ἐλπισθέντος θανάτου, καὶ οἷον ἀνταπολάβοι τὸ αὖθις βιῶναι. καἰ εὔδηλον μὲν ὅτι δὴ τῶν ἀνθρωπείων ἐθνῶν ὡς ἕκαστο, εἰ γε ὁτῳδηοῦν νόμῳ ἐκ πλείστου νενικηκότι ἐμβιοτεύσαιεν, τοῦτον δὴ ἄριστον ἡγοῦνται καὶ θεσπέσιον, καὶ εἴπου τι παρ’ ἐκεῖνον πράττοιτο, φευκτόν τε αὐτοῖς 227
εἶναι δοκεῖ καὶ καταγέλαστον καὶ ὁποῖον ἤδη καὶ ἀπιστεῖσθαι. ἐξεύρηνται δὲ ὅμως αἰτίαι τοῖς ἀνθρώποις καὶ λόγοι τῶν οἰκείων πέρι νόμων ἄλλοθι ἄλλοι, τυχὸν μὲν ἀληθεῖς, τυχὸν δὲ κὼ ἐς τὸ πιθανώτερον ἐσκευασμένοι. καὶ οὐδὲν οἶμαι θαυμαστὸν, εἰ καὶ πέρσαι τὰ παρὰ σφισιν αὐτοῖς ἔθη αἰτιολογοῦντες,
ἀμείνονα πειρῶνται τῶν ἑκασταχοῦ ἀποφαίνειν· ἐκεῖνο δὲ καὶ λίαν θαυμάσαιμι ἂν, ὅτι δὴ οἱ παλαίτατοι τῆς χώρας οἰκήτορες, εἶεν δ’ ἂν οὗτοι Ἀσσύριοι τε καὶ Χαλδαῖοι καί Μῆδοι, ἀλλ’ ἐκείνοις γε οὐ ταὐτὰ ἐδόκει. καὶ γὰρ ἀμφὶ Νίνον τὴν πόλιν καὶ ἀνὰ τὴν Βαβυλωνίαν χώραν καὶ πρός γε ἐν
τῇ Μηδικῇ τύμβοι τε καὶ θῆκαι τῶν πάλαι τεθνεώτων ἵδρυντο, 228 οὐκ ἄλλον τινὰ ἡ τὸν ἡμέτερον ἀποσώζουσαι τρόπον, καὶ εἶτε
ὁποῖα οἱ νῦν ἀκολασταίνουσιν, οὐ μόνον ἀδελφαῖς τε καὶ ἀδελφιδαῖς ἀνέδην μιγνύμενοι, ἀλλὰ πατέρες τε θυγατράσι, καὶ τὸ δὴ πάντων ἀνοσιώτερον, ὦ νόμοι γε καὶ φύσις. υἱοὶ ταῖς τεκούσαις. ὅτι γὰρ αὐτοῖς καὶ τοῦτο κεκαινοτόμηται, ἐκεῖθεν 231 ἄν τις σαφέστατα διαγνοίη. λέγεται γάρ ποτε Σεμίραμιν τὴν
πάνυ τὴν Ἀσσυρίαν εἰς τοῦτο ἀκρασίας ἠγμένην, ὡς Νινύᾳ τῷ παιδὶ ἐθελῆσαι ξυνελθεῖν ἐς ταὐτὸ, καὶ ἤδη πειρᾷν τὸν νεανίαν. τὸν δὲ ἀπανήνασθαι καὶ χαλεπῆναι, καὶ τελευτῶντα, ἐπειδὴ αὐτὴν ἑώρα σφαδάζουσαν καὶ ἐγκειμένην, ἀποκτεῖναί τε τὴν μητέρα, καὶ τόδε τὸ ἄγος ἀντ’ ἐκείνου ἑλέσθαι. καίτοι
εἰ νόμῳ ταῦτα ἐφεῖτο, οὐκ ἄν, οἶμαι, ὁ Νινύας ἐς τόδε ὠμότητος ᾔει. καὶ τι δεῖ τὰ λίαν παλαίτατα λέγειν; ὀλίγῳ γὰρ ἔμπροσθεν τῶν Μακεδονικῶν καὶ τῆς τῶν περσῶν καταλύσεως, Ἀρταξέρξην φασὶ τὸν Δαρείου, Παρυσάτιδος τῆς μητρὸς παραπλήσια 232 τῇ Σεμιράμιδι παθούσης, καὶ ξυγγενέσθαι οἱ ἱεμένης,
ἀποκτεῖναι μὶν αὐτὴν ἥκιστα, ἐκκλῖναι δὲ ὅμως ξὺν ὀργῇ
ἐκ τῶν Ζωροάστρου τοῦ Ὀρμάσδεως διδαγμάτων κατακηληθέντες. κηληθέντες. οὗτος δὲ ὁ Ζωρόαστρος, ἤτοι Ζαράδης (διττὴ ἐπ’ αὐτῷ ἡ ἐπωνυμία), ὁπηνίκα μὲν ἤκμασεν τὴν ἀρχὴν, καὶ τοὺς νόμους ἔθετο, οὐκ ἔνεστι σαφῶς διαγνῶναι. Πέρσαι δὲ 235 αὐτὸν οἱ νῦν ἐπὶ ‘Υστάσπεω, οὕτω δή τι ἁπλῶς, φασὶ γεγονέναι, 236
ὡς λίαν ἀμφιγνοεῖσθαι καὶ οὐκ εἶναι μαθεῖν, πότερον Δαρείου πατὴρ, εἴτε καὶ ἄλλος οὗτος ὑπῆρχεν Ὑστάσπης. ἐφ’ ὀστῷ δ’ ἂν καὶ ἤνθησε χρόνῳ, ὑφηγητὴς αὐτοῖς ἐκεῖνος, καὶ καθηγεμὼν τῆς μαγικῆς γέγονεν ἁγιστείας, καὶ αὐτὰς δὴ τὰς προτέρας ἱερουργίας ἀμείψας, παμμιγεῖς τινας καὶ ποικίλας
ἐνέθηκε δόξας τὸ μὲν γὰρ παλαιὸν Δία τε καὶ Κρόνον καὶ τούτους δὴ ἅπαντας τοὺς παρ’ Ἕλλησι θρυλλουμένους ἐτίμων θεοὺς, πλήν γε ὅτι δὴ αὐτοῖς ἥ προσηγορία οὐχ ὁμοίως ἐσωζετο. ἀλλὰ Βῆλον μὲν τὸν Δία τυχὸν, Σάνδην τε τὸν Ἡρακλέα, καὶ Ἀναίτιδα τὴν Ἀφροδίτην, καὶ ἄλλως τοὺς ὕλλους
ἐκάλουν, ὥς που Βηρωσσῷ τε τῷ Βαβυλωνίῳ, καὶ Ἀθηνοκλεῖ, 237 καἰ Σιμάκῳ, τοῖς τὰ ἀρχαιότατα τῶν Ἀσσυρίων τε καὶ
καί τῇ σφετέρᾳ γλώττη πεποιημένα. τὸν μὲν γὰρ ἀγαθὸν, εἴτε θεὸν εἴτε δημιουργὸν, Ὀρμισδότην ἀποκαλοῦσιν, Ἀριμάνης δὲ ὄνομα τῷ κακίστῳ καὶ ὀλεθρίῳ. ἑορτήν τε πασῶν μείζονα 240 τὴν τῶν κακῶν λεγομένην ἀναίρεσιν ἐπελοῦσιν, ἐν ᾗ τῶν τε ἑρπετῶν πλείστα καὶ τῶν ἄλλων ζώων ὁπόσα ἄγρια καὶ ἐρημονόμα
κατακτείνοντες, τοῖς μάγοις προσάγουσιν, ὥσπερ ἐς ἐπίδειξιν εὐσεβείας. ταύτῃ γὰρ οἴονται τῷ μὲν ἀγαθῷ κεχαρισμένα διαπονεῖσθαι, ἀνιᾷν δὲ καὶ λυμαίνεσθαι τὸν Ἀριμάνην. γεραίρουσι δὲ ἐς τὰ μάλιστα τὸ ὕδωρ, ὡς μηδὲ τὰ πρόσωπα αὐτῷ ἐναπονίζεσθαι, μήτε ἄλλως ἐπιθιγγάνειν, ὅτι
μὴ ποτοῦ τε ἕκατι καὶ τῆς τῶν φυτῶν ἐπιμελείας.
241 τισὶν ἱεροῖς τε δῆθεν καὶ ἀποκεκριμένοις ἄσβεστον οἱ μάγοι φυλάττουσι, καὶ ἐς ἐκεῖνο ἀφορῶντες τάς τε ἀπορρήτους τεκαλ.
ποικιλώτατα ξύγκειται. καὶ μοι τοῦτο οὐκ ἄπο τρόπου δοκεῖ γεγενῆσθαι. ἄλλην γὰρ οὕτω πολιτείαν οὐκ οἶδα ἐς πλείστας μορφάς τε καὶ σχήματα μεταβαλοῦσαν, καὶ ἐν ταὐτῷ μένειν ἐπιπλεῖστον οὐ διαρκέσασαν, ἀλλὰ μυρίων ἐθνῶν ἄλλοτε ἄλλων ἐπικράτειαν δεξαμένην• τῷ τοι ἄρα καὶ εἰκότως πολλῶν ὶδεῶν 244
τε καὶ νόμων γνωρίσματα σώζει. πρῶτοι μὲν γὰρ ὦν ἀκοῇ ἔσμεν Ἀσσύριοι λέγονται ἅπασαν τὴν Ἀσίαν χειρώσασθαι, πλὴν Ἰνδῶν τῶν ὑπὲρ Γάγγην ποταμὸν ἱδρυμένων. Νῖνός τε πρότερον φαίνεται καὶ βασιλείαν ἐνταῦθα βεβαίαν καταστησάμενος, Σεμίραμις τε αὖ μετ’ ἐκεῖνον, καὶ ἑξῆς ἅπαντες οἱ
τούτων ἀπόγονοι μέχρι καὶ ἐς Βελεοῦν τὸν Δερκετάδου. ἐς τοῦτον γὰρ δὴ τὸν Βελεοῦν τῆς τοῦ Σεμιραμείου φύλου διαδοχῆς παυσαμένης, Βελητάρας τις ὄνομα, φυτουργὸς ἀνὴρ καὶ τᾶν ἐν τοῖς βασιλείοις κήπων μελεδωνὸς καὶ ἐπιστάτης, ἐκαρ -
καὶ ἐς τὸ Μηδικὸν μετέστησαν ἔθλος, ἕξ τε καὶ τριακοσίων 248 ἤδη πρὸς τοῖς χιλίοις, ἢ καὶ ὀλίγῳ πλειόνων, ἐτῶν παρῳχηκότων, ἐξ οὗ τὰ πρῶτα ὁ Νῖνος τῶν ἐκείνῃ κατέσχεν πραγμάτων. οὕτω γὰρ Κτησίᾳ τῷ Κνιδίῳ τοὺς χρόνους ἀναγραψαμένῳ καὶ Διόδωρος ξύμφησιν ὁ Σικελιώτης. Μῆδοι τοίνυν
αὖθις ἐκράτουν, καὶ ἅπαντα τοῖς ἐκείνων ἐτάττοντο νόμοις ἔτη 249 δὲ καὶ τούτων ἐν τῇ ἀρχῇ διανυσάντων οὐ μεῖον ἢ τριακόσια, Κῦρος ὁ Καμβύσου τὸν Ἀστυάγην καταπολεμήσας, ἐπὶ Πέρσας τὴν ἡγεμονίαν μετήγαγε. πῶς δὲ οὐκ ἤμελλεν, Πέρσης τε ὢν αὐτὸς ἰθαγενὴς, καὶ ἅμα χαλεπαίνων τοῖς Μήδοις διὰ τὰς
ξὺν Ἀστυάγει παρατάξεις; κρατήσαντες δὲ καὶ οἱ Περσικοὶ βασιλεῖς ὀκτώ τε καὶ εἴκοσι καὶ διακόσια ἔτη, καὶ μέντοι καὶ ἡ τούτων ἀρχὴ τελεώτατα διεῤἡύη, στρατῷ ἐπηλύτῃ καὶ βασιλεῖ ἀλλοτρίῳ καταλυθεῖσα. Ἀλέξανδρος γὰρ ὁ Φιλίππου Δαρεῖον ἀποκτείνας τὸν Ἀρσάμου, τὸν βασιλέα, καὶ ἅπασαν
τὴν Περσίδα παραστησάμενος, ἐς Μαχεδονικὴν τὰ πράγματα
ἀφικέσθαι. καὶ οἶμαι ἄχρι καὶ ἐς τόδε τοῦ καιροῦ ἦρχον ἂν καὶ ἐπεκράτουν , τῇ τοῦ οἰκιστοῦ κρατυνόμενοι δόξῃ, εἰ μὴ ἐς ἀλλήλους στασιάσαντες, καὶ θαμὰ κατά τε σφῶν αὐτῶν καὶ πρὸς Ῥωμαίους παραταξάμενοι, τοῦ πλείονος ἕκατι , διέλυσαν τὰς οἰκείας δυνάμεις, καὶ οὐκέτι ἀνάλωτοι τοῖς πέλας
ἐδóκουν. τοιγάρτοι ̀ἄρξαντες οὐ λίαν ἐλάττονα χρόνον τῶν Μηδων , ὅτι μὴ ἑπτὰ ἔτεσι δέοντα, (πειστέον γὰρ κἀνταῦθα τῷ Πολυΐστορι,) ἐς τοσοῦτον δὴ οὖν κρατήσαντες, Παρθυαῖοί 253 γε αὐτοὺς, ἔθνος κατήκοον καὶ ἥκιστα ἐν τῷ πρὸ τοῦ ὀνομαστότατον, στότατον, παρέλυσαν τῆς ἀρχῆς τοὺς Μακεδόνας. καὶ εἶτα
ἐκεῖνοι τῶν ὅλων πλὴν Αἰγύπτου ἡγοῦντο , Ἀρσάκου μὲν πρότερον τῆς ἀποστάσεως ἀρξαμένου, ὡς καὶ Ἀρσακίδας τοὺς μετ᾿ αὐτὸν ὀνομάζεσθαι, Μιθριδάτου δὲ οὐ πολλῷ ὕστερον ἐς μέγα τι κλέος τὸ Παρθυαίων ὄνομα ἐξενεγκόντος.
καὶ οἶον κατάστασιν πρώτην. Ἀρταξάρης γάρ τις τοὔνομα, Πέρσης ἀνὴρ, ἄδοξος μὲν τὰ πρῶτα καὶ ἀφανέστατος, ἄλλως δὲ μεγαλουργὸς καὶ δραστήριος, καὶ δεινὸς κινῆσαι τὰ καθεστῶτα, ξυνωμότας ἄγειρας καὶ ἐπιθέμενος, Ἀρτάβανον μὲν ἀναιρεῖ τὸν βασιλέα, ἑαυτῷ δὲ Περιθείς τὴν κίδαριν, καὶ τὴν
Παρθικὴν δύναμιν καταλύσας, αὖθις τοῖς πέρσαις τὴν ἀνενεώσατο βασιλείαν. ἦν δέ γε οὗτος τῇ μαγικῇ κάτοχος 257 ἱερουργίᾳ καὶ αὐτουργὸς τῶν ἀπορρήτων. ταῦτά τοι καὶ τὸ μαγικὸν φῦλον ἐγκρατὲς ἐξ ἐκείνου γέγονε καὶ ἀγέρωχον, ὂν μὲν ἤδη καὶ πρότερον, καὶ ἐκ παλαιοῦ τήνδε τὴν ἐπίκλησιν
αποσωζον, οὔπω δὲ ἐς τοῦτο τίμης τε καὶ παρρησίας ἠρμένον, ἀλλ’ ὁποῖον ὑπὸ τῶν ἐν τέλει ἐστιν ᾖ καὶ περιορᾶσθαι δῆλον δέ· οὐ γὰρ ἂν οἱ ἀμφὶ Δαρεῖον Πέρσαι, Σμέρδιος πάλαι τοῦ μάγου μετὰ Καμβύσην τὸν Κύρου τὴν βασίλειαν ὑποσυλήσαντος, συμφορὰν ἐποιοῦντο τὸ γεγενημένον, καὶ αὐτόν τε τὸν Σμ́ρ-
258
ὥστε ἀμέλει τὴν στάσιν ἐκείνην Μαγοφόνια ἑορτὴν ὀνομασθῆναι, 261 νᾶι, καὶ θυσίας ἐπιτελεῖσθαι χαριστηρίους. νῦν δὲ τιμῶσιν αὐτοὺς ἅπαντες καὶ ὑπεράγανται, καὶ τά τε κοινὰ ταῖς τούτων βουλαῖς καὶ προαγορεύσεσι διατάττεται, καί ἴδιᾴ ἑκάστῳ τῶν συμβαλλόντων, ἢ δίκην λαγχάνοντι, ἐφίστανται διασκοποῦντες
τὰ ποιούμενα, καὶ ἐπικρίνοντες, καὶ οὐδὲν ὁτιοῦν παρὰ Πέρσαις δόξειεν ἂν ἔννομον τε εἶναι καὶ δίκαιον, ὅγε μὴ ὑπὸ μά γου ἐμπεδωθείη.
τέχνην, τῆς δὲ τῶν ἀστέρων πορείας δαημονεστάτῳ, καὶ οἵῳ C ῥᾳδίως τὰ ἐσόμενα διασκοπεῖσθαι· ἄνδρα δὲ στρατιώτην Σάσανον ὄνομα, διὰ τῆς Καδουσαίων, οὕτω ξυνενεχθὲν, πορευόμενον χώρας, ἐπιξενωθῆναί τε τῷ Παβέκῳ, καὶ ἐς τὸ ἐκείνου δωμάτιον καταχθῆναι· τὸν δὲ ὁτῳδηοῦν τρόπῳ, ἅτε, οἶμαι,
μάντιν, ἐπιγνόντα ὡς ἡ τοῦ ξένου γονὴ ἀρίστη τε ἔσται καὶ ἀρίδηλος, καὶ ἐπὶ μέγα εὐδαιμονίας χωρήσει, ἀλύειν μὲν καὶ
οὕτω τε φύντα τὸν Ἀρταξάρην, τραφῆναι μὲν ὑπὸ τῷ Παβέκῳ· ἐπεὶ δὲ νεανίας γενόμενος καρτερώτατα τὴν βασιλειᾶν κατέσχεν, ἔριν εὐθὺς καὶ νεῖκος ἐξαίσιον ἀναφανδὸν Σασάνῳ τε καὶ Παβέκῳ ἀναῤῥαγῆναι. ἑκάτερον γὰρ ἐθέλειν πρὸς αὐτοῦ τὸν παῖδα ἐπονομάζεσθαι. μόλις δὲ ἄμφω ξυμβῆναι, ἐφ’
265 ᾡ δῆτα υἱὸν μὲν αὐτὸν Παβέκου καλεῖσθαι, ἐκ σπέρματος δὲ ὅμως Σασάνου τεχθέντα. οὕτω μὲν τὸν Ἀρταξάρην γενεαλογοῦντες γοῦντες οἱ Πέρσαι, ἀληθῆ ταῦτά φασι καθεστάναι, ὡς καὶ ἐν ταῖς βασιλείοις διφθέραις ἀναγεγραμμένα ἐγὼ δὲ ἁπάντων τῶν ἐφεξῆς ἀπογόνων, ὅσοι δὴ τὴν ἀρχὴν διεδέξαντο, τά τε ὀνόματα
μάτα ὀλίγῳ ὕστερον φράσω, καὶ πρός γε ὁπόσον ἕκαστος ἐκράτησεν χρόνον· καίτοι ἅπασι τοῖς μέχρι νῦν χρονογράφοις παρεῖται, καὶ οὐ περιπλείστου γεγένηται τὰ τοιαῦτα διερευ- νήσασθαι ἀλλὰ τοὺς μὲν Ῥωμαίων βασιλεῖς ἀπὸ Ῥωμύλου τυχὸν, καὶ ἔτι πρότερον ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου ἀρχόμενοι,
μέχρις Ἀναστασίου τε καὶ Ἰουστίνου τοῦ πρεσβυτέρου ἀπαρι- 266 θμοῦνται· τοὺς δὲ παρὰ Πέρσαις φημὶ δὲ τούτους ἐκείνους, ὁπόσοι δὴ μετὰ τὴν Παρθυαίων κατάλυσιν ἔτυχον βεβασιλευ-
καί τοίνυν προι·ὼν ἐπιμνήσομαι, ἥνικα ἂν δεῖν οἰηθείην, εἰ καὶ ὀνομάτων πολλῶν καὶ τούτων βαρβαρικῶν οὕτω δή τι ψιλῶς καταλόγους ποιεῖσθαι δεήσει, καὶ ταῦτα ἐνίων οὐδενóτι ἀξιαφήγητον εἰργασμένων· τοσοῦτον δὲ μόνον πρὸς τὸ παρὸν εἴποιμι ἂν τοῦ σαφοῦς γε ἕκατι καὶ ἐς πλεῖστα χρησίμου, ῶς 269
ἐννέα τε κὼ δέκα καὶ πρός γε τριακόσιοι ἐνιαυτοὶ τελευτῶσιν ἐς τὸ πέμπτον τε καὶ εἰκοστὸν ἔτος τῆς Χοσρόου τούτου βασιλείας. καθ’ ὅν δὴ χρόνον οἵ τε ἐν τῇ Κολχίδι χώρᾳ πόλεμοι διεφέροντο, καἰ τὸν Μερμερόην ἀποβιῶναι ξυνηνέχθη. διήνυστο δὲ ἄρα ἐν τῷ τότε, Ἰουστινιανῷ βασιλεῖ ὀκτώ τε καὶ εἴ-
κσοιν ἔτη Ῥωμαίων κρατοῦντι.
ἐς τὴνΠερσιδα φωνὴν τῶν Ἑλληνικῶν ξυγραμμμάτων. καὶ τοίνυν φασὶν, ὅτι δὴ ὅλον τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλόρου, τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων, καὶ οὔτε ὁ Τίμαιος αὐτόν ἀποδράσειεν ἂν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται,
κιλτπι, καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις, οὔτε ὁ Φαίδων, οὔτε ὁ Γοργίας, οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν τε καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος, οἶμαι, ὁ Παρμενίδης. ἐγὼ δὲ οὕτως αὐτὸν ἄριστα ἔχειν παιδείας, καὶ ταῦτα τῆς ἀκροτάτης, οὐκ ἄν ποτε οἰηθείην. πῶς μὲν γὰρ οἷόν τε ἦν τὸ
ἀκραιφνὲς ἐκεῖνο τῶν παλαιῶν ὀνομάτων καὶ ἐλευθέριον, καὶ 274 πρός γε τῇ τῶν πραγμάτων φύσει πρόσφορόν τε καὶ ἐπικαιρότατον, ἀγρίᾳ τινὶ γλώττῃ καὶ ἀμουσοτάτῃ ἀποσωθῆναι; πῶς δὲ ἂν ἀνὴρ βασιλείῳ τύφῳ ἐκ παιδων καὶ κολακείᾳ πολλῇ γεγανωμένος, δίαιτάν τελαχὼν ἐς ὄ, τι βαρβαρικωτάτην καὶ πρὸς
275
ξεων μέλον αὐτῷ, ὁ δὲ ἐφίετο γοῦν ὅμως ἀμηγέπη ἀπογεύεσθαι λόγων, καὶ τῇ περὶ ταῦτα γάννυσθαι δόξη, ξυνεπαινέσαιμι ἂν κὼ ἔγωγε τὸν ἄνδρα, καὶ μείζονα θείην τῶν ἄλλων βαρβάρων. ὅσοι δὲ λίαν αὐτὸν σοφὸν ἀποκαλοῦσι, καὶ μονονουχὶ 277 τοὺς ὅπη ποτὲ πεφιλοσοφηκότας ὑπερβαλλόμενον, ὡς καὶ
ἁπάσης τέχνης τε καὶ ἐπιστήμης τὰς ἀρχὰς καὶ αἰτίας διαγιωσκειν, ὁποῖον τὸν ἄγαν πεπαιδευμένον οἱ ἐκ του περιπάτου ὁρίζονται· οἱ δὴ οὖν ταῦτα οἰόμενοι ἐκείνῃ ἂν μάλιστα φωραθεῖεν οὐ τῶν ἀληθῶν ἐστοχασμένοι, μόνη δὲ τῇ τῶν Πολλῶν ἑπόμενοι φήμῃ.
πολλάκις γὰρ ἰὼν πρὸ τῆς βασιλείου στοᾶς, καὶ ἐν τοῖς τῶν
οἶμαι, φοιτήσαντες, οὐδὲ μὴν βίῳ ἀρίστῳ ἐκδεδιῃτημένοι, ἔπειτα ῥᾴδιόν τι ἡγοῦνται καὶ προχειρότατον, ὑπερβάθμιον, 281 τὸ λεγόμενον, πόδα τείνειν, καὶ θεολογίας ἐφάπτεσθαι, πράγματος οὕτω μακαρίου τε καὶ ἀνεφίκτου, καὶ μείζονος ἢ κατ’ ἀνθρώπους, καὶ μόνῳ τῷ ἀγνοεῖσθαι θαυμαζομένου. τοιγάρτοι
τὰ πολλὰ περὶ δείλην ὀψίαν ἀπὸ κραιπάλης, ὡς τὸ εἰκὸς, καὶ ἀκολασίας ξυναλιζόμενοι, οὕτω δὴ ἐκ τοῦ παρείκοντος ἐκείνων τῶν ὑπερτέρων ἀπάρ χονται λῴων καὶ ζητήσεως θεσπεσίας, ἀεί τε περὶ ταὐτὰ στενολεσχοῦντες, οὔτε πείθονται ὑπο σφων οὔτε ἄλλως μεταμανθάνουσι τὰ προεγνωσμένα, ὁποῖα
ἀττα καὶ τύχοιεν ὄντα. εχονται δὲ διαπαντὸς τῶν ἀυτῶν οἱ αὐτοὶ, καὶ τελευτῶντες τῆς φιλονεικίας χαλεπαίνουσι κατ’ 282 ἀλλήλων, καὶ ἀναφανδὸν διαλοιδοροῦνται, φωνὰς ἀσχήμονας ἀφιέντες, ὥσπερ ἐν κύβοις διαμαχόμενοι. οὕτω τε λύπαι
οὐδὲν αὐτῷ περὶ θεοῦ βεβαίως ἐδόκει, οὐδὲ ἠπίστατο ὅπως χρὴ ἐν τούτοις ἀντιφέρεσθαι τὰ εἰκότα· ὅμως νῦν μὲν τῇ πρώτη θέσει τῶν πεύσεων ἐναντιούμενος, νῦν δὲ πρὶν ἀποκρίνεσθαι ἀντερωτῶν τὰς αἰτίας τῶν προβλημάτων, οὐ ·ξυνεχώρει ἐν κώμῳ ἰέναι τὸν λόγον, ἀλλὰ διετάραττεν τὸ σαφὲς, καὶ
τὴν εὕρεσιν ἀνεσόβει. ἠβούλετο μὶν γὰρ τὴν ἐφεκτικὴν καλουμένην Β ζηλοῦν ἐμπειρίαν, κατά τε Πύῤῥωνα καὶ Σέξτον τὰς ἀποκρίσεις ποιεῖσθαι, καὶ τέλος ἔχειν τὴν ἀταραξίαν τῷ μηδὲν ὁτιοῦν οἴεσθαι ληπτὸν καθεστάναι· πλὴν ἀλλ’ οὐδὲ ἀποχρώντως ἐμεμαθήκει ἢ ὅσον ἀπομάξασθαι σποράδην καὶ
ἐλάχιστόν τι θηρᾶσαι, καὶ τοὺς οὐδαμῶς παιδείας μετειληχότας ἐξαπατᾷν δύνασθαι καὶ παράγειν. ὢν δὲ ἄρα ἐν λόγοις ἀμαθὴς, ἀλλὰ ἀμαθέστερός γε ὑπῆρχεν τὸν βίον. ἐς γὰρ τὰ δώματα τῶν εὐδαιμόνων ἰὼν, καὶ σιτούμενος ἀφειδῶς τὰ ποικιλώτερα τῶν ἐδωδίμων, θαμά τε ὁμιλῶν τῇ θηρικλείῳ, καὶ
λόγοις χρώμενος ὑπὸ μέθης αἰσχροῖς τε ἄγαν καὶ ἀκολάστοις, 286 γέλωτα ὠφλίσκανεν πλεῖστον, ὡς χαἰ παίεσθαι τυχὸν
καὶ κόθορνος, καὶ οἷος τὴν οὐκ οὖσαν ἑαυτῷ περιποιεῖν εὐκοσμίαν, αὐτίκα ὅγε στολὴν μὲν ἠμπίσχετο σεμνοτάτην, ὁποίαν παρ’ ἡμῖν οἱ τῶν λόγων καθηγηταὶ καὶ διδάσκαλοι ἀμφιέννυνται, οὕτω δὲ, σοβαρῷ δῆθεν καὶ ἐμβριθεῖ τῷ προσώ- 289 πῳ, ἐσεφοίτα ὡς τὸν Χοσρόην. ὁ δὲ τῷ παραδόξῳ θεάματι
καταπεπληγμένος, καὶ ἱερόν τι εἶναι εἰκάζων τὸ χρῆμα, καὶ φιλόσοφον αὐτὸν ὡς ἀληθῶς ὑποτοπήσας, οὕτω γὰρ αὐτοῦ καὶ ὠνομάζετο,) ἄσμενός τε εἰδεν καὶ φιλοφρόνως ἐδεξιοῦτο. καὶ εἶτα ξυγκαλεσάμενος τοὺς μάγους, ἐς λῴους αὐτῷ καθίστατο γενέσεως τε καὶ φύσεως πέρι, καὶ εἰ τόδε τὸ πᾶν ἀτελεύτητον
ἔσται, καὶ πότερον μίαν τὴν ἁπάντων ἀρχὴν νομιστέον.
ὁ βώμαξ ἐκεῖνος καὶ ἔμπληκτος, ὡς χρημάτων τέ οἱ δω-
ἐνθένδε ὡς αὐτὸν ἀφικομένους. οὐ πολλῷ γὰρ ἔμπροσθεν Δαμάσκιος ὁ Σύρος καὶ Σιμπλίκιος ὁ Κίλιξ, Εὐλαιμιóς τε ὁ Φρὺξ, καὶ Πρισκιανὸς ὁ Λυδὸς, Ἑρμείας τε καὶ Διογένης 293 οἱ ἐκ Φοινίκης, καὶ Ἰσίδωρος ὁ Γαζαῖος, οὗτοι δὴ οὖν ἅπαντες τες τὸ ἄκρον ἄωτον, κατὰ τὴν ποίησιν, τῶν ἐν τῷ καθ᾿ ἡμᾶς
χρόνῳ φιλοσοφησάντων, ἐπειδὴ αὐτοὺς ἡ παρὰ Ῥωμαιοις κρατοῦσα ἐπὶ τῷ κρείττονι δόξα οὐκ ἤρεσκεν, ᾤοντό τε τὴν Περσικὴν πολιτείαν πολλῷ· εἷναι ἀμείνονα· τούτοις δὴ τοῖς ὑπὸ τῶν πολλῶν περιᾳδομένοις ἀναπεπεισμένοι, ὡς εἴη παρ᾿ ἐκείνοις δααιότατον μὲν τὸ ἄρχον, καὶ ὁποῖον εἶναι ὁ Πλάτωνος
βούλπαι λόγος, φιλοσοφίας τε καὶ βασιλείας ἐς ταὐτὸ ξυνελθούσης, σῶφρον δὲ ἐς τὰ μάλιστα καὶ κόσμιον τὸ κατήκοον, 294 καὶ οὔτε φῶρες χρημάτων, οὔτε ἅρπαγες ἀναφύονται, ἀτὰρ οὐδὲ τὴν ἄλλην μετιόντες ἀδαιαν, ἀλλ᾿ εἰ καί τι τῶν τιμίων κτημάτων ἐν ὁτῳδηοῦν χώρῳ ἐρημοτάτῳ καταλειφθείη, ἀφαιρεῖται
ὅστις οὐδεὶς τῶν ἐντυγχανόντων, μένει δὲ οὕτως, εἰ καὶ 295 ἀφύλακτον ᾖ , σωζόμενον τῷ λελοιπότι ἐστ᾿ ἂν ἐπανήκοι· τούτοις δὴ οὖν ὡς ἀληθέσιν ἀρθέντες, καὶ πρός γε ἀπειρημένον αὐτοῖς ἐκ τῶν νόμων ἀδεῶς ἐνταῦθα ἐμπολιτεύεσθαι, ὡς τῷ καθε-
οἱ μὲν ἡλίσκοντο, οἱ δὲ καὶ διελάνθανον, ἅπαν δὲ εἶδος ἀδικίας ἡμαρτάνετο. καὶ γὰρ οἱ δυνατοὶ τοὺς ἐλάττονας λυμαίνονται, ὠμότητι τε πολλῇ χρῶνται κατ’ ἀλλήλων κὼ ἀπανθρωπίᾳ· καὶ τὸ δὴ πάντων παραλογώτερον· ἐξὸν γὰρ ἑκάστῳ μυρίας ὅσας ἄγεσθαι γαμετὰς, καὶ τοίνυν ἀγομένοις ἀλλὰ
μοιχεῖαι γε ὅμως τολμῶνται. τούτων δὴ οἶν ἁπάντων ἕκατι οἱ φιλόσοφοι ἐδυσφόρουν καὶ σφᾶς αὐτοὺς ᾐτιῶντο τῆς μεταστασεως.
οὐδὲν δὲ ὁ, τι καὶ ἐπαΐοντα τῶν αἰπυτέρων, ὅτι τε αὐτοῖς οὐδὲ τῆς δόξης ἐκοινώνει, ἕτερα δὲ ἅπα ἐνόμιζεν ὁποῖα ἤδη μοι εἴρηται, τήν τε τῶν μίξεων κακοδαιμονίαν οὐκ ἐνεγκόντες, ὡς τάχιστα ἐπανῄεσαν. καίτοι ἔστεργέ τε αὐτοὺς ἐκεῖνος κὼ μέ νεῖν ἠξίου, οἱ δὲ ἄμεινον εἶναι σφισιν ἡγοῦντο, ἐπιβάντες μόνον
300
οὐκ ἐν βραχεῖ τινι καὶ ἠμελημένῳ, ἀλλ’ ὅθεν αὐτοῖς ὁ ἐφεξῆς βίος εἰς τὸ θυμῆρές τε καὶ ἥδιστον ἀπετελεύτησεν. ἐπειδὴ γὰρ 302 κατ’ ἐκεῖνο τοῦ χρόνου Ῥωμαῖοί τε καὶ πέρσαι σπονδὰς ἔθεντο κω ξυνθήκας, μέρος ὑπῆρχε τῶν κατ’ αὐτὰς ἀναγεγραμμένων, τὸ δεῖν ἐκείνους τοὺς ἄνδρας εἰς τὰ σφέτερα ἤθη κατιόντας
βιοτεύειν ἀδεῶς τολοιπὸν ἐφ’ ἑαυτοῖς, οὐδὲν ὁτιοῦν πέρα τῶν δοκούντων φρονεῖν, ἢ μεταβάλλειν τὴν πατρῴαν δόξαν ἀναγκαζομένους. οὐ γὰρ ἀνῆκεν ὁ Χοσρόης μὴ οὐχὶ καὶ ἐπὶ τῷδε συστῆναι καὶ κρατεῖν τὴν ἐχεχειρίαν. λέγεται δὲ αὐτοῖς κατὰ τὴν ἀποπορείαν θαυμάσιόν τι ἡλίκον καὶ μνήμης ἄξιον ξυνενεχθῆναι.
καταλύσαντες γὰρ ἐν ἀγρῷ τινι Περσικῷ, ἐθεάσαντο 303 σῶμα νεκρὸν ἀνθρώπου νεοθανοῦς, οὕτω πως ἄταφον ἐῤῥιμμένον. οἱ δὲ τὴν παρανομίαν τοῦ βαρβαρικοῦ νόμου κατελεήσαντες, κὼ οὐχ ὅσιον εἶναι ἡγούμενοι περιϊδεῖν τὸ ἀδικουμένην τὴν φύσιν, περιέστειλάν τε τὸ σῶμα ὡς οἶόν τε
ἦν διὰ τῶν θεραπόντων, καὶ τῇ γῇ καταχώσαντες ἔθαψαν. ὡς δὲ ἐκάθευδον ἅπαντες ἐκείνης τῆς νυκτὸς, ἔδοξέ τις αὐτῶν,
ἐγκελευόμενον καὶ παραινοῦντα τόδε τὸ ἔπος·
καί ἀποβαίη. ἐπεὶ δὲ εἰς τὸ περίορθρον ἀναστάντες ἐβάδιζον ἀνὰ τὰ πρόσω , παρέρποντες ἐκεῖνο τὸ χωρίον, οὕτω τῆς τῶν 307 τόπων θέσεως ἀναγκαζούσης, οὖ δὴ αὐτοῖς τὰ ἐπὶ τῇ ταφῇ έσγεδίαστο , εὑρίσκουσι τὸν νεκρὸν γυμνὸν αὖθις ὕπερθεν κείμενόν, ὡς δὴ τῆς γῆς αὐτὸν τρόπῳ τινι αὐτομάτῳ
τοὐμφανὲς ἀναβαλούσης , καὶ διαφυλάττειν ἀβρῶτα μὴ ἀνασχομένης. 308 καταπλαγέντες δὲ τῷ παραλόγῳ τῆς θέας, εἴχοντο τῆς ποὸείας, μηδὲν ὁτιοῦν τολοιπὸν ἐπ᾿ αὐτῷ δράσαντες τῶν σφίσι νενομισμένων. ἀνελογίζοντο γὰρ τὸν ὄνερεον, καὶ ὡμ-
ὅμως τὸν Οὐράνιον πλέον ἀγάμενος ἦν καὶ ἐπόθει. αἴτιον δὲ 311 τούτου ὅπερ, οἶμαι, φύσει τῷ γένει πρόσεστι τῷ ἀνθρωπείῳ. πεφύκαμεν γὰρ ἅπαντες τὰ μὲν καθ’ αὑτοὺς καὶ παραπλήσια φίλα ἡγεῖσθαι καὶ κάλλιστα, ἀλεείνειν δὲ καὶ ἐκτρέπεσθαι τὸ ὑπερβάλλον. τοιγάρτοι καὶ ἐνταῦθά οἱ ἐπανελθόντι γράμματά
τε κεχαρισμένα ἔστελλεν, καὶ διδασκάλῳ ἐχρῆτο. ὁ δὲ οὐκέτι ἐφαίνετο ἀνεκτὸς, βρενθυόμενος τῇ τοῦ βασιλέως φιλίᾳ, ὡς καὶ ἀποκναίειν ἅπαπας ἔν τε τοῖς ξυμποσίοις καὶ ἀνὰ τοὺςσυλλογους, μηδέν τι ἕτερον ᾄδειν ἐθέλων, ἢ ὅπως αὐτὸν ἐγέραιρεν ὁ Χοσ- 312 ρόης, καὶ ὁποῖα ἄττα διελεγέσθην. καὶ πολλῷ σκαιότερος ἐπαὄνῆκεν
ἡμῖν ὁ γεννάδας ἢ πάλαι ὑπῆρχεν, ὥσπερ τοῦδε ἕνεκα μόνου τοσαύτην ὁδὸν ἀναμετρήσας. ὅμως, καίτοι φαυλότατος γε ὢν καί καταγέλαστος, ἀλλὰ τῷ πολλάκις ὑμνεῖν τὸν βάρβαρον καὶ δι᾿ ἐπαίνου ποιεῖσθαι, αὐτὸς δή που κατὰ τὸ μᾶλλον ἔπεισε τοὺς πολλοὺς ὡς εἴη σφόδρα πεπαιδευμένος. οἱ γὰρ
ἀταλαιπώρως ἅπαντα προσιέμενοι, καὶ ἀμφὶ ταῦτα δὴ τὰ ξένα καἰ παραλογώτερα τῶν ἀκουσμάτων διακεχηνότες, ῥᾳδίως ὑπή- 313 γοντο ἐπικομπαζσντί τε αὐτῷ καὶ σεμνολογουμένῶ, μήτε ὅστις
αὐτὸν ἡγητέον ὁποῖον εἶναι εἰκὸς ἄνδρα ξυνόμιλόν τε καί ἀκροατὴν Οὐρανίου ἐκεινοῦ ἀποδεδειγμένον.
Historiae. Agathias Scholasticus. ed. B.G. Niebuhr. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.