ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
ΙΣΤΟΡΙΩΝ ΤΟΜΟΙ Ε.
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
ΜΥΡΙΝΑΙΟΥ
ΙΣΤΟΠΙΩΝ
Α.
ἕπεσθαι, ἀλλὰ καὶ λήθη παρεμπεσοῦσα ἐπικαλύπτει καὶ παρατρέπει 3 τὰς ἀληθεῖς τῶν πράξεων ἀποβάσεις· ἤδη δὲ καὶ τῶν ἐπισταμένων ἀποβιούντων, οἴχεται καὶ διαδιδράσκει ἡ γνῶσις σὺν αὐτοῖς σβεννυμένη. οὕτως ἄρα μνήμη γυμνὴ ἀνόνητόν τι καὶ οὐ μόνιμον, οὐδὲ τῷ μακρῷ συνεκτείνεσθαι πέφυκεν
χρόνῳ. καὶ οὐκ ἂν οἶμαι ἢ πατρίδος προκινδυνεύειν ἔνιοι ἔγνωσαν, ἢ ἄλλους ἀναδέχεσθαι πόνους, εὖ εἰδότες, ὡς, εἰ καὶ 4 σφόδρα μέγιστα δράσαιεν, συναπολεῖται τὸ κλέος αὐτοῖς καὶ διαρρυήσεται, μόνῳ τῷ βίῳ αὐτῶν ἐκμεμετρημένον· εἰ μή τις, ὡς ἔοικε, θεία προμήθεια τὸ ἀσθενὲς τῆς φύσεως ἀναῤῥνωννῦσα
τὰ ἐκ τῆς ἱστορίας ἐπεισήγαγεν ἀγαθὰ καὶ τὰς ἐνθένδε ἐλπίδας. οὐ γὰρ οἶμαι κοτίνου γε ἕνεκα καὶ σελίνου οἱ Ολυμπιονῖκαι ἐν ταῖς κονίστραις ἐναπεδύοντο, οὐδ᾿ αὐ οἱ ἀγαμέντοι
ἢ τῆς ἱστορίας αὐτοὺς ἀπαθανατιζούσης· οὐχ οἶα τὰ Ζαμόλξιδος νόμιμα καὶ ἡ Γετικὴ παραφροσύνη, ἀλλ’ ὡς ἀληθῶς τρόπῳ τινὶ θείῳ τε καὶ ἀθανάτω, καὶ ᾧ μόνῳ δύναται τὰ 7 θνητὰ ἐς ἀεὶ διαβιώσκειν. ῥᾴδιον μὲν οὖν ἥκιστα ἂν εἴη ἃπαντα διεξιέναι καὶ ἀπαριθμεῖσθαι, ὁπόσων ἀγαθῶν ἡ ἱστόρια τὸν
βίον ἐμπίπλησι τὸν ἀνθρώπειον· ὡς δὲ συλλήβδην εἰπεῖν, οἶμαί γε αὐτὴν φιλοσοφίας τῆς πολιτικῆς οὐ μάλα μειονεκτεῖσθαι, εἰ μή τι καὶ μᾶλλον ὀνίνησιν. ἡ μὲν γὰρ, οἵα τις ἀστεμφὴς δέσποινα καὶ ἀθώπευτος, κελεύει καὶ διατάττει, ὁποίων 8 τε ἔχεσθαι καὶ ὁποῖα διαφεύγειν προσήκει, ὡσπερ τῷ πείθοντι
καταμιγνῦσα τὸ ἀναγκάζον· ἡ δὲ τῷ θέλγοντι πλείστῳ χρωμένη καὶ οἷον καρυκεύουσα τὰς ἀπαγγελίας τῇ ποικιλίᾳ 9 παραδειγμάτων, καὶ παριστῶσα τῷ λόγῳ, ἐν οἷς τε εὐδοκιμήκασιν ἄνθρωποι εὐβουλίᾳ χρησάμενοι καὶ δικαιοσύνη, καὶ ἔνθα διήμαρτον τοῦ προσήκοντος, ἢ γνώμης τινὸς ἐναντίας ἢ 10 τύχης ἡγησαμένης, λανθάνει ταῖς ψυχαῖς ἠρέμα τὰς ἅρπας ἐσοικίζουσα. τὸ γὰρ προσηνὲς αὐταῖς καὶ αὐθαίρετον μᾶλλόν τι ἐμφύεται καὶ προσιζάνει. ἐγὼ μὲν οὖν ταῦτα ἐκ πλείστου σκοπαριστῶσα
ἤρεσκεν τὰ ἡδύσματα τῶν τῆς ποιητικῆς κομψευμάτων. καὶ τοίνυν πεποίηταί μοι ἐν ἐξαμέτροις βραχέα ἄττα ποιήματα, ἃ δὴ Δαφνιακὰ ἐπωνόμασται, μύθοις τισὶ πεποικιλμένα ἐρω- 13 τικοῖς, τῶν τοιούτων ἀνάπλεα γοητευμάτων ἔδοξε δέ μοι πρότερον κἀκεῖνο ἀξιέπαινόν τι εἶναι καὶ οὐκ ἄχαρι, εἴγε τῶν
ἐπιγραμμάτων τὰ ἀρτιγενῆ καὶ νεώτερα, διαλανθάνοντα ἔτι καἰ χύδην οὑτωσὶ παρ’ ἐνίοις ὑποψιθυριζόμενα, ἀγείραιμί τε ὡς οἷόν τε εἰς ταὐτὸν καὶ ἀναγράψαιμι ἕκαστα ἐν κόσμῳ ἀποκεκριμένα. καὶ οὖν δὴ καὶ τόδε μοι ἐκτετέλεσται ἕτερά τε πολλὰ ἀγωνίσματα, τοῦ μὲν ἀναγκαίου χάριν οὐ μάλα πεποιημένα,
14 ἄλλως δὲ ἴσως προσαγωγὰ καὶ θελκτήρια. καὶ γὰρ δῆτα ἡ ποίησις τι χρῆμα καὶ θεσπέσιον. ἐνθουσιῶσι γοῦν ἐν αὐτῇ αἱ ψυχαὶ, εἴποι ἂν ὁ σοφὸς ὁ Ἀρίστωνος, καὶ λίαν ὠδίνουσιν ἐπαφρόδιτα, ὅσαι δὴ ὡς ἀληθῶς μουσόληπτοι γίνονται, καὶ τῇδε κάτοχοι τῇ βακχείᾳ. ἐμοὶ μὲν οὖν τοῖσδε θαὁπόσους
15
τῆς οἰκουμένης ἀπροσδóκητα ξυῤῥαγῆναι, ἐθνῶν τε πολλῶν βαρβαρικῶν μεταναστάσεις γενέσθαι, καὶ πράξεων ἀδήλων τε καὶ ἀπίστων παραλόγους ἀποβάσεις, καὶ τύχης ἀτάκτους ἀπιῤῥοπιάς, γενῶν τε καταλύσεις, καὶ πόλεων ἀνδραπο- 17 δισμοὺς καὶ μεταβολὰς οἰν̣ητόρων, καὶ οἶον ἅπαντα τὰ ἀνθρώπεια
κεκινῆσθαι· ἐπειδὴ οὖν ταῦτα καὶ τὰ τοιάδε ξυνέβη, δεδιέναι μοί πως ἐπῆλθε, μή τι ἄρα οὐχ ὅσιον εἴη, ἔργα οὕτω μέγιστά τε καὶ θαύματος ἄξια καὶ τοῖς μετὰ ταῦτα· χρήσιμα ἐσόμενα καὶ ὀνησιφόρα καταλιπεῖν ἄμνηστα τὸ μέρος, καὶ σεσιγημένα. τοιγάρτοι ἔδοξέ μοι οὐκ ἀπὸ τρόπου εἶναι, καὶ τοῦ
συγγάφειν ἁμωσγέπως ἀποπειρᾶσθαι, ὡς ἄν μοι μὴ ἅπας ὁ 18 βίος ἐν μυθολογία τε καὶ περιττῷ πόνῳ ἀναλωθείη, ἀλλά τι φέροιτο καὶ ἀναγκαῖον. πολλοὶ δέ με καὶ τῶν ἐπιτηὸειων ἐπείγοντες καὶ ἐλγκελευόενοι ἐξηρέθισαν τὴν ὁρμὴν καὶ ἐπέῤῥωσαν, ἐν τοῖς Εὐτυχιανὸς ὁ νέος· ἀρχηγός τε ἦν τῆς παραινέσεως 19
ἀνὴρ τὰ πρῶτα τελῶν ἐν τοῖς τῶν βασιλέων ὑπογραφεῦσι, καὶ
καὶ χρηστὰς ἐμφαίνων τὰς ἐλπίδας. δεῖν γὰρ οὐκ ἔφασκεν οὕτω 21 χαλεπὸν ἡγεῖσθαί μοι καὶ ἀνήνυτον τὸ ἐγχείρημά, οὐδὲ τῷ μήπω ἐς πεῖραν ἐλθεῖν, ὥσπερ ναυτιλίαν οἱ ἀθαλάττωτοι, καταπεπλῆχθαι· οἴεσθαι δὲ μᾶλλον οὐ πόῤῥω τετάχθαι ἱστορίαν 22 ποιητικῆς, ἀλλὰ ἄμφω ταῦτα εἷναι ἀδελφὰ καὶ ὁμόφυλα, καὶ
μόνῳ ἴσως τῷ μέτρῳ ἀλλήλων ἀποκεκριμένα. ὡς δὴ οὖν οἴκοθεν οἴκαδε οὔσης τῆς μεταστάσεως θαῤῥοῦντά τε ἰέναι ἐκέλευεν καὶ 23 σθένει παντὶ ἔχεσθαι ἔργου. ἀλλὰ γὰρ τοιαῦτα ἐπᾴδων, ἤνδη μοι καὶ αὐτῷ βουλομένῳ, κατεκήλησέ γε ῥᾳδίως καὶ ἔπεισε. καὶ τοίνυν ἐς τάδε ἀφῖγμαι. ἀλλά μοι εἴη ἄξιόν τι δρᾶσαι τῆς προθυμίας,
καὶ τοῦ μεγέθους τῶν ἔργων ὡς ἐγγυτάτω ἱκέσθαι. Δηλωτέον δὲ πρότερον ὅστις τέ εἰμι καὶ ὅθεν, τοῦτο δὴ τὸ τοῖς ξυγγραφεῦσιν εἰθισμένον. ἐμοὶ Ἀγαθίας μὲν ὄνομα, Μύρινα δὲ
ὑπὸ Αἰολέων ἀπῳκισμένην, ἀμφὶ τὰς ἐκβολὰς τοῦ Πυθικοῦ ποταμοῦ, ὃς δὴ ῥέων ἐκ Λυδίας τῆς χώρας ἐς τὸν ἔσχατον αὐλῶνα τοῦ κόλπου τοῦ Ἐλαΐτου ἐμβάλλει. γένοιτο μὲν 26 οὖν ἔμοιγε τελεώτατα τῇδε τροφεῖα ὡς οἶόν τε ἀπότισαι, καὶ ἅπαντα τὰ κλεινὰ καὶ πάτρια ἔργα ἐς τὸ ἀκριβὲς ἀναγράψαι. ιονῦν δὲ ἡ μὲν εὐμενὴς καὶ ἵλαος καὶ τῆς προθυμίας ἡμᾶς ἀποδεχέσθω. ἐμοὶ δὲ ἐπὶ τὰ κοινὰ καὶ μέγιστα τῶν πραγμάτων ἰτέον. ποιήσομαι δὲ τὴν ξυγγραφὴν, οὐχ ᾗπερ καὶ ἑτέροις ἐν τῷ παρόντι πεποίηται. ἤδη γάρ που καὶ ἄλλοι τὰ νῦν ἐς τόδε 27 πόνου ἀφίκοντο, ἀληθείας μὲν, ὡς τὰ πολλὰ, ἥκιστα μέλον
αὐτοῖς καὶ τοῦ τὰ γεγενημένα ὡς ἔχουσι τύχης διεξιέναι, οὕτω δὲ διαφανῶς κολακεύειν πολλοὺς τῶν δυνατῶν καὶ ὑποθωπεύειν ἑλόμενοι, ὡς εἴποτε ἄρα καὶ ἀληθῆ φήσαιεν, ἀπιστεῖσθαι. καίτοι ἐγκωμίῳ μόνῳ προσήκειν οἱ ταῦτα δεῖνοι φασι, τὰ προσόντα ὁτῳοῦν ἀγαθὰ κατὰ τὸ μᾶλλον ἐξαιρεῖν· ἱστορία δὲ
ἐπαινεῖν μὲν καὶ ἥδε τοὺς εὖ τι δράσαντας οὐ πάμπαν ἀναίνεται, 28 οὐ μὴν τοῦτό γε σκοπὸν οἶμαι καὶ γνώρισμα ἔχειν ἐθέλει· ἀλλ’ εἴ που ἡ τῶν πράξεων ἀπεργασία ἔπαινον ἢ ψόγον ἐπάγοι, οὐ βιάζεσθαι αὐτὴν θέμις, οὐδὲ μεταποικίλλειν τὰ γε-
ἦ γὰρ ἂν ὀλίγα ἡμάρτανον,) ἔνδηλοι δὲ ἃπασι 31 ὅτι δὴ αὐτοῖς οὐδέν τι ἄλλο διεσπούδασται, ἢ μόνον ἐπαινεῖν τε καὶ ἄγασθαι καὶ πέρα τοῦ ἀναγκαίου· τοὺς δὲ ἤδη τεθνηκότας, ὁποῖοί τινες καὶ ἐτύγχανον ὄντες, ἢ κακίστους ἀποκαλοῦσι καὶ τὰ κοινὰ λυμηναμένους, ἢ, τὸ γοῦν ἔλαττον δεινὸν,
κατολιγωροῦσιν αὐτῶν, ὡς μηδὲ μνήμης τινὸς μεταδιδόναι. ταύτῃ τε οἴονται τὰ παρόντα εὖ τιθέναι καὶ τὸ ἀεὶ κρατοῦν 32 ἐκθεραπεύοντες ὠφέλειαν σφισι πορίζεσθαι, κακῶς ἐπιστάμενοι ὡς καὶ αὐτοὺς δήπου τοὺς πρὸς αὐτῶν ἐπαινουμένους οὐ μάλα τὰ τοιάδε ἀρέσκει, λογιζομένους, ὡς οὐχ ἱκανὸν ἔσται
τὸ τῆς κολακείας ἀρίδηλον τὴν περὶ αὐτῶν δόξαν βεβαιῶσαι. οὗτοι μὲν οὖν ξυγγραφόντων, ὥς πη φίλον αὐτοῖς καὶ εἰθισμένον, ἐμοὶ δὲ τὸ ἀληθίζεσθαι περὶ πλείστου ἑκτέον, ἐς 33 ὅ, τι χωρήσει μεμνήσομαι δὲ τῶν ὅσα παρά τε Ῥωμαίοις καὶ τῶν βαρβάρων τοῖς πλείστοις ἐς τόδε τοῦ καιροῦ ἐπράχθη ἂξι-
μετῆλθεν ἀρχὴν, Ἰουστινιανοῦ τεθνηκότος, ἀλλ’ ἔγωγε καὶ 35 ἐπὶ τοὺς ἀνωτέρω χρόνους ἀναδραμοῦμαι, καὶ ὁπόσα οῦπω ἑτέρῳ τῳ ἐκπεπόνηται, ταῦτα δὲ οἰκεῖον ποιήσομαι ἔργον. τὰ μὲν γὰρ πλεῖστα τῶν κατὰτοὺς Ἰουστινιανοῦ χρόνους γεγενημένων, ἐπειδὴ Προκοπίῳ τῷ ῥήτορι τῷ Καισαρείαθεν ἐς τὸ ἀκριβὲς
ἀναγέγραπται, παριτέον ἐκεῖνα ἔμοιγε, ἅτε δὴ ἀποχρώντως εἰρημένα· τὰ δὲ μετ’ ἐκεῖνον, ὡς οἶόν τε, διεξιτέον. προοίμα 36 μὲν γὰρ αὐτῷ τῆς ἱστορίας Ἀρκάδιος ἀποβιοὺς ἐποιήθη, καὶ 37 τῷ ἐκείνου παιδὶ Θεοδοσίῳ Ἰσδιγέρδης ὁ Περσῶν βασιλεὺς κηδεμὼν γεγενημένος, τά τε Οὐαραράνῃ καὶ Περόζῃ ξυνενεκθέντα,
καὶ ὅπως Καβάδης βασιλεὺς καταστὰς ἀφῄρηται τὴν ἄρχην καὶ εἶτα θᾶττον αὐτὴν ἀνεκομίσατο, ὅπως τε Ἄμιδα 38 ἥλω πρὸς αὐτοῦ, Ἀναστασίου Ῥωμαίων βασιλεύοντος, καὶ ὅσους αὖθις μετ’ ἐκεῖνον Ἰουστῖνος ὁ πρεσβύτης ἐν τῷδε τῷ ἔργῳ διεδέξατο πόνους. ἑξῆς δὲ τοὺς Περσικοὺς πολέμους
ὁπόσοι δὴ πρός τε Καβάδην καἰ Χοσρόην ἀμφὶ Συρίαν καὶ ᾿Αρ-
ἐν τῷ τότε ἀποστάσεως πολλοῖς ὕστερον χρόνοις Ἰουστινιανῷ δουλωθεῖσαν, καὶ πάλιν τῆς Ῥωμαίων ἐπικρατείας μέρος γεγενημένην. μετὰ δὲ τὴν τῶν Βανδίλων κατάλυσιν, καὶ ὅσα οἱ Μαυρούσιοι τὸ ἔθνος ἔδρασάν τε καὶ πεπόνθασι πολλαχοῦ 41 τῆς Λιβύης κατὰ Ῥωμαίων παραταττόμενοι· ὅτι τε Στότζας
καὶ Γόνθαρις Ῥωμαίων μὲν ἤστην, τυράννω δὲ καταστάντε, μεγίστων συμφορῶν τε καὶ στάσεων αἰτιωτάτω τῇ Λιβύῃ γεγόνατον, καὶ ὡς οὐ πρότερον ἐλώφησε τὰ δεινὰ, πρὶν ἐκείνω τὼ ἄνδρε διαφθαρῆναι· ἀλλὰ καἰ τάδε ἀμέλει ἅπαντα εὕροις γε ἂν έν ἐκείνοις· ὅπως τε ἡ στάσις ἡ ἐμφύλιος
ἐν Βυζαντίῳ κατὰ τοῦ βασιλέως ἀρθεῖσα, καὶ ἐπὶ μέγα κακοῦ ἀφιγμένη τὰ κοινὰ ἐδηλήσατο · τάς τε τῶν Οὔννων ἐπι- 42 δρομὰς, ὡς δὴ ἐν τῷ τότε Ἴστρον ποταμὸν περαιωθέντες, μέγιστα οἷα τὴν Ῥωμαίων ἀρχὴν ἐλυμήναντο, Ἰλλυρίους τε καὶ Θετταλοὺς καὶ τὰ πλεῖστα τῆς Εὐρώπης ληϊσάμενοι, μέρος
δέ τι καὶ τῆς Ἀσίας, τὸν Ἑλλήσποντον διαβάντες. Σουρὼν δὲ ἡ πόλις ἡ ἐν Συρίᾳ, καὶ Βέῤῥοια, καὶ Ἀντιόχεια ἡ πρὸς
χάριν ἄμφω ἐκείνω τὼ φύλω ἐς τόδε δυσμενείας ἠλθέτην εἴρηται δὲ αὐτῷ πολλὰ καὶ τοῦ μεγίστου λοιμοῦ πέρι, ὅπως τε τὴν ἀρχὴν κατ’ ἐκεῖνο τοῦ καιροῦ ἐς τὸ ἀνθρώπειον γένος εἰσήῤῥησε, καὶ ὁποῖα ἀττα παράλογα ἐν αὐτῷ ξυνηνέχθη. ἀλλὰ γὰρ καὶ ὁπόσα ὕστερον τῷ Ῥωμαίων στρατῷ ἀνὰ τὰ Λαζῶν 45
πολίσματα καὶ πέτρας τὸ φρούριον, πρός τε Χοριάνην καὶ Μερμερόην καὶ τὰ Περσικὰ ἔξείργασται πλήθη, καὶ ταῦτα ἐκεῖθεν ἀναλεκτέον·. μεταβάντι δέ οἱ ἐπὶ Ἑσπέρας, ὅπως τε Θευδέριχος ὁ Γότθων βασιλεὺς ἀπεβίω, καὶ Ἀμαλασοῦνθα ἡ τοῦδε πῶς ὑπὸ Θευδάτου ἀνῄρηται, καὶ ἅπαντα ὧν δὴ
ἕνκα ὁ Γοτθικὸς πόλεμος ἀνερράγη, οὐδὲ ταῦτα ἐκείνῳ παρεῖται· οὐμενοῦν ἀλλ’ οὐδὲ ὅπως Οὐΐττιγις ὁ μετὰ Θεύδα- τὸν τοῦ Γοτθικοῦ γένους κρατήσας ὑπὸ Βελισαρίου τοῦ στρατηγοῦ μετά γε πλείστους ὅσους ἀγῶνας δορυάλωτος εἰς τὸ Βυζάντιον ἦκται· οὐδέ γε ὅπως Σικελία τε καὶ ‘ Ρώμηκαὶ
Ἰταλία τοὺς ἐπήλυδας ἀποβαλοῦσα βαρβάρους πόλιν ἤθεσι πατρίοις μετεκοσμεῖτο. λάβοι δὲ ἄν τις ἐνθένδε, καὶ ὅτι Ναρσῆς ὁ τομίας Ἰταλίαν ἐστάλη, στρατηγὸς αὐτοκρά-
βασιλείας γεγένηνται, καὶ Προκοπίῳ μὲν τῷ ῥήτορι ἐν τοῖσδε 48 οἶμαι αὐτῷ τὰ τῆς ξυγγραφῆς διήνυσται καὶ ξυνετελέσθη· ἐγὼ δὲ ἐς τὰ ἐχόμενα τούτων, ἐφ’ ἅπερ καὶ τὴν ἀρχὴν ὡρμήθην ἰέναι, καὶ δὴ ἐπὶ ταῦτα εἶμι. καὶ δὴ ἔχομαι τῶν πραγμάτων.
49
ταῖς τε ἐπιδρομαῖς καὶ ὅτι ἐν χώρῳ ἀνύδρῳ ἐτύγχάνον ξυνειλεγμένοι, σπονδὰς τίθενται πρὸς Ναρσῆν, ἐφ’ ᾧ τὴν μὲν οἰκείαν ἀδεῶς νέμοιντο χώραν, βασιλεῖ δὲ τῶν 'Ρωμαίων κατήκοοι τολοιπὸν ὄντες διατελοῖεν· ἐπειδὴ ταῦτα τῇδε 50 ἐχώρει, ἐδόκει μὲν ἅπασι πέρας ἔχειν τὰ τῶν ἐν Ἱταλίᾳ πο-
51
πλήρης δὲ ξύμπασα ἱστόρια πολέμων τε καὶ παρατάιξεων, καὶ 53 οὐκ ἂν ἄλλο τι εὕροις ἐν τῇδε κατὰ τὸ μᾶλλον ἀναγεγραμμένον· αἴτ́ιον δὲ οἶμαι τούτων οὐχ, ὅπερ οἱ πολλοί φασιν, ἀστέρων τε πορείας καὶ τὸ μεμαρμένον καί τινας παραλόγους ἀνάγκας. εἰ γὰρ τὰ τῆς πεπρωμένης ἐν πᾶσι νικῴη, ἀφαιρεθείη δὲ τῶν ἀνθρώπων
τὸ προαιρετὸν καὶ ἑκούσιον, παραινέσεις μὲν ἁπάσας καὶ τέχνας καὶ διδασκαλίας κενὰ καὶ ἄχρηστα νομιοῦμεν, οἰχήσονται δὲ φροῦδοι καὶ ἄκαρποι αἰ τῶν ἄριστα βιούντων ἐλπίδες. οὐ μέντοι ἀλλ’ οὐδὲ τὸ θεῖον αἴτιον, ὥς γε ἐμὲ γιγιγνώσκειν, φόνων τε καὶ συμπλοκῶν ἡγεῖσθαι προσήκει. τὸ γὰρ
ἀγαθὸν ἐκεῖνο καὶ ἀλεξίκακον φόνιόν τε καὶ φιλοπόλεμον οὔτ’ 54 ἂν ἔγωγε φήσαιμι, οὔτε εἰπόντι πιστεύσαιμι. ἐς δὲ πλεονεξίαν τε καὶ ἀδικίαν αἱ τῶν ἀνθρώπων ψυχαὶ αὐθαίρετα κατολι- 55 σθαινονσαι, πολέμων τε καὶ ταραχῶν ἅπαντα ἐμφοροῦσιν, ἐνθένδε τε ὄλεθροι ξυμβαινουσι πολλοί,̀ καὶ γένη ἀνθρώπων ἀνάρπαστα
γίγνεται, καὶ μύριαι ἄλλαι ὠδίνονται κῆρες. οὕτω γὰρ δὴ κὼ τότε οἱ Γóτθοι ἐπειδὴ τὰς σπονδὰς θέμενοι καὶ διακριθέντες οἱ μὲν αὐτῶν εἴσω τοῦ Πάδου πρότερον διαιτώμνοι ποταμοῦ, ἔς τε Τουσκίαν καὶ Λιγουρίαν , καὶ ὅθι
κινδύνων ἀπηλλάχθαι χρονίων, καὶ μόλις γοῦν τῶν δεινῶν ἀναπνεῦσαι· οἱ δὲ, ἐλάχιστον ἐπισχόντες, νεωτέρων αὖθις ἐφίεντο πραγμάτων, καὶ ἐς ἀρχὴν ἑτέρου πολέμου καθίσταντο. ἐπεί τε αὐτοὶ κατὰ σφᾶς οὐκέτι πρὸς Ῥωμαίους ἀ·ξιόμαχοι ᾤοντο εἶναι, αὐτίκα παρὰ τοὺς Φράγγους ἐτράποντο, ἄμεινον σφίσιν
αὐτοῖς τὰ παρόντα ἔσεσθαι κρίνοντες, καὶ τὴν ὠφέλειαν ἐς ὅ, τι μάλιστα διαρκεστάτην, εἴγε ἐξ ὁμόρων τε καὶ ἀστυγειτόνων ξυμμαχίαν ἐπαγόμενοι εἶτα θᾶττον ἀναμαχέσοιντο.
μανοὶ. δῆλον δέ· ἀμφὶ ῥῆνον γὰρ ποταμὸν οἰκοῦσι καὶ τὴν ταύτῃ ἤπειρον, ἔχουσι δὲ καὶ Γαλλιῶν τὰ πλεῖστα, οὐ πρότερον πρὸς αὐτῶν κατεχόμενα, ἀλλ’ ὕστερον ἐπικτηθέντα, καὶ τὴν Μασσαλίαν πόλιν, τοὺς Ἰώνων ἀποίκους. ταύτην γὰρ δὴ πάλαι Φωκαεῖς ἐς Ἀσίας ὑπὸ Μηδῶν ἀναστάντες κατῴκισαν, Δαρείου τοῦ ‘Υστάσπεω
Περσῶν βασιλεύοντος, καὶ νῦν ἔξ Ἑλληνίδος ἐστι βαρβαρική·
ὡς τὰ πολλὰ χρῶνται Ῥωμαϊκῇ, καὶ νόμοις τοῖς αὐτοῖς, κὼ τὰ ἄλλα ὁμοιῶς ἀμφί τε τὰ συμβόλαια καὶ γάμους, καὶ τὴν τοῦ θείου θεραπείαν νομίζουσιν. Χριστιανοὶ γὰρ ἅπαντες τυγχάνουσιν ὄντες καὶ τῇ ὀρθοτάτη χρώμενοι δόξῃ· ἔχουσι δὲ καὶ ἄρχοντας ἐν ταῖς πόλεσι καὶ ἱερεῖς, καὶ τὰς ἑορτὰς ὁμοιῶς ἧμίν
ἐπιτελοῦσι, καὶ, ὡς ἐν βαρβάρῳ γένει, ἔμοιγε δοκοῦσι σφόδρα εἶναι κόσμιοι τε καὶ ἀστειότατοι καὶ οὐδέν τι ἔχειν τὸ διαλλάττον, ἢ μόνον τὸ βαρβαρικὸν τῆς στολῆς καὶ τὸ τῆς φωνῆς ἰδιάζον. ἄγαμαι γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἔγωγε τῶν τε ἄλλων ὧν ἔχουσιν ἀγαθῶν καἰ τῆς ἐς ἀλλήλους δικαιοσύνης
τε καἰ ὁμονοίας. πολλάκις γὰρ ἤδη καὶ πρότερον, καὶ μὶν δὴ 63 καὶ τῷ κατ’ ἐμὲ χρόνῳ, τυχὸν μὲν ἐς τρεῖς, τυχὸν δὲ καὶ ἐς πλείους ἡγεμόνας τῆς ἀρχῆς αὐτοῖς μεμερισμένης, οὐπώποτε πόλεμον ἤραντο κατ’ ἀλλήλων, οὐδὲ αἵματι ἐμφυλίῳ τὴν πατρίδα ἔγνωσαν μιαίνειν. καίτοι ἔνθα ἂν μεγάλαι δυνάμεις ἰσόῤῥοποί
τε νὼ ἀμφήριστοι ἀναφανεῖεν, ἐνταῦθα ἀνάγκη φρονήματα φύεσθαι σκληρὰ καὶ ὀγκώδη, φιλοτιμίαι τε, ὥσπερ εἰκὸς ὠδίνονται καὶ φιλοπρωτεῖαι, καὶ ἄλλα ἄττα μυρία ταραχῶν τε
χωροῦσιν· ἰδόντες δὲ ἀλλήλους ἑκατέρωθεν ἡ πληθὺς, αὐτίκα τὸ χαλεπαῖνον ἀποβαλόντες ἐς ὁμοφροσύνην μεταχωροῦσι, καὶ τοὺς ἡγεμόνας κελεύουσι δίκῃ μᾶλλον τὰ ἀμφίβολα διευκρινήσασθαι· εἰ δὲ μὴ, μόνους μόνους ἀγωνίζεσθαι, καὶ ἐν σφισιν αὐτοῖς διακινδυνεύειν, ὡς οὐχ ὅσιον ὂν οὐδὲ πάτριον,
ἰδίας αὐτῶν ἕνεκα δυσμενείας τὰ κοινὰ πημαίνεσθαι καὶ ἀνατετράφθαι· εὐθὺς δὴ οὖν τάς τε φάλαγγας διαλύουσι, καὶ τὰ ὅπλα τίθενται, καἰ τολοιπὸν εἰρήνη αὖθις καὶ ἡμερότης, φοιτήσεις τε παρ’ ἀλλήλους ἀφύλακτοι καὶ ἐπιμιξίαι, καὶ κὼ φροῦδα οἴχεται τὸ δεινά. οὕτως ἄρα αὐτοῖς τὸ μὲν ὑπήκοον δί-
67 καῖον καὶ φιλόπατρι, τὸ δέ γε ἄρχον εὐμενὲς ἐν δέοντι καὶ 68 πειθήνιον· ταῦτά τοι κω διατελοῦσι δύναμιν βεβαίαν ἔχοντες, καὶ νομοῖς χρώμενοι τοῖς αὐτοῖς καὶ τῶν μὲν οἰκείων οὐδὲν ὅ, τι ἀποβεβληκότες, Πλεῖστα δὲ ὅσα ἐπικτησάμενοι δικαιοσύνη γὰρ καὶ φιλότης οἶς ἂν ἐντραφείη, εὐδαίμονα τίθησι
πολιτείαν καὶ μόνιμον, καὶ ἥκιστα πολεμίως ἁλώσιμον.
βραχύ τι ἄνωθεν ἀρξαμένῳ τοῦ γένους καὶ τῶν ξυνενεχθέντων τῷ πρὸ τοῦ ἐλάχιστα διεξελθόντι, ἔπειτα ἐς ἐκείνους οἱ δὴ ἐν τῷ τότε ἐκράτουν, τὴν ἐκδρομὴν καταπαῦσαι τοῦ λόγου. Χιλδίβερτος μὲν γὰρ καὶ Χλωθάριος, ἔτι δὲ Θευδέριχος καὶ Χλωθομῆρος ἀδελφοὶ ἐγεγένηντο. οὗτοι δὲ ἐπειδὴ αὐτοῖς Χλωθοαῖος
ὁ πατὴρ ἐτεθνήκει, διενείμαντο τέτραχα τὴν βασίλειαν, κατά τε πόλεις καὶ ἔθνη ἐς ὅσον οἶμαι τῶν ἴσων ἑκάστῳ μετεῖναι. οὐ πολλῷ δὲ ὕστερον Χλωθομῆρος κατὰ Βουργουζιώνων ἐπιστρατεύσας, γένος δὲ τοῦτο Γοτθικὸν, αὐτουργόν τε περιφανῶς τὰ πολέμια,) ἐν αὐτῷ δὴ τῷ πολέμῳ ἀκοντίῳ τὼ
στέρνα τυπεὶς, ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ, ἐπειδὴ τὴν κόμην οἱ Βουργουζίωνες καθειμένην καὶ ἄφετον ἐθεάσαντο καὶ 72 μέχρι τοῦ μεταφρένου κεχαλασμένην, αὐτίκα ἔγνωσαν τὸν ἡγεμόνα τῶν πολεμίων ἀποκτανόντες. θεμιτὸν γὰρ τοῖς βασιλεῦσι τῶν Φράγγων οὐπώποτε κείρεσθαι, ἀλλ’ ἀκειρεκόμαι
τέ εἰσιν ἐκ παίδων ἀεὶ, καὶ παρῃώρηνται αὐτοῖς ἅπαντες εὖ
διαξαίνουσι. τοῦτο δὲ ὥσοπερ τι γνώρισμα καὶ γέρας ἐξαιρε- 75 τὸν τῷ βασιλείῳ γένει ἀνεῖσθαι νενόμισται· ἐπεὶ τό γε ὑπήκοον περίτροχα κείρονται, καὶ κομᾷν αὐτοῖς περαιτέρω οὐ μάλα ἐφεῖται. τότε δὴ οὖν τοῦ Χλωθομήρου τὴν κεφαλὴν οἱ Βουργουζιώνες ἀποτεμόντες, καὶ τοῖς ἀμφ’ αὐτὸν στρατεύμασιν
ἀναδείξαντες, ψοφοὸεεῖς αὐτίκα πεποιηιται ἅπαντας καὶ δυσέλπιδας, καὶ κατεάγη αὐτοῖς ἀγεννῶς τὰ φρονήματα, κατεπτηχόιτες τε ἦσαν, καὶ οἷοι οὐκ ἔτι ἐθέλειν ἀναμαχέσασθαι. καὶ δὴ τοῖς μὲν νενικηκόσιν, ᾖπερ ἄριστα αὐτοῖς ἔχειν ἐδόκει, καὶ ἐφ’ αἷς ᾤοντο χρῆναι συνθήκαις, ὁ πόλεμος διελέλυτο.
τοῦ δὲ Φραγγικοῦ ὁμίλου ὅ, τι ἐσέσωστο, ἄσμενοι ἐς τὰ σφέτερα ἐπανῄεσαν. οὕτω δὲ τοῦ Χλωθομήρου διαφθαρέντος, αὐτίκα ἐς τοὺς ἀδελφοὺς (οὐ γὰρ δὴ παῖς αὐτῷ ἐγεγόνει) ἡ ἐκείνου ἀρχὴ ἐμερίζετο. οὐκ ἐς μακρὰν δὲ καὶ Θευδέριχος νόσῳ 76 ἁλοὺς ἀπεβίω, καταλιπὼν Θευδιβέρτῳ τῷ υἱῷ τά τε ἄλλα,
ἀγαθὰ καὶ μὲν δὴ καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα.
ἕως ἐν Ἰταλίᾳ Ναρσῆς τε καὶ τὰ στρατεύματα ἐμόχθει κὼ ἐνησχόλητο, αὐτὸς πλήθη ἄγειρας ἄλκιμά τε καὶ 79 μαχιμώτατα, ἐς τὰ ἐπὶ Θρᾴκης ἀφικέσθαι χωρία, ἅπαντά τε τὰ τῇδε καταστρεψάμενος, ἀμφὶ τὸ Βυζάντιον τὴν πόλιν τὴν βασιλίδα τὸν πόλεμον μεταστῆσαι. οὕτω δὲ ἐνεργὸν τὸ βού-
λευμα ἐποιεῖτο καὶ τὴν παρασκευὴν ἐμβριθεστάτην, ὡς καὶ πρεσβεύεσθαι πρός τε Γήπαιδας καὶ Λγγοιβάρδους καὶ ἄλλαἄττα πρόσοικα ἔθνη, ἐφ’ ᾦ καὶ οἵδε ξυλλάβοιντο τοῦ πολέμου. οὐ γὰρ ᾦετο ἀνεκτὰ εἷναι, ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς ἐν τοῖς προγράμμασι τοῖς βασιλείοις, Φραγγικός τε καί Ἀλαμανικὸς,
ἔτι δὲ Γηπαιδικός τε καὶ Λογγιβαρδικὸς, καὶ ἑτέροις τοιοῖσδε ὀνόμασιν ἀνεκηρύττετο, ὡς δὴ τούτων αὐτῷ τῶν ὠνῶν ἁπάντων δεδουλωμένων. αὐτός τε δὴ οὖν χαλεπῶς ἔφερε τὴν ὕβριν, 80 καὶ· τοὺς ἄλλους ξυγχαλεπαίνειν ἠξίου, ἅτε δὴ καἰ ξυνυβρι- 81 σμένους. οἶμαι μὲν οὖν εἰ καἰ τήνδε τὴν ἐκστρατείαν ἐποιήσατο,
ἀπώνατο ἂν οὐκ ἐν καλῷ τῆς προπετείας, ἀλλὰ τυχὸν μὶν
ἔμπληκτον ἀνδρείαν ἡγεῖσθαι. εἰ γὰρ μὴ ἔφθασεν ἡ τοῦ βίου τελευτὴ τὸ ἐγχείρημα, ἴσως ἂν καὶ ἐνήρξατο τῆς πορείας· νῦν δὲ ἐπὶ θήραν ἰὼν ταῦρος αὐτῷ ὑπαντιάζει, μέγας τε καὶ ὑψί- 84 κερως, οὐ τῶν τιθασσῶν δήπου τούτων καὶ ἀροτήρων, ἀλλ’ ὑλονόμος καὶ ὄρειος, καὶ τοῖς κέρασι τὸ ἀντίπαλον διαφθείρων·
βουβάλους οἶμαι τόδε τὸ γένος καλοῦσι. πλεῖστοι δὲ ἀνὰ τὴν ἐκείνῃ ἤπειρον νέμονται· ἀμφηρεφεῖς τε γὰρ αἱ νάπαι, καὶ τὸ ὄρη λάσια, καἰ δυσχείμερα τὰ χωρία,, ἅπασι δὲ τούτοις τὸ ζῶον ἥδεσθαι πέφυκε . τοῦτον δὴ οὖν ὁ Θευδίβερτος ἔκ τινος νάπης ἰδὼν ἀναθορόντα καὶ ἐπερχόμενον, εἱστήκει εὖ διαβὰς,
ὡς τῷ δόρατι ὑπαντιάσων· ὁ δὲ, ἐπειδὴ ἀγχοῦ ἐγεγόνει, τῇ ῥοπῇ τοῦ δρόμου φερόμενος ἐς δένδρον τι τῶν οὐ λίαν μεγάλων
ἀνύποιστος, αὐτίκα ὕπτιος ἐπεπτώκει, καἰ μόλις φοράδην ἐς τὰ ὠκεῖα ἠγμένος, αὐθημερὸν ἀπεβίω. διαδέχεται δὲ τὴν ἀρχὴν Θευδίβαλδος ὁ παῖς, ὃς δὴ, εἰ καὶ νέος ἦν κομιδῇ, καὶ ἔτι ὑπὸ παιδοκόμῳ τιθηνούμενος, ἀλλ’ ἐκάλει γε αὐτὸν εἰς τὴν ἡγεμονίαν ὁ πάτριος νόμος
τε τῷ ἡγεμόνι καταστάντες καὶ ἅπασι τοῖς ἐν τέλει, ἐδέοντο μὴ σφᾶς περιιδεῖν ὑπὸ 'Ρωμαιων πιεζομένους, συλλαβέσθαι δὲ μᾶλλον τοῦ ἀγῶνος, καὶ ἀνακαλέσασθαι γένος πρόσοικόν τε καὶ φίλιον καὶ ἄρδην οἰχήσεσθαι κινδυνεῦον. ἐδίδασκον δὲ ὡς καὶ αὐτοῖς ἐς τὰ μάλιστα συνοίσει, μὴ ἐφιέναι 'Ρωμαιοις ἐπὶ
μέγα δυνάμεως αἰρομένοις, ἀλλὰ παντὶ σθένει τὴν αὔξην κολούειν· ,,εἰ γὰρ ἅπαν τὸ Γοτθικὸν γένος ἐκποδὼν ποιήσονται, οὐκ ἐς μακρὰν’’ ἔφασαν οἱ πρέσβεις ,,και καθ’ ὑμῶν αὐτῶν ἥξουσι, καὶ ἀνανεώσονται τοὺς προτέρους πολέμους. ἐπιλείψει γὰρ αὐτοὺς οὐδ’ ὁπωστιοῦν εὐπρόσωπος αἰτια ἐς προκάλυμμα
92 τῆς πλεονεξίας, ἀλλὰ σὺν δίκῃ γε ὑμᾶς δόξουσι μετιέναι, Μαρίους τιὰνς καἰ Καμίλλους, καὶ τῶν Καισάρων τοὺς πλείστονς ἀπαριθμούμενοι, ὡς δὴ πάλαι ποτὲ τοῖς ἄνω Γεμανοῖς πολεμήσαντας, καἰ τὰ ὑπὲρ 'Ρῆνον ἅπαντα κατασχόντας· ταύτῃ τε οὐ βιάζεσθαι δόξουσιν, ἀλλ’ ὁσίως ἐπιστρατεύειν, ὡς oὐ-
93
ται μὲν ἡμᾶς τὰ οἰκεῖα, τὸ δὲ πλεῖστον ἀπεκτόνασι τοῦ γένους, 96 γύναια δὲ καὶ παῖδας τῶν παρ’ ἡμῖν εὐδαιμόνων ἀνδρῶν ἀφειδῶς ἠνδραποδίσαντο. καίτοι Θευδέριχος οὐ βίᾳ ἑλὼν, ἀλλὰ Ζήνωνος πρότερον τοῦ σφῶν βασιλέως ἐπιτρέψαντος τὴν Ἰταλίαν προσηγάγετο, οὐδὲν Ῥωμαίους ἀφελόμενος, ἤδη γὰρ
αὐτῆς ἀπεστέρηντο,) ἀλλ’ Ὀδόακρον καθελὼν τὸν ἐπηλύτην, τὸν τύραννον, τἀκείνου ἅπαντα κατέσχε τῷ τοῦ πολέμου θεσμῷ. οἱ δὲ, ἐπειδὴ βιάζεσθαι αὐτοῖς μᾶλλον ἐξῆν, οὐδὲν ἐνδίκως πεπράχασιν, ἀλλὰ Θευδάτῳ πρότερον Ἀμαλασούνθης δῆθεν ἕκατι χαλεπήναντες, καὶ ταύτην ἀρχήν τε καὶ πρόφασιν
τῷ πολέμῳ θέμενοι, εἶτα μέχρι νῦν οὐ μεθιᾶσιν, ἀλλὰ 97 φέρουσι βιαίως ἅπαντα· οὔτοι δὴ οἱ σοφοί τε καὶ δεισιδαίμονες, καὶ μόνοι σὺν δικαιοσύνη πολιτεύεσθαι βρενθυόμενοι. ἵνα δὴ οὖν μὴ ταὐτὰ παθοῦσιν ὑμῖν μεταμελήσῃ τῆς ῥᾳθυμίας ὕστερον οὐκ ἐν δέοντι, προτερητέον ἐν τῷδε τοὺς πολε-
τε Γοτθικῷ γένει ἐς τὰ μάλιστα χαριεῖσθε, σωτῆρες ἀναφανέντες καὶ ἀλεξίκακοι, τά τε ὑμέτερα αὐτῶν ἐν τῷ ἀσφαλεῖ θήσεβσθε, εἴγε μηδὲν ὑμῖν ἔτι πολέμιον ἐκ γειτόνων παρείη·. πρὸς δέ γε καὶ χρήματα ὑμῖν ἔσονται μυρία, οὐ μόνον τὰ Ῥωμαίων ληϊσαμένοις, ἀλλὰ γὰρ δὴ καὶ αὐτοὶ ἕτερα καταθήσομεν.”
καὶ Βουτιλῖνος, εἶ καὶ τὸν βασιλέα σφῶν ἥκιστα ἤρεσκεν, ἀλλ’ 100 αὐτοὶ ἀνεδέχοντο τὴν ξυμμαχίαν. τούτω δὲ τὼ ἄνδρε ἤστην μὲν ἀδελφὼ, καὶ τὸ γένος Ἀλαμανὼ, δύναμιν δὲ παρὰ Φράγγοις μεγίστην εἰχέτην, ὡς καὶ τοῦ σφετέρου ἔθνους ἡγεῖσθαι, Θευδιβέρτου πρότερον παρασχόντος. οἱ δὲ Ἀλαμανοὶ, εἴγε χρὴ
101
καὶ τῆς ξυμπάσης Ἰταλίας ἐκράτει, ἐς φόρου ἀπαγωγὴν παραστησάμενος, κατήκοον εἶχε τὸ φῦλον. ὡς δὲ ὁ μὲν ἀπεβίω, ὁ δὲ μέγιστος Ἰουστινιανῷ τε τῷ Ῥωμαίων αὐτοκράτορι καὶ 103 τοῖς Γότθοις πόλεμος ξυνερράγη, τότε δὴ οἱ Γότθοι ὑποθωπεύοντες τοὺς τοὺς καὶ ὅπως ἂν αὐτοῖς φίλοι τε ἐς τὰ
ομάλιστα καὶ εὖνοι γένοιντο μηχανώμενοι, ἑτέρων τε πολλῶν ἔξίστανται χωρίων, καὶ μὲν δὴ καὶ τὸ Ἀλαμανικὸν γένος ἀφίεσαν. ἀγείρειν τε γὰρ ἐν τῷ τότε πανταχόθεν τὰς σφετέρας ῳον τὸ χρῆναι δυνάμεις, καὶ τῆς ὑπηκόου ὁπόσα περιττὰ καὶ οὐ λίαν ἐπίκαιρα μεθιέναι, ὡς οὐκέτι ἀρχῆς τε πέρι καὶ δόξης
ἀγωνιούμενοι, ἀλλ’ ἤδη τὸν ὑπὲρ αὐτῆς τῆς Ἰταλίας, καὶ τοῦ μὴ πάμπαν ἀπολωλέναι ἀναῤῥίψοντες κίνδυνον. καὶ τοίνυν τὸ 104 τοῦ μέλλοντος σφαλερὸν τῷ αὐθαιρέτῳ δῆθεν τῆς γνώμης προκαταλαβόντες, ἑκουσίαν πεποίηνται τὴν ἀνάγκην. οὕτω δὴ οὖν καὶ τὸ τῶν Ἀλαμανῶν ἔθνος ὑπὸ Γότθων ἀφειμένον Θευδίβερτος
αὐτὸς ἐχειρώσατο· ἐκείνου τε διαφθαρέντος, ᾗπέρ μοι ἤδη ἐρρήθη, ἐπὶ τὸν παῖδα Θευδίβαλδον τῇ λοιπῇ ἅμα ὑπηκόῳ καὶ οἵδε ἐχώρουν.
107 ἄλλα ἄττα μυρία καρατομοῦντες ἐπιθειάζουσιν. ἀλλὰ γὰρ 108 ἡ τῶν Φράγγων αὐτοὺς ἐπιμιξία, εὖ ποιοῦσα, καὶ ἐς τόδε μετακοσμεῖ, καὶ ἤδη ἐφέλκεται τοὺς ἐμφρονεστέρους, οὐ πολλοῦ δὲ οἶμαι χρόνου καὶ ἅπασιν ἐκνικήσει τὸ γὰρ τῆς δόξης παράλογόν τε καὶ ἔκπληκτον, καὶ αὐτοῖς οἶμαι τοῖς χρωμένοις,
εἰ μὴ πάμπαν εἶεν ἠλίθιοι, γνώριμόν τέ ἐστι καὶ εὐφώρατον, καὶ οἶον ἀποσβῆναι ῥᾳδίως. ἐλεεῖσθαι μὲν οὖν μᾶλλον ἢ χαλεπαίνεσθαι δίκαιοι ἂν εἶεν, ναὶ πλείστης μεταλαχχάνειν συγγνώμης ἅπαντες ὅσοι δὴ τοῦ ἀληθοῦς ἁμαρτάνουσιν. οὐ γὰρ δήπου ἑκόντες εἶναι ἀλῶνται καὶ ὀλισθαίνουσιν, ἀλλὰ τοῦ
ἀγαθοῦ ἐφιέμενοι, ἔπειτα σφαλέντες τῇ κρίσει τολοιπὸν ἔχον- 109 ται τῶν δοκηθέντων ἀπρὶξ, ὁποῖα ἄττα ναὶ τύχοιεν ὄντα. τὴν γε μὴν τῶν θυσιῶν ὠμότητα καὶ κακοδαιμονίαν, οὐκ οἶδα εἰ οἷόν τε λόγῳ ἀκέσασθαι, εἴτε ἄλσεσιν ἐπιτελοῖντο ὥσπερ ἀμέλει παρὰ βαρβάροις, εἶτε τοῖς πάλαι νενομισμένοις θεοῖς, ὁποῖα
αἱ τῶν Ελλήνων ἐθέλουσιν ἁγιστεῖαι. ἐγὼ μὶν γὰρ ἡγοῦμαι
μάτην οἱ ποιηταὶ κὼ τὸν Φόβον, Ἐνυώ τέ τινα, καὶ Ἄτην, καὶ Ἔριν, ὡς ἂν αὐτοὶ φαῖεν, τὴν ἀμαιμάκετον. προστιθεῖ δὲ τούτοις, εἰ βούλει, καὶ τὸν παρὰ Πέρσαις καλούμενον Ἀρειμάνην, καὶ τῶν ἄλλων χθονίων φασμάτων ὁπόσα κακοῦργα 112 κὼ μιαιφόνα. ταῦτα μὲν οὖν εἰ καὶ ἴσως ἄν τῳ δοκοῖεν οὐ μάλα
τῇ ἐπαγγελίᾳ προσήκειν, εἶναι δὲ περιττὰ καὶ ἀλλότρια τῶν ἐφ’ ἁ ἰέναι ἡμῖν διεσπούδασται, ἀλλ’ ἔμοιγε καὶ λίαν ἀρέσκει ἅπαντα ἐς μέσον ἄγειν τὰ ἐγνωσμένα, καὶ τὰ μὲν χρηστὰ τῶν πραγμάτων ἐν ἐπαίνῳ ποιεῖσθαι, τῶν δὲ οὐχὶ τοιῶνδε κατηγορεῖν ἀναφανδὸν, καὶ τὸ ἀσύμφορον διελέγχειν. εἰ γὰρ μὴ
τοῦτο ἔχοιεν αἱ ἱστορίαι, ὡς ταύτῃ γε καὶ μᾶλλον χρήσιμοι τε εἶναι καἰ βιωφελέστατοι, μόνη δὲ ἀφήγησις εἷεν τῶν γεγενμένων ἁπλῆ τε καὶ ἀνεξέταστος, κινδυνεύσαιεν ἴσως ἂν παρ’ 113 ἐνίοις, εἰ μὴ λίαν δεινὸν εἰπεῖν, οὐ πολλῷ εἶναι ἀμείνους τῶν ἐν γυναικωνίτιδι παρὰ τὴν ταλασίαν ᾀδομένων μυθολογημάτων.
τούτων μὲν οὖν πέρι ὥςπη ἑκάστῳ φίλον τῇδε οἰέσθω, ἐμοὶ δὲ ᾗπερ ὁ πρότερος ἐφέρετο λόγος f ταύτῃ ἰτέα. Λεύθακακοῦργα
πρός γε Σικελίαν καθέξειν θαυμάζειν δὲ ἔφασαν τῶν Γότθων, 116 εἰ μάλα οὕτω πεφρίκασιν ἀνδράριον τι θαλαμηπόλον σκιατραφές τε καὶ ἁβροδίαιτον, καὶ πόῤρτω τοῦ ἀῤῥενωποῦ τεταγμένον. οἱ μὲν δὴ βρενθυόμενοι τῇ τοιαύτη δόξῃ, καὶ ἀγέρωχον ποιούμενοι τὴν παράταξιν, ἐκ τε Ἀλαμανῶν καὶ Φὸάγγων
στράτευμα ἐς πέντε καὶ ἑβδομήκοντα χιλιάδας ἀλκίμων ἀνδρῶν ἀγείραντες, παρεσκευάζοντο τὰ πολέμια, ὡς αὐτίκα μάλα ἐς τὴν Ἰταλιαν καὶ δὴ ἐμβαλοῦντες.
καὶ φθάνειν ἀεὶ τὰς τῶν πολεμίων ἐθέλων ὁρμὰς, αὐτίκα τὰ ἐς Τουσκίαν πολίσματα, ὑπὸ τῶν Γότθων ἔτι κατεχόμε- 117 να, ἔγνωκε βιαιότατα παραστήσασθαι. οὔτε γὰρ τῇ νίκῃ πέρα τοῦ μετρίου φρυαττόμενος ἐς ἀπειροκαλίαν ἐπῆρτο, οὔτε, ὅπερ ἕτερος ἂν ἐπεπόνθει, ἐς ῥᾳστώνην τε καὶ ἡδυπάθειαν μετὰ
118
περιωπἧ̣ τοῦ πελάγους τοῦ Τυρσηνικοῦ. ἐπὶ γὰρ τῇ ἀκτῇ ὁ λόφος ἀνέχει, ὡς καὶ ἀμφ᾿ αὐτὸν δήπου τὸν πρόποδα ῥοχθεῖν τε καὶ περικλᾶσθαι τὸ ῥόθιον, ἄνω δὲ ἔρυμα περιβέβληται, πύργοις 120 τε καὶ ἐπάλξεσι καρτερώτατα ἐξειργασμένον. Τωτίλᾳ τε 121 καὶ Τεΐᾳ τοῖς βασιλεῦσι πρότερον τῶν Γότθων γεγενημένοις,
ὁπόσα ἐπίτιμά τε ἦν καὶ ἀξιάγαστα τῶν κτημάτων, ἐν τῷ- δὲ τῷ φρουρίῳ, ὡς βέβαιον ὂν, ἐφυλάττετο. ἐνταῦθα δὲ οὖν ὁ Ναρσῆς ἀφικόμενος, περὶ πλείστου ἐποιεῖτο ἑλεῖν τε ὡς τάχιστα τὸ χώριον καὶ τῶν χρημάτων κρατῆσαι, ὡς μήτε οἱ Γότθοι ὁρμητήριον ἀσφαλὲς ἔχοιεν, αὐτῷ τε τὰ τῆς νίχης τελεώτατα ἐς
ὅ, τιμάλιστα ἐξειργασθειη. Ἀλιγ́ερνοςγὰρ ὁ Τεΐα νεώτατος ἀδελφὸς τοῦ ἡγεμόνος τῶν Γότθων γεγενημένου, ἔνδον γε ἦν τοῦ περιβόλου, καὶ στράτευμα, ὁπόσον οἷόν τε ἦν, ἀμφ᾿ αὐτὸν ἀγείρας, οὐδέν τι εἰρηναῖον ἐβουλεύετο· καὶ ὅτι μὲν Τεΐας ἐν τῷ πολέμῳ ἀνῄρητο, καὶ τὰ τῶν Γότθων πράγματα ἐκεκμήκει τε
καὶ διελέλυτο, ἤδη που ἐς τὸ ἀκριβὲς ἠκηκόει, ὁ δὲ οὐδ᾿ ὣς 122 ἀνίει, οὐδὲ τὴν ξυνενεχθεῖσαν ἐδείμαινε τύχην, ἀλλὰ τῷ τε
ἐν ταῖς ἐπάλξεσι φαινομένων, καὶ τὰ τόξα ἐπήχουν θαμὰ τῶν βελῶν ἀναπεμπομένων, σφενδόναι τε ἐφέροντο μετάρσιοι, καὶ μηχανήματα ὁπόσα πρὸς τειχομαχίαν ἀνεῖται, ἅπαντα ἐκινεῖ- 125 τὸ. οἱ δὲ ἀμφὶ τὸν Ἀλίγ́ερνον ἀνὰ τὰ μεταπύργια τοῦ τείχους ξυνειλεγμένοι, οὐ σχολαίτερον ἀντακοντίζοντές τε καὶ ἀντιτοξεύοντες
διεμάχοντο, λίθους τε ἐκ χειρῶν μεγάλους ἐπαφιέντες, καὶ φιτροὺς καὶ πελέκεις, καὶ ὅπερ ἂν οὐ πόῤῥω τῆς χρείας ἐδόκει, μηχαναῖς τε ἐχρῶντο καὶ ἀμυντηρίοις, καὶ οὐδὲν ὅ, τι παρεῖτο. τά γε μὴν Ἀλιγέρνου τοξεύματα καὶ μάλα τοῖς 'Ρωμαιοις ἀρίδηλα ἦν. ῥοίζῳ τε γὰρ πολλῷ καὶ ταχυτῇτι οὐ
σταθμητῇ τὰ ἐκείνου ἐφέρετο βέλη· ὡς εἴπερ καὶ ἐς λίθον τινὰ ἐμπέσοιεν, ἢ ἕτερόν τι σκληρὸν καὶ ἀτέραμνον, διαῤῥήγνυσθαι ἅπαν τῇ βίᾳ τῆς ῥύμης. Παλλάδιον γοῦν ἐκεῖνον (ἦν δὲ οὐ τῶν 126 ἐῤῥᾳθυμηέων παρὰ τῷ Ναρσῇ ὁ Παλλάδιος, ἀλλὰ στρατεύ- ματός τε ἡγεῖτο 'Ρωμαϊκοῦ, καὶ ἐν τοῖς μεγίστοις ταξιάρχοις
127
τε τῶν πολλῶν περιῆν, καὶ καρτεραὶ αὐτῷ ἐρύσαι τόξον αἱ χεῖρες· πολλαῖς μὶν οὖν καὶ ἐφεξῆς ἡμέραις οἱ τοιοίδε ἀκροβολισμοὶ ἐγίγνοντο, καὶ οὐδὲν οὐδὲν ὁποτέροις προὐχώρει τῶν ἐλπισθέντων τοῖς τε γὰρ Ῥωμαίοις αἰσχρὸν ἐδόκει ἡ ἀναχώρησις πρὶν παραστήσασθαι τὸ χωρίον, καὶ οἱ Γότθοι ἔνδηλοι 129
ἠσαν ὡς οὐδέν τι μᾶλλον ἐνδωσείοντες τῇ πολιορκάᾳ.
πρὸς ἥλιον ἀνίσχοντα τοῦ λόφου τετραμμένῳ ἀγκῶνι ἄντρον τι ὕπεστιν ἀμφηρεφές τε καὶ γλαφυρώτατον, ὡς ἄδυτά τε ἔχειν αὐτόματα καὶ κῦτος εὐρὺ καὶ βαραθρῶδες· ἐνταῦθα δὴ πάλαι φασὶ τὴν Σίβυλλαν τὴν πάνυ, τὴν Ἰταλὴν, ἐνδιαιτωμένην, φοιβόληπτόν τε εἶναι καὶ ἔνθουν, καὶ προαγορεύειν τὰ ἐσόμενα τοῖς πυνθανομένοις. 130
λέγεται δέ ποτε καὶ Αἰνείαν τὸν Ἀγχίσου
λιθοτόμα καὶ τειχωὸυχα, ἐξεκόλαπτεν ἠρέμα καὶ διέτεμεν τοῦ ἄντρου τὸν ὄροφον, ἔνθα τὸ ἔρυμα ἥδραστο, καὶ ἐς τοσοῦτον ἐξέκοπτεν καὶ διεκάθαιρεν τὴν βάσιν τῆς oἰκοδομίας, ἐς ὅσον 133 ἤδη τὴν ἀρχὴν τοῦ θεμελίου ἀπογυμνοῦσθαι. τότε δὲ ξύλα ὄρθια ἐν κώμῳ ὑπεστήριζε, ταύτῃ τε ἀνεῖχεν ἅπαν τὸ ἄχθος
134 του τείχους, ὡς μὴ ὑπορρέοι κατὰ βραχὺ καὶ διαλύοιτο ἡ ἁρμονία, συναίσθησις τε τοῦ ὁρωμένου ταχεῖα γίγνοιτο τοῖς Γοτθοις. ἦ γὰρ ἂν κατ᾿ ἀρχὰς εὐθὺς ἐπιβοηθοῦντες, καὶ τὸ πεπονθὸς ἀκεσάμενοι, διεφύλαττον τολοιπὸν βεβαιότατα· ἵνα δὲ μὴ πάμπαν τὰ ποιούμενα ἐπιγνοῖεν, μηδὲ τοῦ πατάγου τῆς
λατομίας ἐπαΐοιεν, τότε δὴ ἐς ὅτι μάλιστα ἐπεφέροντο ἄνωθεν Τῷ τείχει ὁ τῶν 'Ρωμαιων στρατὸς, ἀλαλάζοντες καὶ ἐπικροτοῦντες· θόρυβός τε ἦν πέρα τοῦ ἀναγκαίου πολὺς καὶ ταραχώδης ἡ πολιορκία ἐπεὶ δὲ ἅπαν ἤδη τὸ τεῖχος ὁπόσον τῷ ἄντρῳ παρπέτατο, ἐκκρεμὲς τε ἦν καὶ μετέωρον, καὶ μονοις
ἐπεβεβήκει τοῖς ξύλοις, ἃ δὴ ὀρθοστάδην ἐτύγχανον ἐρηρει-
τὴν ἀντίθεσιν ἐνεδίδου· τοῦ δὲ ἐρύματος ὁπόσον ἐπ’ ᾖωρεῖτο, ὑφίζανεν ἀθρόον καὶ κατωλίσθαινεν τῇ κενότητι, πύργοι τε οἱ ἐνθένδε καὶ προμαχεῶνες ἔξαπιναίως ἀποῤῥαγέντες τῶν ἄλλων, ἐς τὸ πρανὲς ἔξεκυλίσθησαν· τε πύλη ἡ τῷδε τῷ μέρει προσαραρυῖα, ξυνεκέκλειστο μὲν εὖ μάλα βεβαιότατα,
ὡς δὴ πολεμίων παρόντων, καὶ τὰ κλεῖθρα ὑπὸ τῶν φυλάκων 138 κατείχετο, ἡ δὲ αὐτοῖς μοχλοῖς τε καὶ βαλανάγραις ἐκτιναχθεῖσα, ἐς τὴν ἠΐονα τὰς σπιλάδας ἐρήριπτο, ἅμα τε ἅπαντα τὰ ξυμπεπηγότα ἔτι ἐκλύζετο, σταθμοὶ καὶ γεῖσον καὶ ὑπερθύριον καὶ οἱ θαιροὶ τῷ οὐδῷ ἐνηρμοσμένοι· τούτων δὲ
γεγενημένων, τοῖς Ῥωμαίοις ῥᾳδίως τολοιπὸν εἰσιτητέα εἶναι ἐδόκει ἀνὰ τὸ πόλισμα, καὶ περιοπτέα τῶν πολεμίων, ἡμάρτανον δὲ καὶ ὣς τῆς ἐλπίδος. σήραγγές τε γάρ τινες καὶ ἀποῤῥῶγες τοῦ τε λόφου καὶ τῶν ἔνδοθεν περιαυλισμάτων ἔπι μέγα ἐκτεινόμεναι, κρημνῶδες ἀτεχνῶς καὶ δυσέμβολον οὐχ ἧσσον 139
ἀπεδείκνυσαν τὸ χώριον. καὶ Ναρσῆς μὲν θαρσαλεώτερον τῷ
ἀλλ’ ἐς Φλωρέντειαν καὶ Κεντουκέλλας καἰ ἄλλα ἄττα πολίσματα τῆς Τουσκίας χώρας εὐθὺς ἀφικέσθαι, ἅπαντά τε τὰ τῇδε καταστησάμενος προτερῆσαι τὴν ἐπήλυσιν τῶν πολεμίων. ἤδη γὰρ αὐτῷ Λεύθαρις καὶ Βουτιλῖνος καὶ τὰ Φράγ- 142 γων δὲ καὶ Ἀλαμανῶν στρατεύματα εἴσω τοῦ Πάδου ποταμοῦ
ἠγγέλλοντο παρεῖναι, ὦν δὴ ἕνεκα κινήσας ὡς τάχιστα τὸ πλεῖστον τοῦ στρατοῦ ἐπὶ ταύτην ἐχώρει. ἐπεὶ δὲ Φιλίμουθ ὁ τῶν ξυνεπομένων Ἐρούλων στρατηγὸς οὐ πολλαῖς πρότερον ἡμέραις νόσῳ ἁλοὺς ἐτεθνήκει, ἔδει δὲ ἄρα αὐτοὺς ὑπ’ ἰδίῳ τινὶ τάττεσθαι ἡγεμόνι, αὐτίκα ὅ γε Φούλκαριν αὐτοῖς τὸν
ὁμόφυλον ἐπιστήσας, τὸν Φανιθέου ἀδελφιδοῦν, ἐκέλευσεν ἅμα Ἰωάννη τῷ Βιταλιανοῦ, καὶ πρός γε Βαλεριανῷ καὶ Ἀρταβάνῃ, καὶ μὲν δὴ καὶ ἄλλοις στρατηγοῖς καὶ ταξιάρχοις, ξὺν τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ, τὰς Ἄλπεις τὸ ὄρος περιελθόντας, ὃ δὴ ἐν μέσῳ Τουσκίας τε τῆς χώρας, καὶ Αἰμιλείας
ἀνέχει, ἀμφὶ τὸν Πάδον ἱκέσθαι τὸν ποταμὸν, αὐτοῦ τε
οὐκ εἰεν, ἀλλὰ σχολαιτέραν αὐτοῖς ποιήσασθαι τὴν πορείαν, καὶ οὐ μάλα θαρσαλέους ἀνὰ τὰ πρόσω φοιτᾷν μεθιέναι, δεδίττεσθαι δὲ αὐτοὺς ἐς τὰ μάλιστα καὶ εἴργειν ὡς ποῤῥωτάτω, ἕως αὐτὸς τὰ ἐν Ποσίν ἅπαντα ᾖ βούλοιτο διαθείη. οἱ μὲν οὖν κατὰ ταῦτα ἐχώρουν, κατέλιπεν δὲ καὶ ἐν Κύμη δύναμιν ἀξιόχρεων·
ὅπως δὴ προσκαθεδούμενοι, καὶ ἔνδον τοὺς ἐγκατείργοντες, χρονίᾳ γοῦν αὐτοὺς παραστήσοιντο πολιορκίᾳ. καὶ οἱ μὲν, χαράκωμα περιεβάλλοντό τε, καὶ τὰς ἐξόδους ἐφύλαττον, εἴπου τινὰ ἕλοιεν ἐπὶ χιλὸν ἰόντα. ᾤοντο γὰρ αὐτοῖς 146 ἤδη που ἐς ἐνιαυτὸν πολιορκουμένοις, ἅπαντα ἐξαναλῶσθαι
τὰ ἐπιτήδεια Ναρσῆς δὲ ταῖς πόλεσι προσβαλὼν ἀκονιτὶ τὰς πλείστας προσηγάγετο. Φλωρέντιοι μὲν γὰρ ὑπαντιάσαντες καὶ τὰ πιστὰ κομισάμενοι, ὡς οὐδὲν ἄχαρι πείσονται, σφᾶς τε αὐτοὺς ἐθελονταὶ καὶ τὰ οἰμῶ παρέδοσαν. Κεντουκελλαῖοι δὲ ὅμοια ἔπρασσον. Βουλοτεῤῥαῖοι δὲ οὐκ ἄλλως, οὕ-
θέμενοι πρὸς Ναρσῆν, ὁμήρους τε παρασχόντες, καὶ ἐπομοσάμενοι, ὡς εἴγε τριάκοντα παραδράμοιεν ἡμέραι, καὶ μή τις αὐτοῖς μεταξὺ παραγένοιτο ξυμμαχία, ὁπόση οἴα τε εἶναι ἀμύνασθαι, καὶ ἐς πόλεμον ἐμφανῆ, οὐκ ἐκ πύργων τε καἰ περιβόλων ἀλλὰ συστάδην παρατάξασθαι· εἰ μὴ ταῦτα οὕτω
ξυνενεχθεῖεν, ἠ μὴν αὐτίκα τὴν πόλιν ἐγχειριεῖν καὶ παραδώσειν. ᾤοντο γὰρ οὐκ ἐς μακρὰν παρέσεσθαι τοὺς φράγγους καὶ ἐπαρήξειν. τούτοις δὲ πίσυνοι τὰς τοιάσδε ἐπεποίηντο ξυνθήκας. ἀλλὰ τότε ἡ μὲν κυρία παρῳχήκει, οἱ δὲ οὔπω παρῆσαν, τοῖς δὲ καὶ ὣς βουλομένοις ἦν περιορᾷν ἀμέλει καὶ ἀναί-
150 νεσθαι τὰ ξυγκείμενα. Ναρσῆς μὲν οὖν ἔξαπατηθεὶς, εἰκὸς, ἐχαλέπαινε, καὶ ἐς τειχομαχίαν παρεσκευάζετο. ἐνίοις δὲ τῶν ἀμφ’ αὐτὸν καί χρῆναι ἐδόκει τοὺς ὁμήρους ἅπαντας διαφθαρῆναι, ὡς ἂν οἱ ἐν τῷ ἄστει ἀνιαθεῖεν, καὶ ταύτῃ ποινὰς ὑφέξοιεν τῆς ἀπιστίας. ὁ δὲ στρατηγὸς, γνώμη γὰρ ἅπαν-
151
ὑπὸ τὴν ἰξὺν περιεσφιγμένους, κάτω δὲ τὸ κάρα ἐπινενευκότας, ἐπεδείκνυέν τε τοῖς ὁμοφυλοις, οὕτω πως οἰκτρότατα καὶ καὶ ἠπείλει θᾶττον αὐτοὺς ἀναιρήσειν, εἰ μὴ τάχιστα φθάσαιεν ἐκεῖνοι διαπραξάμενοι τὰ ὁπόσα ἐτύγχανον ὡμολογηκότες. ξύλα δὲ αὐτοῖς βρ·αχέα ἐκ τοῦ μεταφρένου ἰπὶ τοὺς
τένοντας ὑπεβέβληντο, ῥάκεσι πως κεκαλυμμένα, ὡς μὴ διορῷεν χαἰ πόρρωθεν οἱ πολέμιοι. ἐπεὶ δὲ οὐκ ἐπείθοντο, αὐτίκα ἐκέλευε Ὀῆθεν στοιχηδὸν ἅπαντας καρατομεῖσθαι, κὼ οἱ δορυφόροι σπασάμενοι τὰ ξίφη βιαιότατα, ἔπαιόν τε καὶ ἐπεφέροντο, ὡς δὴ τοὺς αὐχένας ἀποτεμοῦντες· ἡ δὲ πληγὴ τοῖς
ξύλοις ἐγχρίπτουσα, οὐδέν τι αὐτοὺς μᾶλλον ἐσίνετο, κατέπιπτον δὲ ὅμως πρηνεῖς ἐκεῖνοι, προστεταγμένον αὐτοῖς, ἤσπαιρόν τε ἐθελούσιοι, καὶ ἰλυσπῶντο, ὑποκρινόμενοι τὸ διολωλέναι. ἰδόντες δὲ οἱ ἐν τῷ ἄστει, καὶ τῷ διεστάναι ὡς πλεῖστον οὐ τὰ ἀληθῆ διασκοποῦντες ἀλλ’ ἢ τὰ φαινόμενα, ὠλοφύροντό
τε ἀθρόον, καὶ ξυμφορὰν ἐποιοῦντο τὰ γεγενημένα.
περιῤῥηγνύντα, ἀνὰ τοὺς προμαχεῶνας ἐφοίτων, τυχὸν μὲν μητέρες οὖσαι τῶν ἀπολωλέναι δοκούντων, τυχὸν δὲ ἐπίκληροι, τυχὸν δὲ ἄλλῳ ὁτῳοῦν τρόπῳ μέλον αὐταῖς. καὶ 155 τῷ Ναρσῇ ἅπαντες ἀναφανδὸν ἐλοιδοροῦντο, ἀλαζόνα τε ἀποκαλοῦντες καὶ ἀτάσθαλον, καὶ ἔργῳ μὲν αὐτὸν εἶναι λέγοντες
βίαιόν τε καὶ μιαιφόνον, τὴν δὲ τοῦ εὐσεβεῖν ἀεὶ καὶ τὸ θεῖον θεραπεύειν δόξαν ἄλλως αὐτῷ κεκομψεῦσθαι.
χρηστὰ βουλευσάμενοι φανεῖσθε ὅρκον ἐπίορκον ὀμωμοκότες, καὶ ἀναίδην παρασπονδήσαντες. ἀλλ’ εἴ γε καὶ νῦν ἐθελήσοιτε μεταμαθεῖν τὸ συνοῖσον, καὶ ἔργῳ τὰ ξυγγειμ́ενα διανύσασθαι 156 οὐδέν τι ἔλαττον ἕξετε. οὗτοί τε γὰρ αὖθις ἀναβιώσονται, καὶ
κειμένων ἀναζωγρήσει. καὶ ἦσαν γὰρ ὡς ἀληθῶς ἀπάτη οἱ λόγοι, οὐ μέντοι γε ᾖπερ ἐκεῖνοι ᾤοντο, προθυμότατα δὲ αὖθις ἀνωμολόγουν ὅμως καὶ ἐπώμνυντο, σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν αὐτίκα παρέξειν αὐτῷ, ἐς ὅ, τι βούλοιτο χρῆσθαι, εἴγε τοὺς ὁμήρους ἴδοιεν περιόντας· ἅτε δὴ γὰρ αὐτοῖς ἀδυνατον
εἶναι δοκοῦν τοὺς τεθνεῶτας ἀναβιῶναι, εὐπρεπέστατα ἡγοῦντο ταύτῃ γοῦν ἀπ6οσείσασθαι τὸ ἐπίκλημά, καὶ ἐπὶ σφᾶς αὐτοὺς τὰ δίκαια μεταθεῖναι. τότε δὴ οὖν ὁ Ναρσῆς ἐγκελενσάμενος, ἀνίστησί τε αὐτοὺς ἀθρόον, καὶ ἐπεδείκνυντο τοἴς 160 ὁμοφύλοις σῶοί τε καὶ ἀδήλητοι. οἱ δὲ ἐπιδόντες αὐτοὺς, κατεπλήττοντο
μὲν, ὥσπερ εἰκὸς, τῷ παραλόγῳ τῆς θέας, οὐ μὴν οὐδὲ ὣς ἅπαντες ἐκτελεῖν τὰ ὀμωμοσμένα ᾤοντο χρῆναι, ἀλλ᾿ ἦσαν οἳ καὶ ἀνήνοντο. ἐπειδὴ γὰρ αὐτοῖς περιῆσαν οἱ ἄνδρες, καὶ τὸ ἀλγοῦν τῆς γνώμης καὶ ἀνιώμενον ἐς τὸ εὔελπι μετεβέβλητο, πάλιν, ἅτε δὴ ὅιμιλος, ἐς τὰ πρότερα ἐπανῄεσαν
καὶ τὰ τῆς ἀπιοτιας ἐνίκα. ἐς τοῦτο δὲ αὐτῶν ἀβελτερίας ἐληλακότων, Ναρσῆς ὁ στρατηγὸς πολλῇ χρώμενος τῇ μεγαλοφροσύνῃ, ἀφίησι τούτους εὐθὺς, καὶ ἐς τὰ οἰκεῖα ἐκ-
εἶναι προσχωρήσοιτε, ἀλλὰ ταῦτά γε ὑμᾶς παραστησονται.’’ καὶ ἅμα λέγων ἐπεδεικνυεν τὰ ξίφη. οἱ μὲν δὴ ἄνδρες ἀφειμένοι, καὶ τοῖς ὁμοφύλοις ἀναμιχθέντες, ἐν εὐφημίᾳ πολλῇ τὸν Ναρσῆν ἐποιοῦντο ἐπὶ τοὺς ξυλλόγους φοιτῶντες· ἐμέμνηντο δὲ τῆς κομιδῆς τε καὶ ἐπιμελείας ὁπόσης ἔτυχον πρòς
αὐτοῦ, ὅτι τε μειλίχιος καὶ εὐόμιλος, καἰ τὸ μεγαλουργὸν ἔχοι τῷ δικαίῳ ἀναγεκὸαμένον, ἑκασταχοῦ ἐψιθυρίζετο. καὶ ἔμελλον ἄρα οὐκ ἐς μακρὰν οἵδε οἱ λόγοι μείζονα τῶν ὅιπλω̣ν 164 διαπράττεσθαι, κατακηλοῦντες τοῦ πλήθους ὁπόσον φίλερι καὶ παλιμ́βουλον, καὶ ὡς πλείστους ἀναπείσειν τὰ 'Ρωμαιων
λέσθαι.
τε καὶ τάξει ἅπαντα ἔπραττον. καὶ εἴπ́ου ἢ κώμην τινὰ ἢ πόλισμα δυσμενὲς ληϊσόμενοι ᾔεσαν, ξυντεταγμένοι εὖ μάλα
λείαν ἐς μέσον ἀπολαμβανούσης, ὡς ἂν βεβαιότατα διασώζοι- 167 το. οὕτω δὲ αὐτῶν τό γε κατ᾿ ἀρχὰς τὰ πολέμια χωρία λυμαινομένων, ὀλίγαις ὕστερον ἡμέραις ἅπαντα διέῤῥει τὰ πραχhθέντα καὶ ἀνετέτραπτο. Φούλκαρις γὰρ ὁ τῶν Ἐρούιλων στρατηγὸς ἀνδρεῖος μὲν δήπου ἦν, καὶ οὐδενότι πολέμιον ἐπεφύκει
δειμαίνειν, θρασὺς δὲ καὶ ταραχώδης, καὶ τὸ δραστήριον οὐ μάλα ἐν δέοντι κεκτημένος, στρατηγοῦ τε καὶ ἡγεμόνος οὐ τὸ κοσμεῖν καὶ διατάττειν τὴν φάλαγγα γνώρισμα εἶναι ἡγεῖτο· ἀλλ᾿ εἴπου προφανεὶς ἐν μάχῃ καὶ προαλλόμενος, θυμῷ τε ἀθρόον ἐμβαλὼν ἐς τοὺς ἀντιπάλους, ἔπειτα αὐτουργήσειε
τὰ πολέμια, ταύτῃ γε ηὔχει καὶ ἐβρενθύετο. τότε δὴ 168 οὖν καὶ μᾶλλον ἐς ἀπεῳοκαλιαν ἠρμένος, ἐπιδρομὴν ἐς Πάρμαν ἐποιεῖτο τὴν πόλιν. ἐτύγχανεν δὲ ἡ Πάρμα ὑπὸ τῶν Φράγγων ἤδη κατεχομένη. προσῆκον δὲ αὐτὸν κατασκόπους πρότερον ἐκπέμψαι τοὺς γνωματεύσοντας ἐς τὸ ἀκριβὲς τὰ βουλεύματα
τῶν πολεμίων, οὕτω τε ἐν τάξει ἐπὶ προεγνωσμένοις ἰέναι, ὁ δὲ, προπετείᾳ μόνῃ καὶ ὁρμῆ̣ παραλόγῳ πισυνος, 169 ἐπαγόμενος ξὺν ἀκοσμίᾳ τὸ τῶν Ἐρούλων στράτευμα, καὶ ἄλλους ὁπόσοι ἐκ τῶν Ῥωμαϊκῶν εἵποντό οἱ ταγμάτων,
τοὺς εὐθαρσεῖς τε καὶ μαχιμωτάτους ἀπέκρυπτε, καὶ μεγίστην ἐνέδραν καταστησάμενος, ἐπεσκόπει καὶ ἀνέμενεν τὸν τοῦ ἔργου καιρόν. ἐπεὶ δὲ Φούλκαρις τε καὶ οἱ Ἔρουλοι εἴσω τῶν πολεμίων ἐτύγχανον προελθόντες, τότε δὲ δοθέντος τοῦ ξυνθήματος ἐκδραμόντες οἱ Φράγγοι, ἐσβάλλουσιν ἀθρόον ἐς
αὐτοὺς ἀτάκτως τε καὶ παρημελημένως ἰόντας, εὐθύς τε oὐδενὶ κόσμῳ τοὺς ἐν χερσὶν ἅπαντας τοῖς ξίφεσι διεχρῶντο, κα- 173 ταπλαγέντας τῷ αἰφνιδίῳ καὶ ἀπροσδοκήτῳ, μονονουχὶ σεσαγηνευμένους· μόλις δὲ οἱ πλεῖστοι συναισθανόμενοι οὗπερ ἐγεγένηντo συμφορᾶς, ἀγεννῆ καὶ αἰσχώτην ἠσπάζοντο σωτηρίαν.
παραδόντες γὰρ τὰ μετάφρενα τοῖς πολεμίοις, ἔφευγον προτροπάδην, ἀλκῆς τε ἁπάσης ἐπιλελησμένοι καὶ τῆς χρονίας τῶν κινδύνων μελέτης.
174
ἀθρόον ἐπιὼν, νῦν δὲ ἀντωπὸς ἠρέμα ἐς τὰ ὀπίσω ὑποχαζόμενος. ἔξὸν ἐξὸν δὲ αὐτῷ καὶ ὣς ἔτι εὐκολώτατα ἀποδρᾶναι, καὶ τῶν ὀπαδῶν οὕτω ποιεῖν ἀντιβολούντων, „ καὶ πῶς ἂν ὑποσταίην τὴν γλῶτταν’’ ἔφη ,,Ναρσοῦ μεμφομένην μοι τῆς ἀβουλίας;” δεδιὼς δὴ οὖν, ὡς ἔοικε, τὴν κακηγορίαν μᾶλλον τοῦ ξίφους,
ἔμελεν καὶ ἐπὶ πλεῖστον αντεῖχεν, καὶ οὐκ ἀνίει μαχόμενος, ἕως τῷ πλήθει ξυνειλημμένος, καὶ πολλοῖς ἀκοντίοις τὰ στέρνα βληθεὶς, ἤδη δὲ καὶ δὲ καὶ πελέκει τὴν κεφαλὴν κεχαραγμένος, μόλις δυσθανατῶν ἔπεσε πρηνὴς ἐπὶ τῆς ἀσπίδος. ἐπ’ αὐτῷ δὲ καὶ οἱ ἄλλοι χύδην ἐκτείνοντο ἅπαντες, ὅσοι δὴ ἐτύγχανον 177
ἀμφ᾿ αὐτὸν μεμενηκότες, τυχὸν μὲν ἐθελονταὶ, τυχὸν δὲ καὶ ὑπὸ τῶν πολεμίων εἰργόμενοι. Φούλκαρις μὲν οὖν αἱρεθεὶς, οὐ λίαν ἀπώνατο τῆς τιμῆς, ἀλλὰ βραχύ τι εύημερήσας, ὥσπερ ἐν ὀνείρατος εὐφροσύνῃ, ταχεῖαν ἔσχε καταστροφὴν τῆς τε ἀρχῆς καί τοῦ βίου. τούτου δὲ τοῦ πάθους γεγενημένου,
τὰ μὲν τῶν Φράγγων φρονήματα ἐπῆρτο ἐπὶ μέγα, καὶ ἐπεῤῥώννυτο. Γότθοι δὲ οἱ Αἰμίλειάν τε καὶ Λιγουρίαν καὶ τὰς ἐχομένας χώρας οἰκοῦντες, οἷ δὴ πρότερον ὕπουλον
ᾗπέρ μοι ἤδη ἐῤῥήθη, καὶ Ἀρταβάνης ἡγοῦντο, τοῦ Ἐρουλικοῦ ὁμίλου ὁπόσον τῇ φυγῇ διεσέσωστο, αὐτίκα ἐς Φαβέντειαν μετανέστησαν τὴν πόλιν. ᾤοντο γὰρ οἱ στρατηγοὶ, οὐ πρὸς αὐτῶν εἶναι ἀμφὶ τὴν πάρμαν ἔτι ἱδρῦσθαι, τοῦ τε πλήθους τῶν πολεμίων αὐτοῦ ἀγερθέντος, καὶ ὅτι παραλόγως
εὐημερήσαντες, οὐκ ἔτι ἐχρῶντο τῇ τύχῃ μετρίως. αἴ τε γὰρ πόλεις τῶν Γότθων αὐτοῖς ἀνεπετάννυντο, καὶ δὴ φρούρια ἐχυ- 181 ρὰ καταλαβόντες ἐπίδοξοι ἦσαν πανσυδὶ αὐτοῖς ἐπεισπεσεῖσθαι. ταῦτα ἄρα οἱ στρατηγοὶ ὡς πλησιέστατα Ῥαβέννης ἱκέσθαι διενοήθησαν, καὶ ταύτῃ τοὺς πολεμίους ἀλέασθαι, ἐπεὶ μηδὲ
ἀξιόμαχοι αὐτοῖς ᾤοντο εἶναι. τούτων δὲ τῷ Ναρσῆ ἀπηγγελμένων, ἤσχαλλε μὲν ὅγε καὶ ἐδυσφόρει ἔπι τῇ τῶν βαρβάρων ἀλαζονείᾳ, καἰ τῷ Φούλκαριν ἀθρόον ἀπολωλέναι, ἄνδρα οὐ τῶν ἀσήμων καὶ λανθανόντων, ἀλλ’ ἀνδρειότατον ἐν τῳ μά- 182 λιστα καὶ ἀρίδηλον, νίκας τε πολλὰς ἀναδησάμενον, καὶ οἷον
183
παραδόξῳ κατεπτηχότας, ἔγνω παραίνεσιν αὐτοῖς ἐν κοινῷ ποιήσασθαι, ὡς ἂν πρὸς εὐψυχίαν αὐτοὺς ἀνακαλέσοιτο, καὶ τὸ δεδιὸς ἐκθεραπεύσοι.
μὲν αὐτῷ οὔ τι μάλα μετῆν, οὐδὲ τὰ τῆς εὐγλωττίας ἐπεφρόντιστο, φύσεως δὲ ὅγε δεξιότητι διέπρεπε, καἰ παραστῆσαι οἶός τε ἦν λόγῳ τὰ βεβουλευμένα· καὶ ταῦτα τομίας γε ὢν, καὶ ἐν τοῖς βασιλείοις τρυφερώτερον ἀνατεθραμμένος. ἦν δὲ ἅν καὶ τὸ σῶμα βραχὺς, καὶ ἐς ἰσχνότητα ἐκδεδιῃτημένος.
τὸ δὲ ἀνδρεῖον καὶ μεγαλουργὸν ἐς τοσοῦτον ἐκέκτητο, 186 ἐς ὅσον ἀμέλει καὶ ἀπιστεῖσθαι. οὕτως ἄρα ὅτῳ ἂν ἐν τῃ ψυχῇ φρόνημα ἐλευθέριόν τε καὶ γενναῖον ἐνῇ, τούτῳ δὲ οὐδὲν ὁτιοῦν κώλυμα γίγνεται, μὴ οὐχὶ εἶναι ἀρίστῳ. τότε δὴ
οἶμαι τοῖς ἔμφροσιν ἐν ταῖς εὐπραγίαις τῇ τύχῃ μὴ συνεξαίρεσθαι, ἀλλ’ ὡς ῥᾴδιον ὂν μεταβολὴν γίνεσθαι τῶν 189 παρόντων, οὕτως ἀεὶ παρεσκευάσθαι τὰς γνώμας. τοῖς γὰρ ὧδέ πως ἔχουσιν τρόπου, ἥδιστον μὲν εὐτυχία φανεῖται, οὐ σφόδρα δὲ λυπηρὸν εἴπου καἰ παρὰ γνώμην σφαλεῖεν. ὁρῶ
τοίνυν ὑμᾶς, ὦ ἄνδρες, πλέον ἢ κατὰ τὸ συμβὰν ἀνιωμένους, καὶ δῆλον ὡς οὐχ ἑτέρωθεν τοῦτο πεπόνθατε, ἢ μόνον τῷ πέρα τοῦ μετρίου μεγαλαυχεῖν τῇ τοῦ νικᾷν συνήθειά, καὶ μηδέποτε διαμαρτεῖν δυνηθῆναι οἰηθῆναι, ὥστε, εἰ τήνδε τὴν δόξαν ἀφέντες μόνον καθ’ ἑαυτὸ σκοπήσοιτε τὸ πραχθὲν, οὐκ ἂν
ὑμῖν ὀφθείη τηλικοῦτο δεινὸν, ὁπόσον ἄλλως ἡγεῖσθε. εἰ γὰρ 190 καὶ Φούλκαρις ὁ στρατηγὸς, ἅτε δὴ βάρβαρος, καὶ τὸ προπετὲς ἐπιχωριάζων πρὸς τοσαῦτα πολεμίων πλήθη σὺν ἀκοσμίᾳ διακινδυνεύσας, μετέσχεν ἐκείνων εἰκότως ὧνπερ ἀκόλου-
πόνους, καὶ οὐ παντελῶς ἀπειρήκασι πρὸς τὰς τύχας, ἡμεῖς δὲ νῦν ἡττῆσθαι μόνον ὑποτοπήσαντες τῷ μὴ σφόδρα νενικηκέναι, καταπροήσομεν τῶν προϋπαρξάντων τὴν εὔκλειαν, τὴν προθυμίαν. καίτοι χαίρειν ἡμῖν μᾶλλον προσήκει 193 ἐπὶ τῷ γεγενημένῳ. ἐν τούτῳ γὰρ οἶμαι τὸ ὑπερβάλλον τῆς
εὐτυχίας κεκόλασται, καὶ τὸ λίαν διαφθονεῖσθαι καὶ τολοιπὸν θαρρεῖν ἡμῖν πάρεστι τοὺς ἀγῶνας, ὡς ἐνθένδε πάλιν νικᾷν ἀρχομένοις. εἰ γὰρ καὶ πλήθει σεμνύνεται τὸ πολέμιον, ἀλλ’ εὐκοσμίᾳ γε κατὰ τὸ μᾶλλον αὐτῶν, ἢν σωφρονῶμεν, φρονῶμεν περιεσόμεθα, μαχούμεθά τε πρὸς ἄνδρας ἐπήλυδας,
καὶ τῶν ἐπιτηδείων, ὥσπερ εἰκὸς, ἀποροῦντας, εὖ τούτων ἡμεῖς ἔχοντες· φρούρια δὲ πολλὰ καὶ πόλεις ἀσφάλειαν ἡμῖν, εἴπου δεήσει, παρέξουσι, τοῖς δὲ ταῦτα οὐκ ἔσται. συναγωνιεῖται δὲ καὶ τὸ κρεῖττον ἡμῖν, ὡς σφόδρα δικαίως ὑπὲρ τῶν οἰκείων ἀμυνομένοις. οἱ δὲ τὴν ἑτέρων δῃοῦσιν. οὕτω
πανταχόθεν ἡμῖν τὸ μὴ λίαν εὐέλπιδας εἶναι παράλογον, μή
ἐποιεῖτο. ἐχαλέπαινε δὲ τοῖς ἄλλοις στρατηγοῖς,, ἀνθ’ 197 ὧν τὰ ἐπίκαιρα χωρία καταλιπόντες, οἱ δὲ ἐς Φαβέντειαν ἐτύγχανον ἀφιγμένοι, καὶ ἐς τοὐναντίον αὐτῷ τὰ τῆς προμηθείας ἐχώρει. ὁ μὲν γὰρ ἀμφὶ Πάρμαν τὴν πόλιν ὥσπερ ἐν προβόλου καὶ ἐρύματος μοίρᾳ τετάχθαι τὰ ξὺν ἐκείνοις στρατεύματα
χρῆναι ἡγεῖτο, ὅπως οἱ μὲν κώλυμα εἶεν τοῖς ἐνα- 198 τίοις ἐς τὰ πρόσω ἰέναι, αὐτὸς δὲ κατὰ σχολὴν εὖ μάλα τὰ ἐς Τουσκίαν ἅπαντα καταστησάμενος, εἶτα ἐπ’ αὐτοὺς διαβαίη. νῦν δὲ ἐκείνων πόρρω μεταναστάντων, ξυνέβαινε τοὺς ἀμφὶ τὸν Ναρσῆν προτέρους ἐκκεῖσθαι τοῖς πολεμίοις· οὔκουν ἀνεκτὸν
τοῦτο ἡγούμενος, ἔστελλεν αὐτίκα ὡς τοὺς στρατηγοὺς ἄνδρω τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, ᾧ δὴ Στέφανος μὲν ὄνομα ἦν, πατρὶς δὲ πόλισμα Ἰλλυρικὸν ἡ Ἐπίδαμνος, ἐπικερτομήσοντά γε αὐτοὺς τῆς δειλίας, καὶ διελέγξοντα ὡς πεφώραν- 199 τᾶι τὰ κοινὰ καταπροέμενοι, εἰ μὴ αὖθις ἐς τὰ πρότερα ἐπανήφοιεν.
Στέφανος μὲν οὖν ἄνδρας ἐς διακοσίους ἱππότας μαχιμωτ άτους καὶ τῇ ὁπλίσει ἄριστα ἐσκευασμένους ἐπαγόμενος,
ξυνεστραμμένοι τε ἐπὶ σφᾶς καὶ ἀλλήλους ὀπισθοφυλακοῦντες, ὡς, εἰ δεήσοι, καὶ διαμάχεσθαι οὐκ ἀπαράσκευοι φανηόμενοι. οἰμωγαὶ δὲ ἠκούοντο τῶν ἀγροίκων, καὶ μυκήματα βοῶν ἀπελαυνομένων, καὶ πάταγοι τῆς ὕλης διατεμνομένης. 202 καὶ τοῖς τοιούτοις δεινοῖς πανταχόθεν παραβομβούμενοι, μόλις
ἐς Φαβέντειάν τε καὶ τὸ στρατόπεδον ἵκοντο. τότε δὴ οὖν ἐς ὄψιν ἐλθὼν τοῖς στρατηγοῖς, „ τί δὴ ταῦτα,’’ ἔφη ὁ Στέφανος, „ ὦ γενναῖοι, πεπόνθατε; ποῦ δὲ τῶν προτέρων ἔργων ἡ εὔκλεια καὶ ἡ τῶν τοσούτων τροπαίων ὁμολογία; πῶς δὲ ἂν Ναρσῆς Λουκανούς τε ἕλοι, καὶ τὰ ἐντὸς Ἄλπεων ἅπαντα παραστήσοιτο,
ὑμῶν γε μονονουχὶ ὡσπερ ἐν ξυνθήκαις διόδον τοῖς πολεμίοις παρασχομένων, καὶ ἐφέντων αὐτοῖς, οἷ βούλοιντο κατ’ ἔξουσίαν ἰέναι; καὶ ἐγὼ μὲν οὐδέν τι φλαῦρον εἴποιμι ἐς ὑμᾶς, ἄλλος δέ τις ἴσως ἐρεῖ μαλακίαν εἶναι τὸ χρῆμα, καὶ τῶν κοινῇ συνοισόντων ὀλιγωρίαν. εἰ μὴ γὰρ φθάσοιτε θᾶττον ἐς Πάρμαν 203
ἐπανελθόντες, Ναρσῆς μὲν οὔποτε ἀνήσει καλεπαίνων, καὶ
σκήψεις δέ τινας προίσχοντο καὶ αἰτίας, ὡς ἄρα πρὸς ἀνάγκης μετανασταῖεν, ἅτε οὐκ ἐνὸν ἐν τοῖς περὶ Πάρμαν χωρίοις τῶν ἐδωδίμων τοῖς στρατιώταις ἐς τὸ ἀποχρῶν μεταλαγχάνειν μηδὲ γὰρ παρεῖναι Ἀντιόχον ἐνταῦθα τὸν ὕπαρχον, ᾧ τὰ τοιάδε ἀνεῖται. οὐ μέντοι ἀλλ’ οὐδὲ τὸ χρύσιον τὸ εἰωθὸς αὐτοῖς διανενεμῆσθαι
206 Στέφανος δὴ οὖν ὡς τάχιστα ἐν Ῥαβέννῃ ἀφικόμενος, τόν τε ὓπαρχον ἐνθένδε ὡς τοὺς στρατηγοὺς ἤγαγε, καὶ τὰ ἀμφίβολα ὡς οἷόν τε ἦν ἀκεσάμενος, ἔπεισεν ἅπαντα αὐτίκα παλινδρομῆσαι, καὶ αὖθις πρὸς τὴν πάρμαν στρατο- πεδεύσασθαι. ἐπεὶ δὲ ταῦτα διαπραξάμενος ἐς Λοῦκαν ἐπανῆκε,
θαρσεῖν τε ἔφασκε τῷ Ναρσῇ, καὶ σὺν προμηθείᾳ ἔχε- σθαι τῶν πραγμάτων. μηδὲ γὰρ παρενοχλήσειν αὐτῷ τοὺς πολεμίους, ἀλλ’ εἴργεσθαι τὰς ἐκείνων ὁρμὰς, τῶν Ῥωμαϊκῶν αὐτοῖς ταγμάτων έν δέοντι αὖθις ἐφεδρευόντων. Ναρσῆς δὴ 207 οὖν τολοιπὸν οὐκ ἀνεκτὸν εἶναι ἡγούμενος, εἰ μέλλοιεν οἱ
Λουκανοὶ ἰπιπλεῖστον ἀντέχειν, οὕτω πως ἀνειμένα πολιορνεμεσήσῃ
περιβόλου οἰκοδομία, καὶ ἅπασα ἰδέα κακοῦ περιεστήκει τὴν πόλιν. οἱ μὲν οὖν πρότερον ὁμηρεύσαντες τότε δὴ πλέον ἔπρασσον 210 ἐς τοὺς Ῥωμαίους. καὶ τόγε ἐπ’ ἐκείνοις, τάχιστα ἂν 211 ἅπασα ἡ πόλις ὑπεκλίθη· νῦν δὲ οἱ τῶν Φράγγων ἁρμοσταὶ, οἱ δὴ ἐτύγχανον ἔνδον ἐπὶ φρουρᾷ τοῦ ἄστεος ἐγκαταστάντες,
ἐνέκειντο παροτρύνοντες πολεμεῖν, καὶ τοῖς ὅπλοις διωθεῖσθαι τὴν πολιορκίαν. αὐτίκα δὴ οὖν αἵ τε πύλαι ἀνεπετάννυντο, καὶ ἐπεκδρομὰς ἐξαπιναίους ἐς τοὺς Ῥωμαίους ἐποιοῦντο, ταύτῃ οἰόμενοι περιέσεσθαι. ἀλλ’ ἔμελλον οἵ γε δρᾷν μὲν ἐλάχιστα τοὺς πολεμίους, μεγάλα δὲ ἥλικα πημαίνεσθαι. 01 γὰρ δὴ πλεῖστοι
τῶν Λουκανῶν ἤδη ἀναπεπεισμένοι ὑΠὸ τῶν ἔνδον πρασσόντων, ἐθελοκακοῦντες ἐμάχοντο. ἐπεί δὲ αὐτοῖς, θαμὰ πεῖ ρωμένοις, οὐδὲν τῶν ἐλπισθέντων προὐχώρει, ἀλλὰ, πολλοὺς τῶν σφετέρων ἀποβάλλοντες, αἰσχράς τε καὶ ἀγεννεῖς ἀναχωρήσεις 212 ἐποιοῦντο, αὐτίς εἴσω τοῦ περιβόλου γενόμενοι ἀκριβέστερον
ἐγκατείργοντο, ὡς μηκέτι αὐτοῖς εἶναι ἔξιτητέα· τότε δὴ ἅπαντες ὡς οὐχ οἷον τε ὂν αὐτοῖς ἄλλως σφᾶς αὐτοὺς διασώσασθαι, μετεβάλλοντο πρὸς ἀνάγκης ἐς τὸ εἰρηναῖον τὰς γωώἐπέλαβεν
καὶ λίαν ἀγαθὸν τά τε πολιτικὰ καὶ πολέμια, δύναμιν τε αὐτῷ παραδοὺς ἀξιόχρεων, καὶ ὅσηῃ ῥᾳδίως ἤμελλεν, εἰ καί τι νεωτερίσοιεν οἱ τῇδε βάρβαροι, περιέσεσθαι καὶ καθέξειν· ταῦτα δὴ οὖν οὕτω καταστησάμενος, ἠπείγετο ἰθὺ τῆς 'Ραβέννης ιέναι, ἐφ᾿ ᾦ τὰ ἐνταῦθα στρατεύματα ἐς τὸ διαχειμάζειν μεθήσει·
ἐπειδὴ γὰρ τὸ μετόπωρον ἤδη ἐτελεύτα, καὶ ἀμφὶ τὰς χειμερίους τροπὰς ταῦτα ἐπράσσετο, πολεμητέα μὲν οὔ οἱ ἐς 216 ἐκεῖνο τοῦ καιροῦ εἶναι ἐδόκει. ἦ γὰρ ἂν τοῦτο ὑπὲρ τῶν Φρόγγων ἔμελλεν ἔσεσθαι, οἶς γε πολέμιον μὲν τὸ πνῖγος, καὶ πλείστην ἐντίθησι δυσθυμίαν, καὶ οὐκ ἄν ποτε θέρους ἑκόντες
217
ἕκατι διαμέλλειν ἐπειρᾶτο, καὶ ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι. καὶ οὖν διασκεδάσας τὸ στράτευμα κατὰ λοχαγοὺς καὶ ταξιάρχους ἀνὰ τὰ ἐχόμενα πολίσματά τε καὶ φρούρια διαχειμάζειν ἐκέλευσεν, ἅμα δὲ ἦρι ἀρχομένῳ ἥκειν ἑς Ῥώμην ἅπαντας 219 καὶ ἀγείρεσθαι, ὡς ἐνθένδε πανσυδὶ παραταξαμένους. καὶ
οἱ μὶν κατὰ ταῦτα ἐχώρουν· Ναρσῆς δὲ ἐπὶ Ῥάβενναν ἰὼν, μόνους ἐπήγετο τοὺς ἀμφ’ αὐτὸν θεραπευτάς τε καὶ δορυφόρους, καὶ ὅσοι τῆς ἀρχῆς αὐτῷ ὑπηρέται ἐτύγχανον ὄντες, οἶς δὴ τὰ ἀρχεῖα ἐπεφρόντιστο τῆς τε ἄλλης εὐκοσμίας πέρι, καὶ ὅπως μὴ χύδην ἅπασι τοῖς βουλομένοις ὡς αὐτὸν εἰσιτητέα
τέα εἴη. τούτους δὲ ἔθος Ῥωμαίοις ἐκ τῶν κιγκλίδων ἐπονομάζειν, καὶ τῆς ἐν τούτοις ἐπιμελείας. εἴπετο δέ οἱ καὶ Ζανδαλᾶς ὁ τῶν οἰκοτρίβων ὀπαδῶν πρωτοστάτης, καὶ ὅσον ἄλλο οἰκετικὸν καὶ ὅσοι τομίαι κατευναστῆρες. ἄγων δὴ οὖν τοὺς 220 ξύμπαντας ἄνδρας ἐς τετρακοσίους, ἐπὶ Ῥάβενναν ᾔνει.
γὰρ αὐτῷ περὶ τῶν παρόντων, προσῆλθεν ἐννοεῖν ὡς ἀρ’ οἱ 223 θράγγοι σκῆψιν μέν τινα καὶ προκάλυμμα εὐπρεπὲς τὸ τῆς 224 ξυμμαχίας ὄνομα ποιοῦνται , ὡς δὴ μετάκλητοι ἀφιγμένοι, τὸ δὲ βουλόμενον αὐτῶν τῆς γνώμης ἕτερόν τι φανεῖται· οὐ γὰρ ἐθελήσουσιν, εἰ καὶ τῶν Ῥωμαίων περιέσοιντο, παραχωρῆσαι
τοῖς Γότθοις τῆς Ἰταλίας, ἀλλ’ ἔργῳ προτέρους ἐκείνους καταδουλώσονται , οἶς τῷ λόγῳ ἥκουσιν ἐπαμυνοῦντες, ἄρχοντάς τε αὐτοῖς ἐπιστήσουσι φράγγους, καὶ ἀφαιρήσονται τῶν πατρίων νομίμων αὐτούς. ταῦτα δὴ οὖν ἐν ἑαυτῷ θαμὰ λογιζόμενος καὶ ἀνελίττων, ἅμα δὲ καὶ τῇ πολιορδίᾳ πιεζόμενος,
ἄμεινόν οἱ κατεφάνη, τήν τε πόλιν καὶ τὰ χρήματα τῷ Ναρσῇ παραδοῦναι, καὶ τολοιπὸν Ῥωμαϊκῆς μεταλαχεῖν πολιτείας, κινδύνων τε ἀπογενέσθαι καὶ βαρβαρικῶν διαιτημάτων. ὅσων γὰρ ᾤετο εἶναι, εἰ μὴ τοὺς Γότθος ἔνεστι τὴν 225 Ἰταλίαν κεκτῆσθαι, τοὺς γοῦν ἐκ παλαιοῦ οἰκήτοράς τε καὶ
ἰθαγενεῖς τὸ ἀνέκαθεν ἡγεμόνας αὐτὴν ανακομίασασθαι, καὶ μὴ
ἰέναι, καὶ εἶτα ἐφειμένον αὐτῷ, παραγίγνεται ἐς Κλάσσεις, οὗ δὴ τὸν Ναρσῆν διατρίβειν ἐπέπυστο. ἵδρυται δὲ τὸ φρούριον ἐν τῇ Ῥαβέννης περιοικίδι. καὶ δὴ ἐς ὄψιν αὐτῷ ἀφιγμένος, τάς τε κλείς τῆς Κύμης ἐνεχείρισε, καὶ ἃπαντα ὑπηρετήσασθαι ὡμολόγει πρὸς εὐνοίας αὐτῷ· καὶ ὃς ἀπεδέχετό
τε αὐτὸν τῆς προσχωρήσεως, καὶ μείζοσιν ἀγαθοῖς ἐπηγγέλλετο 228 ἀντιδωρεῖσθαι· τότε δὲ εὐθὺς, ἀπόμοιραν μέν τινα τῶν ἀμφὶ τὴν Κύμην στρατοπεδευομένων ἐκέλευσεν εἴσω τοῦ περιβόλου γενέσθαι, αὐτήν τε τὴν πόλιν καὶ τὰ χρήματα παραληψομένους καὶ ἅπαντα ἐν τῷ ἀσφαλεῖ διαφυλάξοντας. τὸ δὲ
λοιπὸν στράτευμα ἐν ἑτέροις πολίσμασί τε καὶ φρουρίοις ἀναχωρεῖν, ὡς ἂν καὶ οἱ διαχειμάσοιεν. καὶ οὕτω ἅπαντα ἐπράττετο. ἐπεὶ δὲ ὁ τῶν Ἐρούλων στρατὸς οἰκείου αὖθις ἐχήρευε, δύο δὲ ἄνδρ’ ἤστην ἐν αὐτοῖς ἐπισήμω τε καὶ ἀμφηρίστω, ἐμερίζοντο ἡ πληθὺς ἐφ’ ἑκάτερον ταῖς γνώμαις.
τὸ μὲν γάρ τι αὐτῶν περὶ πλείστου τὸν Ἀροὺθ ἐποιοῦντο, καὶ ἅπαντα σφισιν ἄμεινον ᾤοντο ἔσεσθαι εἴ γε ἐκεῖνος ἡγοῖτο· 229 τοὺς δὲ ὁ Σινδουὰλ ἤρεσκεν, ἅτε δὴ δραστήριος ἐς τὰ μάλιστα,
ἅπασιν ὅστις εἴη διαγνωσθῆναι. προσέταττε δὲ ταῦτα, ὅπως δὴ οἱ Φράγγοι ἐνθένδε γὰρ διαβήσεσθαι ἤμελλον,) θεάσαιντό τε αὐτὸν αὐτομολήσαντα, καὶ ἀπαγορεύσαιεν τῇ ἐπὶ τὴν Κύ- 232 μην πορείᾳ, καὶ τῇ τῶν χρημάτων ἐλπίδι, ἴσως δὲ καὶ παντὶ τῷ πολέμῳ, ὡς ἤδη ἁπάντων προκατειλημμένων· καὶ ὁ μὲν
ἐπειδὴ παριόντας ἑώρα τοὺς Θράγγους,ξ ἐπεκερτόμει τε αὐτοὺς ἐκ τοῦ μετεώρου καὶ ἐπέσκωπτεν ὡς μάτην τολοιπὸν ἐπειγομένους, καὶ κατόπιν ἥκοντας τῶν πραγμάτων, τοῦ τι πλούτου παντὸς ὑπὸ Ῥωμαίων κατεχομένου, καὶ αὐτῶν γε δὴ παρασήμων τῆς Γοτθικῆς ἡγεμονίας· ὡς εἶ γε καί τις τολοιπὸν
βασιλεὺς τῶν Γότθων ἀναδειχθείη, μὴ ἔχειν ὅτῳ ἀρίδηλος εἴη καὶ ἐπίτιμος, ἀλλ’ ἀμφιέννυσθαι γόνον στρατιωτικὴν ἐφε- 233 στρίδα, καὶ ἰδιωτεύειν τῷ σχήματι. οἱ δὲ Θράγγοι ἐφύβριζον μὲν ἐς αὐτὸν καὶ ἐλοιδοροῦντο, καὶ προδότην ἐπεκάλουν τοῦ γένους· καί πως ἀμφίδοξοι ἐγίγνοντο ἐπὶ τοῖς παροῦσιν, ὡς
καὶ βουλεύεσθαι εἰ πολεμητέα· ἐνίκα δὲ ὅμως τὸ μὴ μεταμελεῖν αὐτοῖς, ἀλλ’ ἐφ’ ἃ ὥρμηντο τὴν ἀρχὴν καὶ δὴ ἐπὶ ταῦτα ἰέναι.
Οὔαρνος τὸ γένος ὀλίγῳ πρότερον ἐτεθνήκει, ἀνὴρ ἐν τοῖς μάλιστα δεινός τε καὶ φιλοπόλεμος, αὐτίκα ὁ παῖς ὁ ἐκείνου Θευδίβαλδος τοῦτο γὰρ ὄνομα τῷ παιδὶ) ἅμα τοῖς ἑπομένοις Οὐάρνοις, βασιλεῖ τῶν Ῥωμαίων προσεχώρει, καὶ ἐς Ἀρίμηνον 237 παρῆν ὡς αὐτοῦ τῷ Ναρσῇ ἐντευξόμενος. ὧν δὴ ἕνεκα
ἐνταῦθα καὶ ὅγε ἀφῖκτο, ἐφ’ ᾧ ἅπαντας χρυσίῳ φιλοφρονησάμενος, βεβαίους ἐς ὅ, τι μάλιστα ἔχοι ξυμμάχους. ἐν τούτοις δὲ αὐτοῦ διημερεύοντος, ἄνδρες τῶν Φράγγων ἐς δισχιλίους ἀναμὶξ πεζοὶ καὶ ἱππόται, οἱ δὴ ἐτύγχανον ἐς ἁρπαγάς τε καὶ λεηλασίας τῆς χώρας ὑπὸ τῶν σφετέρων ἡγεμόνων σταλέντες,
οὑτοι δὲ ἀγχοῦ τῆς πόλεως γεγενημένοι, τούς τε ἀγροὺς ἐσίνοντο, καὶ τοὺς βόας εἷλκον τοὺς ἀροτῆρας, καὶ ἅπαντα ἔφερον ἀνέδην, ὡς καὶ αὐτὸν δήπου τὸν Ναρσῆν ἐπιφράσασθαι τὰ ποιούμενα. ἧστο γὰρ ἐς ὑπερῷόν τι δωμάτιον ἐν περιωπῇ τοῦ πεδίου. αὐτίκα δὴ οὖν, αἰσχρὸν γάρ τι καὶ ἀγεννὲς ᾤετο 238
εἶναι τὸ μὴ οὐχὶ ἐκ τῶν παρόντων ἀμύνασθαι,) ὑπεξῄει τοῦ ἄστεος, ἵππου ἐπιβὰς εὐηνιωτάτου καὶ ἀγερώχου, καὶ οἴου οὐκ ἄτακτα ἐξάλλεσθαι καὶ σκιρτᾷν, ἀλλὰ τὰς τε ἐπελάσεις
μὲν οὐκέτι ἠλῶντο, οὐδὲ οἶμαι τῆς λείας ἐμέμνηντο· ἠθροίζοντο δὲ ἐπὶ σφᾶς ἅπαντες, τό τε ἱππικὸν καὶ οἱ πεζὼ, 241 καὶ ἐς φάλαγγα ξυνετάττοντο, βαθεῖαν μὲν οὔτι μάλα πῶς γὰρ οἷόν τε ἦν οὐ σφόδρα πολλῶν αὐτοῦ ἀφιγμένων;) δὲ ὅμως τῷ συνασπισμῷ καὶ τῷ τὰ κέρα ἐν κόσμω συννενευκέναι.
οἱ δὲ Ῥωμαῖοι ἐπειδὴ ἐς τόξου γε ἤδη βολὴν ἐγεγένηντο, ἐμμίξαι μὲν καὶ συρράξαι τοῖς πολεμίοις εὖ παρατεταγμένοις ἥκιστα ᾤοντο χρῆναι, τοξεύμασι δὲ καὶ ἀκοντίσμασιν ἀκροβολιζόμενοι, ἐπειρῶντο σφῆλαι τοὺς πρωτοστάτας, καὶ διαῤῥῆξαι τὴν πύκνωσιν τοῦ μετώπου. ἀλλ’ ἐκεῖνοι ασπισιν ἄριστα περιπεφραγμένοι, ἵσταντο ἀστεμφεῖς καἰ αδονητοι, οὐδαμοῦ τὸ συνεχὲς τῆς τάξεως διασπῶντες, ἐπεὶ καὶ ὕλης τινὸς λασίας κυρήσαντες, ὡσπερ ἐρύματι τοῖς δένδροις 242 ἐχρῶντο. ἤδη δὲ καὶ τοῖς ἄγγωσιν ἠμύνοντο βάλλοντες· οὕτω γὰρ αὐτοῖς τὰ ἐπιχώρια δόρατα ἐπωνόμασται.
Φράῃοι τῇ φυγῇ ἐξηπατημένοι, καὶ ἀληθὲς τὸ δέος εἷναι ὑποτοπήσαντες, αὐτίκα θαῤῥαλέοι τήν τε φάλαγγα διέλυσαν, καὶ τῆς 245 ὕλης ὑπεκβάντες, ἐς τὴν δίωξιν ἠπείγοlτο. καὶ πρῶτοι μὲν ́ἐξέθεον οἱ ἱππόται· εἵποντο δὲ καὶ τῶν πεζῶν ὁπόσοι ἀλκιμώτατοι καὶ ποδώκεις· καὶ ἅπαντες ἀφειδῶς ἐνέκειντο, ὡς αὐτὸν δή που
τόν Ναρσῆν αὐτίκα μάλα ζωγρήσοντες, καὶ πόνῳ ξὺν βραχεῖ πέρας εὐκπὸν ἐπιθήσοντες ἅπαντι τῷ πολέμῳ. καὶ οἱ μὲν εὐκοσμίας ἁπάσης ἐπιλελησμένοι, χύδην τε καὶ ἀφύλαπα ἐχώρουν, γεγηθότες καὶ εὐωχούμενοι τῆς ἐλπίδος. οἱ δὲ 'Ρωμαῖοι ἀνὰ τὰ πρόσω ἐφέροντο ἀφειμένοις τοῖς ἵπποις, φαίης τε
ἂν αὐτοὺς ἔργῳ τρέσαντας ἀλεείνειν, οὕτω δή τι ἐγγύτατ τοῦ 246 ἀληθοῦς τὸ δεδιέναι ὑπεκρίνοντο. ἐπεὶ δὲ οἱ βάρβαροι ἐν γυμνῷ ἤδη τῷ πεδιῴ ἐσκκδάννυντο, τῆς ὕλης ὡς ποῤῥωτάτω ἀποσπασθέντες, τότε δὴ ἀθρόον, τοῦ στρατηγοῦ σημήναντος, ἐπιστρέψαντες οἱ 'Ρωμαῖοι τοὺς ἵππους, καὶ ἐς τἀναντία σφᾶς
αὐτοὺς ἐξελίξαντες, ὑπηντίαζον τοῖς διώκουσιν ἀντιμέτωποι, καὶ ἅπαντας τῷ ἀπροσδοκήτῳ καταπεπληγμένους ἔπαιον ἀφειδῶς καὶ ἀντώθουν, καὶ ἐς παλίωξιν τὰ τῆς φυγῆς μετεχώ-
γεγενημένοι. ἅπαντες τοιγαροῦν ἔκειντο σποράδην, ὥσπερ ἀμέλει ὑῶν ἢ προβάτων ἀγέλη οἰκτρότατα διαφθαρέντων. ἐπεὶ δὲ ἐκεῖνοι ἀνῄρηντο οἱ ἄριστοι ἄνδρες, πλείους ὄντες ἢ ἐννακόσιοι, αὐτίκα οἱ ἄλλοι ἀπεχώρουν καὶ μετανίσταντο, καὶ ἐπὶ τοὺς σφετέρους ἡγεμόνας ἐπανῄεσαν, ὡς οὐκέτι αὐτοῖς ἐν τῷ ἀσφαλεῖ
ἐσόμενον τοῦ λοιποῦ πλήθους ἀποκεκρίσθαι. Ναρσῆς δὲ αὖθις ἐς Ῥάβενναν ἀφικόμενος, καὶ ἅπαντα τὰ τῇδε ἄρισταδιαθεὶς, ἀνὰ τὴν Ῥώμην ἐχώρει καὶ αὐτοῦ διεχείμαζεν.
Historiae. Agathias Scholasticus. ed. B.G. Niebuhr. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.