ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
ΙΣΤΟΡΙΩΝ Δ.
1ἐνειμένος , ὥσπερ ἀμέλει οἱ ἀστικώτατοι τῶν ἡγεμόνων. παρῆσαν δὲ αὐτῷ ἄνδρες γράφειν τε ἐς τάχος πεπαιδευμένοι, καὶ ἐπιτροχάδην ἀναλέγεσθαι τὰ γεγραμμένα· ἄλλοι τε ν́πη- ρέται σοβαρώτεροι καὶ ἐμβριθεῖς , καὶ δαημονέστατοι τῆς τῶν
Bδικαπηριων κομψείας, κήρυκές τε μεγαλοβόαι , καὶ ol tcovio μαστίγων ἐπιστάται. anavTeg δὲ οὗτοι ἐκ τῶν ἐν Βυζαντίῳ ἀρχείων ἐτύγχανον ἀπολελεγμένοι. ἐπεφέροντο δὲ , οἶς τοῦτο ἀνεῖτο, δεσμούς τε σιδηροῦς περιαυχενίους, κλινοστρόφιά τε καὶ ποδοστράβας, καὶ ἄλλα ἄττα ὄργανα κολαστήρια. καί μοι 3 δοκεῖ βασιλεὺς Ἰουστινιανὸς οὐκ ἀπεικὸς οὐδὲ αὐτομάτως ἀλλ᾿
ἐμφρονέστατα τοῦ δέοντος ἐστοχασμένος, ξὺν τοιᾷδέ τινι τάξει καὶ εὐκοσμίᾳ τὴν κρίσιν προελθεῖν παρακελεύσασθαι, οὐ μ̔̀ νΘν -̔́ πως οἱ ἐκείνῃ βάρβαροι, τῶν Ῥωμαἰ·κῶν σφίσινομιμ́ων κ0μπω- δέστερον ἀναδεικνυμένων, θαυμάζοιέν τε αὐτὰ καὶ ἐπιπλέον ἄρ-
ἁλοῖεν οἱ ἀπεκτονότες, οὕτω τε καταδιαιτηθέντες, καὶ ὑπὸ κήρυκι πομπῷ ἀνὰ τὰ πλήθη περιηγμένοι, εἶτα τῷ παλαμναίῳ 6 ξίφει, ἁπάντων θεωμένων, καρατομηθεῖεν, τότε δὴ μεῖζον τι δόξειεν εἶναι τὸ πέρας, καὶ διπλασίων ἡ τιμωρία. ἠπίστατο γὰρ ὡς, εἰ μὲν οὕτω πως ἐν ἀποῤῥήτῳ βαρβαρικώτερον ῾Ρούστικόν
τε καὶ Ἰωάννην διαφθαρῆναι παρακελεύσοιτο, οὐκ ἀποχρώντως ἡγήσασθαι ἂν τοὺς Κόλχους τὴν ὕβριν αὐτοῖς ἀπεσκευάσθαι, οὐδὲ προσήκουσαν ποίνην κομίσασθαι τῶν ἦμαρ τημένων. δικαστηρίου δὲ καταστάντος, καὶ ἀντιλογίας ἑκατέρωθεν προελθούσης, καὶ τῶν ὑπηρετῶν ἄνω τε καὶ κάτω διαττόντων,
καὶ ὅπως τῶν κρινομένων ἕκαστος ἐν κόσμῳ ἑστήξει καὶ ἀποκρινεῖται διαταττομένων, ὄγκου τε δικαστικοῦ φαινομένου, 7 καὶ μεγαληγορίας ἀκουομένης, καὶ ἔπι τούτοις τοῦ ὀλέθρου φρικωδέστερον ἐπιγιγνομένου· τούτων δὴ οὖν οὕτω 8 πρασσομένων, ἕτερόν τι αὐτοῖς μεῖζον καὶ μάλα εἰκότως φανεῖσθαι
τὸ χρῆμα ἐγίγνωσκε, καὶ τάχα τὴν ἀξίαν τοῦ ἐπικλήματος ὑπερβάλλον. ταῦτα γὰρ καὶ τοὺς ἐν Βυζαντίῳ ἀστοὺς,
ἠγμένω, ἀνὰ τὸ λαιὸν μέρος ὶστήκατον, οἷα δὴ φεύγοντε. 11 ἐπὶ θάτερα δὲ παρῆσαν κατηγορησείοντες τῶν Κόλχων οἱ ἐμφρονέστατοι, καὶ ἤδη ἐκπλείστου τὴν Ἑλλάδα φωνὴν ἐκμεμαθηκότες. ἐδέοντο δὲ πρότερον τὴν παρὰ βασιλέως ἐπιστολὴν ἐν κοινῷ ἀνακηρύττεσθαι, ἥνπερ ἐτύγχανε πρότερον ὁ
Ἰωάννης τούτων δὴ πέρι τοῖς στρατηγοῖς διακομώας ἀλλὰ γὰρ καὶ τῷ διαιτητῇ ξυνδοκοῦν, γεγωνότερόν τις αὐτὴν τῶν ἐς τοῦτο τεταγμένων διεξῄει, ὧδέ πως ἔχουσαν· „ἄπιστον μὲν καὶ παράλογον τὸ πρὸς ὑμῶν ἀνηγγελμένον, ὡς ἄρα βουλομένῳ ἐστὶ τῷ Γουβάζη, τὰ πάτρια ἔθη καταπροεμένῳ καὶ τοὺς
ἐν ἅπασιν ὁμόφρονας καὶ ἀνέκαθεν ἡγεμόνας, τοὺς Ῥωμαίους 12 φαμὲν, ἐπὶ τοὺς ἐχθίστους τε καὶ ἀλλοτριωτάτους καὶ πρός γε τὰ ἐς θεὸν ἑτερογνωμονας μεταχωρῆσαι, καὶ ταῦτα οὐδὲν ὁτιοῦν ἐξ ἡμῶν ἄχαρι προπεπονθότι. πλὴν ἀλλ’ ἐπειδὴ γιγνώσκομεν τὰ ἀνθρώπεια παλίμβολά τε καὶ ὀλισθηρὰ, καὶ τῇ ποικιλίᾳ
τῶν παρεμπιπτόντων συμπεριάγεσθαι πεφυκότα, οὐ παντάπασιν ἀπιστεῖν ᾠήθημεν χρῆναι, οὐδὲ μεθεῖναι μὲν τὸ φυ-
ἐφ’ ὁτῳοῦν βεβαιότατα πεποιθέναι, ἀλλ’ ὑποψίας ἀεὶ καὶ δείματος εἶναι μεστὸν, καὶ ἐπ’ αὐτοῖς δήπου τοῖς ξυνηθεστάτοις. ὅμως (ἐν ἅπασι γὰρ τοῦτο νικᾷ) ἑπόμεθα καί 15 ἡμεῖς τῇ φύσει, καὶ ἀπιστοῦμεν. ὡς ἂν δὲ μήτε προπετῶς ὠμόν τι καὶ ἀπηνὲς δράσοιμεν ἐπὶ Γουβάζῃ, μήτε τῷ οὐκ
εἰκότι δῆθεν ἀναπεπεισμένοι μαλθακισθείημεν, ἀλλ’ ἐκφύγοιμεν τὰς ἑκατέρωθεν μεταμελείας, εὔβουλόν τι ἡμῖν κατεφάνη καὶ μέσως πως ἔχον, ἐνταῦθα τὸν ἄνδρα παραγενέσθαι. στέλλειν τοίνυν αὐτὸν τὴν ταχίστην, εἴτε βουλόμενον, εἴτε ἠναγκασμένον. εἰ δέ γε ὑμᾶς ταῦτα ἐθέλειν ἐγνωκὼς ἀντισταίη, καὶ
ἀπαναίνοιτο τὴν πορείαν, ἐπιλαμβανομένων τε ὑμῶν καὶ ἑλκόντων, (καὶ γὰρ τοῦτο ποιεῖν ὑμῖν τοὐντεῦθεν ἐξέσται,) εἰ διωθοῖτο καὶ ἀντεπιφέροιτο, ναὶ ὅτῳ γοῦν τρόπῳ τὰς χεῖρας 16 ἀντάροι, τότε δὴ ἵξομεν περιφανεῖς τοὺς ἐλέγχους τῶν μελετωμένων, καὶ τολοιπὸν ἐν τοῖς πολεμιωτάτοις τετάξεται,
φήσαιμεν , ποιναῖς ταῖς μεγίσταις ὑπάγειν τοὺς δεδρακότας· πλὴν ἀλλὰ τοῖς ὑμετέροις νόμοις δοκοῦν τὸ χρῆναι καἰ τῶν ἐμφανῶν πέρι καὶ μεγίστων ἀδικημάτων μὴ πρότερον τὰς κρίσεις ἐκφέρειν, πρὶν ἂν καὶ λόγῳ τὰ πραχθέντα διαγορεύειν, ἥκομεν νῦν ἐροῦντες μόνον ἁμωσγέπως τὰ γεγενημένα. οὕτω
γὰρ ἂν καὶ ἧμιν διανυσθήσεται τ·ὸ νενομισμένον, εἰ καὶ τὰ τῶν λόγων εἶεν ἁπλᾶ καὶ ἥκιστα κεκομψευμένα, ναὶ οἶα τοῦ 20 μεγέθους τῶν εἰργασμένων μὴ ἐξικνεῖσθαι. ποία γὰρ αὐτοῖς 21 λελείψεται σκῆψις, ἄνδρα τοσοῦτον, φίλον ὑμῖν καὶ συνήθη καὶ σύμμαχον καί ὁμοδίαιτον καὶ ὁμόσπονδον, καὶ ταὐτὰ
περὶ τὸ κρεῖττον φρονοῦντα, καὶ τί δὲ οὔχι τῶν οἰκειοτάτων κεκτημένον, ἀναίδην οὕτω διαχειρισαμένοις, καὶ πολλῇ τῇ δυσ-
δὲ τὰ Κόλχων πράγματα καὶ διεῤῥύη, δὲ τὰ κοινὰ, εἴ γε μέρος τι καὶ ἡμεῖς οὐκ ἐλάχιστον τῆς ὑπηκόου τυγχάνομεν ὄντες. καὶ διόλωλεν ὑμῖν τὸ ἀκραιφνὲς τῶν καθεστώτων καὶ ἄπταιστον, καὶ κατὰ πολὺ τῆς οἰκείας δυνάμεως μειονεκτεῖσθε· πολιτεία δὲ μὴ διὰ πάντων ἐῤῥωμένη,
ἀλλᾷ βραχεῖά γοῦν τινι μοίρᾳ σφαλεῖσα, οὐκέτι συνεστάναι δόξειεν ἂν προσηκόντως, τοὐναντίον μὲν οὖν καὶ αὐτὴν ψεύδεσθαι τὴν ἐπωνυμίαν, τὸ ἐντελῶς ἔχειν ἀφῃρημένη. ταῦτα δὴ οὖν ἄπαντα δράσαντες, οὔ φασι δεῖν ὑμᾶς τὸ πραχθὲν εἰ καὶ δεινὸν εἴη σκοπεῖν, μόνην δὲ τὴν γνώμην καθ’ ἣν εἴργασται
διερευνᾷν καὶ προσίεσθαι, καὶ διὰ τινων ἀφανῶν τε– 25 κμηρίων καὶ οἷον εἰκότων χωροῦντας, ἀναπλάττειν ταῖς ἐννοίαις εὐεργεσίαν ὑμῖν αὐτοῖς ἐντεῦθεν προσγεγενημένην, ἢ τῷ σαφεῖ μᾶλλον τῆς βλάβης καὶ τοῖς ἔργοις ἀποδεδειγμένῳ πιστεύειν αἱρεῖσθαι. ταῦτα γὰρ δὴ τὰ σοφίσματα καὶ πρὸ τῆς δίκης
πολλάκις διαθρυλλοῦντες, παράγειν τοὺς πλείστους ἡγοῦντο. εἰ τοίνυν καὶ παρὰ τοὺς ἀγῶνας τοιαῦτα προσθεῖεν, γινωσκόν-
πεπορίσθαι πράγμασι τερατευομένων. πῶς γὰρ ἂν τἀναντία συσταῖεν σφισιν αὐτοῖς, ἢ πῶς, τὴν πρᾶξιν δεινὴν ἀποκαλοῦντες, ἐπαινεσόμεθα τὴν δράσασαν γνώμην, ὡς τοῦ συνοίσοντος ἐστοχασμένην; πάλαι γὰρ ἀλλήλοιν ἀποκεκριμένω τνγχάνετον ὠφέλεια καὶ παρανομία, ὠμότης τε καὶ δικαιοσύνη
διεστηκότα καὶ ἄμικτα καὶ ὁμόσε χωρεῖν οὐπώποτε πεφυκότα.
29 μετ᾿ εὐνοίας διαιτητέον αὐτοῖς, ὅτι μὴ καθάπερ λίαν ἐχθίστοις, ἐπεὶ καὶ ἤδη τῷ κοινῷ τῆς φύσεως νόμῳ μεμερισμένοι τυγχάνουσι, κἂν μήπω τῷ παρ’ ὑμῖν γεγραμμένῳ. τὸ γὰρ ἀντίπαλον καὶ ἀλλότριον τοῖς ἔργοις γνωρίζεσθαι χρὴ, οὐ τῷ πορρωτέρω τετάχθαι. ὁ δὲ, οἶς ἂν ἡσθεῖεν οἱ δυσμενεῖς,
προὔργου ποιούμενος, πολέμιος ἂν κριθείη δικαίως, κἂν σνμ-
τὸν κείμενον· καὶ περιέστηκε τῷ δειλαίῳ μηδὲ τεθνηκότι τῶν δεινῶν ἀπηλλάχθαι, ἀλλὰ νῦν προδοσίας φεύγειν γραφὴν 32 ὅτε μηδὲν πλέον ἕξει νικῶν. ποῖος δὲ νόμος ἢ παρ’ ὑμῖν ἢ παρὰ βαρβάροις ἐπαινέσειεν ἂν κατηγορίαν ἐν ὑστέρῳ τῆς χρίσεως γιγνομένην; κριταὶ γὰρ αὐτοὶ καὶ δυσμενεῖς καὶ κατήγοροι,
καὶ ἅμα πάντα καταστάντες, τιμωρίαν μὲν ταπως τῳ μηδὲν ἡμαρτηκότι προσήγαγον, ὁποίαν εἰκὸς ἢν ὑποσχεῖν τὸν ὡς ἀληθῶς τυραννίδος ἁλόντα. ἥκουσι δὲ νῦν, δέον ἀπολογεῖσθαι, καταιτιώμενοι τὸν ἠδικημένον· καίτοι ἐ- χρῆν αὐτοὺς πρὶν ἀνελεῖν, εἰ γε ταῖς αἰτίαις ἐπεποίθεσαν, ἐμφανῶς
τὴν πρὸς αὐτὸν ἐνστήσασθαι δίκην, καὶ πρώτους ἐγκαλεῖν, ἀλλὰ μὴ νῦν κατηγορημένους ἀντεγκαλεῖν. εἰ γὰρ τοῦτο 33 πᾶσιν ἐφεῖται, τί δήποτε ἄρα μὴ καὶ ἡμεῖς τούσδε τοὺς μιαιφόνους 34 αὐτοχειρίᾳ διεχρησάμεθα; παρὸν ἡμῖν, πρὸς δίκην τυχὸν ἀγομένοις, ἀντεπιφέρειν αὐτοῖς καὶ τεθνηκόσι τὰ παρ’
αὐτῶν πρότερον ἡμαρτημένα, καὶ ταύτῃ πειρᾶσθαι δεικνύειν
τοῖς βουλομένοις ἐξῇ τοὺς οἰκείους δυσμενεῖς οὕτω πως ἀθρόον ἀποκτιννύναι, καὶ τοῦτο πολλάκις γιγνόμενον μέχρι τοῦ ἐπ’ ἄπειρον ἤδη τολμᾶσθαι προσενεχθείη, πῶς ἂν ὑμῖν τὸ γοῦν κρίνειν ἀδεῶς ἐν βεβαίῳ διαμένοι; ἁπάντων γὰρ ἀναιρούντων τε καὶ ἀναιρουμένων, καὶ ταῖς ἀντεπιβουλαῖς χρῆσθαι κατ᾿
ἀλλήλων θαῤῥούντων, οὐκ ἂν φθάσοιτε τὰς τιμωρίας ἐπάγοντες, ἀλλὰ διαφθαρεῖται μὲν εἰκῆ τὸ ὁμόφυλον, προαφαιρήσει δὲ τὸν τῆς ἒξετάσεως καιρὸν ἡ τῶν ἀντιδρώντων ἑκάστοτε παρανομία.
τούτου προδότου διαφθαρέντος, ἅπαν ὑμῖν τὸ συμμαχικὸν σωφρονέστερον καθεστήξει; προδοτῶν μὲν οὖν ὡς ἀληθῶς καὶ 38 πλείστων ὅσων ἀπολλυμένων, εἰ καὶ μηδὲν ἕτερον τῶν ὠφελίμων τοῖς ἀνῃρηκόσι προσγένοιτο, ἀλλ’ αὐτό γε τὸ τοὺς τοιούτους θνήσκειν ἀρκούντως ἔχει πρὸς ὄνησιν. εἰ δὲ προδοσίας
μηδαμῶς ἀποδεδειγμένης, ἠφάνισται τις ἀθρόον τῶν σφόδρα λογίμων καὶ τετιμώρηται, καθάπερ διαφανῶς ἐγνωσμένος, πῶς
καὶ δικαιοσύνης, σχολῇ γε ἂν βέβαιοι διαμενεῖτε πρὸς τοὺς ἀλλογενεῖς καὶ ὀθνείους, καὶ τῆς προσπεσούσης χρείας, οὐ περαιτέρω γνωριζομένους. ἀλλ᾿ οὔτε μετειλήφατε τοῦ βουλεύματος, οὔτε τὸ τούτοις ἰδίᾳ προσκείμενον ἄγος ἐπὶ τὸ ούμπαν 41 τῶν Ῥωμαίων ἔθνος ἀναδραμεῖται· οὔτε τὴν πάλαι πέρὶ ὑμῶν
κρατήσασαν δόξαν, ὡς ἄρα πιστοὶ τὰ ἤθη καὶ βέβαιοι καθεστήκατε, καὶ δικαίοις χρῆσθε νόμοις, ἡ τούτων νικήσει κακοδαιμονία. τοὐναντίον γὰρ καὶ ἡγούμεθα τὸ παρὸν δικαστήριον ὑπὲρ τῆς κοινῆς τοῦ γένους εὐκλείας συνεστηκέναι, ὅπως ἂν ἅπαντες ἄνθρωποι γνοῖεν, ὡς οὐδαμῶς ἦν ὑμῖν βουλομένοις
τοιαῦτα τοὺς Κόλχους δεινὰ καὶ βίαια πεπονθέναι. νῦν μὲν γὰρ ἔσως ἐφ᾿ ἑκάτερα τῶν πολλῶν φοιτῶσιν αἱ γνῶμαι, καὶ τὰ τῆς δοκήσεως ἐπ᾿ ἀδήλῳ φέρεται τρόπῳ. ἐκ δὲ τῆς σῆς, ὦ δικαστὰ , κρίσεως τούτων ὅσον οὔπω διαφθειρομένων, γενήσεται καὶ νῦν γνωριμώτερον, ὡς οὐ προδόται τῶν οἰκέων, 42
ἀλλὰ σωφρονισταὶ τῶν ἀδικούντων εἶναι πεφύκατε. εἰ γὰρ καὶ τοῖς λόγοις ἀπολογεῖσθαι δοκοῦσιν, ἀλλ᾿ ἔργῳ κατηγοροῦντες
Πρίν ἂν ἐκεῖνος, ἐς τελεωτάτην ἀπόστασιν ἀφιγμένος, τὰ πολεμίων δρᾷν προαχθείη. οἱ δὲ καὶ ταῦτα μήτε στρατηγοὶ καθεστῶτες, μήτε ἄλλως ἐφειμένον αὐτοῖς ἀδεῶς ὃ βούλοιντο πράττειν, παραχρῆμα τὸν δείλαιον ἀπεκτόνασιν, οὔτε κατὰ 46 τὸ Βυζάντιον αὐτὸν γενέσθαι προτρέψαντες, οὔτε μὴν ὥσπερ
ἀπειθοῦντι μετρίαν γοῦν ἀνάγκην ἐπαγαγόντες, οὔτε τὴν ἀρχὴν ἐς πεῖράν τινα καταστάντες, εἴπερ ὁτῳδηοῦν τρόπῳ τοῦ προστάγματος ὀλιγωρήσει καίτοι μεγαλαυχοῦσι καὶ βρενθύονται, ὡς τὰ βασιλεῖ δοκοῦντα διανύσαντες, οἵγε καὶ τὴν ἐκείνου περιορῶντες πεφήνασι γνώμην, ψευδέσι τε χρῆσθαι πρότερον
κατὰ Γουβάζου διαβολαῖς τετολμηκότες, καὶ τἀναντία τῶν εὖ διατεταγμένων αὐτεπαγγέλτως ἒξειργασμένοι, καὶ, τὸ 47 δὴ πόντων παρανομώτερον, οὔτε τὴν ἐπιστολὴν ἐπιδείξαντες, 48 ὥστε τῶν ἐγγεγραμμένων γνωσθέντων τὸ πρακτέον ἑλέσθαι.
πρὸς μεγίστην εὐδαιμονίαν χωρῆσαι, τὸ παρ’ ὑμῖν ἔλαττον ἀγαπήσας; τις ὁ πρότερον τῆς χώρας ὑπὸ Μηδῶν ἐπὶ πλεῖστον 52 χρόνον πιεζομένης, καὶ τῆς παρ’ ὑμῶν ἐπικουρίας ἔτι μελλούσης, μεταστὰς μεταστὰς ἀθρόον καὶ μετοικισάμενος ἐπ’ αὐτὰς δήπου τὰς ὑπερβολὰς τοῦ Καυκάσου, ἐνταῦθά τε θηριώδη τινὰ δίαιταν
μᾶλλον ὑποστὰς μετιέναι, ἥ προσηκάμενος τὴν τῶν πολεμίων φιλοφροσύνην καὶ καταβὰς οἴκοι μένειν ἐν εὐπαθείᾳ; τις δὴ οὖν οὗτος; ἐκεῖνος ὁ μηδὲν τῶν δεινῶν, ἤν τι παθεῖν ὑπὲρ ὑμῶν ἴδει, κατορρωδήσας, Γουβάζης, ὧ νόμοι καὶ δίκη ! ὁ μηδίσας, ὁ τύραννος, ὁ τὰ Ῥωμαίων καταπροέμενος· καὶ
τέθνηκεν ὑπὸ Ῥουστίκου τε καὶ Ἰωάννου, βδελυρῶν οὕτω καὶ καταπτύστων ἀνθρώπων, ἀνὴρ βασιλεύς· ᾧπερ εἰ καὶ τοιούτου μετῆν ὡς ἀληθῶς ἐπικλήματος, ἀλλ’ οὐχ ὑπὸ τούτων 53 αὐτὸν ἐχρῆν εὐθὺς ἀνηρπάσθαι, κριθέντα δὲ μᾶλλον σχολαίτερον ὑπὸ τοῦ κοινοῦ Ῥωμαίων τε καὶ Κόλχων βασιλέως,
ἅτε δὴ μεγίστου καὶ τῷ παντὶ κρείττονος, προσηκόντως ρηθῆναι. ἀλλ’ ἐπειδὴ ταύτης δὴ τῆς μιαιφονίας αἰτία μὲν αὐ- τοῖς ἔνδικος οὐχ ὑπῆν, δυσμένεια δὲ μᾶλλον παράλογος ὑπὸ
ὡς μήτε τὴν ἀκμὴν τοῦ παρόντος χρόνου φυλάξασθαι, μήτε μὴν διανοηθῆναι. πολέμου γὰρ τοσούτου περιεστηκότος, ἐμφρόνων μὶν ἀνδρῶν ἔργον ἂν ἦν καὶ τὰ ξένα καὶ οὔπω γνώριμα τῶν ἐθνῶν εὐνοίᾳ προσάγεσθαι οὗτοι δὲ καὶ τοὺς πρώην οἰκειοτάτους ἐκπολεμῶσαι Ῥωμαίοις περὶ πλείστου πεποίηνται·
καὶ, τό γε ἧκον εἰς αὐτοὺς, προσκεχωρήκαμεν τοῖς ἐναντίοις, ἐπιβουλεύομεν τοῖς πάλαι φιλτάτοις, ἡ χώρα Περσῶν, τὰ πατρῷα νόμιμα φροῦδα , πάντα συμβέβηκεν ἀτεχνῶς, ὁπόσα στάσεως τε καὶ ταραχῆς ἐμφυλίας γνωρίσματα μανιώδη. 59 οὐκοῦν ὡς τούτων ἁπάντων ἔργῳ προελθόντων, καὶ πανταχόθεν
ἡμῖν τῶν πραγμάτων διαρρυέντων, οὕτω ποινὰς ἀξίας αὐτοῖς, εἴπερ ἄρα καὶ εὑρεῖν ἔνεστιν, ἐπακτέον. εἰ γὰρ καὶ ἡμεῖς πιστοὶ πρὸς Ῥωμαίους καἰ βέβαιοι τυγχάνομεν ὄντες, ἀλλ’ οὐ δίκαιον, ὦ δικαστὰ , τῆς ἡμετέρας ἐπιεικείας τούτους ἀπόνασθαι, καὶ ἧττόν τι παθεῖν, ἢ καθόσον ἡ τοῦ
βούλεται φύσις.”
ἔτι συνεμόχθουν τῇ προθυμίᾳ , καὶ συμπεριήγοντο ταῖς μετα- βολαῖς τῶν σχημάτων · οὕτω τε τὰς ψυχὰς διέκειντο , ὡς ἂν αὐτοῖς ἐκεῖνοι φρονήματος ἔχειν ἢ οἴκτου ἐδόκουν καὶ εἶτα ἐπειδὴ τοῦ ῥητορεύειν ἐπέπαυντο , αὐτίκα οἳγε, ἐπισχόντος βραχὺ τοῦ δικαστοῦ καὶ βουλευομένου, κατεμέμφοντο ἡσυχῇ
καὶ ἠγανάκτουν ὅτι δὴ μὴ εὐθὺς οἱ ἐναντίοι ἀνῄρηντο δὲ παρακελευσαμένου καὶ λέγειν αὐτοῖς ἅττα ἂν ἐθελήσαιεν, τότε δὴ καταβοᾷν ἐς τὸ ἐμφανὲς ἵεντο, καί ἤδη ὑπετονθόρυζον, καὶ ἤδη ἡ φωνὴ ἐς τὸ σαφέστερον διεκρίνετο. ἀλλ’ οἱ πρὸς τὸ κατηγορεῖν τεταγμένοι, ταῖς χερσὶ καταπαύοντες,
ἀνέκοψαν τὴν περαιτέρω φορὰν τοῦ θορύβου. καὶ τοίνυν σιγῆς 64 γεγενημένης, παρελθὼν καὶ Ῥούστικος ἐν μέσῳ ἃμα 65 Ἰωάννῃ τῷ ἀδελφῷ, ἔλεξε τοιάδε· Μετήγαγε μὲν ἡμῖν ἀθρόον καὶ περιέστησεν εἰς τοὐναντίον τὰς τῶν δοκηθέντων ἐκβάσεις ἡ τύχη, καὶ, δέον μεγίστων γερῶν ἀπόνασθαι , πάρεσμεν θανάτου
φευξούμενοι δίκην· πλὴν ἀλλ’ ἥδιστος ἡμῖν ὁ ἀγὼν καταφαίνεται καὶ πλείστης ὅσης μεγαλαυχίας ἀνάπλεως. γενήσεται γὰρ ἅπασι γνωριμώτερον, ὡς μόνοις ἡμῖν διήνυσται τὸ
ἐν ἡμῖν αὐτοῖς , ὡς τοὺς Ῥωμαίους κρατοῦντας ἔτι τῶν Κόλχων καταλελοίπαμεν , καὶ οὔπω παρ’ πέρων ἀφῃρημένους. εἰ μὲν γὰρ Περσικὸν ἦν τὸ παρὸν δικαστήριον, καἰ παρ’ ἐκείνοις ἐκρινόμεθα, πάντως ἂν ἡμῖν ἀρνήσεως τε προσ- έδει τῶν εἰργασμένων , καὶ δεδιέναι παρῆν τοὺς ἐλέγχους,
καὶ δεδειγμένοις τυχὸν διαπορεῖν ὁποίοις ἂν καὶ χρησαίμεθα λόγοις ὑπὸ δικασταῖς πολεμιωτάτοις, καὶ. τῷ πραχθέντι λίαν ἀχθομένοις τῷ τῆς ἐλπίδος ἡμαρτηκέναι. Ῥωμαίου δὲ ἀνδρὸς 70 διαιτῶντος, τινος ἂν χάριν ἡμῖν τὸ γεγενημένον ἀπαρνηθείη; τί δὲ καὶ ἀπολογεῖσθαι χρεὼν παρ’ ὑμῖν αὐτοῖς, ἀνθ’ ὧν ὑμᾶς
εὖ πεποιήκαμεν τὸν τύραννον ἀνελόντες ; οὐδὲ γὰρ εμταδοτέον αὐτῷ τοῦ σεμνοῦ τῆς βασιλείας ὀνόματος, ἀλλοτριωτάτῳ διὰ τῶν ἔργων φανέντι· καίτοι μέγα κεκράγασιν οἱ κατήγοροι, καὶ δεινὰ τετολμῆσθαι φασιν, ὡς δὴ βασιλέως ἀνῃρημένου· χρὴ δὲ οὐ τῇ πόρπῃ καὶ τῷ χλαμυδίῳ καὶ τοῖς ἐκτὸς φαινομένοις
ἐγκαλλωπίσμασι ταύτην προσνέμειν τὴν ἐπωνυμίαν ,
καὶ ἀλαζόνες καὶ μιαιφόνοι παρὰ τῶν Κόλχων ὀνομαζόμεθα· εἰ δὲ τούτων μὲν ὡς ποῤῥωτάτω τοῖς τρόποις ἀπῴκιστο, μέτριον δὲ οὐδὲν ἦν αὐτῷ βεβουλευμένον, ἀλλ᾿ ἢ τοὺς πέρσας καθ᾿ ἡμῶν λαθραίως ἐπάγειν, καὶ καταπροέσθαι τὴν χώραν ἐκείνοις· πῶς οὐ μᾶλλον ἐχρῆν φθάσαι τὸν τοῦ δεινοῦ καιρὸν
τῷ προτερήματι, ἢ, τὴν βασίλειον στολὴν αἰδεσθέντας, ὑπὸ τοῖς πολεμίοις γενέσθαι; τοῖς γὰρ κίνδυνόν τινα μελετώμενον ὑπό του προεγνωκόσιν, ἐνὸν μὲν ἐκκλῖναι τὸ παραυτίκα τὴν ἐπιβουλὴν, καὶ, τὸ παρὸν ἀμωσγέπως παὸακρουσαμένοις, σχολαίτερον ἐν ὑστέρῳ τοῖς προσπεσοῦσιν ἁρμόσασθαι, πολλὴ 74
ὠμότης προεπιφέρειν τὴν τιμωρίαν, καὶ μὴ μᾶλλον ἀρκεῖσθαι τῇ τοῦ ἀντεπιβουλεύειν τυχὸν ἐξουσίᾳ. ἔνθα δὲ, τῶν βεβουλευμένων εἰς ἔργον ἀχθέντων , οὐδὲν ἔτι λείπεται πρὸς ἐπικουρίαν, ἀλλ᾿ ἄρδην εὐθὺς ἅπαντα oἴχ́εται, συναφαιρουμένων τῇ κοινῆ̣ σωτηρίᾳ καὶ αὐτῶν δήπου τῶν ὑπὲρ ταύτης ἐλπίδων,
ἐνταῦθα τὸ τάχος αἱρπέον τοῖς ἔμφροσι, καὶ ὅπως μηδὲν ὁτιοῦν τῶν ἀνηκέστων πείσονται παρασκευαστέον.
τὸ εὔνουν διαγιγνώσκειν τῆς γνώμης. ἐπεὶ καὶ πολλαχοῦ κατὰ τὰς πόλεις ἀγύρτας τινὰς τυχὸν ἢ καὶ λωποδύτας, ἢ καὶ ἄλλο τι τῶν ἀνοσίων ἔργων πεπλημμεληκότας, ὁρῶντες νῦν μὲν τῆς κεφαλῆς ἀφαιρουμένους, νῦν δὲ τὼ πόδε διατεμνομένους, οὐ τοῦ φαινομένου κατηγοροῦμεν, καὶ ταῦτα λίαν ἀπάνθρωπον
εἶναι δοκοῦν, οὐδὲ τοῖς ἄρχουσιν, οἷς τὰ τῶν τιμωριῶν 78 τούτων ἀνεῖται, νεμεσῶμεν, ἐναγεῖς αὐτοὺς καί μωροὺς καὶ κακοδαίμονας ἀποκαλοῦντες· ἀλλὰ τὰ πρότερον παρ’ ἐκείνων 79 τετολμημένα λογιζόμενοι, καὶ ὡς ποινὰς τίνουσι τῶν ἀδικημάτων ἐπιμνησθέντες , ἡδόμεθα τῇ ὠμότητι. οὐ γὰρ εἰκῆ τὸ
κολάζον ἐξεύρηται, τοῦ ἁμαρτάνοντος ἥκιστα παυομένου. ἀνή- ρηται τοίνυν πρὸς ἡμῶν ὁ Γουβάξης· καὶ τί δεινὸν , εἰ προδότην ἄνδρα καὶ πολέμιον ἀπεκτόναμεν ; καίτοι τὴν τοῦ δυσμενοῦς ἐπωνυμίαν οἱ κατήγοροι διευκρινήσαντες, οὐ τῷ πορῤῥωτέρω ταχθέντι προσήκειν φασιν, ἀλλ’ ὅτῳ ἂν, εἰ καὶ ἑμόφυλος
ᾖ, τὰ τοῖς ἐναντίοις κεχαρισμένα σπουδάζοιτο· καὶ
δὴ δεανυμένου , καὶ τὸ δικ· αιως αὐτὸν ἀνῃρῆσθαι συναναφa- νεῖται. ἅπαν μὲν οὖν ἀεί βάρβαρον φῦλον, εἰ καὶ κατήκοον ἧ τοῖς Ῥωμαιοις , ἀλλὰ τῷ τῆς γνώμης ἀλλοτὸιωτατͅ διεστη- κὸς καὶ rrj τάξει τῶν νόμων ἀχθόμενον, ἐπὶ τὸ νεωτεροποιὸν καὶ ταραχῶδες φέρεσθαι πέφυχ· ὲν· καὶ ἥδιστα μὲν ἂν ἐφ’
ἑαντοῦ βιοῦν διατελοίη μμαμῶς ὑφ’ ἑτέροις ταττόμενον , ὡς μηδὲ τῶν ἀδικημάτων εὐθύνας ὑπέχειν. εἰ δὲ τοῦτο μὴ οἷόν τε, τὸ yovv τὰ ὁμοδίαιτα τῶν έθ1ῶν καὶ μᾶλλον τοῖς m̓κειοις πλησιάζοντα τρόποις ἐπάγεσθαι προύργου ποιοῦνται. πλὴν ἀλλ᾿ εἰ καὶ τούτοις ἀτεχνῶς ὁ Γουβαιζης ὑπῆκτο τοῖς πάθεσι, 84
τῷ βάρβαρος τε πεφυκέναι , καὶ τὴν κοινὴν τοῦ γένους νοσεῖν ἀπωτωι ν, ὁ δὲ κὼ πρὸς τ·οῦτο κακώς ἐχώρει καθ’ ἡμῶν, ὡς μὴ ἔτι διαλανθάνειν οἰέσθαι δεῖν , τοὐναντίον μὲν οὖν καὶ πρὸς ἔργον ἄγειν ἐπείγεσθαι τὴν προσπεπηγυῖαν τέως τῷ νῷ καὶ ὑποκρυπτομένην δυσμένειαν. ἡμῶν γὰρ διαπονουμένων καὶ
πάντα κίνδυνον μετιό1των, ὡς ἂν τοῖς πολεμίοις μηδὲν ὁτιοῦν τῶν κατὰ γνώμην ἐκβαίη , αὐτὸς οἶκοι μένειν ῳνετο δεῖν σὺν τοῖς ὁμοφύλοις, καὶ πολλῷ τοῦ μοχθεῖν ἀφεστάναι. πλὴν ἀλλ’ ἐπετήρει σὺν ἀκρίβειά καὶ ἀνεπυνθάνετο τὰς τῶν ἀγώνων κι-
μὲν τὴν ἐγχείρησιν , φαυλότατον δὲ τὸ πέρας ἀποκαλῶν, καὶ οὐδὲ τοῦτο ἡμέτερον, ἀλλὰ τοῦ ἀλογίστου τῆς τύχης. εἰ δέ που τυχὸν καὶ σφαλείημεν, (πῶς δὲ οἷόν τε τὸ ἀνθρώπειον οὐχὶ καὶ πρὸς τἀναντία μεταβάλλειν , ἀλλ’ ἐπὶ τῶν αὐτῶν ἀεὶ βεβηκέναι;) ὁ δὲ καθάπερ τις αὐτόματος τῶν γιγνομένων
κριτὴς, τὴν μὲν τύχην εὐθὺς ἀφίει τῶν ἐγκλημάτων ἀνεύθυ 89 νον, ὡς οὐ μετὸν αὐτῇ τοῦ συμβάντος ᾦ δὲ πάντως αὐτῶ προεσκεμμένον καὶ ἐγκριθὲν, μηδὲν ἄλλο δοκεῖν αἴτιον εἶναι τοῦ ἐνδεῶς ἡμῖν τι πεπρᾶχθαι, ἢ μόνον ἀνανδρίαν γνώμης καὶ χειρῶν ἀσθένειαν καὶ βουλευμάτων ἀβελτηρίαν. τὸ γὰρ
παλίμβολον τῆς τύχης καὶ ἄτακτον καὶ ἀλόγιστον, καὶ οἶς καθ’ ἡμῶν αὐτὴν διελοιδορεῖτο, οὐδαμῶς ἐπῆγε τοῖς πολεμίοις, ὡς ἐκ τούτων ἡμᾶς , οὕτω παρασχὸν, ὑπερβαλλομένοις.
ἕκαστα διεπονεῖτο καὶ ἔπρασσεν , ἀλλ’ εὐθὺς ἀγγελιαφόροι σταλέντες πρὸς αὐτοῦ διεκήρυττον εἰς Ἰβηρίαν, εἰς Ἀλα-
Ῥωμαῖοι κακοὶ τὰ πολέμια , καὶ τῶν βαρβάρων ἡσσῶνται. καὶ τὴν περὶ ταῦτα σπουδὴν οὐχ ὥστε μόνον πρὸς ὄνειδος ἄγειν τὸ τῶν Ῥωμαίων γένος μετῄει· καίτοι καὶ τοῦτο δεινὸν καὶ λίαν ἐναργὲς γνώρισμα ψυχῆς πολεμίας τὸ δὲ ἐφ’ ᾦ πλέον ἐμόχθει καὶ παρεσκεύαστο , ἕτερόν τι καὶ
τοῦδε μεῖζον ὑπῆν. τὴν γὰρ ὑπὲρ βασιλέως τοῦ μεγίστου παρὰ 94 τοῖς ἔθνεσι νικήσασαν δόξαν , ὡς ἄρα δυνάμει τε κράτιστος καὶ πλήθει προπαίων κεκοσμημένος, διαλύειν τὸ μέρος ἐγί- 95 γνωσκε χρῆναι, καὶ ταύτῃ πρὸς θράσος κινεῖν καἰ αὐθάδειαν τὸ τέως κατεπτηχὸς κὼ θαυμάζον. ἆρα πολέμιος ἂν ὁ ταῦτα
δρῶν καλοῖτο δικαίως, ἢ μᾶλλον φίλος καὶ εὔνους καὶ βασιλεὺς καὶ ὑπόσπονδος, καὶ ὅσα τοῖς κατηγόροις ἐπὶ τῷ τυ- ράννῳ κεκόμψευται ; καίτοι κοινῇ δοθὲν ἑκατέροις , οὐκ ἄλλως διακριτέον τὸ φίλον ἀπὸ τοῦ δυσμενοῦς , ἢ μόνῳ τῷ πρὸς τὰς ἐκβάσεις τῶν παρεμπιπτόντων εὖ τε τυχὸν ἢ ἑτέρως διακεῖσθαι
ἀλλ’ εἰ δοκεῖ, τεκμήρια μὲν καὶ γνωρίσματα καὶ τοὺς ἐκ τῶν εἰκότων ἐλέγχους παρῶμεν, μόνην δὲ τὴν ἐκ τῶν πρα- γμάτων ἐπισκεψώμεθα πείραν, οὑπερ ἧμας ἄγουσα φέρει. κατείχετο γὰρ ὑπὸ Περσῶν τὸ φρούριον ἡ Ὀνόγουρις, ἐκ τῆς κατὰ τὴν Ἀρχαιόπολιν περιοικίδος παρῃρημένη· καὶ ἦν αἶσχος
οὐ φορητὸν , στράτευμα δυσμενὲς εἴσω περιβόλων ἐν τοῖς ἡμετέροις χωρίοις βεβαίως ἱδρῦσθαι. ἐνίκα βουλὴ παρὰ τοῖς 100 στρατηγοῖς , φοιτᾶν ἐπ’ αὐτοὺς ἅπαντι τῷ στρατῷ , καὶ καθελεῖν ἢ καὶ ἀπώσασθαι τὸ λυποῦν ἐκπλείστου καὶ ἐφεδρεῦον. ἔδει πάντως ἡμῖν καὶ στρατιᾶς Κολχικῆς, ὡς ἂν μὴ μόνον
τῇ τῶν τόπων ἐμπειρίᾳ πλέον τι τῶν οὐκ ἐπισταμένων πρὸς τὸ συνοῖσον διανοηθεῖεν, ἀλλὰ καὶ μαχομένοις ἡμῖν πρὸς ἄνδρας ὁπλίτας ἔξ ἐρυμάτων παραταττομένους, καὶ πρός γε τοὺς ἐκ Μουχειρίσιδος κατὰ τὸ εἰκὸς ἥξοντας, συνεπιλάβοιντο καὶ συμπαρασταῖεν. τί οὖν ἐπὶ τούτοις ἔδει πράττειν τοὺς στρατηγούς;
ἀντιβολεῖν , ὡς ἔοικε, τὸν ἡγεμόνα τοῦ γένους, καὶ πρὸς
ριον οὐδὲ μέχρι τοῦ παρεῖναι γοῦν μόνον ἠνειχ́πο. οὐ μὴν οὐδὲ σκήψεις τινὰς, εἰ καὶ ἀπρεπεῖς, ἀλλ’ ἐς προκάλυμμά γε ὅμως τῆς ἀποῤῥηισεως εὐπρόσωπον ἐμηχανᾶτο· ἀπεπέμπετο δὲ μάλα σεμνῶς καὶ σοβαρώτερον ἢ κατὰ μισθωτὸν ὑπήκοον τὴν a̓ζιωσιν. καὶ πρός γε νεμεσῶν διετέλει τοῖς στρατηγοῖς,
καὶ δυσμενῶς μὲν εἰς αὐτοὺς ἀφυβρίζων, ὡσπερ ἀνδρίαν τοῦτο ἡγούμενος, καὶ βασιλεῦσι πρέπον· ij γὰρ τὸ ὸιαῤῥήδην ὑπὲρ τῶν ἤδη μεμελετημένων ἀναισχυντῆσαι. εἶτα διαμέλλειν ἐχρῆν καὶ μείζονας ἀναμένειν ἐλέγχους καὶ τὸ βασΔειον γράμμα ὸει- κνύειν, ἐφ’ ᾧ κατὰ τὸ Βυζάντιον ἀφικέσθαι τὸν μηδὲ τῆς oi- 105
κειας χώρας ἐντὸς βραχεῖάν τινα διανύσαι πορείαν ἑλόμενον ; καὶ πῶς οἶόν τε ἦν, εἴγε στέλλειν αὐτὸν οὕτω χαλεπαίνειν καθ’ ἡμῶν προηγμένον ἐπετηδεύσαμεν, μὴ οὐχὶ ταραχάς τε μυρίας καὶ φόνους πολλοὺς ἐμφυλίους καὶ μεταχώρησιν ἐμφανῆ καὶ
ἡμεῖς τῆς ἐπιβουλῆς ἀνελόντες, τοσούτων συμφορῶν ἐσμὸν παρόντα ἤδη καὶ ὠδινόμενον ουυτω πως εὐκολώτατα κατεπαόσαμεν, ὡς νῦν ἀπιστεῖσθαι περιφανῶς εἰπ́ερ ὅλως τι κὼ ηνμελλεν ἔσεσθαι.
μηδὲ κακιζόντων ἡμᾶς ὡς δὴ τοῖς ἐν αὐτῇ γεγραμμένοις οὐδμῶς ἠκολουθηκότας. τῷ γὰρ οὐ λίαν εὔδηλον, ὡς τὸ γῳῳφθαι, χρῆναι πρὸς τὴν βασιλέως αὐτὸν πόλιν ἰέναι, ἀπωι εἵ μὲν ὂν ὑπῆρχε καὶ βάσανος , εἶπερ αὐθαιρέτως ἔαν οἱ τοῖς 109 προσταττομ́νοις, ὥστε δικαίως ἁρμόσασθαι; γνωσθὲν τοίνυν
110 ῥᾳδίως ἡμῖν τὸ ἀνήκουστον τῆς γνώμης καὶ ἁμιλλώμψον , δι᾿ ὃ τὸ ἔλαττον ἀπεσείσατο, πῶς ἐπὶ τὸ μεῖζον ἴδει wῳέπειν καὶ μὴ θᾶττον εἰς ἐκεῖνο τὸ πέρας ἐλθεῖν , εἰς ὅπερ , πολλῶν ἐν μέσῳ συμβεβηκότων δεινῶν , πρὸς ἀνάγκης καὶ ὣς πωιή-
ζην, καὶ ληρώδεις ἀγῶνας ἐγείρειν, καὶ τῆς τῶν πραγμάτων ἀσφαλείας ἀνθαιρεῖσθαι μᾶλλον τὴν ἐπὶ τοῖς λόγοις κομψείαν. ἀλλ’ οὐ συνεχώρουν, ὦ κακοδαίμονες, οἱ πέρσαι παρόντες 114 καὶ τοῖς ἔργοις ἐγκείμενοι, καἰ τῆς Κολχικῆς χώρας ἁπάσης ταῖς τούτου βουλαῖς ἐπιλαμβάνεσθαι παρεσκευασμένοι. ἐπεὶ
δὲ πανταχόθεν ὁ Γουβάζης ἀποδέδεικται πολέμιός τε καὶ δότης, καὶ πρὸς τυραννικὰς ἐλπίδας ἠρμένος, τι διαφέρειν οἴονται σφισιν οἱ Κόλχοι, εἴτε παρ’ ἡμῶν εἴτε παρ’ πέρων ἀνῄρηται; ἧται; οὐ γὰρ στρατηγοῖς μόνοις ἢ τοῖς ἄλλως δυνατωτάτοις ὁ τῆς ὁ τῆς εὐνοίας ἐθέλει σκοπὸς ἐμφύεσθαι καὶ προσιζάνειν·
ἀλλὰ παντὶ τῷ βουλομένῳ βατὸν δήπου καἰ προσῆκον ἐν ᾗ τέτακται πολιτείας ὑπεραλγεῖν, καὶ τὸ κοινῇ συνοῖσον ἐς δύναμιν κατορθοῦν. οὐκοῦν εἰ καὶ βδελυροὶ κατ’ αὐτοὺς καὶ κατάπτυστοι καθεστήκαμεν , ἀλλὰ πιστότατοι βασιλεῖ καὶ φιλορώμαιοι, 115 καὶ οἶοι τοῖς ἐπιβουλεύειν πειρωμένοις μὴ ἐφιέναι.
εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἴσθι σαφῶς , ὦ δικαστὰ, καλὸν μὲν ὡς ἀληθῶς καὶ δίκαιον τὸ παρ’ ἡμῶν ἐν δέοντι τολμηθὲν, οὐκ ἄνευ δὲ τῆς τοῦ Μαρτίνου γνώμης γεγενημένον.”
ἄδικος δὲ μᾶλλον καὶ παρανομώτατος ὁ φόνος γεγενημένος, ὡς καὶ τῆς ἐπὶ τὴν Ὀνόγουριν συστρατείας οὐ μηδισμοῦ χάριν ἀπαγορευθείσης, ἀλλὰ τῷ ἄχθεσθαί γε αὐτὸν κατὰ τῶν στρατηγῶν, ἀνθ᾿ ᾧν αὐτῆς καὶ ἀπεστέρηντο ῥᾳστώνῃ πολλῇ καὶ ἐκμελείᾳ κεχαυνωμένοι· ἐπειδὴ οὖν ταῦτα
ἐγίγνωσκε, τότε δὴ τὸ μὲν ἐπὶ Μαρτινῳ λεχθὲν, ὡς ἄρα καὶ ἐκείνῳ μετῆν τῶν ἐς τοῦτο βεβουλευμένων, ἀνοίσειν βασιλεῖ διενοεῖτο. τοῖς γε μὴν τὸ ἀπεκτονέναι περιφανῶς ὡμολογηκόσι κρίσιν ἐπῆγεν ἀνάγραπτον, ἐν ᾗ διέταττε θᾶττον αὐτοὺς διαφθαρῆναι, 119 ὑπὸ τὴν δικαστικὴν μάχαιραν γιγνομένους, καὶ
τὰς κεφαλὰς ἀφαιρουμένους. καὶ οἱ μὲν ἐπὶ τοῖς ὀρεῦσιν ἥμενοι, καὶ ἀνὰ τὰς λεωφόρους περιενεχθέντες, μέγιστον θέαμα τοῖς Κόλχοις εἶναι ἐδόκουν, καὶ πλείστῃς ἄξιον εὐλαβείας. ἐτεθήπεσάν τε καὶ ἐπὶ τῷ κήρυκι τορόν τι μάλα βοῶντι καὶ διαπρύσιον, καὶ παρεγγυῶντι δεδιέναι τοὺς νόμους, καὶ φόνων
ἀδικ́ων ἀπέχεσθαι. ἔπει δὲ αὐτοῖς καὶ ἀπετέτμηντο οἱ αὐχέ-
τετολμημένα· τὴν μὲν ἀληθεστάτην αἰτίαν ἠρέμα ὑποκρυπτόμενοι, λέγοντες δὲ, ὡς ἐπειδὴ ἐκπλείστου τὰ περσῶν ἐτύγχανον ᾑρημένοι, προπηλακίζεσθαι σφᾶς ὑπό τε Κόλχων αὐτῶν καὶ Ῥωμαίων, καὶ ἐν τοῖς ἀτιμοτάτοις τετάχθαι, πέρας δὲ Σωτήριχον αὐτοῖς ἐπιστῆναι , λύ’ μὲν ὡς δὴ χρυσίον τοῖς
ξυμμάχοις διανεμοῦντα, ἔργῳ δὲ τὰ ἐπὶ λύμῃ τε καὶ τοῦ παντὸς γένους διαπραξάμενον. „Παρὸν τοίνυν ἡμῖν” ἔφασαν οἱ πρέσβεις ἢ ἄρδην ἀπολωλέναι, ἢ προτερήσασι δό- 124 ξαν μέν τινα ἴσως παρ’ ἐνίοις ἀπενέγκασθαι προπετείας , καὶ ὡς τοιοίδε κακίζεσθαι, βιοτεύειν δὲ ὅμως ἔτι κὰτ ἐξουσίαν,
καὶ τὰ ἡμέτερα αὐτῶν ᾖ ἂν συνοίσειν δοκοίη διατιθέναι, εἱλόπολιτεύμενα εἰλό-
128 βεβαιοτάτην ἐνθένδε τοῖς Πέρσαις παρασχόμενοι, εύκλεέστερον προσχωρήσαιμεν. ἐπεὶ δὲ τούτων τε ἁπάντων καὶ μάλιστα τοῦ μηδισμοῦ ἕνεκα οὐκ ἀνήσουσι χαλεπαίνοντες οἱ Ῥωμαῖοι, ἄλλο τάχιστα ἡμῖν ἐπιπεσοῦνται , καὶ ἅπαντας, τὸ γε ἐς αὐτοὺς ἧκον , διαφθεροῦσι, προσήκει δή σοι, ὦ στρατηγὲ, δέχεσθαί
τε ἡμᾶς εὐμενῶς καὶ ἐπαμύνειν, τῆς τε χώρας πέρι ὡς οἰκείας τολοιπὸν καὶ κατηκόου τὰ προσήκοντα διανοεῖσθαι· καὶ μὴ περιιδεῖν οἰχήσεσθαι κινδυνεῦον γένος οὐ σμικρὸν, οὐδὲ ἄσημον; ἀλλὰ καὶ πλείστην ὅσην ὠφέλειαν τῇ περσῶν ἐπικρατείᾳ προσφέρεσθαι ἱκανώτατον. πολέμων τε γὰρ ἡμάς
ἴδριας ὄντας ἁμωσγέπως εὑρήσοιτε ἂν, καὶ καρτερώτατα ξυν- 129 αγωνιζομένους, ἡ τε χώρα, ἐν ὑπερτέρῳ τῶν Κόλχων κειμένη, γενήσεται ὑμῖν ὁρμητήριον ἀσφαλὲς, καὶ οἷον ἐπιτείχισμα κατὰ τῶν πολεμίων”. ταῦτα δὲ ἀκούσας ὁ Ναχοραγὰν, προσίετό τε αὐτοὺς ἀσμενέστατα, καὶ ἐπῄνει τῆς μεταστάσεως, καὶ θαῤῥοῦντας
ἰέναι ἐκέλευσεν, ὡς τῆς Περσικῆς ἐπικουρίας ἐν δέοντι τευξομένους. οἱ μὲν οὖν πρέσβεις ἐς τὰ οἰκεῖα ἐπανελθόντες,
ἐπιστρατεύειν. ἀλλὰ Βούλης μὲν καὶ Ἰουστῖνος ἀνὰ τὴν Νῆσον μένειν ἐτετάχατο , φρουρήσοντες τὰ ἐνθάδε , καὶ ἁπάντων ἐπιμελησόμενοι. ἐστέλλοντο δὲ ἐπὶ τὸν πόλεμον ἅνδρες 135 ἐς τετρακισχιλίους, πεζοὶ ἅμα καὶ ἱππόται· ἐν τοῖς ἄνδρες Β τε ἦσαν τῶν γνωριμωτάτων ἄγαν , καὶ Μαξέντιός τε καὶ Θεόδωρος,
ὁ τῆς Τζαννικῆς δυνάμεως πρωτοστάτης , ὥς μοι πολλάκις ἐῤῥήθη, ἄμφω πολεμικὼ καὶ ταξιάρχω. καὶ οἱ μὲν εἴχοντο τῆς ἐξόδου· ἤμελλε δὲ αὐτοῖς οὐκ ἐς μακρὰν καὶ ὁ Μαρτῖνος ἐπιστήσεσθαι ὡς ἡγησόμενος. ὡς ἂν δὲ μηδὲ πρὸς βραχὺ γοῦν ἀστρατήγητοι εἶεν , ἄρχειν τῶν ὅλων ἐλαχέτην , ἕως ἔτι διὰ
τῆς ὑπηκόου πορεύοιντο, Βαράζης τε ἀνὴρ Ἀρμένιος καὶ Κόλ- χος Φαρσάντης, οὔτε πόνων ἀρετῇ οὔτε τῇ ἄλλῃ ἀξιώσει ἁπάντων τῶν ξυστρατευομένων προήκοντες, μᾶλλον μὲν οὖν ἐνιῶν καὶ 136 ἐλασσούμενοι. ὁ μὲν γὰρ ἐν λοχαγοῖς πέλει ὁ Βαράζης, ἅτερος δὲ τῶν μὶν ἐν τῇ αὐλῇ ταγμάτων τοῦ Λαῶν βασιλέως 20ἡγεῖτο· μάγιστρος ὄνομα τῇ ἀρχῇ· νενόμισται γὰρ τοῦτο καὶ παρὰ τοῖς ταύτῃ βαρβάροις·) οὐ μὴν ἐς τοσοῦτον αὐτῷ φρονήἐνέπλησαν
τῆς τῶν Ῥωμαίων παρασκευῆς, καὶ ὅτι ἐπὶ τοὺς Μισιμιανοὺς 142 ἐχώρουν, ἄραντες ἔκ τε Ἰβηρίας καὶ τῶν ἀμφὶ πολισμάτων , ᾔεσαν καὶ οἱ ἐπ’ ἐκείνους, προκαταληψόμενοί τε τὴν χώραν , καὶ ἐς δύναμιν ἐπαρήξοντες. τῷ τοι ἄρα οἱ Ῥωμαῖοι ἀνὰ τὰ φρούρια τῶν Ἀψιλίων ἀποδιατρίβοντες, παρακρούεσθαι
τὸ παρὸν καὶ διαμέλλειν ἐπειρῶντο, ἕως ἡ τοῦ θέρους ὥρα ἐξήκοι. πέρσαις τε γὰρ ἅμα καὶ Μισιμιανοῖς ἀντιτάττεσθαι ἀνόνητον τι αὐτοῖς ἐδόκει καὶ σφαλερώτατον. οὕτω δὴ οὖν ἀμφότερα τὰ στρατεύματα ἠρέμει, κὼ οὐδὲ ὁπότεροι ἐς τὸ περαιτέρω φοιτᾷν διανίσταντο, ἀλλ’ ἐπετήρουν
ἀλλήλους καὶ ἀνέμενον, εἰ γέ τις πρότερος ὁρμηθείη. παρῆσαν δὲ τοῖς Πέρσαις καὶ Οὖννοι Σάβειροι ἐπὶ μισθοφορᾷ 143 προσβοηθήσοντες. τοῦτο γὰρ τὸ γένος μέγιστόν τέ ἐστι καὶ πολυάνθρωπον , φιλοπόλεμόν τε ἐς τὰ μάλιστα καὶ ἁρπαλέον, 144 καὶ οἶον δὴ οὑν ἀεὶ τῶν ὀθνείων ἐφίεσθαι μισθοῦ τε ἕνεκα
μόνου καὶ τῆς ἐπὶ τῇ λείᾳ ἐλπίδος νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις , νῦν δὲ ἄλλῳ τῳ ξυμμαχεῖν καὶ ξυνδιακινδυνεύειν ἐς
κατὰ Περσῶν αὐτοῖς ἐπολεμήθη, ὅτε πολλοὺς τῶν Διλιμνιτῶν ἐπελθόντας σφίσι κατέκτειναν ἐν τῇ νυκτμαχίᾳ, ὥς μοι ἕκαστα 147 προδεδιήγηται. ἐκείνου δὲ τοῦ ἔργου πέρας λαβόντος, ἀφίεντο μὲν ὑπὸ Ῥωμαίων τὰ συγκείμενα κομισάμενοι, πάλιν δὲ τοῖς ὀλιγ́ῳ ἔμπροσθεν πολεμιωτάτοις ξυνείποντο, τυχὸν
μὲν οἱ αὐτοὶ, τυχὸν δὲ ἕτεροι, Σάβειροι δὲ ὅμως ὅντες καὶ ἐκ τοῦ σφετέρου ἔθνους ἐς τὴν ξυμμαχίαν ἀπεσταλμένοι.
σαφέστατα ἐγνωσμένον, καὶ ὅτι ἄνοπλον οὕτω πως καὶ ἀνειμένην τινὰ δίαιταν ἄγοντες διατελοῦσιν, ἤλαυνον εὐθὺς ἐπ᾿ αὐτοὺς τριακοσίους ἐπαγόμενοι ἱππότας. περιστάντες δὲ κύκλῳ τὸ ἕρκος, (ἦν γὰρ οὐ λίαν ἐς ὕψος ἀνέχον, ἀλλ᾿ ἐς ὅσον 148 ἱππότου ἀνδρὸς ἔκτοσθεν ἐφεστηκότος τὸ πρόσωπον ὑπερφαίνεθαι,)
τούτῳ δὴ οὖν πελάσαντες, ἔβαλλον πάντοθεν τοὺς βαρβάρους ἀκοντίοις τε καὶ λιθοις καὶ τοξεύμασι, καὶ παντὶ τῷ προστυχόντι. οἱ δὲ οὖν πλείους εἶναι τοὺς ἐπελθόντας ἢ κατὰ
εἶτα ἐπὶ θάτερα διεκπεσόντες, ὑπὸ τὸ λώιον τῆς 152 ἐχομένης ἐκρύπτοντο ὕλης. πλὴν ἀλλὰ καὶ τούτους οἱ Ῥωμαῖοι ἀνιχνεύειν ἐπειρῶντο. τούτων δὲ τοῖς πέρσαις ἀπηγγελμένων, αὐτίκα οἶγε ἴλας ἰππέων στέλλουσιν ἐπ’ αὐτοὺς ἐς δισμυρίους ἄνδρας συντεταγμένους. οἱ δὲ Ῥωμαῖοι, εἴξαντες τῷ πλήθει
καὶ ὡσπερ ἀρκούμενοι τῷ γεγενημένῳ , ἀπεχώρουν δρομαῖοι, καἰ αὖθις ἐς τὸ πρότερον φρούριον ἐσδραμόντες, ἐν τῷ ἀσφαλεῖ καθίσταντο , τῷ μὲν πραχθέντι μεγαλαυχοῦντες, ἀνιώμενοι δὲ μόνον ἐπὶ Μαξεντίῳ· ἐτύγχανεν γὰρ τῶν ἀνὰ τὴν ὕλην διαδύντων βαρβάρων ὑπότου βιαιότατα τετρωμένος, ὡς καὶ φοράδην
ἀχθεὶς ἐπὶ κλίνης κρεῖττον ἁπάσης ἐλπίδος ἀποσωθῆναι. 153 ἐπειδὴ γὰρ ἐβέβλητο, αὐτίκα οἱ ὀπαδοὶ ἀράμενοι αὐτὸν ᾤχοντο μετὰ τάχους, πρὶν ἅπαντας ἐπελθεῖν τοὺς πολεμίους. ὡς δὲ ἧκον καὶ ἐπεφέροντο, τότε δὴ οἱ ἄλλοι Ῥωμαῖοι ἐφ’ πέραν τινὰ φεύγοντες πορείαν, καὶ κατὰ σφῶν τοὺς διώκοντας ἐπισπώμενοι, χώραν
παρέσχον ἐκείνῳ ἐν τῷ ἐρύματι σχολαίτερον ἀποκομισθῆναι.
ἐγκαταστήσαντος. ταῦτα δὲ ὁποῖον τινα κατείργαστο 156 οὔ μοι εἰρήσεται, ὡς δὴ Προκοπίῳ τῷ ῥήτορι σαφῶς ἀναγεγραμμένα. ἐνταῦθα δὴ οὖν τῷ Ἐλμινζοὺρ ἀφιγμένῳ αἴσια τις ξυνελάβετο τύχη. ἐτύγχανον γὰρ οἵ τε τῶν περσῶν φρουροὶ, οὕτω ξυνενεχθὲν , ἐκτός που τοῦ ἄστεος διατρίβοντες,
καὶ τὸ πλῆθος τῶν οἰκητόρων ἄλλος ἄλλοθι διεσκεδασμένοι. τοιγάρτοι ἀκονιτὶ παρελθὼν εἴσω , γᾶι τὴν πόλιν παραστησάμενος, ὁ δὲ καὶ τὴν περιοικίδα κατέδραμεν· καἰ ὅσην μὲν Περσικὴν εὗρεν ἀπόμοιραν , τούτους δὴ πανωλεθρίᾳ διέφθειρε, τὸ δὲ ἰθαγενὲς ἅπαν καὶ ἐπιχώριον , ἐπειδὴ αὐτοὺς διέπω
τῷ ὀθνείῳ δέει μᾶλλον ἢ τῇ σφῶν ἀπιστίᾳ μηδίσαντας, ἐνοικεῖν 157 αὖθις τῇ οἰκείᾳ ἐφῆκε πατρίδι, ὁμήρους τε λαβὼν ἐς τὸ 158 πιστότερον, καὶ ἕκαστα ἐν δέοντι κρατυνάμενος. οὕτω τε αὐθις ἡ Ῥοδόπολις ἐς τὰ πρότερα ἐπανῆκτο, στέργουσά τε τὰ πάτρια νόμιμα, καὶ βασιλεῖ τῷ Ῥωμαίων ὑποκλινομένη. τούτου
μὲν οὖν τοῦ θέρους οὐδέν τι ἄλλο ἐπράχθη ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην. τοῦ δὲ χειμῶνος ἐπιλαβομένου , οἱ μὲν πέρσω εὐθὺς μετανίσταντο, καὶ ἐπανῄεσαν ἔς τε τὸ Κο-
αὖθις πορείας. γενομένοις δὲ αὐτοῖς ἀμφὶ τὸ φρούριον τὸ Τιβέλεος, οὕτω καλούμενον, ὃ δὴ τήν τε τῶν Mισιμιανῶν χώραν καὶ Ἀψιλίων διορίζει καὶ ἀποτέμνεται, ἐφίσταται ὁ Mαρτῖνος, ἐφ᾿ ᾧ ἐς τὰ λοιπὰ ἡγεῖσθαι καὶ ἅπαν τὸ στράτευμα διατάττειν. ἀλλὰ νόσος τις αὐτῷ ἐνσκήψασα μοχθηρὰ πάρει
λετο καὶ ἀνέχοψε τὴν προθυμίαν. καὶ ὁ μὲν αὐτοῦ ἐμεμενήκει, ὡς ὀλίγῳ ὕστερον ἐπὶ τὴν Κολχίδα γῆν ἐπανήξων καὶ τὰ ἐκείνῃ πολίσματα. οἱ δὲ καὶ ὣς ἀνὰ τὰ πρόσω ἐχώρουν, ὑπὸ τοῖς προτέροις πάλιν ἀγόμενοι ἡγεμόσιν. πρῶτα μὲν οὖν ᾠήθησαν χρῆναι ἀποπειρᾶσθαι τῶν Mισιμιανῶν, εἴ που ἄραι
162 ἐθελούσιοι ἐς τὸ σῶφρον μεταβάλοιεν, καὶ τοὺς οἰκείους ἄρχοντας ἐπιγνόντες, μπαμελήσοι αὐτοῖς τότε γοῦν τῶν ἡμαρτημένων, καὶ σφᾶς τε αὐτοὺς τοῖς Ῥωμαιοις ἐγχειρίσαιεν, καὶ τὰ χρήματα ὁπόσα τὸν Σωτήριχον ἀφείλοντο , ἀλλὰ καὶ ταῦτά γε ἀποδοῖεν. καὶ τοίνυν ἐκ τοῦ Ἀψιλιων γένους λοχίμους
ἄνδρας, ὡς οἷόν τε ἦν, ἀπολεξάμενοι, στέλλουσιν ἐς ταῦτα πρεσβευσομένους. οἱ δὲ Mισιμιανοὶ τοσούτῳ ἐδέησαν τῆς
κοινὰ τῶν ἁπάντων ἀνθρώπων νόμιμα , τοὺς πρέσβεις ἀθρόον ἀπέκτειναν , καὶ ταῦτα Ἀψιλίους γε ὄντας ὁμοδιαίτους καὶ ἀγχιτέρμονας, καὶ ὧν μὲν ἐπεκάλουν ἐκεῖνοι Ῥωμαίοις τε καὶ Σωτηρίχῳ οὐπώποτε μετειληχότας, παραίνεσιν δὲ φιλίαν ἐς τὸ συνοῖσον ἄγουσαν οὐ ξὺν χαλεπότητι ἀπαγγείλαντας.
οὔνποτε δυνήσεσθαι τοὺς ῾Ρωμαίους παραμείψασθαί τε αὐτὴν 166 καὶ ὑπερβαλέσθαι , οἱ δὲ τὰ δεινότερα ἔδρασαν. ἔστι γάρ τι ὄρος προβεβλημένον τῆς χώρας, αἰπὺ μὲν οὐ λίαν, οὐδὲ ἔπιμέγα ἠρμένον, ἄναντες δὲ σφόδρα καὶ ὄρθιον, καὶ πέτραις ἀποτόμοις ἑκατέρωθεν πεπυκνωμένον· βραχεῖα δὲ ὁδὸς ἐν μέσῳ
καὶ ἀτριβὴς ὑποφαίνεται, καὶ ὁποία μηδὲ ἑνὶ ἀνδρὶ ἀδεέστερον πορευομένῳ βατὴ εἶναι ῥᾳδίως καὶ εὐεπίδρομος, ὡς εἴγ8
ἐν ὀργῇ ἐποιήσαντο τὸ γεγενημένον. καὶ δὴ τῶν βαρβάρων μελλόντων , καὶ οὔπω φρουρὰς τῷ λόφῳ καταστησάντων, προτερήσαντες κρατοῦσι τῆς ἄκρας ῥάχιας, καὶ οὐδενὸς εἴργοντος ὑπερβάντες, ἐς τὰ ἱππάσιμα τῆς χώρας ἅπαντες καὶ ἀναπεπταμένα παρῆλθον πεδία. οἱ δὲ Mισιμιανοὶ ἐπειδὴ τῆσδε
διήμαρτον τῆς ἐλπίδος , αὐτίκα τὰ πλεῖστά γε καὶ περιττὰ τῶν σφετέρων φρουρίων ἐμπρήσαντες, ὡς οὐχ οἶόν τε ὂν ἅπασιν ἀρκέσαι, ἐς ἕν τι μόνον, ὅπερ ὀχυρώτατον αὐτοῖς ἐδόκει, 170 ἅπαντες ξυνελέγοντο. τοῦτο δὲ Τζάχαρ μὲν ἐκ παλαιοῦ ὀνομάζεται, Σιδηροῦν δὲ αὐτὸ διὰ τὸ στεῤῥόν τε καὶ ἀνάλωτον
ἐπίκλην ἀποκαλοῦσιν. ὀλίγοις δέ τισι τῶν Ῥωμαιων καὶ οὐ 171 πλέον ἢ τεσσαράκοντα ἱππεῦσι ξυνηθροισμένοις, (ἦσαν δὲ οὐ τῶν πολλῶν, ἀλλ᾿ ἔξοχοι ἐς τὰ μάλιστα, καὶ τάγμασιν ἐφεστηκότες,) τούτοις δὴ οὖκ ἀποκριδὸν τοῦ ἄλλου ὁμίλου πορευομενοις, ἐπιφοιτῶσιν ἄνδρες τῶν Μισιμιανῶν ἐς ἑξακοσίους,
πεζοὶ ἅμα καὶ ἱππόται, οἰόμενοι ἅπαντας τῷ πλήθει ζυλλαβοντες ῥᾳδίως διαχειριεῖσθαι. οἱ δὲ τῇ τῶν πολέμων ἐμ-
ἅπασαν τὴν φάλαγγα τῶν πολεμίων, νῦν δὲ αὖθις ἀναθεόντων 174 καὶ ἐν τῷ ἀσφαλεῖ γιγνομένων. ἐν τούτῳ δὲ τῆς ἄλλης στρατιᾶς ἄνωθεν ἐξ ὑπερτέρου τινὸς ορους ἐπιφανείσης, ἐνέδραν εἶναι καὶ δόλον οἱ βάρβαροι τὸ χρῆμα ὑποτοπήσαντες, εὐθὺς ἔφευγον προτροπάδην. ἀλλ’ ὁ τῶν Ῥωμαίων στρατὸς,
(ἐτύγχανον γὰρ ἤδη ἅπαντες ἀλλήλοις ἐνέκειντο μάλα διώκοντες, ἴως τοὺς πλείστους πολεμίους ἀπέκτειναν, ὡς μόνους ἐκ τοσούτων ὀγδοήκοντα ἄνδρας ἐς τὸ Σιδηροῦν ἐκεῖνο φρούριον ἀποσωθῆναι. εἰ μὲν οὖν αὐτίκα ὅπως εἶχον ὁρμῆς οἱ Ῥωμαῖοι ἐπῆλθον τῷ ἐρύματι , καταπεπληγμένων
τῶν βαρβάρων τοῖς ξυνενεχθεῖσιν, πάντως ἂν, οἶμαι, αὐτοβοεί γε ἅπαντας εἷλον, καὶ αὐθημερὸν ὁ πόλεμος ἐτελεύτα. 175 νῦν δὲ τῷ μὴ παρεῖναι αὐτοῖς στρατηγὸν τῶν ὀνομαστοτάτων, δυνάμει τε καὶ φρονήματι προὔχοντα, ἴσους δὲ σχεδὸν τι ἅπαντας καθεστάναι, ὡς καὶ ἀντεγκαλεῖν ἀλλήλοις τυχὸν καὶ 176 ἀντιπαρακελεύεσθαι, καὶ ὁποῖα ἀττα τις φήσειεν τοιάδε ἐπαΐειν, ἀτελῆ καὶ οὐ λίαν ἀξιέπαινα ὑπῆρχε τὰ ἐγχειρήματα. ἐς γὰρ διάφορόν τινα γνώμην μεμερισμένοι, καὶ τοὺς μὲν
179 τοῦ ἐνδεοῦς αἰτίαν οὐκ ἄλλο τι ἀποφαίνεσθαι, ἢ το μὴ τά οἱ δόξαντα διαπραχθῆναι.
ἀλλὰ ὄκνῳ εἴκοντες καὶ ῥᾳθυμίᾳ, ὁδοῦ πάρεργα ἡγοῦντο τὰ σπουδαῖα καὶ ἐπικαιρότατα, κατόπιν μὲν τοῦ προσήκοντος καιροῦ ἐπιφοιτῶντες τοῖς ἐναντίοις, πρωϊαίτερον δὲ 180 ἐπανερχόμενοι. αὐτοὺς ἄρξοντά τε ἁπάντων καὶ ἡγησόμενον,
ἄνδρα Καππαδόκην μὲν τὸ γένος, ἀξιώματι δὲ στρατηγικῷ ἐκ πλείστου τετιμημένον, ᾧ δὴ ὄνομα ἦν Ἰωάννης, Δακνᾶν δὲ αὐτὸν προσεπωνόμαζον, ἔσταλτο δὲ ἐς Κόλχους οὐ πολλῷ ἔμπροσθεν ἐκ βασιλέως, τὸ ῾Ρουστίκου ἔχων ἐπίταγμα, ἐφ᾿ ᾧ ἕκαστά τε τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς διαγγέλειν, καὶ τῶν
181
τῶν γὰρ οἰκήσεων αἱ πλεῖσται οὐκ ἐν αὐτῷ δήπου τῷ περιβόλῳ ἐτύγχανον οὖσαι, ἐλλ' ἐπὶ σκοπέλῳ τινὶ ἀγχοῦ παρατεταμένῳ, φάραγγες δὲ ἐν αὐτῷ καὶ πέτραι ἀπεῤῥωγυῖαι, ἐπιπλεῖστον διήκουσαι, δυσπρόσοδα λίαν καὶ ἄπορα τοῖς ὀθνείοις καὶ οὐκ εἰθισμένοις τὰ τῇδε ἅπαντα ἐκτελοῦσιν. τό γε
μὴν ἐπιχώριον ἐμπειφίᾳ τῶν τόπων ἔκ τινος στενωτάτης ὁδοῦ καὶ ὑπολανθανούσης, μόλις μὲν καὶ αὐτοὶ καὶ πεπονημένως καταφέρονται δὲ ὅμως, εἴπου δεήσοι, καὶ αὖθις ἀνέρπονυσιν. ὑπὸ δὲ τὸν πρόποδα ἐν αὐτῷ δὴ τῷ χθαμαλῷ καὶ ἡπλωμένῳ 184 πίδακες ποτίμου ὕδατος ἀναβλύζουσιν, ὅθεν ὑδρεύονται οἱ
τῷ καολωνῷ ἐνοικοῦντες. τότε δὴ οὖν, (ἐπετήρουν γὰρ οἱ Ῥωμαῖο 185 μαὶοι καὶ ἀπεῖργον τὸ μέρος,) νύκτωρ οἱ βάρβαροι κατιόντες ἠρύοντο. Ἴσαυρος δέ τις ἀνὴρ, Ἰλλοῦς ὄνομα, ἐπὶ τῇδε τῇδε φρουρᾷ τεταγμένος, ἐπειδὴ κατεῖδε πλείστους τῶν Μισιμιανῶν πόῤῥω που τῶν νυκτῶν ἐς τοῦτο καταβεβηκότας, ὁ δὲ
ὐποκρυπτόμενος ἡσυχῇ ἔμενε καὶ ξυνεχώρει· ὡς δὲ ἐκεῖνοι τὰς κάλπεις ἐμπλήσαντες ἐπεπορεύοντο, εἵπετο λάθρα ὀ Ἴσαυρος καὶ συνανῄει, ἕως ἐπ' ἄκρου γενόμενος τήν τε τοῦ χω-
δρας ἑκατὸν ἀπολεξάμενος ἀλκίμους τε καὶ θαῤῥαλέους, ἔστειλεν ἐπὶ τὴν ἐφοδον, κατασκοπήσοντάς τε τὸν χῶρον, καὶ ἐπιθησομένους ὅπῃ παρείκοι εἴρητο δὲ αὐτοῖς, ἐπειδὰν βεβαιότατα ἀναβαῖεν, τῷ τείχει προσβάλλοντος ἑκατέρωθεν τοὺς πολεμίους
διακυκηθῆναι.
ὁ τῶν Τζάννων ταξίαρχος· καὶ οὕτως ἑξῆς ἅπαντες οἱ 189 ἄλλοι ἀνήγοντο στοιχηδὸν ἀλλήλοις παρομαρτοῦντες. ἤδη δὲ αὐτῶν ὑπὲρ τὸ μεσαίτατον ἐληλυθότων, ἑώρων μάλα σαφῶς οἱ προτεταγμένοι τήν τε πυρὰν τῶν φρουρῶν ἀναπτομένην, καὶ αὐτοὺς ὡς πλησιαίτατα κατακεκλιμένους· καὶ οἱ μὲν ἑπτὰ
περιφανῶς ἐκάθευδον, καὶ ὑπορέγχοντες ἔκειντο. εἷς δέ γε μόνος ἐπ' ἀγκῶνος ἐρηρεισμένος, ὥσπερ ἐγρηγορὼς διετέλει.
τὴν ἀσπίδα. πατάγου δὲ ὥσπερ εἰκὸς μεγάλου ἀρθέντος, ἀνέθορον ἅπαντες οἱ φρουροὶ διεπτοημένοι καὶ ὑπὲρ τῆς εὐνῆς 192 ἥμενοι, τά τε ξίφη ἐσπάσαντο, καὶ κατεσκόπουν ἁπανταχοῦ τοὺς αὐχένας περιδινοῦντες· υμβάλλειν δὲ οὐκ εἶχον, ὅτι ποτέ ἐστι τὸ γεγενημένον· τῷ τε γὰρ πυρὶ καταυγαζόμενοι,
τοὺς ἐν τῷ σκότῳ ἑστῶτας διορᾷν οὐκ ἠδύναντο, καὶ ὁ κτύπος αὐτοῖς καθεύδουσι προσπεσὼν, οὐ μάλα ἐναργὴς ἦν, οὐδὲ ἀποκεκριμένος, οὐδὲ ὁποὶος ὅπλα παραδηλῶσαι κατεωεχθέντα· οἱ δὲ Ῥωμαῖοι ἐς τὸ ἀκριβὲς ἕκαστα κατεθεῶντο. τοιγάρτοι τὸ βάδισμα ἐπισχόντες, ἀτρέμα ἐμενον, ὥσπερ τῇ γῇ ἐνεῤῥιζωμένοι,
καὶ οὔτε φωνῆς ἦχος ἐψιθυρίζετο, οὔτε τοὺς πόδας μετρίως γοῦν μετεκίνουν, ἀλλ' οὕτως ὥσπερ εἶχον προσεπεπήγεσαν, 193 πήγεσαν, εἴτε πέπρᾳ ὀξείᾳ τυχὸν, εἴτε θάμνῳ τινὶ ἐτύγχανο0ν ἐπιβεβηκότες. εἰ γὰρ μὴ οὕτως ἐποίουν, καί τις ξυναίσθησις τοῦ δρωμένου τοῖς φύλαξιν ἐγεγόνει, πάντως ἢν πέτραν τινὰ
μεγάλην ἐπαφιέντες κατὰ τοῦ πρανοῦς ἐξεκύλιον, ὡς ἅπαντας ἐπιτρίψαι τοὺς ἐπερχομένους. τῷ τοι ἄρα ἐκεῖνοι ἄναυ-
196 ὁπόσα φθέγγεσθαι ὁ καιρὸς οὐκ ἐδίδου. οἱ δὲ βάρβαροι, ἐπειδὴ αὐτοῖς μηδὲν ὁτιοῦν δεινὸν ὑπεφαίνετο, πάλιν εἰς τὸ προσφιλὲς ἐτράποντο, ἀσμενέστατα καταδαρθέντες.
καὶ πρός γε ἐκεὶνον τὸν ἡμιάγρυπνον, ὡς ἄν τις αὐτὸν ἐπιτωθάζων ἐπικαλέσοι. καὶ τολοιπὸν ἀδεῶς ἀνὰ τὰ πρόσω χωρήσαντες, 197 ἀμφὶ τὰς λαύρας τῶν οἰκήσεων ἐσκεδάννυντο· καὶ ἅμα ἡ σάλπιγξ ἐπῇδε τὸ ἐνυάλιον. ἀκούσαντες δὲ οἱ Μισιμιανοὶ κατεπλήττοντο μὲν τῷ παραλόγῳ· τὰ δὲ παρόντα οὐ ξυνιέντες,
ὅμως ἀνεγρόμενοι ἐπ᾿ ἀλλήλους φοιτᾷν ἵεντο καὶ ξυναθροίζεσθαι, 198 ἄλλος ἄλλοθεν διεκπηδῶντες. ἀλλ᾿ οἱ Ῥωμαἰοι ἐν αὐτοῖς δὴ τοῖς προθύροις ὑπαντιάζοντες, καὶ ὥσπερ τοῖς ξίφεσιν αὐτοὺς δεξιούμενοι, πλεὶστον ὅσον εἰργάζοντο φόνον. οἱ μὲν γὰρ ἤδη ἐκβάντες εὐθὺς ἀνῄρηντο, ἕτεροι δὲ παρῆσαν,
καὶ ἄλλοι ἤμελλον, καὶ λώφησις οὐκ ἦν τοῦ κακοῦ, ἁπάντων ἐπειγομένων. ἤδη δὲ καὶ γύναια πολλὰ διαναστάντα θύραζε
καὶ ἡ μὲν δορατίῳ τὴν γαστέρα διατορηθεῖσα, ἐτεθνήκει , τῶν δέ τις Ῥωμαίων ἀνελόμενος τὸ λαμπάδιον 201 ἐμβάλλει πῦρ τοῖς περιαυλίσμασι. τὰ δὲ, (ξύλοις γὰρ καὶ ἐτύγχανον ἐσκευασμένα,) τάχιστα ἐνεπίμπρατο· ἥ τε φλὸξ ἐς τοσοῦτον μεγέθους ἐξήρθη , ὡς καὶ τῷ Ἀψιλίων ἔθνει καὶ
τοῖς πορρωτέρω ἔτι τὰ ποιούμενα διαγγέλλειν. τότε δὴ οὖν καὶ μᾶλλον οἱ βάρβαροι χύδην ἀπώλλυντο. οἱ μὲν γὰρ οἶκοι μεμενηκότες ἐπυρπολοῦντο ἢ κατεχώννυντο· τοῖς δὲ πρὸς τὰ ἐκτὸς διεκπίπτουσιν ἑτοιμότερος ὁ ἐκ τῶν ξιφῶν ὄλεθρος ἐφειστήκει. παῖδες δὲ πολλοὶ κλαυθμυριζόμενοί τε καὶ τἀς
τεκούσας ἀναβοῶντες, ἡλίσκοντο· καὶ τούτων τοὺς μὲν τῶν πετρῶν ἀφειδῶς ἀκοντίζοντες, διεσπάραττον· ἔνιοι δὲ 202 ὥσπερ ἐν παιδιᾷ ἐς ὕψος ἀνεῤῥίπτοντο, χαἰ εἶτα τῷ ἄχθει ἀντιφερόμενοι, ὀρθίοις τοῖς δόρασιν ὑποδεχθέντες, ἐν τῷ μετεώρῳ διεπερονῶντο. καὶ ἦν μὲν οὐ πόρρω τῶν εἰκότων χαλεπαίνειν
σφόδρα τοὺς Ῥωμαίους τῷ τῶν Μισιμιανῶν γένει, τοῦ τε Σωτηρίχου ἕκατι, καὶ τῆς ἐπὶ τοῖς πρέσβεσι παρανομίας. ἔδει δὲ ὅμως οὐχ ὅσον καὶ ἐς αὐτὰ δὴ τὰ νεογνὰ βρέ-
ἄνδρες τῶν Μισιμιανῶν ἐς πεντακοσίους εὖ μάλα τεθωρακισμένοι, τοῦ φρουρίου ἐκβάντες , ἐς αὐτὸ δὴ τὸ λυκαυγὲς 206 ἐπέρχονται τοῖς Ῥωμαίοις ἀφυλάκτως διακειμένοις, διὰ τὸ οἴεσθαι τελεώτατα κεκρατηκέναι. καὶ πλήττουσι μὲν τοὺς πλείστους, ἅπαντας δὲ ἐς φυγὴν ἐτρέψαντο, βιαιότερον ἐξωθοῦντες.
οἱ δὲ ξὺν ταραχῇ ἐπὶ τὸ κάταντες ὑπαγόμενοι, συχνῶν τε καὶ ποικίλων τραυμάτων ἀνάπλεοι ἐς τὸ στρατόπεδον ἐπανῆλθον, τοῖς τε ἀκοντίοις τῶν πολεμίων βληθέντες, κὼ τῷ περιπταίειν θαμὰ ταῖς πέτραις διακεχαραγμένοι τὰ σκέλη· καὶ ἐπ’ ἐκεῖνον αὖθις τὸν σκόπελον ἀνέρπειν ἥκιστα διενοοῦντο,
τῷ δὲ περιβόλῳ ἐπιφέρεσθαι ᾗ μᾶλλον ἐπίμαχος εἶναι ἐδόκει, καἰ ἅμα τὴν τάφρον καταχωννύναι. καὶ τοίνυν 207 οἰκίσκους τινὰς καὶ καλύβας πλησιαίτερον τεκτηνάμενοι ἐκ τοῦ ἀσφαλοῦς ἐτειχομάχουν, μηχαναῖς τε χρώμενοι καὶ τοξείᾳ, καὶ ἄλλῳ ὁτῳοῦν τρόπῳ χαλεπωτάτην τοῖς ἔνδον καὶ ἀνύποιστον
ποιούμενοι τὴν πολιορκίαν. οἱ δὲ βάρβαροι ἐμόχθουν μὲν σφόδρα ναὶ ἐπιέζοντο, πλὴν ἀλλ᾿ οὔπω ἀνίεσαν ἀμυνόμενοι. ἤδη γάρ τινες σπαλίωνα κομίζοντες , ἐπ᾿ ἐκεῖνα δὴ τὰ
ὁ σπαλίων, καὶ ἠρήριπτο ἀνατετραμμένος, καί πως ἐς τἀναντία τοῦ κύτους περιηγμένου, ἀνεκαλύπτοντο οἱ ἄνδρες καὶ ἀπεγυμνοῦντο. καὶ τοὺς μὲν ἄλλους ῥᾳδίως οἱ Ῥωμαῖοι 210 κατακοντίζοντες ἔκτειναν, εἶς δέ γε ἀποδρὰς ᾤχετο· καὶ ἤδη ἀγχοῦ ἐγεγόνει, καὶ δὴ ἐπέβαινε τῆς πυλίδος. ἀλλὰ τότε ἀθρόον
τοξευθεὶς διαφθείρεται. καἰ αὐτοῦ καταπεσὼν, ὑπὲρ τὸν οὐδὸν ἔκειτο, ὀλίγον μέν τι τοῦ σώματος μεθεὶς, τῷ δὲ πλείονι μέρει 211 πρὸς τὰ ἔνδον παρατεταμένος. τοῦτο δὲ ἰδόντες οἱ Μισιμιανοὶ, καὶ σημεῖόν τι, οἶμαι , τῶν ἐσομένων πέρι φευκτόν τε καὶ ἀπαίσιον ἡγησάμενοι, ἄλλως τε καὶ ἀπειρηκότες τοῖς
πόνοις, καὶ τῆς πρὸς Ῥωμαίους δυσμενείας μάλιστα ὅτι αὐτοῖς οὐδὲ ἡ ἀπὸ τῶν Περσῶν κατὰ τὸ ξυγκείμενον ἀφῖκτο ἐπικουρία· ταῦτα δὴ οὖν ἀναλογισάμενοι, καὶ τὴν οἰκείαν ἀναμετρήσαντες δύναμιν , καὶ ὅτι οὐκ ἀξιόμαχοι ἔσονται 212 οὐδὲ περαιτέρω τὸν πόλεμον ὑπομενοῦσι μόλις ἐν τῷ
τότε γοῦν ἀναμνησθέντες, εὐθὺς ἐπρεσβεύοντο πρὸς Ἰωάννην, καὶ ἱκέτευον, μὴ σφᾶς πανωλεθρίᾳ διαφθεῖραι, μηδὲ ἀνάρπαστον ἄρδην ποιήσασθαι γένος ἐκ παλαιοῦ κατήκοον καὶ ὁμόδο-
216 ἀνδρῶν δὲ ἡβώντων οὐ μεῖον ἢ πεντακισχιλίων ἀπολωλότων, γυναικῶν δὲ πολλῷ πλειόνων, καὶ παίδων ἔτι πλειόνων, ὡς ὀλίγου γε δεῖν ἅπαν διαῤῥυῆναι τὸ φῦλον. ὁ δὲ Ἰωάννης ἀσμενέστατα προσήκατο τὴν ίκπειαν, τοῦ τε μὴ ἐπὶ πλεῖστον ἐν χωρίῳ ἐρήμῳ καὶ δυσχειμέρῳ ἅμα τῇ στρατιᾷ διακινδυνεύειν,
καὶ ὅτι ἀποχρώντως ὡς ἀληθῶς οἱ ἡμαρτηκότες ἐτετιμώρηπο τοιγάρτοι ὁμήρους λαβὼν, καὶ τὰ χρήματα ὁπόσα ὁ Σωτήριχος ἐπεφέρετο, τά τε ἄλλα καὶ πρός γε τὸ ἐκ βασιλέως χρυσίον· ἦν δὲ ἐν νομίσμασιν ἐντελέσι τε καὶ ἀκιβδήλοις δισδισμυρίοις τε καὶ ὀκτακισχιλίος πρὸς ἑτέροις ὀκτακοσίοις· ταῦτα
217 δὴ οὖν ἀπειληφὼς καἰ λείαν πολλὴν περιβαλόμενος, ἐφῆκε μὲν αὐτοῖς ἀδεῶς αὖθις τὰ σφέτερα νέμεσθαι, καὶ τὸν πρότερον ἀνανεώσασθαι βίον. αὐτὸς δὲ ἐπὶ τὴν Κολχίδα γῆν ἐπανῆκεν, κλεινὸν ἅμα καὶ ἀγέρωχον, καὶ μόνοις τριάκοντα ἀνδράσιν ἐζημιωμένον ἀποκομίσας τὸ στράτευμα.
ἐπιβουλῆς οὐκ ἐλάχιστον μέρος γεγενημένον. κατεῖχε δὲ τέως τὴν γνώμην καὶ ὑπελάνθανε, μὴ χρῆναι οἰόμενος ἀνακινῆσαι τὸ ἄρχον καὶ μετασκευάσασθαι ταραττομένων ἔτι τῶν τῆδε πραγμάτων, καὶ μάλιστα τῆς στρατιᾶς ἡδομένων τῷ Mαρτιινῳ , διὰ τε τὴν τῶν πολεμικῶν ἔργων ἐμπειρίαν
καὶ τὸ ἕκαστα ἐν δέοντι διατάττειν. οὗ δὴ ἕνεκα, οἶμαι, καὶ διεσέσωστο, ἐπεὶ ἂν καὶ αὐτὸς Ἰωάννῃ τε καὶ Ῥουστικῳ ξυνεεθνήκει· νῦν δὲ ὥσπερ αἰδοῖ τῶν τροπαίων καἰ τῆς εὐβουλίας ᾖ δὴ παρὰ τοὺς κινδύνους ἐχρῆτο, ὑφελὼν ἠρέμα καὶ ὑποχαλάσας τοῦ νόμου τὸ λίαν ἀκριβὲς καὶ ἀτιθάσευτον , ἐφῆκε
μὲν τὸ ἐπίκλημά, ανρχειν δὲ οὐ ξυνεχώρει ἀλλὰ ἰδι- 221 ωτεύειν ἐκέλευεν , ἀρκεῖν ἡγούμενος ἀτιμιᾴ γε αὐτὸν τιμωπήσασθαι, εἰ καὶ τοσούτου μιάσματος μετειλήχει. ἐπειδὴ οὖν οἵ τε Πέρσαι ἠρέμουν , καὶ ἐκεχειρίᾳ ἐῴκει τὸ χρῆμα , τότε δὴ τὸν μὲν ἀπεώσατο, Ἰουστῖνον δὲ προσήκοντά τέ οἱ ὡς ἐγγύτατα
κατὰ γένος, καὶ ἄλλως ὀνομαστότατον ἐν τῷ τότε εἶναι δοκοῦντα, μετάκλητον ἐν Βυζαντίῳ ποιησάμενος, ἅπασάν
ἕκατι ἀπαναίνεσθαι, ῥητόν τι μέτρον χρυσοῦ αἰτεῖ τὸν στρατηγὸν, ὁμολογῶν, εἰ κομίσοιτο, αὐτῷ τε τῷ παρασχόντι ἐς ὅσον ἂν ἕλοιτο χρόνον τὰ ἐπιτήδεια προσφόρως ἐκποριεῖσθαι, καὶ πρός γε ὁπόσον παρῆν θητικόν τε καὶ δοῦλον, καὶ ὅσοι ἄλλοι 226 ὀπαδοί τε καὶ ὑπηρέται καἰ δορυφόροι, ἀλλὰ καὶ τούσδε ἅπαντας
τῆς προσηκούσης τροφῆς ἐμπιπλάναι. ταῦτα δὲ πράττων ἐπηγγέλλετο οὐ μόνον ἀποσώσειν τὸ χρύσιον ἅπαν καὶ ἀντικαθεῖναι ὁπόσον ἂν λάβοι, ἐντελὲς καὶ ἀλώβητον, ὡσπερ ἐκδεδανεισμένον, ἀλλὰ γὰρ καὶ ἕτερον προσεπιδοῦναι . καὶ ἐδόκει μὲν τοῖς πολλοῖς κόμπος εἶναι καὶ οἷον αἴνιγμα τὸ εἰρημένον·
ὁ δὲ Ἰουστῖνος, καίτοι δέον αὐτὸν νεμεσῆσαι τῇ τοῦ
ξυνθήκαις ἐφίησιν αὐτῷ πράττειν ὅ, τι καὶ βούλοιτο.
τάλαντα προφέρων,τοσούτων ὑμᾶς” ἔφασκεν ,,ἀνάγκη χρημάτων ἀποδόσθαι καὶ μεῖον οἰκ ἔνεστιν . ἀλλὰ τὸ τίμημά δέχκσθε χεσθε πρότερον, καὶ ὅπως μοι τὴν ταχίστην ἁιπαντας τοὺς βόας ἀποκομιεἴτε.” τῶν δὲ ἱκπευόντων ἀνεῖναι καὶ ἐπομνυμένων, ἦ μὴν μηδὲ ὅσον ἀροῦν τὰ λήϊα ἀποχρώντως κεκτῆσθαι,
ἀνενευε μάλα σεμνῶς ὁ κατάρατος, καὶ δεινὰ ἐποιεῖτο εἰ μηδὲ 230 πριάσθπι τῷ στρατηγῷ ἐξείη τὰ ἐπιτήδεια. καὶ ἐς τοσοῦτον ἐνέκετιο χαλεπαίνων , ἕως ἐκεῖνοι τὰ τιμιώτατα τῶν κτημάτων ἀπεμπολήσαντες, καὶ χρύσιον, o̔ισον οἷόν τε ἦν αὐτοῖς, συνερανισάμενοι, παρέσχον τῷ κακοδαίμονι λύτρα τοῦ ἐπιοτάγματο.
πάλιν δὲ ἐνθένδε ἰὼν καὶ ἑτέρωθι παραγενόμενος, ἔνθα καμήλων τυχὸν ἢ ὀρέων οὐδὲ ὄνομα ἠκούπο, ὁ δὲ τούτων ἕνεκα ἥκειν ἐβόα, καὶ τοῖς ὁμοίοις χρώμενος πάλιν ἐπε-
τοῖς προσγινομένοις. ἐπειδὴ δὲ ἐς Κόλχους ἀφίκετο, ταὐτά τε ἔπρασσε, καὶ πρός γε ναῦς φορτίδας οὐκ οἴδα ὅπως ἐπικτησάμενος, καὶ τοὺς καρποὺς τοὺς ἐπιχωρίους βιαιότατα ξυναθροίζων, καἰ πολλὰ ἐλαχίστου ὠνούμενος, ἐς τὴν ἀλλοδαπὴν ἐξεφόρει καὶ διεπίπρασκε. σπάνις μὲν οὖν τῶν ἀναγκαίων
εἰκότως ἐπεγίγνετο τοῖς στρατεύμασιν, ὡς καὶ πόας εἶναι ὠνίους. ὁ δὲ μιαρὸς ἐκεῖνος μεταβολεὺς καὶ· παλιγκάπηλος μέγιστα κέρδη προσεποιεῖτο. ἐκ τούτων δὴ οὖν τῶν 234 πόρων τὰ ξυγκείμενα πρὸς Ἰουστῖνον ἐπετέλει , τάς τε τροφὰς παρεχόμενος καὶ τῷ προτέρῳ χρυσίῳ προσεπιβάλλων.
ὁ δὲ, καίτοι γιγνώσκων τὰ ποιούμενα, πολλάκις τε τῶν λεηλατουμένων ὡς αὐτὸν ἰόντων καὶ σὺν ὀλοφυρμῷ προκαλινδουμένων, λώφησιν τε γενέσθαι σφισι τῶν κακῶν ἀντιβολούντων, ὅμως τῶν ὀδυρμῶν καὶ δακρύων ὀλίγα φροντίσας, ἤσθιεν ἀδεῶς ἐκ τῶν ἀδικημάτων, καὶ ἥδετο μὲν ἀπριάτην
εὐωχούμενος, καὶ πρός γε μεστὸν κατὰ τὸ πλέον καὶ ἐμβρι-
ἀλλ’ οὐδὲν ἐνθένδε ἥ τοῦ κρείττονος ἐθωπεύετο δίκη, 237 οὐδὲ τούτοις ἐκεῖνα ἐπεκαλύπτετο· ἔμενε δὲ, οἶμαι , ἠρεμοῦντα καὶ ἐφυλάττετο μόνιμα καὶ ἀνάγραπτα μέχρι τοῦ καιροῦ τοῦ καθήκοντος. οὐ γὰρ ἅμα τῷ πλημμελεῖν καὶ τὰς 238 τιμωρίας ἀναμετρεῖσθαι πεφύκαμεν , μετὰ χρόνον δὲ ὡς τὰ 239 πολλὰ καὶ ἴσως ἡνίκα τῶν εἰργασμένων ἐπιλελήσμεθα . ἀνιώμεθα μὲν τὸ παραυτίκα τοῖς καθ’ ἡμῶν γιγνομένοις, ὡς παραλόγως καὶ οὐκ ἐν δίκῃ συμβεβηκόσι, καὶ καταιτιώμεθα φθόνους ἀνθρωπείους τυχὸν καὶ δυσμενείας, ὡς ἐκ τούτων οὐ προσήκοντα πεπονθότες· τὸ δὲ ξυνέχον ἡμᾶς καὶ διατάττον
ἐπιστάται τὸ πρέπον ἑκάστῳ καὶ ὀφειλόμενον, καὶ τρόπῳ ὅτῳ καὶ βούλεται μέτεισι καὶ ἀνιχνεύει τὰ πολλῷ ἔμπροσθεν 240 ἡμαρτημένα. ἀλλ’ ὁποῖα μὲν ἀττα ἐπὶ Ἰουστίνῳ ὕστερον ξὺν ἠνέχθη καὶ ὅπως αὐτῷ ἡ τοῦ βίου καὶ τῆς τοσαύτης εὐδαιμονίας κατάλυσις ἀδόκητος ἐπεγένετο, εἰρήσεταί μοι ἐς τὸ ἀκριβὲς ἕκαστα, ἥνικα ὁ λόγος ὁδῷ ἰὼν ἀκολούθως καὶ διὰ τῶν ἀεὶ ἐχομένων φερόμενος, ἐς ἐκεῖνο τοῦ χρόνου περιενεχθείη. νῦν δὲ ἀνὰ τὰ πρότερά μοι ἐπανιτέον, καὶ τοῖς ἑξῆς ἐπιχειρητέα·
διεπυνθάνοντο· μάχης δὲ οὐδὲ ὁπότεροι ἤρχοντο, ἀλλ’ ἔμενον ἡσυχῇ· αὐτομάτως, ὥσπερ ἀμέλει τοῦτο ξυνδοκοῦν, διωρισμένον. Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς, ἐπειδὴ ἐπέπυστο τὰ πρὸςτῷ Φάσιδι ξυμβεβηκότα , καὶ ὅτι φυγὰς ἐκ τῆς μάχης ὁ Ναχοραγὰν ἐγεγόνει, αὐτίκα ἐξ Ἰβηρίας αὐτὸν μετακαλεσάμενος, ὠμότατα
μετῆλθε κατὰ τὸν πάτριον νόμον. οὐ γὰρ ἀποχρῶσαν ᾤετο εἶναι ποινὴν τῆς ἀνανδρίας τὸ οὕτω γοῦν αὐτὸν ἁπλῶς ἀποκτεῖναι, ἀλλ’ ἐκ τοῦ αὐχένος τὸ δέρμα διαχαράξας ἀπέ- 244 δειρεν ἅπαν μέχρι τοῖν ποδοῖν, καὶ ἀφείλετο τῶν σαρκῶν πρὸς τὰ ἔνδον ἀνεστραμμένον, ὡς καὶ τοὺς τύπους τῶν μορίων
ἐς τοὔμπαλιν ἀποφαίνεσθαι, καὶ δίκην ἀσκοῦ ἠρέμα ἐμπνευσθὲν ὑπὲρ σκόλοπός τινος ἀνηρτῆσθαι, οὐκτρόν τι θέαμα καὶ μιαρώτατον, καί πρώτῳ, οἶμαι, Σαπώρῃ ἐκείνῳ τῷ πολλῷ ἔμπροσθεν Χοσρόου περσῶν βεβασιλευκότι τετολμημένον. τὰ μὲν γὰρ ἐπὶ Μαρσύᾳ θρυλλούμενα τῷ Φρυγὶ, ὡς ἔρις αὐτῷ πρὸς
Ἀπόλλωνα ξυνέστη ὑπὲρ τῶν αὐλῶν καὶ τῆς αὐλητικῆς ἐπι-
ἐπὶ δένδρου ᾐωρημένον • ταῦτα δὴ οὖν ἅπαντα ποιητῶν ἂν εἴη τερατεία καὶ μῦθοι καὶ παίγνια, οὔτε τῶν ἀληθῶν, οὔτε τὢν εἰκότων ἐστοχασμένα. εἴγε αὐλητήν φασι τὸν Ἀπόλλω γεγονέναι, καὶ ἁμιλλώμενον ἐπὶ τῇ τέχνη, καὶ ἐς τοσοῦτο μετὰ τὴν νίκην χαλεπήναντα, ὡς ἀνοσίαν οὕτω καὶ μανιώδη ποινὴν
ἐπαγαγεῖν τῷ ἡττημένῳ· πῶς δὲ ἂν καἰ ἤρεσκεν αὐτὸν ἐκ τοῦ μετεώρον φαινόμενον τῆς ἀπανθρωπἰας τὸ κατηγόρημα; ταῦτα γὰρ οἵ τε πρότερον ποιηταὶ ᾳνδουσι, καὶ οἱ νέοι παραλαβόντες συνᾴδουσιν. ὦν δὴ καὶ Νόννος, ὁ ἐκ τῆς Πανὸς τῆς Αἰγυπτίας γεγενημένος, ἔν τινι τῶν οἰκείων ποιημάτων, ἅπερ
Δὐτῷ Διονυσιακὰ ἐπωνόμασται, οὐκ οἴδα ἐφ’ ὅτῳ ὀλίγα ανττα 248 τοῦ Ἀπόλλωνος πέρι ἀφηγησάμενος, (οὐ γὰρ δὴ τῶν προηγουμένων ἐπῶν ἐπιμέμνημαι,) εἶτα ἐπάγει·
oὡς μὲν οὖν ἐξ ἐκείνου τὸ μίασμα τοῦτο ουνπω τῷ ἀνθρωπείῳ
251 μὲν καὶ ἐθ᾿ ἑτέροις αὐτῷ πρότερον τόδε τὸ ἄγος ἔξείργασται, 252 οὐκ ἔχω σαφῶς ἀπισχυρισασθαι· ὅτι δὲ Βαλεριανὸν τὸν Ῥωμαίων ἐν τῷ τότε βασιλέα προσπολεμήσαντά οἱ καὶ εἶτα νενικημένον, ὁ δὲ, ξωγρείᾳ ἑλὼν, τόνδε τὸν τρόπον ἐτιμωρήσατο, πολλὴ μαρτυροῦσα ἡ ἱστοριια. καὶ τάχα οἱ πρώτιστοι τῶν
μετά τὴν Παρθυαίων κατάλυσιν τῆς βασιλείας τῆς Περσαῆς ἐπιλαβομένων, Ἀρταξάρης, φημὶ, καὶ Σαπώρης, μιαρώ γε ἤστην ἄμφω καὶ ἀδικωτάτω, εἴγε ὁ μὲν τὸν οἰκῖον δεσπότην ἀπεκτονὼς, τυραννικήν τε καὶ βιαίαν τὴν ἀρχὴν κατεστήσατο· ἅτερος δὲ τιμωρίας ἦρξεν οὕτω δεινῆς καὶ μύσους ἀνοσιωτάτου.
253
Ἀλεξάνδρου τοῦ πάνυ τοῦ Μακεδόνος, τετάρτῳ δὲ ἔτει τῆς θατέρου ξάνδρου τοῦ Μαμαίας ἀρχῆς, τῆς τῶν Περσῶν βασιλείας αβομένῳ τῷ Ἀρταξάρῃ, καθ᾿ ὃν πρότερον ἀπήγγελται τρόπον, διήνυσται χρόνος ἐν αὐτῇ ἐνιαυτῶν πεντεκαίδεκα, δυοῖν 256 μηνοῖν ἐνδεόντοιν. διαδέχεται δὲ τὸ κράτος Σαπώρης ἐκεῖνος ὁ ἐναγέστατος, καὶ διεβίω πρὸς τῷ ἑνὶ τριάκοντα τοὺς πάντας
οἐνιαυτοὺς, ἐνιαυτοὺς, πλεῖστα ὅσα τοὺς Ῥωμαίους τὸν βασιλέα σφῶν ἀνελὼν, καὶ οὐδὲν ὁτιοῦν κώλυμα ἔσεσθαι διανοούμενος, ὁ δὲ ἀνὰ τὰ πρόσω ἐχώρει, καὶ δὴ τήν τε ἢν τῶν ποταμῶν ἐδῄωσε χώραν, καὶ εἶτα τὴν ἐφεξῆς ἐχομένην, Κίλικάς τε ἐληίσατο καὶ Σύρους, καὶ μέχρι τῶν Καππαδοκῶν
ἐλάσας, ἐξαίσιον πλῆθος φόνων κατείργασται, ὡς καὶ ἁ σηραγγώδη καὶ κοῖλα χωρία τῶν ἐν τοῖς ὄρεσι φραγμῶν τοῖς σώμασιν ἀναπληροῦν τῶν πεπτωκότων ἀνθρώπων, καὶ πρὸς ἰσότητα φέρειν τῶν λόφων τὰ διεστῶτα καὶ ἔξανέχοντα, 257 καὶ οὕτω καθιππεύειν ἐν αὐτοῖς, καὶ διαβαίνειν ὥσπερ ἐφ’
ὁμαλοῦ τὰς ἀκρωρείας. τοῦτον μὶν οὖν οἴκαδε αὖθις ἀφιγμένον, καὶ οὐ μετρίως χρησάμενον οἶς ἀσεβήσας ἐτύγχανεν,
κότος δὲ Σαπώρου, ῾Ορμισδάτης ὁ τούτου παῖς τὴν βασιλείαν παραλαμβάνει, καὶ ὸιεβιω ἐν αὐτῇ χρόνον ἐς ὅ, τι ἐλἀχιστον· 260 ἐνιαυτὸν γὰρ ἕνα καὶ δέκα ἡμέρας τῆς τύχης ἀπωνατο, μηδὲν ὁτιοῦν δράσας ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην, καθαπου καὶ ὁ μετ’ ἐκεῖνον Οὐαραράνης, τρισὶν ἔτεσι βασιλεύσας.
ὁ δὲ υἱὸς ὁ τούτου ὁμώνυμος μὲν ἦν τῷ γεγεννηκότι, ἑπτακαἰδεκα δὲ κατὰ τὴν βασιλειᾶν μεμένηκεν ἔτη. ὁ δὲ τρίτος Οὐαραὸάνης ἐς μῆνας μὲν τέσσαρας μόνους ἀπεγεύσατο τῆς βασιλείας, Σεγὰν δὲ σάα ἐπεκλήθη, οὐκ ἀπεικὸς, οἶμαι, οὐδὲ αὐτομάτως, ἔθους τινὸς παλαιοῦ μετασχὼν καὶ πατρίου. οἱ
γὰρ τῶν Πρσῶν βασιλεῖς, ἡν καὶ μέγιστον ἔθνος τῶν πλησιχώρων καθέλοιεν προσπολείιγ́σαντες, καὶ τῆς ἐκείνων ἐπιλάβοιντο χώρας, οὐκέτι μὲν ἀναιροῦσι τοὺς ἡττημένους, ἐς δὲ φόρου ἀπαγωγὴν ἅπαντας ὑποτιθέντες , ἐφιᾶσιν ἐνοικεῖν τε 261 καὶ ἀροῦν τὴν δορυάλωτον· πλὴν ἀλλὰ τοὺς προτέρους
262
πατρὶ ἐδεδούλωτο, εἰκότως ἄρα ὁ παῖς Σεγανσαὰ ἐπωνόμαστο· δύναται γὰρ τοῦτο τῇ Ἑλλήνων φωνῇ Σεγεστανῶν βασιλεὐς.
διαδέχεται δὲ τὴν ἀρχὴν Ὁρμισδάτης ὁ παῖς, καὶ κληρονομεῖ τοῦ πατρὸς οὐ μόνον τοῦ κράτους, ἀλλὰ καὶ τῆς τοῦ χρόνου 264 ἰσοῤἑοπίας. καὶ γὰρ θαυμάσειεν ἄν τις, ὅτι δὴ ἐκατέρῳ ἒτεσί 265 τε καὶ μησὶ τοῖς αὐτοῖς τὰ τῆς ἀρχῆς ἐπιμελέστατα ἐμετρήθη. ἀλλὰ Σαβὼρ μετὰ τούτους ἐπὶ Πλεῖστον ὅσον καὶ μήκιστον
χρόνον ἀπώνατο τῆς βασιλείας, τοσούτοις ἔτεσι κρατήσας, ὁπόσοις καὶ διεβίω. ἔτι γὰρ αὐτὸν κυούσης τῆς μητρὸς, ἡ μὲν τοῦ βασιλείου γένους διαδοχὴ ἐκάλει πρὸς τὴν ἀρχὴν τὸ τεχθησόμενον. ἦν δὲ τὰ τῶν ὠδίνων ἀμφίβολα ἐς ὁποίαν γονὴν ἂν ἀποβαῖεν. τοιγάρτοι ἅπαντες οἱ ἐν τέλει ἆθλα προὐτίθεσαν
καὶ γέρα τοῖς μάγοις ἐπὶ τῇ προαγορεύσει τῶν ἐσομένων· καἰ τοίνυν ἦγον ἐς μέσον κύουσαν ἵππον, καὶ ὡς πλησιαίτατα
τῇ ἵππῳ μεμάντευται, οὐκ ἔχω σαφῶς ἀποφήνασθαι· οὐ γάρ μοι τὸ ἀκριβὲς τούτου γε πέρι ἀπήγγελται· πλὴν ἀλλ᾿ οὕτω ἕκαστα προὔβη, ὅπως ἐκείνοις ἐτύγχανεν εἰρημένα. γνόντες δὲ ἐνθένδε οἱ ἄλλοι, ὡς ἄγαν τοῖς μάγοις διηκρίβωτο τὰ τῆς τέχνης, προὔτρεπον καὶ ἐπὶ τῷ γυναίῳ, ἅττα ἔσεσθαι γνοῖεν, διεξιέναι.
τῶν δὲ φησάντων ἄῤῥενα παῖδα τεχθήσεσθαι, οὐκ ἔτι 269 ἐμέλλησαν, ἀλλὰ τῇ γαστρὶ περιθέντες τὴν κίδαριν, ἀνεῖπον βασιλέα τὸ ἔμβρυον· ὀνόματι τε ἀπέκριναν τὸ ἄρτι ἐκτυπωθὲν καὶ διωργανωμένον, ἐς ὅσον, οἶμαι, διᾴττειν ἔνδον ἠρέμα καὶ ὑποπάλλεσθαι. οὕτω δὲ τὸ ἀφανὲς τῇ φύσει καὶ ἄδηλον
ἐς τὸ βέβαιόν τε καὶ ἀνωμοληημένον τῇ δοκήσει μεταλαβόντες, ὅμως οὐ διήμαρτον τῆς ἐλπίδος, ἀλλὰ καὶ λίαν ἔτυχον τοῦ σκοποῦ, πολλῷ πλέον τῶν δοκηθέντων. τίκτεται γὰρ οὐκ ἐς μακρὰν ὁ Σαβώρης σὺν τῇ βασιλείᾳ, ἐννεάζει τε αὐτῇ καὶ ἐγγηράσκει, εἰς ἑβδομήκοντα αὐτῷ ἔτη διανυσθέντος τοῦ βίου. κατὰ
δὲ τὸν τέταρτόν τε καὶ εἰκοστὸν τῆς τοῦδε ἀρχῆς ἐνιαυτὸν Νίσιβις ἡ πόλις ὑπὸ Πέρσας γεγένηται, 'Ρωμαιων μὲν πάλαι
τε τῶν στρατηγῶν καὶ τῶν στρατευμάτων καὶ τοῦ ἄλλου ὁμιλον. ἅτε δὲ τῆς ἀρχῆς αὐτῷ ἄρτι καθισταμένης, καὶ τῶν πραγμάτων, ὥσπερ εἰκὸς, ταραττομένων, καὶ ταῦτα ἐν μέσῃ τῇ πολέμίᾳ, οὐχ οἷός τε ἦν τὰ παρόντα ἐν τῷ δέοντι σχολαίτερον διαθεῖναι. τοιγάρτοι ἀπαλλαξείων τῆς ἐν ὀθνείᾳ καὶ δυσμενεῖ
χώρᾳ διαίτης, καὶ μόνης τυχεῖν τῆς ἐς τὰ οἰκεῖα ἐπανόδου θᾶττον ἱέμενος, ξυνθήκας τίθεται ἀγεννεῖς καὶ ἀσχήμονας, καὶ ὁποίας μέχρι καὶ νῦν τῇ 'Ρωμαίων λυμαίνεσθαι πολιτειᾴ, περιστέλλων ἐς τὰ ὀπίσω καινοῖς ὁρίοις, καὶ ὑποτεμνόμενος τῆς οἰκείας ἀρχῆς τὸ περαιτέρω ἐκβαῖνον. τὰ μὲν οὖν κα᾿ 273
ἐκεῖνο τοῦ καιροῦ ξυνενεχθέντα πολλοῖς ἤδη τῶν προτέρων ξυυῳαφέων ἱστόρηται· ἐμοὶ δὲ οὐ περὶ ταῦτα ἐνδιατρίβειν σχολὴ, ἀλλὰ τοῦ προτέρου λόγου ἑκτέον.
ἀπεβίω. ὁ δὲ υἱὸς ὁ τούτου, Σαβὼρ δὲ καὶ αὐτὸς ἐπεκέκλητο, ἐν ἔτεσι πέντε τὸ οἰκεῖον ἠρίθμησε κρότος· ἐν διπλασίοσι δὲ τούτων καὶ πρός γε ἑνὶ ἑτέρῳ ἐνιαυτῷ Οὐαραράνης
τυχὸν, ὁ δὲ Γερμανικὸς, ὁ δὲ ἐξ ἄλλου του γένους νενικημένου ἐπεκλήθη. ἐπὶ τούτοις Ἰσδιγέρδης ὁ Σαβώρου τὴν Περσικὴν ἡγεμονίαν παραλαμβάνει, ὁ πολὺς παρὰ Ρωμαίοις 277 καὶ περιλάλητος. φασι γὰρ Ἀρκάδιον τὸν βασιλέα πρὸς τῷ θανάτῳ γεγενημένον, καὶ τὰ μετ’ αὐτὸν, ὣσπη τοῖς ἀνδρὠποις
νενόμισται, διατάττοντα, τούτῳ δὴ φύλακι χρήσασθαι, καὶ κηδεμόνι ἰπὶ τε τῷ παιδὶ Θεοδοσίῳ καὶ πάσῃ τῇ Ῥωμαϊκῇ καταστάσει. ᾂδεται γὰρ οὗτος ὁ λόγος ἐπιπλεῖστον ἐν ἡμῖν ἐκ παλαιοῦ τῇ μνήμη παραδοθεὶς τοῖς ἐφεξῆς, κὼ μέχρι 278 νῦν παρά τε τοῖς λογίμοις καὶ τῷ δήμῳ περιαγόμενος· γραγῇ
δέ τινι καὶ λόγοις ἱστορικοῖς οὐκ οἶδα εὑρὼν τοῦτο φερόμενον, οὐδὲ παρ’ οἷς τυχὸν τὰ τῆς Ἀρκαδίου τελευτῆς ἀπεμνημόνευται, ὅτι μὴ μόνον ἐν τοῖς Προκοπίῳ τῷ ῥήτορι συγγεγραμμένοις. νοις. καὶ οὐδὲν, οἶμαι, θαυμαστὸν, ἐκεῖνον μὶν ὡς πλεῖστα καὶ πᾶσαν, ὡς εἰπεῖν, ἱστορίαν ἀναλεξάμενον,
καὶ τήνδε παραλαβεῖν τὴν ἀφήγησιν ἐτέρῳ πρότερον ἐκπεπονημένην, ἐμὲ δὲ αὐτὴν μηδαμῶς ἔτι ἑλεῖν ἐλάχιστα εἰδότα,
οὐ λίαν ἀγχίνουν εἶναι τὰ ἄλλα πεφυκότα, ἐν τούτῳ δὴ μόνῳ φρενήρη τε καὶ προμηθέστατον ἀποδεδεῖχθαι. ἐμοὶ δὲ δοκεῖ ὁ τοῦτο ἀγάμενος οὐ τῇ πρώτῃ ὁρμῇ τοῦ βουλεύματος τὸ εὔλογov κρίνειν, ἀλλὰ τῷ ὕπερον ἀποβεβηκότι. ἐπεὶ πῶς ἂν εἶχεν καλῶς ἀνδρὶ ὀθνείῳ καὶ βαρβάρῳ, καὶ γένους ἄρχοντι πολεμιωτάτου,
καὶ ὅπως αὐτῷ μετῆν πίστεως τε καὶ δικαιοσύνης ἠγνοημένῳ, καὶ πρός γε τὰ ἐς θεὸν πεπλανημένῳ καὶ ἀλλογνώμονι, τὰ φίλτατα παὸαδοῦναι; εἰ δὲ μηδὲν ὁτιοῦν ἐπὶ τῷ βρέφει ἡμάρτητατ, ἀλλὰ μεμένηκεν ἡ τούτου βασίλεια βεβαιότατα πρὸς τοῦ κηδεμόνος φυλαττομένη, καὶ ταῦτα ἔτι ὑπὸ μαζῷ
τιθηνουμένου , ἐκεῖνον ἂν μᾶλλον ἐπαινετέον τῆς εὐπωμοσύνῆς, 282 ἢ Ἀρκάδιον τοῦ ἐγχειρήματος. τούτων μὶν οὖν ἕνεκεν, ὥσπη ἕκαστος γνώμης τε καὶ ἀκριβείας ἔχοι, ὧδε κρινέτω. ὁ δὲ Ἰσδιγέρδης εἴκοσι πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς, οὐδένα πώποτε κατὰ 'Ρωμαιων ἤρατο πόλεμον, οὐδὲ ἄλλο τι
κατ᾿ αὐτῶν ἄχαρι ἔδρασεν· ἀλλὰ μεμένηκεν ἐσαεὶ εὔνους τε ὢν καὶ εἰρηναῖος, εἴτε οὕτω συμβὰν, εἴτε καὶ ὡς ἀληθῶς
285 στρατηγῶν προσδεξαμένων, ὁ δὲ θᾶττον ἀπηλλάγη, καὶ εἰς τὴν ὑπήκοον ἐπανῆκεν, οὔτε προσπολεμήσας τοῖς πέλας, οὔτε ἄλλως τὴν χώραν σινάμενος. εἴκοσι δὲ κρατήσας ἐνιαυτούς, παραδίδωσι τὴν βασίλειαν Ἰσδιγέρδῃ θατέρῳ τῷ οἰκείῳ παιοι, ᾧ δὴ χρόνος ἐν τῇ βασιλείᾳ διηνύσθη ἐτῶν ἑπτακαίδεκα,
καὶ μηνῶν δήπου τεττάρων. Περοζης δὲ μετ᾿ ἐκεῖνον ἀναδεικνυται βασιλεὺς, ἀνὴρ τολμητίας μὲν ἄγαν καὶ φιλοπόλεμος, καὶ πρὸς τὸ μεγαλουργὸν τῆς γνώμης ἀεὶ τετραμμένος· λογισμῷ δὲ στεῤῥῷ καὶ βεβηκότι οὐ μάλα ἐχρῆτο· ἀλλὰ πλέον ἦν αὐτῷ τοῦ βουλευομένου τὸ θρασῦνον. ἀπόλωλε δὴ οὖν,
286 κατὰ τῶν Νεφθαλιτῶν ἐπιστρατεύσας, οὐ τοσοῦτον, οἶμαι, τῇ ῥώμῃ τῶν δυσμενῶν ὁπόσον τῇ οἴκοθεν ἀκοσμίᾳ· δέον γὰρ αὐτὸν σὺν τῷ ἀσφαλεῖ κατὰ τὴν πολεμίαν πορεύεσθαι, τὰς ἀδήλους ἐπιβουλὰς προδιασκοποῦντα καὶ φυλαττόμενον, ὁ δὲ λέληθεν ἑαυτὸν ἐνέδραις ἀθρόον περιπεσὼν καὶ βόθροις καὶ
διώρυξιν, ἐπὶ μήκιστον τοῦ πεδίου πρὸς τὸ ἀπατηλὸν μεμηχνημέναις, αὐτοῦ τε σὺν τῇ στρατιᾷ διεφθάρη τετάρτῳ καὶ εἰκοστῷ τῆς βασιλείας ἐνιαυτῷ, καὶ καταλύει τὸν βίον ἀκλεῶς,
τρόπους καὶ ἤπιος, καὶ πρὸς ὁρμὰς ἀλόγους καὶ συσμενείας 289 οὐ μάλα διανιστάμενος, ἀλλ’ ὅτι καὶ βραχὺν ἐπεβίω χρόνον· τέτταρα γὰρ αὐτῷ μόνον ἔτη κατὰ τὴν βασιλείαν διέδραμεν. ἔπι τούτῳ δὲ Καβάδης ὁ Περόζου, τῶν Περαικῶν 290 πραγμάτων κρατήσας, πολλοὺς μὲν κατὰ Ρωμαίων
πολέμους διήνεγκε, πολλὰ δὲ κατὰ βαρβάρων τῶν προσοικούντων ἔστησε τρόπαια, καὶ χρόνον οὐδένα παρῆκε ταραχαῖς τε καἰ κινδύνοις ἐγκαλινδούμενος. ἦν δὲ ἄρα καὶ πρὸς τὸ ὑπήκοον ἀπηνής τε καὶ δυστιθάσσευτος, καὶ οἶος ἀνακινεῖν τὰ καθεστῶτα, 291 ἔς τε τὴν πολιτικὴν δίαιταν καινουργεῖν, καὶ παρατρέπειν
τὰ πάλαι συνειθισμένα. λέγεται δὲ ὡς καὶ νόμον ἒθετο, κοινὰ τοῖς ἀνδράσι προκεῖσθαι τὰ γύναια, οὐ κατὰ τὸν Σωκράτους, οἶμαι, καὶ Πλάτωνος λόγον, καὶ τὴν ἐν τῷ λόγῳ κεκρυμμένην ὠφέλειαν, ἀλλ’ ὥστε τῷ προστυχόντι ἐξεῖναι πρὸς ἣν ἂν ἐθέλοι χωρεῖν καὶ τῆς εὐνῆς μεταλαγκάνειν, εἰ
καὶ ἐτέῳ τῳ τῳ συνοικοῦσα καὶ ἀποκεκριμένη
τῷ ἑνδεκάτῳ ταύτης ἐνιαυτῷ, καὶ εἰς τὸ τῆς Λήθης ἐμβάλλουσι φρούριον. τὸ δὲ τῆς βασιλείας κρότος μετόγονσιν ἐπὶ Ζαμάσφην, Περόζου καὶ αὐτὸν παῖδα γεγενημένον, καὶ ἄλλως πραότητός τε καὶ δικαιοσύνης ἄριστα ἔχειν δοκοῦντα. οὕτω τε ᾤνοντο καλῶς αὐτοῖς ἅπαντα κατειργάσθαι, ὡς ἐξὸν
τολοιπὸν ἐν εὐκολίᾳ τε καὶ ῥᾳστώνῃ πολιτεύεσθαι καὶ βιοτεύειν. ἀλλ᾿ ὁ Καβάδης οὐκ ἐς μακρὰν ἀποδράσας, εἴτ́ε τῆς γαμετῆς αὐτῷ συλλαβομένης τοῦ δόλου, ὡς Προκόπιός φησι, καὶ τὸν ὑπὲρ ἐκείνου θάνατον ὑπελθεῖν ἑλομένης, εἴτε καὶ ἄλλῳ τρόπῳχρησάμενος, ἀποδράσας δὲ οὖν ὅμως, καὶ ὑπεκβὰς
295 τοῦ δεσμωτηρίου, ᾤχετο παρὰ τοὺς Νεφθαλίτας, καὶ γίνεται τοῦ ἐκείνων βασιλέως ἱκέτης. ὁ δὲ τὰς ἀτάκτους τροπὰς τῆς τύχης διανοησάμενος, προσιπό γε αὐτὸν μάλα εὐμενῶς, καὶ διετέλει παρηγορῶν καὶ παραιρούμενος τῆς γνώμης τὸ ἀνιώμενον, τὰ μὲν πρῶτα θωπείᾳ τε ἀγαθῇ καὶ παραινέσει πρὸς
τὰ ἀμείνονα τὸ φρονοῦν ἀναὀῥωννύσῃ, καὶ πρός γε τραπέζῃ.
παραδοὺς, ἔστειλεν αὖθις, τό τε ἀντιστατοῦν καδελοῦντα, καὶ τὴν προτέραν εὺδαιμονίαν ἀνακτησόμενον. ἐπεὶ δὲ πεφύκασι πρὸς τἀναντία πολλάκις συμφύρεσθαι τοῖς ἀνδρώποις αἰ τῶν δοκηθέντων ἐκβάσεις, τοιόνδε τι καὶ τότε ξυνέβη, 298 καὶ πρὸς τὴν ἐφ’ ἑκάτερα ῥοπήν τε καὶ κίνησιν ἐπὶ πολλῷ τῷ
διαλλάττοντι ὁ τοῦ Καβάδου βίος ἐταλαντεύδη, καἰ ταῦτα ἐν χρόνῳ μετρίῳ. ἐκ μὲν γὰρ βασιλέως πρότερον ὑπόδικος γέγονε καὶ δεσμώτης· ἀπαλλαγεὶς δὲ τῆς εἱρκτῆς, φυγὰς καὶ μέτοικος καὶ ἱκέτης· ἐκ δὲ ἱκέτου καὶ ξένου, κηδεστὴς βασιλέως καὶ οἰκειότατος. εὐθὺς δὲ κατελθὼν εἰς τὰ πάτρια ἤθη, ὰνείληφε
πάλιν τὴν ἀρχὴν πόνων ἐκτὸς καὶ κινδύνων, ὡσπερ οὐδαμῶς αὐτὴν ἀφῃρημένος, ἀλλ’ εὑρὼν ἔτι σχολάζουσαν, καὶ οἶον ἐκδεχομένην. ὁ γὰρ Ζαμάσφης ἑκὼν ἀπέστη τοῦ θάκου, καὶ μεθεῖναι μᾶλλον ἔγνω τὴν βασιλείαν, τέτταρας ἐνιαυτοὺς 299 ἡσθεὶς ἐν αὐτῇ, καὶ ἀπαγορεῦσαι μὲν τῷ γαυρουμένῳ τῆς ψυχῆς
καὶ φιλοδοξοῦντι, τὸ δὲ ἄπραγμον σὺν τῷ ἀσφαλεῖ ἀνδελέσδαι· καὶ προὒλαβε τὴν ἀνάγκην ἡ εὐβουλία. ὁ δὲ Καβάδης ἐγκρατὴς γεγενημένος πλέον ἢ πρότερον, ἐς τριάκοντα ἐτἐ-
302 διεκπεπόνηται τρόπῳ· ὁ δὲ τοῖς μὲν προτέροις παρεῖται, ἂξιον δὲ οἶμαι γινώσκειν καὶ ἐπισημήνασθαι, καλὸν ἂν εἲη προσθεῖναι. θαυμάσειε γὰρ ἄν τις, ὅτι δὴ κατ’ ἐκεῖνο τοῦ καιροῦ 303 ροῦ παρά τε Ρωμαίοις καὶ Πέρσαις παραπλήσια ἄττα συνελθεῖν ξυνέβη, ὡσΠερ αὐτομάτως ἐν ἑκατέρᾳ πολιτείᾳ κατὰ
τῶν κρατούντων ἐναντίας τινὸς περιφορᾶς ἐνσκηψάσης. ἐλαχίστου γὰρ ἔμπροσθεν χρόνου καὶ Ζήνων ὁ Ρμωαίων βασιλεὺς ὁ Ἲσαυρος, ὃς δὴ πρώην Ταρασισκωδίσαιος ἐπωνομάξετο, ὑπὸ Ἰλλοῦ τε καὶ Βασιλίσκου καὶ Κόνωνος ἐπιβουλευδεὶς, συνεργούσης ἐς τὰ μάλιστα καὶ βηρίνησ, ἐκπέπτωκε τῆς ἀρχῆς
304 καὶ ἐξελήλαται, καὶ μόλις ἐς τὴν Ἰσαυρίαν ἀπεσώθη· πλὴν ἀλλ’ ἐπανῆκεν αὖθις ἐς τὰ βασίλεια, καὶ Βασίλισκον τὸν τυραννήσαντα οὐ πλέον ἢ ἔτεσι δύο καθελὼν, καὶ τοῦ σχήματος ἀφελόμενος, διετέλει πάλιν ἐχόμενος τῆς ἀρχῆς καὶ πάντα διατάττων, οὐκ ἐπὶ πλεῖστον μὲν χρόνον, ἐν αὐτῇ δὲ ὃμως
ἀπεβίω. κατ’ αὐτὸν δὲ καὶ Νέπως ὁ τῆς Ἐσπέρας βασιλεὺς
κατὰ τῶν κρατίστων δυνάμεων συνελθεῖν ξυνηνέχθη. ζητούντων μὲν οὖν τὴν τούτων αἰτίαν οἱ τὰς τῶν ἀδήλων ἀνιχνεύειν ἀρχὰς εἰθισμένοι, καὶ λεγέτωσαν ὁποίας καὶ βούλοιντο, ἐμοὶ δὲ τῆς προτέρας ἐκδρομῆς καὶ αὖθις μεταληπτέον. τεθνηκότος γὰρ τοῦ Καβάδου κατὰ τὸ πέμπτον ἔτος τῆς Ἰουστινιανοῦ
παρὰ ῾Ρωμαιοις βασιλείας, Χοσρόης ὁ πάνυ ὁ καθ᾿ ἡμᾶς διαδέχεται 307 τὴν πατρῴαν ἀρχὴν, καὶ πέπραχε πλεῖστα ὅσα καὶ μέγιστα, ὧν ἔνια μὲν Προκοπίῳ τῷ ῥήτορι προαναγέγραπται, τῶν δὲ λοιπῶν ἐμοί γε τὰ μὶν εἴρηται ἤδη, τὰ δὲ ἀκολούθως εἰρήσεται. ὡς ἂν δὲ τὸ συνεχὲς τῶν χρόνων τελεώτατα διαφυλαχθειη,
τοσοῦτον ἐρῶ πρὸς τὸ παρὸν, ὡς ἐς ὀκ· τὼ τε καὶ τεσσαράκοντα ἐνιαυτοὺς τοῦ κράτους ἐχόμενος, πολλὰς ἀνεδήσατο νίκας· καὶ γέγονεν ὁποῖος οὔπω πρότερον ἄλλος τῶν παρὰ Πέρσαις βεβασιλευκότων ἀναδέδεικται, εἴγε τῷ παντὶ ἑκάστῳ συγκρίνοιτο, οὐδὲ εἰ Κῦρον εἴποι τις ἂν τὸν Καμβύσου, οὐδὲ
Δαρεῖον ῾Υστάσπεω, οὐδὲ μὴν Ξέρξην ἐκεῖνον, τὸν ἱππήλατον 308 μὲν δεικνύντα τὴν θάλατταν, ἐν δὲ τοῖς ὄρεσι ναυτιλλόμενον. πλὴν ἀλλὰ τοιοῦτός γε ὢν, ἀκλεής γε αὐτῷ ἡ τοῦ βίου καταστροφὴ γέγονεν, καὶ οἰκτρὰ καὶ τῶν φθασάντων ἀλλοτριω-
εἰσέβαλεν ἀθρόον ἐς τὴν Ἀραξιανηνὴν χώραν, πρόσοικον οὖσαν τῇ τῆς κώμης περιοικίδι καἰ ἀγχιτέρμονα· καὶ δῆτα οὐκ ἀνίει δᾐων ἅπασαν ἀφειδῶς καὶ ληϊξόμενος. περαιωθεὶς δὲ τὰ 311 ῤεῖθρα τοῦ Ζιρμα ποταμοῦ, ἀνὰ τὰ πρόσω ἔτι ἐχώρει, κω τὰ ἐν Ποσίν ἐλεηλάτει καὶ ἐνεπίμπρα. οὕτω δὲ αὐτοῦ ἂρδην
ἅπαντα καταστρεγομένου καὶ ξυγκυκῶντος, ὁ Χοσρόης, (oὐ πόῤῤω γὰρ ἦν, ὂσον ὅσον ἀρθεῖσαν ἤδη θεᾶσθαι τὴν φλόγα,) οὐκ ἢνεγκεν τὴν ὄψιν τοῦ πολεμίου πυρὸς, ἔπει, μήπω πρότερον ἑωράκει. τοιγάρτοι αἰδοῖ τε καὶ δέει καταπεπληγμένος, οὔτε ἀντε·ξῄει, οὗτε ἠμύνετο· ἀλλὰ τοῖς προσπεσοῦσι πέρα τοῦ μετρίου
περιαλγήσας, καὶ οἷον ἀπειρηκὼς ταῖς ἐλπίσιν, αὐτίκα νόσῳ ἥλω ὑπὸ δυσθυμίας δεινῇ τε καὶ ἀνηκέστῳ. καὶ τοίνυν 312 φοράδην ἀχθεὶς μετὰ τάχους πολλοῦ εἰς τὰ ἐν Σελευκείᾳ καὶ Κτησιφῶντι Βασίλεια, καὶ φυγὴν τὴν ἀναχώρησιν ποιησάμενος, οὐκ ἐς μακρὰν καταλύει τὸν βίον.
ὅποι ἀφῖγμαι, καἰ ἕθεν ἐξέβην, ἐκεῖνα μὲν ἐατέον πρὸς τὸ παρὸν, ἐν τοῖς οἰκείοις ἀναγραφησόμενα χωρίοις ἐπανήξω δὲ αὖθις ἐς ξυνεχὲς καὶ ἀκόλουθον τῶν προτέρων. ἡ τε γὰρ τῶν περσικῶν βασιλέων διαδοχὴ καὶ ὁ τῶν ἐνιαυτῶν κατάλογος, καὶ, συλλήβδην φάναι, ἅπαν μοι τὸ ἐπηγγελμένον ξυνετελέσθη. 315
οίμαι δὲ ἄγαν ἀληθῆ ταῦτα καθεστάναι καὶ ἐς τὸ ἀκριβὲς ἐκπεπονημένα, 316 ὡς δὴ ἐκ τῶν περσικῶν βίβλων μεταληφθέντα. Σεργίου γὰρ τοῦ ἑρμηνέως ἐκεῖσε γενομένου, καὶ τοὺς τῶν βασιλικῶν ἀπομνημονευμάτων φρουρούς τε καὶ ἐπιστάτας μεταδοῦναί οἱ τῆς πέρι ταῦτα γραφῆς ἐκλιπαρήσαντος, πολλάκις
γὰρ αὐτὸν ἐς τοῦτο προτρέψας ἐτύγχανον,) προσθέντος δὲ καἰ τὴν αἰτίαν, ὡς οὐκ ἂλλου του χάριν ζητοίη τῶνδε τυχεῖν, ἢ ὥστε καὶ παρ’ ἡμῖν ἀνάγραπτα ἔσεσθαι τὰ σφισιν ἐγνωσμένα καὶ τίμια, παρέσχον εὐθὺς εὖ γε ποιοῦντες ἐκεῖνοι, οὐκ ἄχαρι τὸ χρῆμα ἡγούμενοι εἶναι, ἀλλὰ καὶ πρὸς εὐκλείας τοῖς σφῶν βασιλεῦσιν ἐσόμενον, εἰ μέλλοιεν καὶ παρὰ Ρωμαίοις
τῷ ῥήτορι ἔνια τῶν ἐπὶ Καβάδη ἀφηγηθέντων ἐτέρως ἀπήγγελται, ἀλλ’ ἡμῖν ἀκολουθητέον τοῖς Περσικοῖς χρονογράφοις, καὶ τῶν ἐν αὺτοῖς φερομένων ὡς ἀληθεστέρων ἀντιληπτέον. τοσούτου δὴ οὖν ἡμῖν τοῦ πόνου τελεώτατα ἐξειργασμένου, φέρε πρὸς αὐτὴν αὖθις ἐπανίωμεν τὴν τῆς ἱστορίας ξενέχειαν,
ἣν ἐκ τῶν ἀμφὶ τὴν Δαξικὴν γεγενημένων διατεμόντες, ἐς τάδε ἀγίγμεθα. οὕτω μὲν δὴ οὖν ὁ Νοχοραγὰν διὰ τὸ ἀγεννὲς τοῦ τρόπου, καὶ τὸ νενικῆσθαι ἀνὰ κράτος ὑπὸ Μαρτίνου τε καὶ τῶν Ρωμαϊκῶν στρατευμάτων, καὶ τὴν ἐς Ἰβηρίαν αἰσχρὰν ἀναχώρησιν, ὠμότατα διεφθάρη καθ' ἤδη μοι πρότερον
321
ἐρήμου μόλις τοῖς στρατοπεδεύουσιν ἐλάχιστα γοῦν τῶν ἐδωδίμων ὑπὸ ἀχθοφόροις ἀνδράσι τε καὶ ὐποξυγίοις χαλεπώτατα στέλλειν ἀναγκαζομένου· ταῦτα δὴ οὖν ἐπισκοπῶν, ἒγνω τὸν ὅλον πόλεμον καταθέσθαι, ὡς ἂν μὴ ἐπιπλεῖστον αὐτοῖς ἡ εἰρήνη χωρίοις τισὶ περιοριζομένη, ἀτελὴς καὶ οἶον σκάζουσα
διαμένοι, ἀλλ’ ὁμοιῶς ἁπανταχοῦ ἐπιῤῥωσθείη. καὶ τοίνυν ἐκπέμπει ἐπὶ τῇ πρεσβείᾳ ἐς τὸ Βυζάντιον ἂνδρα Πέρσην τῶν σφόδρα παρ’ αὐτοῖς λογιμωτάτων, ὄνομα δὲ ἦν αὐτῷ Ζἰχ. 324 οὖτος δὲ ὁ Ζὶχ ἀφικόμενος καὶ παρελθὼν ὡς Ἰουστινιανὸν βασιλέα, πολλὰ μὲν ἔφη τῶν παρόντων πέρι, πολλὰ δὲ ἀκήκοε·
καὶ πέρας ἐς τόδε ξυνηλθέτην, ἐφ’ ᾧ Ρωμαίους τε καὶ Πέρσας κατέχειν μὲν ἅπαντα, ὧν ἤδη ἐτύγχανον κατὰ τὴν Δαξῶν χώραν πολέμου θεσμῷ ἐπειλημμένοι, εἲτε πολίσματά γε εἴτε φρούρια εἶεν, ἡσυχίαν δὲ ἄγειν ἐφ’ ἑαυτῶν, καὶ ἥκιστα κατ’ ἀλλήλων παρατάττεσθαι, ἕως ἐς ἕτερόν τι μεῖξον 325 καὶ τελεώτερον τὸ ἑκατέρωθεν ἄρχον σθμβαίη. ὁ μὲν οὖν Ζὶχ οὕτω τὰ τῆς πρεσβείας διαπραξάμενος, ἀπενόστησεν ἐς τὰ
Historiae. Agathias Scholasticus. ed. B.G. Niebuhr. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.