542 τοῖς μὲν γὰρ ἀπὸ τῆς εἰσπνοῆς τοῦ κατὰ τὸν ἀέρα πνεύματος <τὸ> ἐμψυχῶσθαι ἐδόθη καὶ ζῆν, τῷ δὲ ἐξ αὐτῆς τῆς ἀθανάτου καὶ διαφερούσης οὐσίας. »ἐνεφύσησε« γὰρ ὁ θεὸς »εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν«. καὶ 1 2 3 τοῖς μὲν δουλεύειν καὶ ἄρχεσθαι προσετάγη, τῷ δὲ ἄρχειν καὶ δεσπόζειν, καὶ τοῖς μὲν διάφορα σχήματα φύσεως δίδονται καὶ μορφαί, ὁπόσας ἡ <γῆς> στερέμνιος καὶ ὁρατὴ φύσις κελεύοντος θεοῦ ἐγέννησε, τῷ δὲ τὸ θεοειδὲς καὶ θεοείκελον καὶ πάντα πρὸς ἐκείνην ἀπηκριβωμένον
τὴν πρωτότυπον τοῦ πατρὸς καὶ μονογενῆ εἰκόνα. »ἐποίησε γὰρ ὁ θεός« <σησι> »τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν«· διὸ καὶ ἐμέλησεν αὐτῷ τοῦ σφετέρου ἀγάλματος τῆς διαμονῆς, καθάπερ καὶ τῶν ἀνδριάντων
τῆς εὐπρεπείας αὐτῶν πεφρόντισται, ὅπως ὦσι περικαλλῆ μεγαλοπρεπῶς, ἀλλὰ καὶ τῆς εἰς τὸ δυνατὸν σφίσιν αὐτοῖς ἀθανασίας τῶν δημιουργημάτων πρόνοιαν ποιοῦνται, <τοῦ> εἰς τὸν μακραίωνα χρόνον διασῴζεσθαι μὴ λυόμενα, καθάπερ καὶ Φειδίας. οὗτος γὰρ μετὰ 4 5 6 τὸ κατασκευάσαι τὸ Πισαῖον εἴδωλον (ἐξ ἐλέφαντος δὲ τοῦτο ἦν) ἔλαιον ἐκχεῖσθαι προσέταξεν ἀμφὶ τοὺς πόδας ἔμπροσθεν τοῦ ἀγάλματος, ἀθάνατον εἰς δύναμιν φυλάσσων αὐτό.
δύναται καὶ ἐξ οὐκ ὄντων ποιεῖν, οὐ μᾶλλον τὸ ἄγαλμα τὸ λογικὸν ἑαυτοῦ, τὸν ἄνθρωπον, ἀνώλεθρον καὶ ἀθάνατον εἶναι τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης ἐμηχανήσατο; ἀλλ᾿ εἴασεν οὕτως ἀτιμότατα λυόμενον ὀλέθρῳ παραδοῦναι καὶ φθορᾷ, ὃ διαφερόντως ἠξίωσε ταῖς ἑαυτοῦ ποιῆσαι χερσίν, »κατ᾿ εἰκόνα« μορφοποιήσας αὐτὸ »καὶ καθ᾿ ὁμοίωσιν«
τὴν ἑαυτοῦ, τὸν κόσμον τοῦ κόσμου, δι᾿ ὃ καὶ ὁ κόσμος ἐγένετο; οὐκ ἔστιν εἰπεῖν· ἀπῄει γὰρ εἰς ἀφροσύνην ἐπαρθέντα φρονῆσαι τοῦτο.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.