ὑμᾶς τὸ ζῷον, γεγένηται θνητόν, ὁπότε τὸ ἀθάνατον ἀμεταστρόφως τοῦτο ὅ ἐστιν εἶναι χρή, μὴ μεταπῖπτον ἢ ἐξιστανόμενον εἰς τὴν αἰσχίονα καὶ θνητὴν φύσιν; | ἀμήχανον γάρ, ἐπεὶ οὐκέτι ἔσται 543 ἀθάνατον.
θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον«, καθάπερ καὶ ἡ σοφία διὰ Σολομῶνος μαρτυρεῖ.
ἀπὸ τοῦ διαβόλου, καὶ διὰ τί διάβολος ἐγένετο, εἰ ἐγένετο, καὶ ὁ ποιήσας αὐτόν ἐστιν αἴτιος τοῦ εἶναι κακόν; ἀλλὰ ἀναίτιος παντάπασι κακῶν πᾶσιν ὁ θεός.
δὲ κολαζόμενον ἀλλοιοῦται καὶ πάσχει, ἀπαθὲς δὲ τὸ ἀγένητον. οὐκ ἄρα ἀγένητος, ἀλλὰ γενητὸς ὁ διάβολος.
ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν θεός«), οὐδὲ μετασκευάζεσθαί τι ἢ κτίζεσθαι παρὰ τὴν αὐτοῦ δύναται βουλήν. καὶ γὰρ »ὁ υἱὸς οὐδὲν ἀφ᾿ ἑαυτοῦ δύνασθαι ποιεῖν« ὁμολογήσει, »ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἄν« φησίν »ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ«.
ἀντίθεόν ἐστιν· ἐπει κἂν εἰ ἀντέπρασσέ τι τῷ θεῷ, ἐπαύσατο ἂν τοῦ εἶναι, λυθείσης αὐτοῦ τῇ τοῦ θεοῦ δυνάμει καὶ ἰσχύϊ τῆς συστάσεως. τῷ γὰρ ποιήσαντι λῦσαι μόνῳ καὶ τὰ ἀθάνατα δυνατόν.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.