δύναται καὶ ἐξ οὐκ ὄντων ποιεῖν, οὐ μᾶλλον τὸ ἄγαλμα τὸ λογικὸν ἑαυτοῦ, τὸν ἄνθρωπον, ἀνώλεθρον καὶ ἀθάνατον εἶναι τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης ἐμηχανήσατο; ἀλλ᾿ εἴασεν οὕτως ἀτιμότατα λυόμενον ὀλέθρῳ παραδοῦναι καὶ φθορᾷ, ὃ διαφερόντως ἠξίωσε ταῖς ἑαυτοῦ ποιῆσαι χερσίν, »κατ᾿ εἰκόνα« μορφοποιήσας αὐτὸ »καὶ καθ᾿ ὁμοίωσιν«
τὴν ἑαυτοῦ, τὸν κόσμον τοῦ κόσμου, δι᾿ ὃ καὶ ὁ κόσμος ἐγένετο; οὐκ ἔστιν εἰπεῖν· ἀπῄει γὰρ εἰς ἀφροσύνην ἐπαρθέντα φρονῆσαι τοῦτο.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.