οὐδὲν οἶμαι τοσοῦτον κακὸν ἀνθρώπῳ γενέσθαι, ὅσον ἀπὸ τῶν ἀναγκαίων, ὁπόταν ψευδῆ περὶ αὐτῶν δοξάζοι.
περὶ ὧν εἰδέναι τε κάλλιον, μὴ εἰδέναι τε αἰσχρόν. οὐκοῦν σὺ μὲν
οὐ νομίζεις ἀναβιῶναι τὸ σῶμα, νομίζω δὲ ἐγώ.
καὶ συλλήβδην τῶν ἄλλων ἁπάντων εἶναι παραίτιον αὐτὸ κακῶν ἔφης, ἅ ἐμποδίζουσιν ἡμῶν τὴν πρὸς τὸ κάλλιον ὁρμὴν τῆς ψυχῆς, μὴ ἐῶντα τῶν ὄντως ὄντων εἰς κατάληψιν ἡμᾶς καὶ γνῶσιν παρελθεῖν.
κἄν γὰρ ἐπιχειρήσωμεν θηρεῦσαί τι τῶν ὄντων, ἀεὶ παρεμ- 3 πίπτων ζόφος ζοφοῖ τὸν λογισμόν, μὴ ἐπιτρέπων ἡμᾶς ἐπισκοπῆσαι τὸ ἀληθὲς τρανῶς. ἀπάτης μὲν γὰρ ἠ διὰ τῶν ὤτων ἡμῶν πεπλήρωται σκέψις, ὡς ἔφης, ὡς ἔφης, ἀπάτης δὲ καὶ ἡ διὰ τῆς ὄψεως, 568 ἀπάτης δὲ καὶ ἡ διὰ τῶν ἄλλων αἰσθήσεων.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.