χωρὶς αὐτοῦ μακαρίως διάξασα; τοὺς γὰρ δερμαντίνους εἶναι χιτῶνας σώματα, εἰς ἅ 565 ἐνεῖρχθαι συνέβη τὰς ψυχάς, δίκην ὅπως ὧν ἔδρασαν νεκροφοροῦσαι παράσχωσιν. ἤ οὐ ταῦτα πρῶτον ἦν ἐν ἀρχῇ τὰ λεχθέντα ὑπὸ σοῦ, ἰατρέ; ἀλλ᾿ ἴθι ὑπόμνησον, ἐάν τί σοι φαίνωμαι μὴ μεμνημένος.
γίγνεται ικαὶ τὰς ἄλλας τὰς περὶ τὴν ἐπθυμίαν τῆς γαστρὸς προσβολάς, ἔτι τε βλασφημιῶν καὶ παντοίων αἴτιον ἁμαρτημάτων, διὰ τὸ μὴ δύνασθαι καθ᾿ ἑαυτὴν δίχα σώματος ὅλως ἁμαρτῆσαι ψυχήν· καὶ διὰ τοῦτο μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκτὸς ἁμαρτήματος 1 ὅπως ἔσοιτο καὶ παρακοῆς ἐν τοῖς οὐρανοῖς, ἔνθυα καὶ τὰς διατριβὰς ἕξει μετὰ τῶν ἀγγέλων, ἐλευθέραν αὐτὴν καὶ γυμνὴν χρῆναι διαμεῖναι σώματος, ἐπειδήπερ τὸ σῶμα τοῦ χραίνεσθαι τοῦτο καὶ ἁμαρτάνειν παραίτιον αὐτῇ καὶ συνερὸν γίγνεται· ἄνευ γὰρ σώματος ἀμήχανον
ἁμαρτῆσαι ψυχήν· ὅθεν ἵνα τὸν ἄπειρον ἀναμάρτητος αἰῶνα τηρηθῇ, οὐκέτι τὸ ταλαντεῦον αὐτὴν εἰς τὴν φθορὰν κάτω καὶ τὴν ἀδικίαν σῶμα λήψεσθαι;
λελέχθαι;
νεσθαι;
ὁπότε ἔτι μακαρία καὶ ἀναλγὴς ἦν, ἡμαρτηκέναι· παραβάσῃ γὰρ τὴν ἐντολήν, κεκρατυμμένης ἤδη διὰ τὴν πρὸς τὸν ὄφιν πειθὼ τῆς ἁμαρτίας, δεδμὸν αὐτῇ τὸ σῶμα δεδόσθαι τιμωρόν.
τοῦ μὴ ἀνίστασθαι τὸ σῶμα περισσολογία· ἤ μετὰ σώματος, καὶ οὐ δύνανται σῶμα οἱ κιτῶνες νομίζεσθαι εἶναι οἱ δερμάτινοι. εὑρίσκεται γὰρ πρὸ τῆς κατασκευῆς αὐτῶν ἀθετήσας ὁ ἄνθρωπος τὴν θείαν ἐντολήν· οὗ καὶ χάριν οἱ χιτῶνες κατασκευάζονται, τὴν γύμνωσιν τὴν ἀπὸ τῆς ἁμαρτίας αὐτῶν προσγενομένην καλύψοντες.
πότερον πείθω σε, καὶ ὁρᾷς ὡς ἑαυτῷ μαχάμενα ὑπέθου, καὶ σοι τοῦτο γεγένηται σαφές; ἤ οὐδέπω μανθάνεις, ὦ Ἀγλαοφῶν, ἔφην, ὅ λέγω;
αὐτοῖς κατασκευάζονται, καὶ οὐκ ἡ παράβασις διὰ τοὺς χιτῶνας γίγνεται), καίἐκ ταύτης τῆς ὁμολογίας συγκατατίθεσθαι, ὡς οὐ τὸ σῶμα τοῦτο παραίτιον κακίας ἐστίν, ἀλλ᾿ αὐτὴ ἡ ψυχὴ ἐν ἑαυτῇ. διὸ κἄν μὴ λάβῃ τὸ σῶμα, ἁμαρτήσεται, ἐπειδήπερ καὶ πρόσθεν ἤμαρτεν χωρὶς σώματος. καὶ ἀνόητον τὸ λέγεινν ἀναβιῶναι μὴ δύνασθαι τὸ σῶμα
διὰ τοῦτο [τὴν σάρκα], ἵνα μὴ παραίτιον τῇ ψυχῇ τοῦ ἁμαρτῆσαι γενηθῇ. ἁμαρτήσεται γάρ, ὥσπερ καὶ πρὸ τοῦ σώματος ὕημαρτεν, οὕτως καὶ μετὰ τὴν τοῦ σώματος ἀπόθεσιν, κἄν μὴ αὖθις τὸ σῶμα ἀπολάβῃ. ὅθεν ἀνάγκη μοι διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου ἀποδέχεσθαι λέγοντος, 567 τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σώματα. εἰ
δὲ ἀποδεξαίμην, ὁμολογεῖν χρή με καὶ τὰ εἰρημένα.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.