αὐτοῖς κατασκευάζονται, καὶ οὐκ ἡ παράβασις διὰ τοὺς χιτῶνας γίγνεται), καίἐκ ταύτης τῆς ὁμολογίας συγκατατίθεσθαι, ὡς οὐ τὸ σῶμα τοῦτο παραίτιον κακίας ἐστίν, ἀλλ᾿ αὐτὴ ἡ ψυχὴ ἐν ἑαυτῇ. διὸ κἄν μὴ λάβῃ τὸ σῶμα, ἁμαρτήσεται, ἐπειδήπερ καὶ πρόσθεν ἤμαρτεν χωρὶς σώματος. καὶ ἀνόητον τὸ λέγεινν ἀναβιῶναι μὴ δύνασθαι τὸ σῶμα
διὰ τοῦτο [τὴν σάρκα], ἵνα μὴ παραίτιον τῇ ψυχῇ τοῦ ἁμαρτῆσαι γενηθῇ. ἁμαρτήσεται γάρ, ὥσπερ καὶ πρὸ τοῦ σώματος ὕημαρτεν, οὕτως καὶ μετὰ τὴν τοῦ σώματος ἀπόθεσιν, κἄν μὴ αὖθις τὸ σῶμα ἀπολάβῃ. ὅθεν ἀνάγκη μοι διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου ἀποδέχεσθαι λέγοντος, 567 τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σώματα. εἰ
δὲ ἀποδεξαίμην, ὁμολογεῖν χρή με καὶ τὰ εἰρημένα.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.