ΑΛΕΞΙΑΣ ς
1τῆς πρὸς τὸ κάστρον φερούσης εἴχετο. ἔστι δὲ ἡ θέσις τόπου τοιαύτη. λίμνη τίς ἐστιν ἡ τῆς Καστορίας, ἐν ᾗ τράχηλος ἀπὸ τῆς χέρσου εἰσέρχεται καὶ περὶ τὸ ἄκρον εὐρύνεται εἰς πετρώδεις βουνοὺς ἀποτελευτῶν. περὶ δὲ τὸν τράχηλον καὶ πύργοι καὶ μεσοπύργια ᾠκοδόμηνται κέστρου δίκην,
3 διόπερ καὶ Καστορία ὀνομάζεται. ἐκεῖ καταλαβὼν ὁ βασιλεὺς τὸν Βρυέννιον δέον ἔκρινε τῶν πύργων καὶ τῶν μεσοπυργίων πρώτως δι᾿ ἑλεπόλεων ἀποπειρᾶσθαι. ἐπεὶ δὲ ἄλλως οὐκ ἐνῆν, εἰ μὴ ὡς ἔκ τινος ὁρμητηρίου τοὺς στρατιώτας τοῖς τείχεσι προσπελάζειν, χάρακα μέντοι πρώτως ἐπήξατο,
εἶτα πύργους ξυλίνους κατασκευάσας καὶ σιδήρῳ τὰ τούτων συνδήσας περισφίγματα ἐκ τούτων ὡς ἔκ τινος φρουρίου τοὺς κατὰ τῶν Κελτῶν συνίστατο πολέμους. τὰς γοῦν ἑλεπόλεις καὶ τὰ πετρόβολά μηχανήματα ἔξωθεν καταστήσας 4 διὰ πάσης νυκτὸς καὶ ἡμέρας μαχόμενος καὶ κατασείσας τὸν
τοῦ τείχους περίβολον, ἐπεὶ καρτερώτερον οἱ ἐντὸς ἀνθίσταντο (οὐκ ἐνεδίδουν οὐδὲ τοῦ δὲ οὐκ ἐνῆν αὐτῷ ἔτι τῶν κατὰ σκοπὸν τυχεῖν, βουλὴν βουπεριφράξας 5 Λεύεται γενναίαν ἅμα καὶ συνετήν, ἵν᾿ ἐξ ἑκατέρου ἔκ τε τῆς ἠπείρου καὶ τῆς λίμνης διὰ πλοίων εἰσαγαγὼν γενναίους τινὰς ἐν ταὐτῷ τὸν πόλεμον ποιήσηται. πλοίων δὲ μὴ ἐνόντων ἐν ἁμάξαις ἐπιφορτίσας ἀκάτιά τινα μικρὰ διὰ τοῦ 6
μολισκοῦ ἐν αὐτῇ εἰσήγαγεν. ὁρῶν δὲ τοὺς μὲν ἀνιόντας τῶν Λατίνων ἐξ ἑνὸς μέρους ταχέως ἀνιόντας, τοὺς δ᾿ ἐξ ἑτέρου κατιόντας πλείονα χρόνον τρίβοντας ἐν τῷ κατιέναι τὸν Παλαιολόγον Γεώργιον μετὰ ἀλκίμων ἀνδρῶν ἐν αὐτοῖς εἰσελάσας εἰς τοὺς περὶ τοὺς βουνοὺς πρόποδας προσορμίσαι
προσέταξε παραγγείλας, ὁπηνίκα τὸ δοθὲν αὐτῷ σημεῖον θεάσοιτο, τηνικαῦτα τὴν ἀκρολοφίαν καταλαβόντα ἐξ ὀπισθίων αὐτῶν καὶ διὰ τῆς ἀοικήτου καὶ ῥᾳδιωτέρας εἰσελθεῖν· καὶ ὁπηνίκα τὸν αὐτοκράτορα θεάσεται ἀπὸ τῆς χέρσου τὸν μετὰ 7 τῶν Λατίνων πόλελμον ἀνδεξάμενον, καὶ αὐτὸν σπεῦσαι
ὡς δύναμις, ἵνα μὴ ὡσαύτως πρὸς ἑκάτερα μάχεσθαι δυνάμενοι, ἀλλ᾿ ἐξ ἑνὸς μέρους τοῦ τόνου τῆς μάχης χαλάσαντος ἁλώσιμοι τηνικαῦτα ἐκ ταὐτοῦ μέρους γένωνται. ὁ μὲν οὖν Παλαιολόγος Γεώργιος ταῖς ἀκταῖς τοῦ ἤδη ῥηθέντος βουνοῦ προσορμίσας ὁπλισάμενος εἱστήκει σκοπὸν ἄνωθεν ἐπιστήσας
τὸν τὸ δοθὲν αὐτῷ παρὰ τοῦ βασιλέως σημεῖον ἐπιτηροῦντα ἰδεῖν καὶ παρήγγειλεν ὡς, ὁπηνίκα τοῦτο θεάσοιτο, αὖθις αὐτὸ τούτῳ ἐπισημήνασθαι. αὐγαζούσης δὲ τῆς ἡμέρας ἤδη τὸ ἐνυάλιον ἀλαλάξαντες οἱ τοῦ αὐτοκράτορος πόλεμον μετὰ 8 τῶν Λατίνων ἀπὸ τῆς χέρσου συναίρειν ἠπείγοντο. ὁ δὲ
σκοπὸς τὸ δοθὲν σημεῖον θεαςάμενος δι᾿ ἑτέρου σημείου δηλοῖ τῷ Παλαιολόγῳ. ὁ δ᾿ εὐθὺς μετὰ τῶν σὺν αὐτῷ τὴν 9 ἀκρολοφίαν θᾶττον καταλαβὼν συνησπικὼς ἵστατο. τὴν γοῦν ἐκτὸς πολιορκίαν ὁ Βρυέννιον ὁρῶν καὶ τὸν Παλαιολόγον κατ᾿ αὐτῶν βρύχοντα οὐδ᾿ οὕτως ἐνεδίδου, ἀλλὰ τοὺς κόμητας
ἐκέλευε γενναιότερον ἀντικαθίστασθαι. οἱ δὲ ἀναισχυντότερον αὐτῷ προσφερόμενοι ἔλεγον “ὁρᾷς, ὡς κακὸν ἐπὶ κακῷ 10 11 ἐστήρικται· ἔξεστιν οὖν ἑκάστῳ ἡμῶν τοῦ λοιποῦ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι καὶ τοὺς μὲν τῷ βασιλεῖ προσελθεῖν, 12 τοὺς δὲ ἐπὶ τὴν οἰκείαν πατρίδα ἐπαναζεῦξαι”. καὶ παραχρῆμα ἔργου ἁψάμενοι ἐξαιτοῦνται τὸν αὐτοκράτορα μίαν μὲν σημαίαν πρὸς τῷ τοῦ μεγαλομάρτυρος Γεωργίου τεμένει
στῆναι (ἔφθασε γὰρ ἐπ' ὀνόματι τούτου ἀνοικοδομηθῆναι ὁ ναὸς οὑτοσὶ), τὴν δὲ ὡς πρὸς τὸν Αὐλῶνα, ἵν’ “ὁπόσοι μὲν ἡμῶν τῇ σῇ βασιλείᾳ θητεῦσαι βούλοιντο, τῇ πρὸς τὸ τέμενος τοῦ μάρτυρος ἀπονενευκυῖαι προσέλθωσιν, 13 ὁπόσοι δὲ πρὸς τὴν ἰδίαν πατρίδα ἐπαναζεῦξαι, τῇ πρὸς τὸν
Αὐλῶνα ἀφορώσῃ προσχωρήσωσι”. ταῦτ’ εἰπόντες παραχρῆμα προσῆλθον τῷ βασιλεῖ. ὁ δὲ Βρυέννιος γενναῖος ὢν ἀνὴρ προσεληλυθέναι μὲν τῷ βασιλεῖ οὐδαμῶς ἠβούλετο, ἐπώμνυτο δὲ μηδέποτε κατ’ αὐτοῦ ὅπλα κινῆσαι, εἰ μόνον δοίη τοὺς τοῦτον μέχρι τῶν ὁρίων τῆς τῶν Ῥωμαίων βασιλείας
ἀκινδύνως διασώσοντας καὶ οὕτω πρὸς τὴν ἰδίαν ἀπολῦσαι χώραν. ὁ δὲ αὐτοκράτωρ μάλα ταχέως ἐπλήρου τὸ αἰτηθὲν· αὐτὸς δὲ τῆς πρὸς τὸ Βυζάντιον εἴχετο νικητὴς ἐπιφανέστατος.
ὅπως καὶ τοὺς Παυλικιανοὺς κατηγωνίσατο, διηγήσομαι. Β οὐκ ἔφερε μηδὲ τούτους τοὺς ἀποστάτας καταγωνίσασθαι πρὸ τοῦ τὰ βασίλεια καταλαβεῖν, ἀλλ’ ὥσπερ ἀπό τινος νίκης ἑτέραν νίκην πρυτανευόμενος καὶ τὴν πληθὺν τῶν Μανιχαίων τὸν κύκλον συμπληροῦσαν τῶν ἑαυτοῦ κατορθωμάτων
ἐποίει. οὐδὲ γὰρ ἐνῆν τῷ λαμπρῷ τροπαίῳ τῶν ἑσπερίων πολεμίων οἷον σπῖλον ἐνεῖναι τοὺς ἐκ Παυλικιανῶν ὁρμωμένους ἐκείνους. διὰ πολέμου δὲ καὶ μάχης οὐκ ἤθελεν, ἕνα μὴ ἐν τῇ συμβολῇ τοῦ πολέμου πολλοὶ ἐξ ἑκατέρων ἀναιρεθήσονται, πάλαι τούτους γινώσκων ἐκθυμοτάτους ἄνδρας
καὶ δριμὺ κατὰ τῶν ἐχθρῶν πνέοντας. ἔσπευδεν οὖν διὰ τοῦτο τοὺς πρωταιτίους μὲν τιμωρήσασθαι, τοὺς δέ γε λοιποὺς 14 τῷ τοῦ στρατοπέδου συγκαταλέξαι σώματι. ἔνθεν τοι καὶ 15 διὰ τρόπου τούτους μετῄει. γινώσκων δὲ τὸ φιλοκίνδυνον τῶν ἀνδρῶν ἐκείνων καὶ περὶ τοὺς πολέμους καὶ τὰς μάχας ἀκάθεκτον ἐδεδίει μὴ ἀπογνόντες χεῖρόν τι μελετήσαιεν· ἠρέμουν
γὰρ τέως τὴν σφῶν οἰκοῦντες πατρίδα καὶ οὔπω πρὸς Λεηλαςίας ἄλλας καὶ προνομὰς ἐξετράποντο· μετεπέμπετο οὖν διὰ γραμμάτων τούτους ἐν τῷ πρὸς τὸ Βυζάντιον ἐπανέρχεσθαι συχναῖς ὑποσχέσεσιν. οἱ δὲ τὴν κατὰ τῶν Κελτῶν νίκην αὐτοῦ μεμαθηκότες ἐδεδίεσαν, εἰ τάχα καὶ τὰ γράμματα
χρησταῖς αὐτοὺς ἐλπίσιν ὑπέσαινον· ὅμως καὶ μὴ βουλόμενοι 16 τῆς πρὸς αὐτὸν εἴχοντο. ἐκεῖνος δὲ τὴν Μοσυνούπολιν καταλαβὼν αὐτοῦ που προσέμενεν ὑποκρινόμενος δι᾿ ἄλλα τινὰ ἐγκαρτερεῖν, τὸ δέ γε ὅλον τὴν αὐτῶν ἀναμένων ἄφιξιν. Καταλαβόντων δὲ ἐσχηματίζετο ἀνθεωρῆσαι τούτους βούλεσθαι
καὶ ἑκάστου τὴν ὀνομασίαν ἐγγράψασθαι. ἔνθεν τοι καὶ φοβερὸς προὐκάθητο καὶ οὐ φύρδην, ἀλλὰ κατὰ δεκάδας 17 τοὺς λογάδας τῶν Μανιχαίων πορεύεθαι ἐκέλευσε τὴν τῶν κοινῶν θέαν ἐς νέωτα ὑποσχόμενος κᾆθ᾿ οὕτως εἴσω τῶν πυλῶν ἀπογραφομένους εἰσέρχεσθαι. ἡτοιμασμένοι δὲ ὄντες 18
οἱ τούτους δεσμεῖν ὀφείλοντες τοὺς ἵππους καὶ τὰ ὅπλα ἀναλαμβανόμενοι τούτους ἐν τοῖς ἀποτεταγμένοις φρουρίοις ἐνέκλειον. οἱ δέ γε ἐφεξῆς ἐρχόμενοι παντελῆ τῶν πραττομένων ἄγνοιαν ἔχοντες εἰσῄεσαν ἀγνοοῦντες τὸ ἀποβηςόμενον ἑκάστῳ. τούτους μὲν οὖν οὕτω κατέσχε καὶ τὰς αὐτῶν
περιουσίας δημεύσει καθυποβαλὼν διενείματο τοῖς συγκεκοπιακόσι τούτῳ ἐν ταῖς συμπεσούσαις μάχαις καὶ τοῖς κινδύνοις ἐκείνοις γενναίοις στρατιώταις. ἀπελθὼν δὲ ὁ τὴν οἰκονομίαν ταύτην ἀναδεξάμενος καὶ τὰς αὐτῶν γυναῖκας τῶν 19 οἰκιῶν ἀπελεάσας κατὰ τὴν ἀκρόπολιν ἐμφρούρους εἶχε. τοὺς
δέ γε κατασχεθέντας τῶν Μανιχαίων συμπαθείας μετὰ μικρὸν ὁ αὐτοκράτωρ ἠξίωσεν· ὁπόσοι δὲ καὶ τοῦ θείου βα- 20 πτίσματος τυχεῖν προείλοντο, οὐδὲ τούτου ἀπετύγχανον. διὰ παντοίας δὲ περιελθὼν αὐτοὺς μεθόδου καὶ διαγνοὺς τοὺς αἰτίους τῆς τοιαύτης ἀπονοίας ἐν νήσοις περιορίσας καθεῖρξε· 21 τοῖς δέ γε λοιποῖς ἄδειαν δεδωκώς, ὅποι βουλητὸν αὐτοῖς ἀπιέναι, ἀπέλυσεν. οἱ δὲ τὴν ἐνεγκαμένην τῶν ἄλλων προτιμησάμενοι
αὐτίκα πρὸς αὐτὴν ἐπανέτρεχον ὡς ἐνὸν τὰ κατ’ αὐτοὺς οἰκονομήσοντες.
ὅτι μὴ τοσοῦτον εἰργασμένος πολλαπλασίω τὰ στόματα τῶν συκοφαντούντων εἶχεν ἑαυτῷ περιχαίνοντα. ἐκεῖνος γὰρ χρείας κατεπειγούσης καὶ κοσμικοῦ κλύδωνος ἐξ ἀπορίας τῶν βασιλικῶν ταμιείων πρὸς τοῦτο ἀπέβλεψε καὶ ὡς δάνειον ἐλογίζετο, ἀλλ’ οὐχ ὡς ἅρπαγμα ἢ τυραννικῆς χειρὸς ἐπιβουλήν,
ὡς οἱ διαλοιδορούμενοι λέζειαν. ἀλλὰ καὶ γνώμης οὕτως εἶχεν ὡς μετὰ τὸ κατορθῶσαι τοὺς ἐπικειμένους 22 πολέμους ἀποδώσων ταῖς ἐκκλησίαις τὸν ἀφῃρημένον κόσμον αὐτῶν. καὶ οὐκ ἔφερεν ἐπαναζεύξας τῇ βασιλίδι πόλει ὑπόθεσιν γίνεσθαι τοῖς ἐθέλουσι διασύρειν τὰ ἐκείνου. ἔνθεν
τοι καὶ ἐκκλησίαν κηρύττει καὶ συνέδριον μέγιστον εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα ἑαυτὸν ἐθέλων ὑπόδικον πρῶτον καταστήσασθαι καὶ οὕτω τὰ ὑπὲρ ἑαυτοῦ ἀπολογήσασθαι. παρῆν δὲ ἤδη καὶ ἡ σύγκλητος ἅπασα καὶ τὸ στρατιωτικὸν 23 καὶ ὅσον τοῦ ἱερατικοῦ καταλόγου καραδοκοῦντες τὸ τί ἂν
βούλοιτο ἡ τῶν ἁπάντων συνέλευσις. τὸ δὲ ἦν ἄρα ἄλλο οὐδὲν ἢ ἡ τῶν κατὰ τοῦ βασιλέως θρυλλουμένων ἀνάκρισις. παρῆσαν οὖν τηνικαῦτα οἱ τῶν ἱερῶν φροντιστηρίων κηδεμόνες καὶ τὰ βιβλία ἐς μέσον τηνικαῦτα προὐτίθετο βρέβια 24 ταῦτα ἡ συνήθεια οἶδε καλεῖν) , ἐν οἷς ἀναγεγράφαται τὰ ἐν ἑκάστῳ τεμένει κειμήλια. καὶ τῷ μὲν φαινομένῳ κριτὴς ὁ βασιλεὺς ἐπὶ τοῦ βασιλικοῦ καθῆστο θρόνου, τῇ δ’ ἀληθείᾳ αὐτὸς ἐξετασθησόμενος. ἐξητάζετο τοίνυν τὰ πάλαι 25
παρὰ πολλῶν ἀνατεθέντα τοῖς εὐαγέσιν οἴκοις καὶ παρὰ τῶν 26 ἐς ὕστερον ἢ καὶ αὐτοῦ τοῦ αὐτοκράτορος ἀφαιρεθέντα. καὶ ἐπεὶ μηδὲν ἕτερον ἀφαιρεθὲν κατεφαίνετο, ἀλλ’ ἢ μόνον τῇ σορῷ τῆς βασιλίδος ἐκείνης Ζωῆς ἐκ χρυσοῦ καὶ ἀργύρου ἐπικείμενος κόσμος καὶ ὀλίγα τινὰ ἄλλα σκεύη μὴ τοσοῦτο
εἰς ἱερὰν λειτουργίαν χρηματίζοντα, ἑαυτὸν εἰς τοὐμφανὲς ὁ αὐτοκράτωρ ὑπόδικον καθίστησι, κριτὴν δὲ τὸν βουλόμενον ὁντιναοῦν. καὶ μετὰ μικρὸν μεταβαλὼν τῇ γλώττῃ “ἐγώ” φησι “τὴν βασιλείαν πανταχόθεν κυκλουμένην βαρβάροις εὑράμενος καὶ μηδέν τι πρὸς τοὺς ἐπικειμένους 27
ἐχθροὺς ἀξιόμαχον ἔχουσαν, ἴστε, ὁπόσοις κινδύνοις περιπέπτωκα, μικροῦ καὶ βαρβαρικοῦ ξίφους ἔργον γεγονώς. καὶ γὰρ πολλαπλασίους ἦσαν οἱ ἑκατέρωθεν ἡμᾶς τοξεύοντες. τὰς γὰρ τῶν Περσῶν ἐπελεύσεις καὶ τὰς τῶν Σκυθῶν ἐκδρομὰς οὐκ ἀγνοεῖτε καὶ τῶν ἐκ Λογγιβαρδίας ὀξυνομένων
δοράτων οὐκ ἐπιλέλησθε. τὰ δὲ χρήματα συναπῆρε τοῖς ὅπλοις καὶ ὁ κύκλος τῆς ἡγεμονίας εἰς τὸ ἀμερὲς συνένευε κέντρον. ὅπως δὲ τό τε ὁπλιτικὸν ἅπαν ηὔξηται γυμναξόμενον 28 καὶ ἁπανταχόθεν συλλεγόμενον καὶ ξυγκροτούμενον, οἴδατε· καὶ ταῦτα πάντα ὅτι πολλῶν ἐδεῖτο χρημάτων, ἴστε
πάντες, καὶ ὅτι τὰ ἀφαιρεθέντα εἰς δέον ἀνήλωτο κατὰ τὸν Περικλέα ἐκεῖνον καὶ ὑπὲρ τῆς ἡμῶν τιμῆς δεδαπάνηται. εἰ δὲ τοῖς μεμψιμοίροις ὡς τοῖς κανόσι προσκεκρουκότες κατεφάνημεν, θαυμαστὸν οὐδέν. ἀκούομεν γάρ, ὅτι καὶ ὁ ἐν βασιλεῦσι προφήτης Δαβὶδ εἰς τὴν αὐτὴν ἀνάγκην ἐληλυθὼς
τῶν ἱερῶν ἐγεύσατο ἄρτων μετὰ τῶν στρατευμάτων αὐτοῦ καὶ ταῦτα μὴ ἐνδεχομένου τῆς ἐξιδιαζομένης ἱερεῦσι τροφῆς ἰδιώτην ἅψασθαι. καὶ ἄλλως δὲ καταμαθεῖν ἐστι 29 τοὺς ἱεροὺς κανόνας ἐν ἑτέροις ἐνδιδόντας τὰ ἱερὰ πιπράσκεσθαι 30 ὑπὲρ ἀναρρύσεως αἰχμαλώτων. εἰ δ’ αἰχμαλωτιζομένης οἰκουμένης καὶ δορυαλώτων ἤδη τῶν πόλεων καὶ αὐτῆς τῆς Κωνσταντίνου γενέσθαι κινδυνευουσῶν, ὀλίγων τινῶν καὶ οὐδὲ πάνυ τῆς τῶν ἱερῶν μετεχόντων ἀξίας ἐν
βίᾳ τοσαύτῃ ἁψάμενοι εἰς τὴν ἐλευθερίαν τούτων συνεχρησάμεθα, οὐδεμίαν ἄρα κατηγορίαν εὔλογον τοῖς φιλοσκώμμοσι καταλιμπάνομεν.” ταῦτ᾿ εἰπὼν καὶ μεταστρέψας τὸν λόγον ἔνοχον οἷον ἑαυτὸν ποιεῖται καὶ καταδικάζει αὐτὸς ἑαυτόν. εἶτ’ αὖθις τὰ βρέβια ἀνελίττειν προστάττει τοῖς
31 ἔχουσιν, ἵνα καταφανῆ γένηται τὰ ἀφῃρημένα. καὶ παραχρῆμα τῷ μὲν σεκρέτῳ τοῦ Ἀντιφωνητοῦ χρυσίου ποσότητα ἱκανὴν ἐλογίσατο κατ᾿ ἔτος εἰσκομιζομένου τοῖς τοῦ δημοσίου φροντισταῖς, ὃ καὶ μέχρι τοῦ νῦν ἀπαρασάλευτον διαμεμενήκει· ἐκεῖσε γὰρ ἡ τῆς δηλωθείσης βασιλίδος σορὸς ἐναπέκειτο·
τοῖς δὲ Χαλκοπρατίοις ἐτησίαν ἐτησίαν τοῖς τῷ θείῳ τεμένει τῆς θεομήτορος συνήθως τοὺς ὕμνους ἐπιτελοῦσιν ἐκ τῶν βασιλικῶν ταμιείων πρυτανεύεσθαι παρεκελεύσατο.
μελετωμένη παρά τε τῶν τῆς συγκλήτου λογάδων καὶ τῶν τοῦ στρατοῦ κορυφαίων καὶ διεμηνύθη τηνικαῦτα 32 τῷ αὐτοκράτορι. καὶ οἱ κατήγοροι παρέστησαν καἰ τοὺς 33 συνίστορας τῆς τοιαύτης βουλῆς ἐξήλεγχον. ἐκδήλου δὲ τῆς μελέτης ἤδη γεγονυίας καὶ τῆς ἀπὸ τῶν νόμων ποινῆς κατ᾿
αὐτῶν βαρείας ἐπερχομένης ὁ αὐτοκράτωρ ποινὴν μὲν οὐδαμῶς αὐτοῖς ἐπενεγκεῖν προτεθύμητο, δήμευσιν δὲ μόνον καὶ περιορισμὸν κατὰ τῶν πρωταιτίων ἀπεφήνατο καὶ μέχρι τούτου τὴν τῆς τοιαύτης ἐπιβουλῆς ἐπεξέλευσιν ἔστησεν. ἀλλὰ γὰρ ὁ λόγος ἀνατρεχέτω αὖθις ὅθεν ἀπερρύη. ὁπηνίκα ὁ αὐτοκράτωρ
εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ Νικηφόρου 34 τοῦ Βοτανειάτου ἀνηνέχθη, τραυλὸν τινα Μανιχαῖον προσλαβόμενος 35 μετὰ τῶν γνησίων αὐτοῦ θεραπόντων συγκατέλεξε καὶ τοῦ θείου βαπτίσματος ἀξιώσας μιᾷ τῶν τῆς βασιλίδος θεραπαινίδων συνέζευξεν. οὗτος οὖν τέσσαρας ἀδελφὰς ἔχων,
ὡς ταύτας ἐμφρούρους μετὰ τῶν λοιπῶν τότε συναπαχθείσας ἐθεάσατο τά τε προσόντα ἀφαιρεθείσας ἅπαντα, ἤχθετο καὶ φέρειν οὐκ εἶχεν, ἀλλὰ διεσκοπεῖτο, ὅπως ἑαυτὸν τῆς τοῦ αὐτοκράτορος χειρὸς ἀπαλλάξειεν. ἐν γνώσει δὲ τούτων ἡ αὐτοῦ ὁμευνέτις ἤδη γεγονυῖα καἰ ἀποδιδράσκοντα τοῦτον
ὁρῶσα δηλοῖ τῷ τηνικαῦτα τὴν οἰκονομίαν τῶν Μανιχαίων 36 ἐμπεπιστευμένῳ. οὐ διέλαθε τοῦτο τὸν τραυλὸν καὶ τηνικαῦτα ὁπόσοις φθάσας τὸ ἀπόρρητον ἀνεκάλυψε, πρὸς ἑαυτὸν ἑσπέρας μεταπέμπεται. καὶ ὁπόσοι δὲ ἐκ συγγενείας ἦσαν αὐτῷ προσήκοντες, ἐς αὐτὸν συνεληλυθότες καταλαμβάνουσι
τὴν Βελιάτοβαν· πολίχνιον δὲ τοῦτο διακείμενον κατὰ τὴν ἀκρολοφίαν τοῦ κατὰ ταυτηνὶ τὴν Βελιάτοβαν τέμπους. ἄοικον δὲ τοῦτο ἐφευρηκότες ὥσπερ ἴδιόν τι λάχος λογισάμενοι ἐν αὐτῷ τὰς οἰκήσεις ἐποιοῦντο, εἶτα τὰς καθ’ ἑκάστην ἐκεῖθεν ἐκδρομὰς ποιούμενοι καὶ μέχρι τῆς σφετέρας φθάνοντες
πόλεως Φιλίππου λείαν πολλὴν ἀναλαμβανόμενοι ἐπανέστρεφον. 37 ὁ δὲ τραυλὸς τούτοις μὴ ἀρκούμενος σπονδὰς μετὰ τῶν τὸ Παρίστριον νεμομένων Σκυθῶν ἐποιεῖτο τοὺς περὶ τὴν Γλαβινίτζαν καὶ Δρίστραν ἡγεμόνας καὶ τὰ ταύταις παρακείμενα ὑποποιούμενος, μνηστευσάμενος ἅμα ἑαυτῷ καὶ
τῶν λογάδων Σκυθῶν ἑνὸς θυγατέρα, σπεύδων ὅλῃ χειρὶ λυπῆσαι τὸν αὐτοκράτορα διὰ τῆς τῶν Σκυθῶν ἐπελεύσεως. ταῦτα δὲ ὁ βασιλεὺς καθ’ ἑκάστην μανθάνων τὸ μέλλον προμηθευσόμενος ἔσπευδεν ὑποποιεῖσθαι τοῦτον διὰ γραμμάτων καὶ ὑποσχέσεων ὑφορώμενος τὸ ἐξ αὐτοῦ τεχθησόμενον
κακόν. ἀλλὰ καὶ χρυσόβουλλον λόγον ἀπαθείας καὶ πάσης ἐλευθερίας ἐκθέμενος ἐκπέπομφε πρὸς αὐτόν. ἀλλ’ 38 ὁ καρκίνος ὀρθὰ βαδίζειν οὐκ ἐμάνθανεν· ὁ αὐτὸς δὲ ἦν 39 ὁ χθὲς καὶ πρότριτα τούς τε Σκύθας ὑποποιούμενος καὶ πλείονας ἐκ τῶν σφετέρων μεταπεμπόμενος χωρῶν καὶ λῃζόμενος τὰ παρακείμενα ἅπαντα.
δέ γε Βαϊμοῦντος κατὰ τὸν Αὐλῶνα ἔτι χρονοτριβῶν ἦν· ἐπαναγέσθω γὰρ πρὸς αὐτὸν αὖθις ὁ λόγος· καὶ τὰ κατὰ τὸν Βρυέννιον μεμαθηκὼς καὶ τοὺς ἄλλους κομήτας, ὧν οἱ 40 μὲν θητεῦσαι τῷ αὐτοκράτορι προείλοντο, ἄλλοι δὲ ἄλλοσε 41 διεσπάρησαν, τὴν ἐνεγκαμένην ἀναζητήσας διαπερᾷ εἰς Λογγιβαρδίαν
καὶ καταλαμβάνει τὸν ἴδιον πατέρα Ῥομπέρτον εἰς τὸ Σαλερηνόν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, καὶ πολλὰ κατὰ τοῦ βασιλέως εἰπὼν ἠρέθιζε κατ’ αὐτοῦ. ὃν θεασάμενος ὁ Ῥομπέρτος τὴν δεινὴν ἐκείνην ἀγγελίαν ἐπὶ τοῦ προσώπου φέροντα καὶ τὰς πολλὰς ἐκείνας ἃς ἐπ’ αὐτῷ εἶχεν ἐλπίδας
ὀστράκου δίκην εἰς τοὐναντίον μεταπεσούσας αὖος ἐφ’ ἱκανὸν εἱστήκει ὥσπερ ὑπὸ κεραυνοῦ βληθείς. περὶ πάντων δὲ πυθόμενος καὶ μαθὼν τὰ παρ’ ἐλπίδας αὐτῷ συμπεσόντα ἀθυμίᾳ κατεσχέθη. ἀγεννὲς μὲν οὖν οὐδ’ οὕτω τι ἐλογίσατο 42 οὐδὲ τῆς ἑαυτοῦ ἀνδρείας καὶ τόλμης ἀνάξιον. μᾶλλον μὲν
οὖν καὶ πρὸς μάχας ἐπὶ πλέον ἠρέθιστο καὶ φροντίδες τοῦτον καὶ μέριμναι αὖθις τῶν προτέρων μείζους συνεῖχον. ἦν γὰρ ὁ ἀνὴρ ἰσχυρὸς προστάτης οἰκείων βουλευμάτων τε καὶ προλήψεων καὶ μηδαμῶς ἐθέλων ἀνεῖναι ἐφ’ οἷς καθάπαξ διεβουλεύσατο εβουλεύσατο καὶ τὸ ὅλον εἰπεῖν ἀκατάπληκτος καὶ πάντα αὐτῶ
ἁλώσιμα ἐκ μόνης προσβολῆς οἰόμενος γίνεσθαι. εὐθὺς οὖν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς συναγαγὼν καὶ τῆς πολλῆς ἀθυμίας ἑαυτὸν ἀνακτησάμενος ἀποστείλας ἁπανταχόθεν διεκηρύκευε τὴν εἰς τὸ Ἰλλυρικὸν αὖθις κατὰ τοῦ βασιλέως διαπεραίωσιν 43 μετακαλούμενος ἅπαντας. καὶ αὐτίκα πανταχόθεν
πλῆθος συνείλεκτο στρατιωτῶν, ἱππέων τε καὶ πεζῶν, πάντων ἐξωπλισμένων λαμπρῶς καὶ πρὸς μάχην ἀποβλεπόνἔτι 44 των. τὸ πλῆθος εἶπεν ἂν Ὅμηρος “ἠύτ’ ἔθνεα εἶσι μελισσάων ἀδινάων’’. καὶ συνέρρεον ἔκ τε τῶν παρακειμένων πόλεων καὶ ἐξ ἀλλοδαπῶν δὲ οὐχ ἧττον. κἀντεῦθεν ὡπλίζετο καρτερῶς, ἐφ’ ᾧ τὴν τοῦ υἱοῦ ἀνακαλέσασθαι ἧτταν. ἱκανὰ
δὲ συλλεζάμενος στρατεύματα, εἶτα τοὺς αὐτοῦ μετακαλεσάμενος υἱεῖς, τόν τε Ῥογέρην καὶ τὸν Γίδον καλούμενον ὃν ὁ βασιλεὺς Ἀλέζιος θέλων τοῦ πατρὸς ἀποστῆσαι ἀποστείλας 45 λάθρᾳ περὶ κήδους αὐτῷ ἐδήλωσεν ὑποσχόμενος καὶ τιμὴν διαφέρουσαν καὶ χρημάτων δόσιν δαψιλῆ· ὁ δὲ τούτων ἀκούσας
συνέθετο, τὸν δὲ λόγον τέως εἶχεν ἀπόρρητον) τούτοις ἅπαν τὸ ἱππικὸν παραδοὺς ἀπέστειλε παραγγείλας σπουδάσαι κατασχεῖν τὸν Αὐλῶνα. οἱ δὲ διαπεράσαντες ἐξ ἐπιδρομῆς τοῦτον εἷλον. καὶ μετρητοὺς τινας εἰς φυλακὴν αὐτοῦ καταλιπόντες μετὰ τῶν λοιπῶν καταλαβόντες τὸ Βοθρεντὸν ἐξ
ἐφόδου καὶ τοῦτο κατέσχον. ὁ δέ γε Ῥομπέρτος τὸ ναυτικὸν αὐτοῦ ἅπαν ἀναλαβόμενος καὶ τὴν ὡς πρὸς τὸ Βοθρεντὸν 46 παραλίαν παραπλέων κατέλαβε τὸ Βρεντήσιον, ἐφ’ ᾧ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶσαι. τὸν δ’ ἀπὸ τῆς ̔Υδροῦντος πορθμὸν ἧττον διάστημα ἔχειν μεμαθηκὼς ἐκεῖθεν διεπέρασεν εἰς τὸν
Αὐλῶνα. καὶ οὕτως διὰ τῆς ἀναμεταξὺ τοῦ Αὐλῶνος καὶ τοῦ Βοθρεντοῦ παραλίας μετὰ τοῦ στόλου αὐτοῦ παντὸς διελθὼν ἡνώθη μετὰ τῶν υἱῶν αὐτοῦ. ὡς δὲ ἡ Κορυφὼ προκατασχεθεῖσα παρ’ αὐτοῦ αὖθις ἀπεστάτησε, τοὺς υἱοὺς αὐτοῦ εἰς τὸ Βοθρεντὸν καταλιπὼν αὐτὸς μετὰ τοῦ ναυτικοῦ
παντὸς ἀπέπλευσε πρὸς τὴν Κορυφώ. ἀλλ’ ὁ μὲν Ῥομπέρτος 47 τοιαῦτα · ἅπερ μεμαθηκὼς ὁ αὐτοκράτωρ οὐδαμῶς ἀνεπεπτώκει, ἀλλὰ τοὺς Βενετίκους διὰ γραμμάτων ἐξώτρυνε παρασκευάσας 48 αὖθις τὸν μετὰ τοῦ Ῥομπέρτου ἀναδήσασθαι πόλεμον στόλον ἱκανὸν ἐξοπλίσαντας καὶ τὰς δαπάνας πολλαπλασίους
λήψεσθαι ὑποσχόμενος. αὐτὸς δὲ διήρεις τε καὶ 49 τριήρεις καὶ παντοῖον εἶδος λῃστρικῶν νηῶν κατασκευάσας κατὰ τοῦ Ῥομπέρτου ἐξέπεμψεν ὁπλίτας εἰσαγαγὼν τῆς διὰ θαλάττης μάχης εἰδήμονας. τὴν δὲ κατ᾿ αὐτοῦ τῶν στόλων ἔφοδον μεμαθηκὼς ὁ Ῥομπέρτος, τὴν μάχην προαρπάζων 50 ὁποῖος ἐκεῖνος, λύσας τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ
αὐτοῦ παντὸς τὸν λιμένα Κασσόπης κατέλαβεν. οἱ δέ γε Βενέτικοι καταλαβόντες εἰς τὸν λιμένα Πασάρων καὶ μικρὸν κεῖθι διατρίψαντες τὴν τοῦ Ῥομπέρτου ἔφοδον μεμαθηκότες θᾶττον καὶ αὐτοὶ καταλαμβάνουσι τὸν λιμένα Κασσόπης. καὶ συμβολῆς καρτερᾶς γενομένης καὶ τῆς μάχης ἀγχεμάχου ἡττᾶται ὁ
Ῥομπέρτος. ὁποῖος δ’ ἐκεῖνος φιλοπόλεμος καὶ ἐκθύμως ἔχων πρὸς μάχας, οὐδὲ μετὰ τὴν ἧτταν ἐκείνην τὸ παράπαν ἐνεδίδου, ἀλλ’ αὖθις πρὸς ἑτέραν ἡτοιμάζετο μάχην καὶ συμβολὴν πολέμου μείζονος. ὅπερ οἱ ἡγεμόνες ἀμφοτέρων τῶν 51 στόλων μεμαθηκότες κἀκ τῆς προηγησαμένης νίκης θαρρήσαντες
μετὰ τρίτην ἡμέραν προσβαλόντες αὐτῷ λαμπρὰν τὴν κατ’ αὐτοῦ νίκην ἤραντο. εἶθ’ οὕτως ἐπανέρχονται πάλιν εἰς τὸν λιμένα Πασάρων. εἴτε δὲ ὁποῖα ἐν τοῖς τοιούτοις ὡς τὰ πολλὰ φιλεῖ γίνεσθαι ἐπαρθέντες ἐπὶ ταῖς προγεγενημέναις νίκαις εἴτε τοὺς ἡττηθέντας ἀπελπίσαντες ἀναπεπτώκασιν
ὡς ἤδη τὸ πᾶν ἠνυκότες καὶ καταφρονητικῶς πρὸς τὸν ̔Ρομπέρτον διετίθεντο. εἶτα διελόντες τὰ ταχύδρομα τῶν πλοίων ἀπέστειλαν εἰς Βενετίαν διηγησομένους τὰ ξυμπεσόντα καὶ ὅπως κατὰ κράτος τὸν Ῥομπέρτον ἥττησαν. ὁ δὲ Ῥομπέρτος ταῦτα μεμαθηκὼς ἀπό τινος Βενείκου 52 Κονταρίνου Πέτρου καλουμένου ἄρτι προσπεφευγότος αὐτῶ ἐπὶ πλέον ἀθύμει καὶ οὐκέτ’ ἀνεκτῶς εἶχε · λογισμοῖς δὲ κρείττοσιν ἀναρρώσας ἑαυτὸν αὖθις κατὰ τῶν Βενετίκων ἴεται. οἱ δὲ Βενέτικοι τῷ ἀπροόπτῳ καταπλαγέντες τῆς αὐτοῦ ἐλεύσεως εὐθὺς δεσμήσαντες τὰ μείζονα τούτων πλοῖα
53 καλωδίοις περὶ τὸν λιμένα τῆς Κορυφὼ καὶ συναπαρτίσαντες τὸν λεγόμενον πελαγολιμένα τὰ σμικρὰ τούτων ἐς μέσον ἤλασαν· σιδηροφορήσαντες δὲ ἅπαντες ἐκαραδόκουν τὴν τούτου ἔλευσιν. ὁ δὲ καταλαβὼν συμμίγνυται τούτοις πρὸς
πόλεμον. ὁ δὲ πόλεμος δεινὸς ἦν καὶ τῶν πρώην ἰσχυρότερος ἐκθύμως μαχομένων ἢ πρότερον. καρτερᾶς οὖν μάχης 54 ἀναμεταξὺ γεγοννίας καὶ μηδενὸς τῶν μερῶν νῶτα διδόντος, ἀλλὰ μᾶλλον κατὰ πρόσωπον ἐρχομένων, ἐπεὶ οἱ Βενέτικοι τά προσόντα τούτοις φθάσαντες προκατηναλώκεσαν καὶ οὐδὲν
ἄλλο πλην τών οπλιτών ταΐς ναυΰι παρην, αύται δε τη κουφότητι επεπόλαζον οίον τοις νδαΰιν άνεχόμεναι, ώς μηδ' ἄχρι δεντέρου ζωοτῆρος τοῦ ὕδατος φθάνοντος, πανΰυδὶ ἐπί τὴν ἑτέραν πλευρὰν τὴν ὡς πρὸς τοὺς πολεμίους συρρεύσαντες τηνικαῦτα ἐβυθίσθησαν· ἦσαν δὲ ὡσεὶ χιλιάδες
τρισκαίδεκα. αἱ δ᾿ ἄλλαι τῶν νηῶν σὺν αὐτοῖς πλωτῆρσι 55 κατεσχέθησαν. ὁ δὲ Ῥομπέρτος μετὰ τὴν λαμπρὰν ἐκείνην νίκην ἀπηνῶς διατεθεὶς πολλοῖς τῶν κατασχεθέντων ώμοτάτως ἐχρήσατο τῶν μὲν τὰς ὄψεις πηρώσας, τοὺς δὲ ῥινοτομήσας, 56 τινῶν δὲ καὶ χεῖρας ἢ πόδας ἢ καὶ ἀμφότερα ἀφελόμενος.
περί δέ γε τών λοιπῶν ἀποστείλας πρὸς τοὺς ὁμοχώρους αὐτῶν διεφήμισεν, ἵν᾿ ὁ βουλόμενος πρίασθαι τον ἴδιον τιμῆς ἀφόβως παραγίνοιτο. ἅμα δὲ καὶ τὰ περὶ εἰρήνης αὐτοὺς ἠρώτα· οἱ δὲ μηνύουσι πρὸς αὐτόν “ἴσθι, δοὺξ Ῥομπέρτε, ὡς εἰ καὶ τὰς σφῶν ἡμῶν γυναῖκας καὶ τὰ τέκνα
ἀποσφαττόμενα θεασαίμεθα, οὐκ ἂν τὰς πρὸς τὸν αὐτοκράτορα Ἀλέξιον συνθήκας ἀπαρνησώμεθα οὔτε μὴν τοῦ ἐπαρήγειν 57 αὐτῷ καὶ ὑπὲρ αὐτοῦ ἐκθύμως μάχεσθαι ὅλως ένδώσομεν”. καιροῦ δ᾿ ὀλίγου παρερρυηκότος δρόμωνάς τε καὶ τριήρεις εὐτρεπίσαντες οἱ Βενέτικοι καὶ ἄλλα τινὰ τῶν
μικρών καὶ ταχυδρόμων νηῶν μετὰ πλείονος δυνάμεως κατὰ τοῦ Ῥομπέρτου ἔρχονται. καὶ δὴ καταλαβόντες αὐτόν περὶ τὸ Βοθρεντὸν αὐλιζόμενον τὸν μετ᾿ αὐτοῦ συνάπτουσι πόλεμον 58 καὶ κατὰ κράτος νικῶσι πολλοὺς μὲν ἀποκτείναντες, πλείονας δὲ καὶ βυθίσαντες· μικροῦ δὲ δεῖν καὶ αὐτὸν τὸν γνήσιον υἱὸν αὐτοῦ Γίδον καὶ τὴν ὁμευνέτιν κατέσχον. καὶ νίκην κατ᾿ αὐτοῦ λαμπρὰν ἀράμενοι δηλοῦσι πάντα τῷ βασιλεῖ. 59 ὃς διὰ πολλῶν τούτους ἀμειψάμενος δωρεῶν καὶ τιμῆς καὶ
αὐτὸν τὸν δοῦκα Βενετίας τῷ τῶν πρωτοσεβαστῶν ἀξιώματι μετὰ τῆς ῥόγας ἐτίμησεν, ὑπέρτιμον δὲ καὶ τὸν πατριάρχην ἠξίωσε μετὰ τῆς ἀναλόγου ῥόγας. ἀλλὰ καὶ πάσαις ταῖς ἐν Βενετίᾳ ἐκκλησίαις χρυσίου ποσότητα ἱκανὴν ἐτησίως διανείμασθαι ἀπὸ τῶν βασιλικῶν ταμιείων ἐκέλευσε. τῇ μέντοι
ἐπ’ ὀνόματι τοῦ εὐαγγελιστοῦ ἀποστόλου Μάρκου ἐκκλησίᾳ ὑποφόρους ἅπαντας τοὺς ἐκ Μέλφης ἐν Κωνσταντινουπόλει ἐργαστήρια κατέχοντας πεποίηκε καὶ τὰ ἀπὸ τῆς παλαιᾶς ̔Εβραϊκῆς σκάλας μέχρι τῆς καλουμένης Βίγλας διήκοντα ἐργαστήρια καὶ τὰς ἐντὸς τοῦ διαστήματος τούτου ἐμπεριεχομένας
σκάλας ἐδωρήσατο καὶ ἑτέρων πολλῶν ἀκινήτων δωρεὰς ἔν τε τῇ βασιλευούσῃ καὶ τῇ πόλει Δυρραχίου καὶ 60 ὅποι ποτ’ ἂν ἐκεῖνοι ᾐτήσαντο. τὸ δὲ δὴ μεῖζον, τὴν ἐμπορίαν αὐτοῖς ἀζήμιον ἐποίησεν ἐν πάσαις ταῖς ὑπὸ τὴν ἐξουσίαν ̔Ρωμαίων χώραις , ὥστε ἀνέτως ἐμπορεύεσθαι καὶ
κατὰ τὸ αὐτοῖς βουλητὸν μήτε μὴν ὑπὲρ κομμερκίου ἢ ἑτέρας τινὸς εἰσπράξεως τῷ δημοσίῳ εἰσκομιζομένης παρέχειν ἄχρι καὶ ὀβολοῦ ἑνός, ἀλλ’ ἔξω πάσης εἶναι ̔Ρωμαϊκῆς ἐξουσίας.
ὅθεν ἐξέπεσε καὶ καθ’ εἱρμὸν ἐχέσθω τῆς διηγήσεως) οὐδὲ μετὰ ταύτην τὴν ἧτταν αὖθις ἠρέμει. ἀλλ’ ἐπεὶ προφθάσας τινὰ τῶν πλοίων αὐτοῦ μετὰ τοῦ ἰδίου υἱοῦ κατὰ τῆς Κεφαληνίας 61 ἀπέστειλε σπεύδων τὴν ἐν αὐτῇ πόλιν κατασχεῖν, τὰ μὲν ἐνόντα αὐτῷ πλοῖα τῇ Βοντίτζῃ προσώρμισε μετὰ τῆς
παρεμβολῆς πάσης, αὐτὸς δὲ εἰς μονήρη γαλέαν εἰσελθὼν τὴν Κεφαληνίαν κατέλαβε. καὶ πρὶν ἢ ταῖς λοιπαῖς δυνά- 62 μεσι καὶ τῷ υἱῷ αὐτοῦ ἑνωθῆναι, ἐγκαρτερῶν ἔτι περὶ τὸν Ἀθέρα (ἀκρωτήριόν τι τοῦτο τῆς Κεφαληνίας) λάβρῳ κατέχεται πυρετῷ. μὴ φέρων δὲ τὴν τοῦ πυρετοῦ φλόγωσιν ὕδωρ ψυχρὸν αἰτεῖ, τῶν δὲ περὶ αὐτὸν ἁπανταχοῦ σκεδασθέντων
εἰς τὴν τοῦ ὕδατος ζήτησιν, τῶν ἐγχωρίων τις πρὸς αὐτούς φησιν “ὁρᾶτε ταυτηνὶ τὴν νῆσον τὴν Ἰθάκην. ἐν αὐτῇ πόλις μεγάλη πρῴην ᾠκοδόμηται Ἱερουσαλὴμ καλουμένη, κἂν τῷ χρόνῳ 63 ἠρείπωται· ἐν αὐτῇ πηγὴ ἦν πότιμον ἐς ἀεὶ καὶ ψυχρὸν ὕδωρ ἀναδιδοῦσα.” τούτων ὁ Ῥομπέρτος ἀκούσας δέει 64
πολλῷ τηνικαῦτα συνεσχέθη. σνμβαλὼν οὖν τὸν Ἀθέρα καὶ τὴν πόλιν Ἱερουΰαλὴμ τὸν ἐφιστάμενον αὐτῷ θάνατον τηνικαῦτα ἐπεγίνωσκε. καὶ γὰρ πρὸ πολλοῦ τινες αὐτῷ ἐμαντεύοντο, ὁποῖα εἰώθασιν οἱ κόλακες τοῖς μεγιβτᾶσιν εἰσηγεῖσθαι, ὅτι “μέχρι καὶ αὐτοῦ τοῦ Ἀθέρος ἅπαντα μέλλεις
ὑποτάξαι· ἐκεῖθεν δὲ εἰς Ἱερονσαλὴμ ἀπερχόμενος τῷ χρεὼν λειτουργήσεις”. εἴτε δὲ ὁ πυρετὸς τοῦτον ἀνάλωσεν εἴτε πλευρῖτις ἡ νόσος ἦν, ἀκριβῶς λέγειν οὐκ ἔχω. τέως δι᾿ 65 ἡμερῶν τελεντᾷ. καταλαμβάνει δὲ τοῦτον τὰ ἔσχατα πνέοντα ἡ γυνὴ αὐτοῦ Γαΐτα καὶ τὸν υἱὸν αὐτοῦ κλαίοντα
ἐπ᾿ αὐτῷ. ἀπαγγέλλεται γοῦν τὸ συμβὰν τῷ υἱῷ αὐτοῦ, ὅνπερ ἔτι ζῶν διάδοχον τῆς ἀρχῆς αὐτοῦ ἐποίει. ὃς τοῦτο μαθὼν λύπη μὲν τηνικαῦτα ἀφορήτῳ συνείχετο, κρείττοσι δὲ λογισμοῖς ἑαυτὸν ἀνακτησάμενος καὶ συναγαγὼν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς μετακαλεσάμενος ἅπαντας πρῶτον μὲν
ἀπαγγέλλει τὸ συμβὰν ἀπαράκλητα κλαίων ἐπὶ τῇ τοῦ πατρὸς τελευτῇ, ὁρκίζει δὲ ἅπαντας εἰς ἑαυτόν, καὶ ἀναλαβόμενος τούτους εἰς Ἀπουληΐαν διαπερᾷ. ἐν τῷ διαπερᾶν δὲ μεγίστῳ 66 κλύδωνι, κἂν ὥρα θέρους ἦν, περιπέπτωκεν, ὥστε τὰ μὲν τῶν πλοίων βυθισθῆναι, τινὰ δὲ τῇ ψάμμῳ προσαρράξαντα
συνθραυσθῆναι. τὸ δὲ τὸν νεκρὸν κομίζον πλοῖον ἡμίθραυστον γέγονε· μόγις δὲ τὸ τοῦτον συνέχον κιβώτιον οἱ ἀμφ᾿ αὐτὸν ἀναλαβόμενοι εἰς τὸ Βενούσιον διεσώβαντο. 67 καὶ εἰς τὴν ἐπ’ ὀνόματι τῆς ἁγίας Τριάδος πάλαι ἀνοικοδομηθεῖσαν μονήν, οὗ καὶ οἱ ἀδελφοὶ αὐτοῦ προετάφησαν, 68 καὶ αὐτὸς ἐνσοριάζεται. τελευτᾷ δὲ ὁ Ῥομπέρτος εἰκοστῷ πέμπτῳ χρόνῳ τῆς δουκικῆς αὐτοῦ ἀρχῆς τὸν ἅπαντα χρόνον βιώσας ἔτη ἑβδομήκοντα. μεμαθηκὼς δὲ ὁ βασιλεὺς τὸν
τοῦ Ῥομπέρτου αἰφνίδιον θάνατον ἀνέσφαλε μὲν ἄχθος τοιοῦτον ἀπωμισάμενος· ἐπιτίθεται δὲ παραχρῆμα τοῖς τὸ Δυρράχιον ἔτι κατέχουσιν εἰς διχόνοιαν τούτους διὰ γραμμάτων καὶ παντοίας μεθόδου εἰσάξαι σκεψάμενος κᾆθ’ οὕτως ῥᾷστα τὴν πόλιν Δυρραχίου ἐλπίζων λήψεσθαι. ἀλλὰ καὶ τοὺς ἐν
τῇ πόλει παρατυχόντας Βενετίκους παρασκευάζει διὰ γραμμάτων ξυμβουλεῦσαι τοῖς τε Ἀμαλφηνοῖς καὶ Βενετίκοις καὶ 69 ὅσοι ἄποικοι εἰς Ἐπίδαμνον ἔτυχον, ὑπεῖξαι τῷ αὐτοῦ θελήματι καὶ παραδοῦναί οἱ τὸ Δυρράχιον. ἀλλὰ καὶ αὐτὸς δι’ ὑποσχέσεων καὶ δωρεῶν οὐκ ἐνεδίδου ὅλως, ὥστε τὴν
πόλιν Δυρραχίου παραδοῦναι αὐτῷ. καταπειθεῖς οὖν γεγονότες τοιοῦτον γὰρ τὸ Λατίνων ἅπαν γένος ἐρασιχρήματόν τε καὶ ὀβολοῦ ἑνὸς πιπράσκειν εἰωθὸς καὶ αὐτὰ δὴ τὰ φίλτατα) μεγάλα ἐλπίσαντες καὶ συνωμοσίαν τηνικαῦτα ποιησάμενοι ἀναιροῦσι μὲν τὸν πρώτως αὐτοὺς ἀναπείσαντα τὸ
70 κάστρον τῷ ̔Ρομπέρτῳ προδοῦναι καὶ τοὺς συνωμότας αὐτοῦ · ἐκεῖνοι δὲ προσελθόντες παραδιδόασι τὸ κάστρον τῷ βασιλεῖ πάσης ἐλευθερίας ἐξ αὐτοῦ παραπολαύσαντες.
εἰς τὸ Ἰλλυρικὸν αὐτοῦ διαπεραίωσιν προειρήκει διὰ χρησμοῦ, 71 ὃν ἐν χάρτῃ ἐκθέμενος καὶ σφραγίσας τισὶ τῶν τοῦ βασιλέως οἰκειοτάτων ἐνεχείρισε παραγγείλας κατέχειν αὐτὸν μέχρι τινός. εἶτα τοῦ Ῥομπέρτου τετελευτηκότος ἐξ ἐπιταγῆς αὐτοῦ λύουσι τὸν χάρτην. εἶχε δὲ ὁ χρησμὸς οὕτως “μέγας
ἐχθρὸς ἐξ ἑσπέρας πολλὰ κυκήσας ἄφνω πεσεῖται”. ἐθαύμασαν μὲν οὖν πάντες τὴν τοῦ ἀνδρὸς ἐπιστήμην· ἠν γὰρ 72 ἐπὶ ταύτη τῇ σοφίᾳ εἰς ἄκρον ἐληλακώς· καὶ ἵνα τι βραχὺ 73 παραδράμωμεν τοῦ λόγου τῆς ἱστορίας μικρὸν ἀποστάντες, οὕτως ἔχει τὰ κατά τοὺς χρησμούς. νεώτερον μὲν τὸ ἐφεύρημα καὶ οὐκ οἶδε ταύτην τὴν ἐπιστήμην ὁ πάλαι χρόνος.
οὔτε γὰρ ἐπ᾿ Εὐδόξου τοῦ ἀστρονομικωτάτου ἡ τῶν χρησμῶν μέθοδος ἦν οὔτε ὁ Πλάτων τὴν σύνεσιν ταύτην ᾔδει, ἀλλ᾿ οὐδὲ Μανέθων ὁ ἀποτελεσματικὸς περὶ ταύτης ἠκρίβωκεν. ἀλλὰ λῆψις ἦν ἐκείνοις * ὡροσκόπου, ἐν οἷς προὐμαντεύοντο, καὶ πῆξις τῶν κέντρων καὶ τοῦ ὅλου διαθέματος ἐπιτήρησις
καὶ ὁπόσα ἄλλα ὁ τὴν μέθοδον ταύτην εὑρηκὼς τοῖς ἐς ὕστερον παρέδωκεν, ἅπερ ξυνετὰ τοῖς περὶ τὰ τοιαῦτα ματαιάζουσιν. 74 ἡμεῖς δὲ ἐκεῖθέν ποτε ὀλίγον τι τῆς ἐπιστήμης ταύτης ἡψάμεθα, οὐχ ἵνα τι τοιοῦτον διαπραξαίμεθα (μὴ γένοιτο), ἀλλ᾿ ἵνα τῆς ματαιολόγου ταύτης ἀκριβέστερον
καταγνόντες καὶ τῶν περὶ αὐτὴν ἠσχολημένων καταγινώσκοιμεν. ταῦτα δὲ γράφω οὐκ ἐπιδείξεως ἕνεκα, ἀλλ᾿ ἵνα ἐνδειξαίμην, ὅτι ἐπὶ τοῦ αὐτοκράτορος τούτου πολλαὶ τῶν ἐπιστημῶν εἰς ἐπίδοσιν ἐληλύθεισαν τιμῶντος τοὺς φιλοσόφους καὶ φιλοσοφίαν αὐτήν, εἰ καὶ πρὸς τὸ μάθημα τοῦτο τῆς
ἀστρολογίας δυσχεραίνων πως κατεφαίνετο, οἶμαι, διότι τοὺς πολλοὺς τῶν ἀκεραιοτέρων ἀφίστασθαι ἀνέπειθε τῶν ἄνωθεν 75 ἐλπίδων καὶ κεχηνέναι τοῖς ἀστράσιν. αὕτη αἰτία γέγονε πόλεμον ἔχειν τὸν αὐτοκράτορα πρὸς τὸ μάθημα τῆς ἀστρολογίας. οὐ μὴν διὰ τοῦτο αὐχμός τις ἦν ἀστρολόγων τὸ
τηνικάδε, ἀλλὰ καὶ ὁ εἰρημένος Σὴθ κατ᾿ ἐκεῖνο καιροῦ ἐξήνθει καὶ ὁ Αἰγύπτιος ἐκεῖνος Ἀλεξανδρεὺς πολὺς ἦν τὰ τῆς ἀστρολογίας ἐμφαίνων ὄργια, ὃς καὶ παρὰ πολλῶν ἐρωτώμενος ἀκριβέστατα προεμαντεύετο ἐν ἐνίοις οὐδὲ ἀστρολάβου δεόμενος, ἀλλὰ διά τινος ψηφηφορίας τὰς προρρήσεις
ἐπεποίητο. ἦν δ᾿ ἄρα καὶ τοῦτο μαγικὸν μὲν οὐδαμῶς, 76 ἀλλὰ τέχνη τις Ἀλεξανδρέων λογική, ὁρῶν δὲ ὁ αὐτοκράτωρ 77 τὴν νεότητα συρρέουσαν ἐπ᾿ αὐτὸν καὶ ὥσπερ τινὰ προφήτην τὸν ἄνδρα λογιζομένην δὶς καὶ αὐτὸς τοῦτον ἐπερωτήκει, καὶ τοσαυτάκις καὶ ὁ Ἀλεξανδρεὺς εὐστοχήκει τῆς ἐπερωτήσεως· δειλιάσας δὲ ἵνα μὴ πολλῶν βλάβη γένηται καὶ πρὸς τὴν ματαιότητα τῆς ἀστρολογίας ἀποκλίνωσιν ἕπαντες, ἅπαντες,
κατὰ τὴν Ῥαιδεστὸν τούτῳ τὰς διατριβὰς ἀφώρισε τῆς 78 πόλεως ἀπελάσας, πολλὴν τὴν περὶ αὐτὸν προμήθειαν ἐνδειξάμενος, ὥστε δαψιλῶς αὐτῷ τὰ πρὸς χρῆσιν ἐκ τῶν βασιλικῶν ταμιείων ἐπιχορηγεῖσθαι. ναὶ μὴν καὶ ὁ διαλεκτικώτατος Ἐλευθέριος, Αἰγύπτιος καὶ οὗτος ἀνήρ, τὰ τῆς ἐπιστήμης
ταύτης πρεσβεύων εἰς ἄκρον ἤλαυνεν εὐφυίας μηδενὶ μηδαμῶς τῶν πρωτείων παραχωρῶν. ἐν ὑστέροις δὲ καὶ ὁ 79 καλούμενος Κατανάγκης Ἀθήνηθεν εἰς τὴν μεγαλόπολιν παρελθὼν τὰ πρωτεῖα τῶν πρὸ αὐτοῦ φιλονεικῶν φέρειν, 80 ἐπερωτηθεὶς παρά τινων περὶ τοῦ αὐτοκράτορος, πότε τεθνήξοιτο,
καὶ τὸν θάνατον αὐτοῦ προκαταγγείλας, ὡς ᾤετο, ἐψεύσθη τοῦ στοχασμοῦ. συνέβη δὲ τηνικαῦτα τὸν θῆρα λέοντα ἐν τοῖς βασιλείοις διαιτώμενον ἐπὶ τέσσαρσιν ἡμέραις πυρέξαντα τὴν ψυχὴν ἐξερεύξασθαι· εἰς ὁ τοῖς πολλοῖς ἔδοξεν ἡ τοῦ Κατανάγκη πρόρρησις τελευτῆσαι. καιροῦ δὲ παρερρυηκότος
ἱκανοῦ αὖθις τὸν τοῦ αὐτοκράτορος θάνατον προὐμαντεύσατο καὶ διεψεύσθη· ἐτεθνήκει δ’ ὅμως ἡ βασιλὶς Ἄννα καὶ μήτηρ αὐτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην, ἣν ὁ 81 Κατανάγκης προεῖπεν. ὁ δὲ βασιλεύς, ἐπεὶ περὶ αὐτοῦ πολλάκις προμαντευσάμενος τοσαυτάκις διήμαρτε, τῆς πόλεως
τοῦτον μεταστῆσαι οὐκ ἤθελεν αὐτέλεγκτον γενόμενον, ἅμα δὲ καὶ ἵνα μὴ δι’ ἐμπάθειαν δόξῃ τοῦτον ἐκεῖθεν ἀπελαύνειν. ἀλλ’ ἡμεῖς γε ἐντεῦθεν πάλιν ὅθεν ἐξεληκύθειμεν ἀναστρέψωμεν, ἴνα μὴ δοκοίημεν μετεωρολέσχαι τινὲς καὶ τοῖς ἐξ ἀστρολογίας ὀνόμασι τὸ σῶμα τῆς ἱστορίας καταζοφοῦντες. ὁ
δέ γε Ῥομπέρτος, ὡς ὁ λόγος ἐκράτει καί τινες ἔλεγον, ἡγεἐπηρωτήκει 82 μὼν ἐξαίρετος γέγονεν, ἀγχίνους, εὐπρεπὴς τὴν ὄψιν, ἀστεῖος ἐν λόγοις, ὀξὺς μὲν εἰπεῖν, φωνὴ δ᾿ αὐτοῦ μεγάλη, εὐπρόσιτος, εὐμεγέθης τὸ σῶμα, σύμμετρον τὴν κόμην ἔχων 83 ἀεὶ τῇ κεφαλῇ, βαθυπώγων, σπεύδων ἀεὶ τὰ ἤθη τοῦ οἰκείου
γένους τηρεῖν, τὸ τοῦ προσώπου ἄνθος καὶ τοῦ ὅλου σώματος μέχρι τέλους σῴζων καὶ τούτοις ἐπιγαννύμενος, δι᾿ ἅπερ ἄξιον τυραννίδος τὸ εἶδος αὐτοῦ ἐνομίζετο, πάντας τοὺς ὑπ᾿ αὐτὸν τιμῆς ἀξιῶν καὶ πλείονος μᾶλλον τοὺς εὐνοϊκώτερον πρὸς αὐτὸν διατιθεμένους. φειδωλότατος δὲ ἦν
καὶ φιλοχρυσότατος, ἐμπορικώτατος καὶ φιλοκτεανώτατος καὶ 84 ἐπὶ τούτοις φιλοδοξότατος· ὑφ᾿ ὧν πάντων ἡττώμενος πολλὴν τὴν μέμψιν πάντων ἐπεσπάσατο. κακίζουσι δέ τινες τὸν αὐτοκράτορα ὡς μικροψυχήσαντα καὶ τὸν μετ᾿ αὐτοῦ πόλεμον τότε προαρπάσαντα. εἰ μὴ γὰρ πρὸ τοῦ προσήκοντος
καιροῦ τοῦτον ἀνεζήτησεν, ὥς φασιν, ἄλλως ἂν ῥᾳδίως κατίσχυσεν αὐτοῦ βαλλομένου ἁπανταχόθεν παρά τε τῶν καλουμένων Ἀρβανιτῶν παρά τε τῶν ἀπὸ Δαλματίας παρὰ τοῦ Βοδίνου πεμπομένων. ἀλλὰ τοιαῦτα μὲν οἱ μωμοσκόποι ἔξω βελῶν ἱστάμενοι καὶ κατὰ τῶν ἀγωνιξομένων πικροὺς
ὀϊστοὺς διὰ γλώττης πέμποντες, τὸ γὰρ τοῦ Ῥομπέρτου ἀνδρεῖον 85 καὶ περὶ τὰ πολεμικὰ περιδέξιον καὶ τὸ τοῦ φρονήματος ἑδραῖον ἅπαντες ἴσασι· καὶ γὰρ οὐ τῶν ῥᾳδίως, ἀλλὰ καὶ τῶν λίαν δυσκόλως καταγωνιζομένων ἦν ὁ ἀνὴρ ἐν ταῖς ἥτταις μᾶλλον θαρραλεώτερος φαινόμενος.
τῶν βασιλίδων οἴκημα ἐπὶ ταῖς ὠδῖσιν εὑρηκώς· πορφύραν 87 τοῦτο οἱ ἀνέκαθεν ὀνομάζουσιν, ἐξ οὗ καὶ τὸ τῶν πορφυρογέννητων ὄνομα εἰς τὴν οἰκουμένην διέδραμε. κατὰ δὲ τὸ 88 περίορθρον σάββατον δὲ ἦν) τίκτεται τούτοις παιδίον θῆλυ ἐμφερές, ὡς ἔλεγον, κατὰ πάντα τῷ πατρί· ἐγὼ δὲ ἄρα ἦν τοῦτο. καὶ ὥς γε τὴν βασιλίδα καὶ μητέρα ἔν τισι καιροῖς διηγουμένην ἤκουον, ὅτι πρὸ τρίτης ἡμέρας τῆς τοῦ βασιλέως εἰς τὰ ἀνάκτορα εἰσελεύσεως ἐπανῄει γὰρ ἤδη ἀπὸ
τῆς τοῦ Ῥομπέρτου μάχης καὶ τῶν πολλῶν ἐκείνων πολέμων καὶ κόπων) ταῖς ὠδῖσι συνεχομένη σταυροῦ τύπον τῇ γαστρὶ ἐνσημήνασα ἴφη “μεῖνον ἔτι, παιδίον, τὴν τοῦ πατρὸς ἄφιξιν”. 89 πολλὰ δὲ αὐτήν, ὡς ἔλεγεν, ἡ πρωτοβεστιαρία καὶ μήτηρ αὐτῆς καταμεμψαμένη ἔφη μετ’ ὀργῆς “εἰ δὲ μετὰ μῆνα
ἐλεύσεται, οἶδας; καὶ πῶς αὐτὴ τοσαύταις ὀδύναις ἐγκαρτερήσεις;” ἀλλὰ ταῦτα μὲν ἡ ἐκείνης μήτηρ· τὸ δέ γε τῆς βασιλίδος ἐπίταγμα πέρας εἰλήφει, ὅπερ κἀν τῇ γαστρὶ τὴν εἰς τὸ μέλλον πρὸς τοὺς γειναμένους εὔνοιαν ἀριδήλως 90 ὑπεσημαίνετο. καὶ γὰρ μετὰ ταῦτα εἰς ἡλικίαν ἐπιδεδωκυῖα
καὶ ἀπολαβοῦσα τὸ φρονοῦν καθαρῶς φιλομήτωρ κατὰ ταὐτὸν ἐγεγόνειν καὶ φιλοπάτωρ. καὶ μάρτυρες τοῦ τοιούτου ἤθους εἰσί μοι πολλοὶ μὲν τῶν ἀνθρώπων, ἤδη δὲ καὶ πάντες, ὁπόσοι τἀμὰ γινώσκουσι, προσεπιμαρτυρούντων αὐτοῖς καὶ τῶν πολλῶν μου ὑπὲρ τῶν γονέων ἄθλων καὶ καμάτων καὶ
τῶν κινδύνων ἐκείνων, εἰς οὓς ἐμαυτὴν διὰ τὸ πρὸς ἐκείνους φίλτρον ἐνέβαλον, ἀφειδήσασα μὲν καὶ τιμῆς καὶ χρημάτων καὶ αὐτῆς τῆς ζωῆς· οὕτω γὰρ τὸ πρὸς αὐτούς με φίλτρον ἐξέκαεν, ὡς καὶ αὐτὴν τὴν ψυχὴν δἰ αὐτοὺς προέσθαι 91 πολλάκις. ἀλλὰ μήπω περὶ τούτων. ἀνατρεχέτω δ’
αὖθις ὁ λόγος πρὸς τὰ ἐξ αὐτῆς μοι ξυμπεσόντα γενέσεως. πάντων γὰρ τῶν συνήθων ἐπὶ τοῖς νεογνοῖς τῶν βασιλέων παισὶ δαψιλέστερον τελεσθέντων, ὡς λέγεται, εὐφημιῶν δηλαδὴ καὶ δωρεῶν καὶ φιλοτιμημάτων παρεχομένων τοῖς λο- γάσι τῆς συγκλήτου καὶ τοῦ στρατοῦ, πλέον ἤπερ ποτὲ ἕχαιρον,
ἐσκίρτων, ἐπαιάνιζον ἅπαντες καὶ μᾶλλον οἱ τῇ βασι- λίδι καθ’ αἷμα προσήκοντες οὐκ εἶχον ὑφ’ ἡδονῆς ὅ τι καὶ 92 γένοιντο. μετρητῶν δέ τινων παρελθουσῶν ἡμερῶν στέφους κἀμὲ ἀξιοῦσιν οἱ γονεῖς καὶ βασιλικοῦ διαδήματος. ἐπεὶ δὲ Κωνσταντίνου τοῦ υἱοῦ τοῦ προβεβασιλευκότος Μιχαὴλ τοῦ Δούκα, περὶ οὗ πολλάκις ὁ λόγος ἐμνήσθη, συμβασιλεύοντος
ἔτι τῷ αὐτοκράτορι καὶ ἐμῷ πατρὶ κἀν ταῖς δωρεαῖς δι’ 93 ἐρυθρῶν συνυπογράφοντος τούτῳ κἀν ταῖς προπομπαῖς μετὰ τιάρας αὐτῷ συνεπομένου κἀν ταῖς εὐφημίαις δευτέρου εὐφημουμένου κἀγὼ εὐφημεῖσθαι ἔμελλον, Κωνσταντῖνον καὶ Ἄνναν ἐν ταὐτῷ ἐξεφώνουν ἐν τοῖς τῆς εὐφημίας καιροῖς
οἱ τῆς εὐφημίας προεξάρχοντες. καὶ τοῦτο δὴ μέχρι καιρῶν ἱκανῶν ἐτελεῖτο, ὥς γέ μοι τῶν συγγενῶν καὶ ἐμῶν γεννητόρων ἐν ὑστέροις πολλάκις διηγουμένων ἀκήκοα. προμάντευμα δὲ ἴσως τοῦτο τῶν ἐμοὶ ξυμπεσόντων ἦν εἴτε εὐτυχημάτων εἴτε τοὔμπαλιν δυστυχημάτων. ἐπεὶ δὲ τοῖς 94
βασιλεῦσι καὶ δεύτερον ἐτέχθη θῆλυ, ἀναφέρον μὲν κατὰ 95 τὴν ὄψιν ἐς τοὺς προγόνους, ἐμφαῖνον δ’ ἅμα καὶ τὴν ἐς ὕστερον ἐπιλάμψουσαν αὐτῷ ἀρετήν τε καὶ φρόνησιν, ἐπε- πόθουν καὶ ἄρρεν τεκεῖν καὶ δι᾿ εὐχῆς αὐτοῖς τοῦτ᾿ ἦν. ἐπινεμήσεως οὖν ἑνδεκάτης τρεχούσης τίκτεται τούτοις καὶ
ἄρρεν. εὐθὺς οὖν οἱ μὲν γονεῖς ἐγεγήθεσαν καὶ πένθους οὐκέτι ἴχνος αὐτοῖς ἐπιλέλειπτο τῆς σφῶν ἐπιθυμίας εἰς ἔργον προαχθείσης. τὸ δὲ ὑπήκοον ἅπαν ἐσκίρτων τοὺς κρατοῦντας οὕτω χαίροντας ὁρῶν, συνέχαιρον ἀλλήλοις, ἐγεγήδεσαν. 96 καὶ ἦν ἰδεῖν τὰ βασίλεια χαρμονῆς ἀνάπλεω καὶ
πένθους οὐδαμοῦ οὐδ’ ἑτέρας οἱασδηποτοῦν ἐννοίας, τῶν μὲν ἐκ μέσης θαλάμης καρδίας χαιρόντων ὁπόσοι εὖνοι, τῶν δὲ συσχηματιζομένων χαίρειν. ἔστι μὲν γὰρ τὸ ὑπήκοον ὡς ἐπίπαν δύσνουν τοῖς κρατοῦσι, σχηματιζόμενον δὲ τὰ πολλὰ καὶ διὰ κολακείας ἐπισπώμενον τοὺς ὑπερέχοντας. ὅμως δ’
οὐν κοινὴν ἦν ἰδεῖν τότε τὴν χαρμονήν συνηδομένων ἁπάντων. τὸ δὲ παιδίον μέλαν ἦν τὴν χροιάν, μέτωπον τούτῳ εὐρύ, παρειαί ὑπόξηροι, ῥὶς οὔτε σιμὴ οὔτε κάμπτουσα πρὸς 97 98 τὸ γρυπὸν, ἀλλὰ μέση πως ἀμφοῖν· ὀφθαλμοὶ μελάντεροι καὶ τὸ ὑποκαθήμενον ἦθος καὶ ὀξύ, ὅσον ἐκ βρεφυλλίου σώματος εἰκάσαι, ἐμφαίνοντες. ἐθέλοντες τοιγαροῦν τουτὶ τὸ παιδίον εἰς τὴν αὐτοκράτορος περιωπήν ἀναβιβάσαι καὶ κλῆρον οἷον αὐτῷ τὴν βασιλείαν Ῥωμαίων καταλιπεῖν εἰς τὴν
τοῦ θεοῦ μεγάλην ἐκκλησίαν τοῦ θείου βαπτίσματος καὶ τοῦ στέφους αὐτὸ ἀξιοῦσι. τοιαῦτα τοίνυν τὰ τοῖς πορφυρογεννήτοις ἡμῖν ἐξ αὐτῶν βαλβίδων τῆς ἡμῶν γενέσεως ξυμβάντα· τὰ δέ γε ἐς ὕστερον συμπεσόντα κατὰ τὸν προσήκοντα ῥηθήσεται τόπον.
καὶ τὸν αὐτοῦ υἱὸν Βαϊμοῦντον πολλὰ μογήσας κατὰ κράτος ἥττησε καὶ μεγίστης συμφορᾶς τὰ κατὰ τὴν ἑσπέραν ἐρρύσατο. κἀκεῖθεν ἐνανελθὼν αὖθις τοὺς ὑπὸ τὸν Ἀπελχασὴμ Τούρκους οὐ τὴν ἔω ἁπλῶς κατατρέχοντας εὗρεν, ἀλλὰ μέχρις αὐτῆς Προποντίδος καὶ τῶν παραλίων
ταύτῃ χωρίων κατεληλυθότας. ὅπως μὲν οὖν ὁ Ἀμὴρ Σολυμᾶς τῆς Νικαίας ἐξελθὼν τουτονὶ τὸν Ἀπελχασὴμ φρουρὸν αὐτῆς καταλέλοιπεν, ὁ δὲ Πουζάνος παρὰ τοῦ Περσῶν σουλτὰν 100 πρὸς τὴν Ἀσίαν ἐξεπέμφθη καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ σουλτὰν Τουτούση ἡττηθεὶς ἀνῃρέθη καὶ τὸν Τουτούσην
μετὰ τὸ τὸν Πουζάνον ἡττῆσαι οἱ ἀνεψιαδεῖς αὐτοῦ ἀπέπνιξαν, ἀρκτέον ἤδη διηγεῖσθαι. ἀνήρ τις ἐξ Ἀρμενίας ὁρμώμενος Φιλάρετος τὴν ἐπωνυμίαν, περίβλεπτος ἐπ’ ἀνδρείᾳ καὶ φρονήσει, εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογένους ἀνενεχθεὶς καὶ
τὰ συμβάντα τῷ Διογένει θεασάμενος καὶ τὴν τῶν ὀμμάτων 101 αὐτοῦ στέρησιν βεβαιωθεὶς διαφερόντως τοῦτον ποθῶν οὐκ 102 ἔφερεν, ἀλλ’ ἀποστασίαν μελετήσας τὴν Ἀντιόχου ἐξουσίαν ἑαυτῷ περιεποιήσατο. καθ’ ἑκάστην δὲ τῶν Τούρκων 103 λῃζομένων τὰ πέριξ, ἐπεὶ μὴ ἄνεσις τούτῳ ἐδίδοτο, ἐσκέψατο
προσελθεῖν τοῖς Τούρκοις καὶ περιτμηθῆναι, ὡς ἔθος αὐτοῖς. ὁ δὲ υἱὸς αὐτοῦ ἐνέκειτο τοῦτον σφόδρα τῆς παραλόγου ἀνακόπτων ὁρμῆς, ἀλλ’ οὐκ εἰσηκούσθη τὰ λῴονα συμβουλεύων. περίλυπος τοίνυν γενόμενος γενόμενος ὀκτὼ καταλαμβάνει τὴν Νίκαιαν καὶ προσελθὼν τῳ Ἀμὴρ Σολυμᾶ
διεγείρει τοῦτον εἰς πολιορκίαν τῆς Ἀντιοχείας τὴν τοῦ 104 σουλτανικίου τηνικαῦτα περιβεβλημένον ἀξίαν καὶ πρὸς τὸν πόλεμον τὸν κατὰ τοῦ πατρὸς παροξύνει. πείθεται τούτοις ὁ Σολυμᾶς, ἐν δὲ τῷ πρὸς τὴν Ἀντιόχειαν μέλλειν ἀπέρχεσθαι τὸν μὲν Ἀπελχασὴμ κατέλιπε φύλακα τῆς Νικαίας
ὑπερέχοντα πάντων τῶν ἡγεμόνων ἡγεμόνα τοῦτον κατονομάσας· ἐκεῖνος δὲ συνεφεπόμενον ἔχων καὶ τὸν τοῦ Φιλαρέτου υἱὸν διὰ δώδεκα νυκτῶν διὰ τὸ ἀνύποπτον (τὰς ἡμέρας ἠρέμει) καταλαμβάνει τὴν Ἀντιόχειαν καὶ ἐξ ἐφόδου ταύτην κατέσχεν. ἐν τούτοις δὲ καὶ ὁ Χαρατικὴς λαθραίως
συλᾷ τὴν Σινώπην χρυσίον ἱκανὸν καὶ χρήματα τῶν βασιλικῶν 105 ταμιείων κεῖθι ἐναποκείμενα μεμαθηκώς. ὁ δὲ Τουτούσης τοῦ μεγάλου σουλτὰν ἀδελφός, τῶν Ἱεροσολύμων καὶ τῆς Μεσοποταμίας πάσης καὶ τοῦ Χάλεπ καὶ μέχρις αὐτοῦ Βαγδᾶ ἐξουσιάζων καὶ τῆς Ἀντιοχείας ἀντιποιούμενος, ἐπεὶ
τὸν Ἀμὴρ Σολυμᾶν ἀφηνιάζοντα ἔβλεπε καὶ τὴν τῆς Ἀντιοχείας ἀρχὴν ἑαυτῷ ἤδη περιποιούμενον, σὺν ὅλαις δυνάμεσιν ἐν μεταιχμίῳ τοῦ Χάλεπ καὶ τῆς Ἀντιοχείας καταλαμβάνει. συνηντηκότος δ’ αὐτῷ τοῦ Ἀμὴρ Σολυμᾶ πόλεμος 106 εὐθὺς ἀναρρήγνυται μέγας, καὶ ἀγχεμάχου τῆς μάχης γεγονυίας
νῶτα οἱ τοῦ Σολυμᾶ ὑποσχόντες προτροπάδην ἔφευγον. πολλὰ δὲ τούτους θαρσύνων ὁ Σολουμᾶς, ἐπεὶ τῆς φυγῆς ἀποσχέσθαι οὐκ ἔπειθεν, ὑπὲρ κεφαλῆς τὸν κίνδυνον 107 ἐφιστάμενον ὁρῶν παρεκκλίνας ἐν ἀκινδύνῳ τάχα ἐδόκει καθεστάναι καὶ κατὰ γῆς τὴν ἀσπίδα τεθεικώς ἐπ’ αὐτῇ προσουδίσας ἐκάθητο. ἀλλ’ οὐ διέλαθε τοὺς ὁμοφύλους. προσεληλυθότες γὰρ αὐτῷ τινες τῶν σατραπῶν ἔλεγον τὸν θεῖον αὐτοῦ Τουτούσην μεταπέμπεσθαι αὐτόν. ὁ δ’ ἀνἐνευεν
108 ὑφορώμενος τὸν ἐξ αὐτοῦ κίνδυνον. ἐγκειμένων δὲ τῶν σατραπῶν, ἐπεὶ οὐ πρὸς ἰσχύος αὐτῷ ἀντικαθίστασθαι ἦν οἷα μόνῳ ὄντι, τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος κατὰ τῶν ἰδίων ὦσε σπλάγχνων διαμπερὲς τὸ ξίφος ἐλάσας καὶ κακὸς κακῶς ἀπώλετο. παραχρῆμα γοῦν οἱ σωθέντες τῶν
τοῦ Ἀμὴρ Σολυμᾶ δυνάμεων προσχωροῦσι τῷ Τουτούσῃ. ὁ δὲ μέγας σουλτὰν ταῦτα μεμαθηκὼς καὶ δεδιὼς τὸν Τουτούσην ἰσχυροποιούμενον ἤδη ἀπέστειλε πρὸς τὸν αὐτοκράτορα τὸν Σιαοὺς μηνύσας αὐτῷ περὶ κήδους καὶ ὑποσχόμενος, ἐὰν τοῦτο γένηται, ἀναστεῖλαι μὲν τοὺς Τούρκους
τῶν τῆς παραλίας μερῶν καὶ παραδοῦναί οἱ τὰ κάστρα καὶ ὁλοψύχως βοηθεῖν. τοῦτον θεασάμενος ὁ βασιλεὺς καὶ τὰς 109 τοῦ σουλτὰν γραφὰς ὑπαναγνοὺς περὶ μὲν τοῦ κήδους οὐδένα λόγον ἐπεποίητο, τὸν δὲ Σιαοὺς νουνεχῆ ἄνδρα θεασά- μενος ἐπυνθάνετο, πόθεν τε ὥρμηται καὶ τίνες οἱ τούτου
110 γονεῖς. τοῦ δὲ μητρόθεν μὲν ἐξ Ἰβήρων εἶναι λέγοντος, τὸν δὲ τούτου πατέρα Τοῦρκον ἀνομολογοῦντος πολλὴν ὁ αὐτοκράτωρ πραγματείαν ἐπεποίητο, ὥστε τοῦ θείου βαπτίσματος τοῦτον τυχεῖν. συνέθετο πρὸς τοῦτο ὁ Σιαοὺς καὶ πίστεις ἐδεδώκει τῷ αὐτοκράτορι, ὥστε μὴ παλινοστῆσαι τοῦ
θείου φωτίσματος τυχών. καὶ ἐπεὶ ἐντεταλμένον ἦν αὐτῷ δι’ ἐγγράφου προστάξεως σουλτανικῆς, ἴν’ εἴπερ ὁ βασιλεὺς 111 πρὸς τὸ τελέσαι τὸ μετ’ αὐτοῦ κῆδος προθυμηθείη, ἅπαντας τοὺς τὰς παραλίας πόλεις κατασχόντας σατράπας ἀπελάσῃ ἐκεῖθεν τὸ περὶ τούτων διαλαμβάνον σουλτανικὸν γράμμα
ὑποδεικνὺς αὐτοῖς, ταύτῃ τῇ γραφῇ συγχρήσασθαι ὁ βασιλεὺς τῷ Σιαοὺς ὑπέθετο, καὶ ἐπὰν τούτους ἐκεῖθεν ἀπδὲ 112 ἐλάσειε τὰς σουλτανικὰς ὑποδεικνύων γραφάς, αὖθις πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέψαι. ὁ δὲ μάλα προθύμως τὴν Σινώπην πρότερον καταλαβὼν καὶ τὰς σουλτανικὰς ἐπιστολὰς ὑποδείξας τῷ Χαρατικῇ ἐκεῖθεν αὐτὸν ἀπήλασε μηδ’ ἄχρις
ἑνὸς ὀβολοῦ τῶν βασιλικῶν ὑποκρατήσαντα χρημάτων. γίνεται δέ τι τοιοῦτον. ἐν τῷ τῆς Σικώπης ἐξέρχεσθαι αὐτὸν κατεάξας τὸ ἐπ’ ὀνόματι τῆς ὑπεραμώμου δεσποίνης ἡμῶν θεοτόκου τέμενος δαίμονι καθάπερ τινὶ ἀλάστορι ἐκ 113 θείας προνοίας παραδοθεὶς ἔκειτο ἀφρίζων· καὶ οὕτως ἐκεῖθεν
δαιμονιῶν ἐξεληλύθει. τὴν μέντοι κυρίαν τῆς Σινώπης ὁ Σιαοὺς Κωνσταντίνῳ τῷ Δαλασσηνῷ ἀνέθετο ἐπ’ αὐτῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι κᾆθ’ οὕτως τὰς ἄλλας πόλεις περιιὼν καὶ τὰς σουλτανικὰς τοῖς σατράπαις ὑποδεικνύων γραφὰς ἐκεῖθεν ἐξήλαυνε παραδιδοὺς πρὸς τοὺς τοῦ αὐτο-
κράτορος σατράπας. ταῦτα οὖν ὁ Σιαοὺς διαπραξάμενος ὑποστρέφει πρὸς αὐτὸν κἀντεῦθεν τοῦ θείου βαπτίσματος 114 τετυχηκὼς καὶ πολλῶν δωρεῶν ἐπαπολαύσας δοὺξ Ἀγχιάλου προχειρίζεται.
ἅπασαν διαδραμούσης, ὁπόσοι τῶν σατραπῶν πόλεις καὶ πο- λίχνια ἔτυχον φυλάσσοντες, ἕκαστος ὅπερ ἔτυχε φυλάσσων κάστρον κατέσχε καὶ ἰδιοποιήσατο. καὶ γὰρ ὁπηνίκα πρὸς τὸν Ἀπελχασὴμ τὴν Νίκαιαν παρεδίδου φρουρεῖν ἐν τῷ πρὸς Ἀντιόχειαν αὐτὸν ἀπιέναι, διαφόροις σατράπαις τά τε κατὰ
τὴν παραλίαν καὶ τὴν Καππαδοκίαν καὶ τὴν ἅπασαν Ἀσίαν, ὡς εἴρηται, ἀνέθετο, ὥστε ἕκαστον τὸ ἴδιον λάχος φρουρεῖν τὴν αὐτοῦ ἐκεῖθεν ἐπανέλευσιν ἀπεκδεχόμενον. ὁ δὲ Ἀπελχασὴν 115 ἀρχισατράπης τῷ τότε τῆς Νικαίας ὢν ταύτην κατασχών, ἐν ᾗ καὶ τὸ σουλτανίκιον ἦν, καὶ τῷ ἰδίῳ ἀδελφῷ
Πουλχάσῃ τῶν κατὰ τὴν Καππαδοκίαν παραχωρήσας ἐν ἀμεριμνίᾳ τέως ἦν τὴν τοῦ σουλτανικίου ἀξίαν περιζώσασθαι 116 οἰόμενος καὶ ἤδη ἐν χερσὶ νομίζων κατέχειν. δεινὸς γὰρ ὢν ὁ ἀνὴρ καὶ φιλοκίνδυνος ἀρκεῖσθαι τοῖς ἐνοῦσιν οὐκ ἤθελεν, ἀλλὰ προνομεῖς ἀποστέλλων τὴν Βιθυνῶν ἐλῄζετο ἅπασαν καὶ μέχρις αὐτῆς Προποντίδος. τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος ὁ αὐτοκράτωρ τοὺς μὲν προνομεῖς ἀνέστελλε,
τὸν δὲ Ἀπελχασὴμ πρὸς εἰρηνικὰς σπονδὰς συνήλαυνε. 117 βυσσοδομεύοντα δὲ τοῦτον διαγινώσκων ἀεὶ κατ αὐτοῦ καὶ τὰς σπονδὰς ἀναβαλλόμενον δεῖν ἐλογίσατο κατ’ αὐτοῦ ἀξιόμαχον ἐκπέμψαι στράτευμα. τὸν Τατίκιον δέ, περὶ 118 οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, μετὰ δυνάμεως ἀποχρώσης
πέπομφε κατὰ τῆς Νικαίας ἐντειλάμενος αὐτῷ μετὰ νουνεχείας τοῖς ἐχθροῖς ἀντικαταστῆναι, ἑὲ γε τέως ἔξωθέν τισιν ἐντύχοιεν. ἀπελθόντος δὲ τοῦ Τατικίου καὶ ἀγχοῦ τῶν τειχῶν σχῆμα παρατάξεως διατυπώσαντος διὰ τὸ μηδένα τῶν Τούρκων τηνικαῦτα παρεῖναι, ἀναπετάσαντες οἱ Τοῦρκοι τὰς
119 πύλας εἰς διακοσίους ποσούμενοι ἀθρόως κατ’ αὐτοῦ ἐξιππάσαντο. οἱ δὲ Κελτοί ἦσαν γὰρ ἱκανοί) τούτους θεασά- μενοι κατὰ πρόσωπον σφοδρᾷ τῇ ῥύμῃ δόρατα μακρὰ ἐναγκαλισάμενοι κατ᾿ αὐτῶν ἴενται καὶ ἱκανοὺς τρώσαντες εἴσω τοῦ κάστρου τοὺς λοιποὺς συνήλασαν. ὁ δέ γε
Ταιίκιος ἵστατο αὖθις ἐπὶ ταὐτοῦ σχήματος τῆς παρατάξεως μέχρις ἡλίου δυσμῶν. ἐπεὶ δὲ μηδεὶς ἔξω πυλῶν τῶν Τούρκων ἑωρᾶτο, ἀναποδίσας κατὰ τὴν Βασίλειαν τὸν χάρακα ἐπήξατο δύο πρὸς τοῖς δέκα σταδίους τῆς Νικαίας ἀπέχουσαν. νυκτὸς δέ τις προσεληλυθώς αὐτῷ ἀγρότης τὸν
Προσοὺκ διενίστατο μετὰ πεντήκοντα χιλιάδων ἐπικαταλαμβάνειν 120 παρὰ τοῦ νεωστὶ γεγονότος σουλτὰν τοῦ Παργιαροὺχ ἀποσταλέντα. ταῦτα ὁ Τατίκιος καὶ δι’ ἑτέρων βεβαιωθείς, ἐπεὶ πρὸς τοσαῦτα πλήθη δυνάμεις τὰς ἀντικαθισταμένας οὐκ εἶχεν, ἀναλύων τὰ δόξαντα πρότερον ἀγαπητὸν
ἐλογίζετο, εἰ τὸ ὁπλιτικὸν ἅπαν σῶον διατηρήσειε καὶ 121 μὴ πολλοστὸς πρὸς ὑπερπληθεῖς καὶ ἰσχνροτέρονς μαχόμενος τὸ πᾶν ἀπολέσειεν. ἔνθεν τοι καὶ τὴν βασιλεύουσαν κατὰ νοῦν εἶχε καὶ πρὸς ταύτην ἑώρα διὰ τῆς Νικομήδους βουλόμενος ἐπαναστρέψαι. ὁ δὲ Ἀπελχασὴμ ἄνωθεν τοῦ τείχους
θεασάμενος αὐτὸν πρὸς τὴν Κωνσταντίνου ἀπονενευκότα καὶ ἤδη καὶ πορευόμενον ἐξεληλυθὼς παρείπετο, ἵν᾿ ἐπὰν ἐν 122 ἐπικαίρῳ τόπῳ τοῦτον στρατοπεδεύσαντα θεάσοιτο, προσβαλεῖ. καταλαμβάνοντα δὲ τοῦτον τὴν Πρένετον ἐφθακὼς ξυμμίγνυσί τε αὐτῷ καὶ ἐκθύμως τὴν μάχην ἀναρρήγνυσιν. ὁ δὲ Τατίκιος
θᾶττον τὰς δυνάμεις εἰς πολέμου τύπον καταστησάμενος τοῖς Κελτοῖς τὴν πρώτην κατὰ τῶν βαρβάρων ἱππασίαν καὶ τὴν τοῦ πολέμου συμβολὴν ἐπέτρεψεν. οἱ δὲ δόρατα μακρὰ ἐναγκαλισάμενοι χαλάααντες ὅλας ἡνίας ὡς πῦρ κατὰ τῶν βαρβάρων ἴενται καὶ διακόψαντες τὰς φάλαγγας τρέπουσι
κατὰ κράτος, κᾆθ᾿ οὕτως διὰ τῆς Βιθυνῶν πρὸς τὴν βαβιλεύουβαν ὁ Τατίκιος ἐπανέρχεται, ὁ μέντοι Ἀπελχασὴμ 123 οὐδαμῶς ἠρεμεῖν ἤθελεν. ἐπιθυμητικῶς γὰρ εἶχε τὰ σκῆπτρα τῆς Ῥωμαίων ἀναδήβασθαι ἀρχῆς, εἰ δὲ μὴ τοῦτο, ἀλλά γε τῶν παρὰ θάλατταν πάντων καὶ αὐτῶν δὴ τῶν
νήσων τὴν ἐξουσίαν ἐσχηκέναι. τοιαῦτα γοῦν λογιζόμενος πρότερον μὲν λῃστρικὰς νῆας κατασκευάζειν διενοεῖτο τὴν Κίον καταλαβών (πόλις δὲ αὕτη Βιθυνῶν παρὰ θάλατταν διακειμένη), καὶ προέβαινεν, ὡς ᾤετο, τὰ κατὰ σκοπὸν αὐτῷ ἀπαρτιζομένων τῶν νηῶν. οὐδὲ τοῦτο τὸν αὐτοκράτορα
διέλαθε, καὶ παραχρῆμα τὰς παρατυχούβας διήρεις τε καὶ τριήρεις καὶ τὰ λοιπὰ τῶν ναυτικῶν ἐξοπλίσας Μανουὴλ 124 τὸν Βουτουμίτην δοῦκα προβαλόμενος κατὰ τοῦ Ἀπελχασὴμ ἀπέστειλεν ἐπισκήψας σπεῦσαι τὰς ἡμιτελεῖς τοῦ Ἀπελχασὴμ νῆας ἐμπρῆσαι, ἐν ὁποίᾳ καταστάβει ταύτας εὑρήσει. ἀλλὰ 125 καὶ τὸν Τατίκιον μετὰ ἀποχρώσης δυνάμεως ἠπειρόθεν κατ’ 126 αὐτοῦ ἐκπέμπει. ἀμφοτέρων οὖν τῆς πόλεως ἐξεληλυθότων, ἐπεὶ τὸν Βουτουμίτην ὁ Ἀπελχασὴμ διαπόντιον μετὰ σφοδρᾶς τῆς ῥύμης ἤδη καταλαμβάνοντα ἐθεάσατο, μεμαθήκοι δὲ καὶ περὶ τῶν ἐξ ἠπείρου ἐπικαταλαμβανόντων καὶ τὸν τόπον, ἐν
127 ᾧ ἕτυχε, μὴ συμβαλλόμενον αὐτῷ λογίζεται διὰ τὸ τραχὺ καὶ στενὸν καὶ τοῖς τοξόταις πάντη ἀκατάλληλον ὡς μὴ ἀποχρῶντα τούτοις πρὸς τὰς κατὰ τῶν Ῥωμαίων ἱππασίας, ἀπάρας ἐκεῖθεν εἰς ἐπίκαιρον τόπον ἐβουλεύσατο τὰς δυνάμεις καταθεῖναι. καταλαμβάνει τοίνυν τόπον παρὰ μὲν τῶν
Ἁλυκὰς ὀνομαζόμενον, παρὰ δὲ τῶν Κυπαρίσσιον. ἐφθακὼς δὲ ὁ Βουτουμίτης διαπόντιος θᾶττον ἢ λόγος τὰς τοῦ Ἀπελχασὴμ νῆας ἐνέπρησε. τῇ δὲ μετ’ αὐτὴν ἐξ ἠπείρου ἐληλυθὼς καὶ ὁ Τατίκιος ἐν ἐπικαίροις τὸ στράτευμα κατέθετο τόποις καὶ ἀπὸ πρωΐας μέχρι ἑσπέρας οὐκ ἐνεδίδου πη μὲν
128 ἀκροβολιζόμενος, πὴ δὲ μάχας συνάπτων μετὰ τοῦ Ἀπελχασὴμ ἐπὶ ὅλαις πεντεκαίδεκα ἡμέραις. τοῦ δὲ Ἀπελχασὴμ μηδ’ ὅλως ἐνδιδόντος, ἀλλ’ ἰσχυρῶς ἀντικαθισταμένου ἐκκακήσαντες οἱ Λατῖνοι, κἂν μὴ τὴν ἐκ τοῦ τόπου εἶχον βοήθειαν, ὤχλουν ὅμως τὸν Τατίκιον, ἴν’ οὗτοι καὶ μόνοι
τὴν μετὰ τῶν Τούρκων ἀναδέξωνται μάχην. ὁ δέ, κἂν μὴ κατὰ γνώμην αὐτῷ τὸ πρᾶγμα ἐδόκει, ἀλλὰ καθ’ ἑκάστην ὁρῶν δυνάμεις Τουρκικὰς προσχωρούσας τῷ Ἀπελχασὴμ ὑπεῖξε τῇ βουλῇ τῶν Λατίνων. καὶ περὶ ἀνατολὰς ἡλίου τὰς φάλαγγας καταστήσας τὸν μετὰ τοῦ Ἀπελχασὴμ συνῆψε
129 πόλεμον. πολλοὶ μὲν οὖν τῶν Τούρκων τηνικαῦτα κτείνονται, πλεῖστοι δὲ καὶ ἁλίσκονται, οἱ δὲ πλείους τὰ νῶτα διδόασι μηδὲ τῶν οἰκείων σκευῶν φροντίδα ποιησάμενοι. καὶ αὐτὸς ὁ Ἀπελχασὴμ κατευθὺ Νικαίας ἐλάσας μόγις διασῴζεται. λείαν οὖν πολλὴν ἐντεῦθεν ἀναλαβόμενοι οἱ ὑπὸ τὸν Τατίκιον
πρὸς τὴν οἰκείαν παλινοστοῦσι παρεμβολήν. ταῦτα 130 μεμαθηκὼς ὁ αὐτοκράτωρ, ὁποῖος ἐκεῖνος δεινὸς θηρᾶσαι ψυχὴν ἀνθρώπου καὶ λιθίνην μαλάξαι φύσιν, γραφὴν τηνικαῦτα ἐκτίθεται πρὸς τὸν Ἀπελχασὴμ συμβουλεύων ἀποσχέσθαι μὲν τῶν τοιούτων κενῶν ἐπιχειρημάτων καὶ μὴ εἰς
ἀέρα παίειν, ἀλλὰ προσεληλυθέναι τε αὐτῷ καὶ πολλῶν καμάτων ἑαυτὸν ἀπαλλάξαι δωρημάτων τε δαψιλῶν ἐπαπολαῦσαι 131 καὶ τιμῆς, ὁ δὲ Ἀπελχασήμ, ἐπεὶ καὶ τὸν Προσοὺχ ἐμάνθανε πολιορκοῦντα τὰ κατεχόμενα παρά τινων σατραπῶν κάστρα, ἤδη δὲ καὶ τῇ Νικαίᾳ προοπελάζειν ἐφ᾿ ᾧ πολιορκῆσαι ταύτην,
τὴν ἀνάγκην φιλοτιμίαν, ὅ φασι, ποιησάμενος, ἅμα δὲ καὶ τῆς τοῦ βασιλέως γνώμης καταστοχασάμενος καὶ τεθαρρηκὼς τὴν μετ᾿ αὐτοῦ εἰρήνην ἀσπάζεται. τῶν δὲ ἀναμεταξὺ εἰρηνικῶν σπονδῶν τελεσθεισῶν μελετήσας καὶ ἕτερόν 132 τι συνοῖσον ὁ αὐτοκράτωρ, ἐπεὶ οὐκ ἐνῆν ἄλλως ἀνυσθῆναι
τὸ σκοπούμενον, μετακαλεῖται τοῦτον εἰς τὴν βασιλεύουσαν, ἐφ᾿ ᾧ καὶ χρήματα λαβεῖν καὶ τρυφῆς ἅλις ἐπαπολαῦσαι καὶ οὕτως οἴκαδε ἐπαναστρέψαι. πείθεται ὁ Ἀπελχασήμ. καὶ εἰσελθὼν εἰς τὴν βαβιλεύουσαν παντοίας ἀξιοῦται φιλοφροσύνης. ὡς δὲ τὴν Νικομήδους (πόλις δὲ αὕτη μητρόπολις
Βιθυνίας) κατεῖχον οἱ τῆς Νικαίας ἐξάρχοντες Τούρκοι, ἐκεῖθεν ὁ βασιλεὺς ἐξελάσαι τούτους βουλόμενος ἕτερον παρὰ θάλατταν οἰκοδομῆσαι πολίχνιον δεῖν ἔκρινεν, ἐν ὅσῳ τὰ τῆς ἀγάπης ἥδραστο. τοιγαροῦν ἐν φορταγωγοῖς ναυσὶν 133 ἅπαντα τὰ πρὸς κτίσιν χρειώδη σὺν αὐτοῖς οἰκοδόμοις ἐμβαλὼν
ἐζαπέστειλε τὴν τούτου οἰκοδομὴν Εὐσταθίῳ τῷ τοῦ 134 στόλου δρουγγαρίῳ ἀναθέμενος καὶ τὸ ἀπόρρητον ἐκκαλύψας, ἐπισκήψας, εἴ τινες τῶν Τούρκων διέρχοιντο, παντοίως φιλοφρονεῖσθαι καὶ ἐς κόρον διδόντα ἐπαπολαύειν τῶν χρειωδῶν προτιθέναι τὸ μετ᾿ εἰδήσεως τοῦ Ἀπελχασὴμ τοῦτο
οἰκοδομεῖν, εἶτα ἅπαν πλοῖον ἀπεῖρξαι τῶν τῆς Βιθυνίας παραλίων μερῶν, ὡς μὴ δῆλον αὐτῷ γενέσθαι τὸ γινόμενον. 135 τῷ δὲ Ἀπελχασὴμ καθ’ ἑκάστην χρήματα διδοὺς οὐκ ἐνεδίδου εἰς βαλανεῖα τε προτρεπόμενος καὶ ἱππηλασίας καὶ κυνηγέσια, πρὸς δὲ καὶ τὰς κατὰ τὰς λεωφόρους ἱσταμένας 136 στήλας ἀναθεωρεῖν· ἀλλὰ καὶ ἱππικὸν ἀγῶνα δι’ αὐτὸν ἐνστήσασθαι τοῖς διφρηλάταις ἐκέλευσε κατὰ τὸ πάλαι τῷ
μεγάλῳ Κωνσταντίνῳ οἰκοδομηθὲν θέατρον καὶ καθ’ ἑκάστην ἐν τούτῳ παραγίνεσθαι καὶ τὰς τῶν ἵππων δοκιμασίας ὁρᾶν ἠρέθιζεν, ἴν’ ἐντεῦθεν τριβομένου τοῦ καιροῦ ἐκεχειρία τοῖς οἰκοδόμοις διδῶται. ὡς δὲ τὸ πολίχνιον ἤδη τετέλεσται καὶ πέρας τὸ σκοπούμενον ἔσχηκε, πλείοσι δωρεαῖς τοῦτον
ἀμειψάμενος τῷ σεβαστοῦ τε ἀξιώματι τιμήσας καὶ ἐπὶ πλέον τὰς συνθήκας ἐμπεδώσας διὰ τιμῆς αὐτὸν ἐξέπεμψε διαπόντιον. ἀγγελθείσης δὲ αὐτῷ τῆς τοῦ κάστρου οἰκοδομῆς, 137 κἂν καὶ ἐπὶ τῇ τούτου ἀνεγέρσει κατετέτρωτο τὴν ψυχήν, ἀλλ’ οὖν τὸν ἀγνοοῦντα ὑποκριθεὶς τὸ παράπαν ἐσίγησε.
τοιοῦτόν τι καὶ περὶ Ἀλκιβιάδους ἱστόρηται. οὕτω γὰρ κἀκεῖνος Λακεδαιμονίους ἐξηπατήκει μὴ συγχωροῦντας ἀνοικοδομηθῆναι 138 Ἀθήνας καθαιρεθείσας ὑπὸ Περσῶν. παραγλείλας γὰρ ἀνοικοδομεῖν Ἀθηναίους ἐκεῖνος ἀπῴχετο πρεσβεύσων εἰς Λακεδαίμονα. εἶτα τῆς πρεσβείας τὸν χρόνον
τρίβοντος καὶ διδόντος τὸ ἐνδόσιμον τοῖς οἰκοδομοῦσι μετὰ τὴν ἐξαπάτην ὅλην ἤκουσαν Λακεδαιμόνιοι τὴν οἰκοδομὴν Ἀθηνῶν. καὶ μέμνηται τῆς καλῆς ἀπάτης ταυτησὶ καὶ ὁ Παιανιεὺς ἐνιαχοῦ τῶν λόγων αὐτοῦ. τοιοῦτον ἄρα καὶ τοὐμοῦ πατρὸς τὸ ἐπινόημα ἦν, μᾶλλον δὲ καὶ Ἀλκιβιάδους
στρατηγικώτερον. ἱπποδρομίαις γὰρ καὶ τρυφαῖς ἄλλαις τὸν βάρβαρον τοῦτον ὑποσαίνων καὶ εἰς ἡμέραν ἐξ ἡμέρας παραπεμπόμενος ἀπαρτίσας τὸ φρούριον καὶ τηνικαῦτα 139 τοῦ σύμπαντος τελεσθέντος ἔργου τὸν ἄνδρα τῆς βασιλίδος ἀπέλυσε πόλεως.
καὶ μὴ ἐπὶ πλέον ἀντέχειν πρὸς τὸν Προσοὺχ δυνάμενοι Διαπεμψάμενοι πρὸς τὸν βασιλέα ᾐτοῦτέα ᾐτοῦντο τῆς ἐξ αὐτοῦ βοηθείας Τυχεῖν κεῖττον λέγοντες ἡγεῖσθαι δούλους αὐτοῦ ὀνομάζεσθαι ἢ τῷ Προσοὺχ δοῦναι χεῖρας. ὁ δὲ παραχρῆμα 141 τοῦς τῶν παρατυχόντων ἐκκρίτους διελὼν σημαίας τε καὶ 142
σκῆπτρα ἀργφυρόηλα ἐπιδοὺς εἰς ἀρωγὴν τούτους ἐκπέμπει. Οὐ γὰρ ἄντικρυς βοηθῶν τῷ Ἀπελχαςὴμ στρατιὰν ἔπεμπεν, ἀλλὰ τὰ τῆς βοηθείας ἐντεθεν κατὰ τὸν νοῦν τοῦ αὐτοκράτορος εἰς κατάλυσιν τοῦ Ἀπελχαςὴμ περΐστατο. Δύο γὰρ πρὸς ἀλλήλους μαχομένων ἐχθρῶν τῆς τῶν Ῥωμαίων
ἡγεμονίας ἔδει τῷ ἀσθενεστέρῳ συνθέσθαι, οὐχ ἵν᾿ ἐπικρατέστερος Γένηται, ἀλλ᾿ ἵνα τὸν μὲν ἀποκρούσηται, ἀφ᾿ οὗ Δὲ τὴν πόλιν ἐξέληται καὶ τὴν τέως μὴ οὖσαν ὑπὸ τὸν κύκλον Αὐτοῦ ἰδίαν ποιήσηται καὶ κατὰ μικρὸν ἐκ ταύτης ἑτέραν καὶ 143 Μάλα ἄλλην Ἑλόμενος τὴν τῶν Ῥωμαίων ἀρχὴν πλατυτέραν
ποιήσηται εἰς στενὸν κομιδῆ καταστᾶσαν καὶ μᾶλλον. ἐξ ὅτου Τὸ τῶν Τούρκων δόρυ ἐπικρατέστερον γέγονεν. ἦν μὲν γὰρ ὄτε οἱ ὄροι τῆς τῶν Ῥωμαίων ἡγεμονίας αἱ ἀμφότεραι στῆλαι ἦσαν ἀνατολὴν καὶ δύσιν περιορίζουσαι, ἐξ ἑσπέρας μὲν 144 αἱ τοῦ Ἡρακλέους ὀνομαζόμεναι, ἐξ ἕω δὲ αἱ ἀγχοῦ που
ἱστάμεναι τοῦ Ἰνδικοῦ πέρατος αἱ τοῦ Διονύσου. Κατὰ γὰρ Πλάτος οὐκ ἔστιν εἰπεῖν ὅσον ἦν τῆς τῶν Ῥωμαίων βασιλείας Τὸ κράτος ** Αἴγυπτος καὶ Μερόη καὶ Τρωγλοδυτικὴ Πᾶσα καὶ τὰ ἐγγύθεν τῆς διακεκαυμένης καὶ τὰ ἐξ ἑτέρου Μέρους ἡ περιθρύλλητος Θούλη καὶ ὅσα ἔθνη βόσκει τὸ
κλίμα τὸ Βόρειον, οἷς κατὰ κορυφὴν ὁ Βόρειος ἵσταται πόλος. ἀλλ᾿ ἐπ᾿ ἐκείνῳ γε τοῦ καιροῦ ἐκ μὲν ἀνατολῆς ὁ γεί- 145 των Βόσπορος ὅριον τῶν Ῥωμαϊκῶν σκήπτρων, ἐκ δὲ τῆς ἑσπέρας ἡ Ἀδριανοῦ καθίστατο πόλις. ἀλλ’ ὅ γε βασιλεὺς Ἀλέξιος ἀμφοτέραις ὥσπερ παίων χερσὶ τοὺς ἑκατέρωθεν 146 ἐπιτιθεμένους βαρβάρους καὶ καθάπερ ἀπὸ κέντρου τῆς Βυζαντίδος περιορχούμενος ηὐρύνετο τὸν κύκλον τῆς βασιλείας
καὶ ἐκ μὲν ἑσπέρας τὸν Ἀδρίαντος πόντον ἔθετο ὅριον, ἐκ δὲ τῆς ἀνατολῆς Εὐφράτην καὶ Τίγρητα. καὶ κἂν εἰς τὴν προτέραν εὐδαιμονίαν τὴν βασιλείαν ἀνενεώσατο, εἰ μή γε οἱ ἐπάλληλοι ἀγῶνες καὶ οἱ πυκνοὶ πόνοι καὶ κίνδυνοι ἦν γὰρ καὶ ἀμφότερα ὁ αὐτοκράτωρ μεγαλοκίνδυνός τε καὶ πυκνοκίνδυνος)
τοῦτον ἀπέστησαν τοῦ ὁρμήματος. ἀλλ’ ὅπερ ἐξ ἀρχῆς ἔλεγον, ὅτι στρατιὰν ἀποστέλλων τῷ τῆς Νικαίας τυράννῳ Ἀπελχασὴμ γνώμης εἶχεν οὐχ ἴν’ ἐκεῖνον ἐξέληται 147 τοῦ κινδύνου, ἀλλ’ ὅπως ἄν ἑαυτῷ τὴν νίκην περιποιήσηται· οὐ μὴν ἡ τύχη τούτῳ συνέπνευσεν. ἔσχε γὰρ οὕτως
τὰ κατ’ αὐτούς. οἱ γὰρ ἀποσταλέντες τὸ τοῦ κυρίου Γεωργίου ὀνομαζόμενον κατέλαβον πολίχνιον· οἱ δὲ Τοῦρκοι παραχρῆμα τὰς πύλας αὐτοῖς ἀνεπέτασαν. οἱ δὲ ἄνωθεν τῆς ἀνατολικῆς πόρτης περὶ τὰ κρήδεμνα τοῦ τείχους ἀνελθόντες τὰς σημαίας καὶ τὰ σκῆπτρα ἰλαδὸν κατέστησαν ἀλαλάζοντες
ἅμα καὶ τὸ ἐνυάλιον συνεχῶς ἐνηχοῦντες. ὑφ’ ὧν οἱ μὲν ἔξωθεν ἐκδειματωθέντες διὰ νυκτὸς ἐκεῖθεν ᾤχοντο αὐτὸν ἐληλυθέναι τὸν αὐτοκράτορα νομίσαντες· αἱ δὲ Ῥωμαϊκαὶ δυνάμεις αὖθις πρὸς τὴν βασιλεύουσαν ὑπέστρεψαν. 148 οὐ γὰρ ἦσαν ἀξιόμαχον πλῆθος πρὸς ἔφοδον
149 Περσικὴν ἐλπιζομένην ἐκ τοῦ βάθους τῆς Τουρκικῆς ἐξουσίας αὖθις ἐλεύσεσθαι.
Σινώπης ἀπήλασεν, ὡς τετυχήκει τοῦ θείου βαπτίσματος 150 καὶ κατὰ τὴν ἑσπέραν παρὰ τοῦ αὐτοκράτορος ἀπεστάλη τὴν 151 δουκικὴν ἐξουςίαν Ἀγχιάλου περιζωςάμενος, ἠνιᾶτο καὶ ἤσχαλλε. δεῖν οὐν ἐλογίσατο τὸν Πουζάνον αὖθις μετὰ δυ¬νάμεων κατὰ τοῦ Ἀπελχασὴμ ἀποστεῖλαι, ἅμα δὲ καὶ πρὸς
τὸν αὐτοκράτορα γραφὴν περὶ τοῦ αὐτοῦ κήδους διαλαμβάνονσαν αὐτῷ ἐγχειρίσαι. εἶχε δὲ τὰ γράμματα οὕτως. “ἠκηκόειν, ὦ βασιλεῦ, τὰ κατὰ σὲ καὶ ὅπως τὴν τῆς βαοιλείας ἀναδησάμενος ἀρχὴν ἐκ προοιμίου πολλοῖς ἀγῶσιν ἐμπέπτωκας καὶ ὡς ἄρτι τὰ κατὰ τοὺς Λατίνους κατευνάσαντος οἱ
Σκύθαι κατὰ σοῦ ἑτοιμάζονται καὶ αὐτὸς ὁ Ἀμὴρ Ἀπελχασὴμ 152 τὰς μετὰ σοῦ τοῦ Σολνμᾶ σπονδὰς καταλύσας μέχρις αὐτῆς Δαμάλεως τὴν Ἀσίαν λῄζεται. εἰ γοῦν βούλει καὶ τὸν Ἀπελχασὴμ τῶν αὐτόθι μερῶν ἀπελαθῆναι καὶ τὴν Ἀσίαν καὶ αὐτὴν δὴ τὴν Ἀντιόχειαν ὑπὸ τὴν σὴν γενέσθαι
χεῖρα, ἀπόστειλόν μοι τὴν σὴν θυγατέρα εἰς νύμφην ἐμὴν τῷ πρωτοτόκῳ τῶν ἐμῶν υἱῶν. καὶ τοῦ λοιποῦ οὐδέν σοι σκῶλον ἔσεται, ἀλλὰ πάντα ῥᾳδίως ἐξέσται σοι ἀνύειν ἐμοῦ σοι ἐπαρήγοντος οὐ κατὰ τὴν ἕω μόνον, ἀλλὰ μέχρις Ἰλλυρικοῦ καὶ τῆς ἑσπέρας ἁπάσης διὰ δυνάμεων ἀποστελλομένων
σοι παρ᾿ ἡμῶν καὶ ὁ ἀντικαθιστάμενός σοι τοῦ λοιποῦ οὐκ ἔσεται”. ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Περσῶν σουλτάν· ὁ δὲ Πουζάνος μέχρι Νικαίας καταλαβὼν καὶ ἀπόπειραν 153 ταύτης οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ποιησάμενος καὶ διαμαρτὼν τοῦ σκοποῦ τοῦ Ἀπελχασὴμ γενναίως ἀνταγωνιζομένου,
ἐξαιτησαμένου καὶ ἀπὸ τοῦ βασιλέως βοήθειαν καὶ λαβόντος πρὸς τὴν τῶν λοιπῶν πόλεών τε καὶ πολιχνίων κατάσχεσιν ὥρμησεν ἐκεῖθεν ὑποχωρήσας τὴν σκηνὴν κατὰ τὴν Λάμπην πηξάμενος. μετὰ δὲ τὴν τούτον ὑποχώρησιν ἑνδεκατέσσαρσιν ἡμιόνοις χρυσίον ἐπισάξας ὁ Ἀπελχασὴμ ὁπόσον φέρειν
ἠδύναντο ἀπέρχεται πρὸς τὸν Περσῶν σουλτὰν δῶρον αὐτῷ κομίζων ἐφ᾿ ᾧ μὴ παραλυθῆναι τῆς ἀρχῆς, καταλαμβάνει D 154 δὲ τοῦτον περὶ τὸ Σπαχᾶ αὐλιζόμενον. ὡς δὲ οὐδὲ θεάσασθαι τοῦτον ὁ σουλτὰν ἠξίου , μεσίταις ἐχρῆτο. ὁ δὲ ὀχλούμενος ὑπ’ αὐτῶν ἔφη “ἐπεὶ καθάπαξ τὴν ἐξουσίαν τῷ Ἀμὴρ Πουζάνῳ ἀνεθέμην, οὐκέτι ταύτην ἐξ αὐτοῦ ἀφαιρήσεσθαι βούλομαι. ἐπιδότω τοίνυν τὰ χρήματα ἀπελθὼν πρὸς
αὐτὸν καὶ πᾶν ὃ βούλεται εἰπάτω. καὶ τὸ δόξαν αὐτῶ καὶ ἐμὸν ἔσεται θέλημα.’’ ἐφ’ ἱκανὸν οὖν ἐγκαρτερήσας ἐκεῖσε καὶ πολλὰ μογήσας καὶ μηδὲν ἠνυκὼς ἀπάρας ἐκεῖθεν ὡς πρὸς τὸν Πουζάνον ἀπερχόμενος συναντᾷ τοῖς ἐξ ἐκείνου 155 κατ’ αὐτοῦ ἀποσταλεῖσι διακοσίοις ἐκκρίτοις σατράπαις. οὐδὲ
γὰρ ἡ ἐκείνου τῆς Νικαίας ἐξέλευσις τοῦτον διέλαθεν. οἳ καὶ κατασχόντες αὐτὸν καὶ βρόχον ἐκ νευρᾶς ἐπικλώσαντες τῷ τραχήλῳ τούτου περιβαλόντες ἀπέπνιξαν· τὸ δὲ ὅλον οὐ τοῦ Πουζάνου ἦν κατ’ ἐμὸν λόγον, ἀλλὰ τοῦ σουλτὰν ἐκείνου τοιαῦτ’ οἰκονομῆσαι κατὰ τοῦ Ἀπελχασὴμ δηλώσαντος.
156 ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Ἀπελχασήμ· ὁ δὲ βασιλεὺς τὰς τοῦ σουλτὰν ὑπαναγνοὺς γραφὰς οὐδ’ εἰς νοῦν τὸ δηλούμενον βαλεῖν ἤθελε. καὶ πῶς γάρ ; τὸ γὰρ βασιλικὸν 157 θυγάτριον, ὅπερ τὸ γράμμα ἐζήτει κατεγγυηθῆναι τῷ πρωτοτόκῳ υἱῷ τοῦ βαρβάρου , ἦν ἄρα δυστυχές, ὡς ἔοικεν , εἰ
ἀνεληλύθει εἰς Περσίδα βασιλείας μετεσχηκὸς ἁπάσης κακοδαιμονεστέρας πενίας. ἀλλ’ οὔτε ὁ θεὸς τοῦτο ἐπέτρεπεν οὔτε ὁ βασιλεὺς εἶχε γνώμη ςοὕτω ταῦτα προβῆναι, οὐδ’ ἀν εἰς στενὸν κατηντήκει αὐτῷ τὰ πράγματα. εὐθὺς γὰρ καὶ κατὰ πρώτην ἀκοὴν τοῦ γράμματος τῆς τοῦ βαρβάρου κατεγέλασεν
ὀρέξεως ὑποφθεγξάμενος ὅτι “ὁ δαίμων τοῦτο εἰς νοῦν αὐτοῦ ἀνεβίβασε’’. περὶ μὲν τοῦ κήδους οὕτως ἔσχεν 158 ὁ αὐτοκράτωρ · ἐλπίσι δὲ κεναῖς τὸν τοῦ σουλτὰν λογισμὸν ἀπαιωρεῖν δεῖν λογισάμενος μεταπεμψάμενος τὸν Κουρτίκιον μεθ’ ἑτέρων τριῶν ἀποστέλλει τούτους πρέσβεις καὶ γράνάφαθρευ;γσεσυαθ
159 ματα , δι’ ὧν τὴν εἰρήνην ἐνέφαινεν ἀσπάζεσθαι καὶ πρὸς τὰ μηνυθέντα κατανεύειν, ἀπαιτῶν ἅμα καὶ αὐτὸς ἄλλα τινὰ χρόνου παράτασιν εἰσάγοντα. οὔπω οἱ ἐκ τοῦ Βυζαντίου πεμφθέντες πρέσβεις τὸν Χοροσὰν κατέλαβον, καὶ τὴν
τοῦ σουλτὰν μεμαθηκότες ἀναίρεσιν ὑπέστρεψαν. καὶ γὰρ ὁ αὐτάδελφος αὐτοῦ Τουτούσης μετὰ τὸ ἀνελεῖν τὸν Ἀμὴρ Σολυμᾶν καὶ τὸν ἴδιον γαμβρὸν ἐξ Ἀραβίας αὐτοῦ στρατεύσαντα τυφωθεὶς καὶ τὸν σουλτὰν μεμαθηκὼς εἰς εἰρηνικὰς 160 σπονδὰς μετὰ τοῦ αὐτοκράτορος ἤδη ἐπείγεσθαι
πρὸς τὸν τἀδελφοῦ φόνον ἀπέβλεψε. δυοκαίδεκα τοίνυν Χασίοuς τῇ Περσίδι διαλέκτῳ καλουμένους φόνιον πνέοντας μετακαλεσάμενος ὡς πρέσβεις τάχα πρὸς τὸν σουλτὰν ἐξέπεμψε καὶ τὸν τρόπον αὐτοῖς ὑποθέμενος ἅμα τῆς τἀδελφοῦ σφαγῆς , “ἄπιτε” φάμενος “καὶ πρῶτα μὲν διακηρυκεύσατε,
ὡς ἀπόρρητά τινα μέλλειν τῷ σουλτὰν ἀπαγγεῖλαι, ἐπὰν δὲ παραχωρηθῆτε τῆς εἰσόδου, ὡς τάχα πρὸς οὖς αὐτῷ ὡμιληκέναι βούλεσθαι , πλησιάσαντες παραχρῆμα τὸν ἐμὸν διαμελίσατε ἀδελφόν”. οἱ δὲ πρέσβεις ἤ μᾶλλον φονεῖς 161 καθάπερ εἰς δεῖπνον ἤ εὐωχίαν πεμπόμενοι προθυμότατα
πρὸς τὴν τοῦ σουλτὰν σφαγὴν ἀπῄεσαν. μεθύοντα τοίνυν τοῦτον καταλαβόντες, ἐπεὶ πᾶσα ἐκεχειρία τούτοις ἐδίδοτο τῶν ἐμπεπιστευμένων τὴν τοῦ σουλτὰν φυλακὴν πόρρωθεν ἑστηκότων , αὐτοὶ πλησιάσαντες τὰ ξίφη τῆς μάλης σπασάμενοι διαμελίζουσι παραχρῆμα τὸν ἄθλιον. τοιοῦτον
γὰρ τὸ τῶν Χασίων ἐστὶν αἵμασι χαῖρον καὶ τρυφὴν αὐτὸ τοῦτο λογιζόμενοι , εἰ μόνον διὰ σπλάγχνων ἀνθρωπίνων τὸ ξίφος ἐλάσειαν · τοῦ λοιποῦ δέ, κἄν τινες αὐτοὺς ἴσως ἐπ’ αὐτῷ τούτῳ ἐπιθέμενοι καταχορδεύσειαν, καθάπερ 162 τι κῦδος τὸν τοιοῦτον λογίζονται θάνατον ὥσπερ τινὰ πάτριον
κλῆρον τὰ φονικὰ ταῦτα ἔργα ἄλλος πρὸς ἄλλον διατοῦ 163 δεχόμενοί τε καὶ παραπέμποντες. ἐκείνων μὲν οὖν πρὸς τὸν Τουτούσην ὑπέστρεψεν οὐδεὶς ἀντίλυτρον οἷον τὰς ἰδίας 164 ὑποσχόντων σφαγάς· ὁ μέντοι Πουζάνος ταῦτα μεμαθηκὼς σὺν ὅλαις δυνάμεσι πρὸς τὸν Χοροσὰν ἐπανέστρεψεν. ἐπὰν δὲ τῷ Χοροσὰν προσπελάσειε, δέχεται τοῦτον ὁ τοῦ ἀναιρεθέντος
ἀδελφὸς Τουτούσης. καὶ εὐθὺς ἀγχεμάχου τῆς μάχης γενομένης, ἐπεὶ καρτερῶς ἄμφω τὰ στρατεύματα ἐμάχοντο 165 καὶ θάτερον θατέρῳ τῆς νίκης οὐδαμῶς παρεχώρει, πίπτει καὶ ὁ Πουζάνος καιρίαν πληγεὶς γενναίως ἀγωνιζόμενος καὶ ὅλας συνταράσσων τὰς φάλαγγας· ἕκαστος δὲ τῶν αὐτοῦ
φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο ἄλλος ἄλλοσε σκεδασθέντες. σθέντες. ὁ δὲ Τουτούσης νικητὴς πρὸς τὸν Χοροσὰν ἐπανέστρεφεν ὡς ἤδη τὴν τοῦ σουλτανικίου ἀξίαν περιζωσάμενος καὶ ταῦτα τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἔχων. καὶ γὰρ συνηντηκὼς αὐτῷ ὁ τοῦ ἀναιρεθέντος Ταπάρη σουλτὰν υἱός , ὁ
Παργιαρούχ, ὡς λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας κατὰ τὴν ποίησιν καὶ συμβαλὼν ὅλῃ χειρὶ καὶ γνώμῃ εἰς 166 πολλὰ τὰς τοῦ Τουτούση δυνάμεις διέσπασε καὶ τρέψας ἀνὰ κράτος ἐδίωκεν. ἀναιρεῖται δὲ καὶ αὐτὸς ὁ τὰ Ναυάτου φυσῶν Τουτούσης. τοῦ δὲ Ἀπελχασὴμ μετὰ χρημάτων τότε
πρὸς τὸν τοῦ Χοροσὰν σουλτὰν ἐξεληλυθότος, ὡς ὁ λόγος φθάσας ἱστόρησεν, ὁ ἀδελφὸς αὐτοῦ Πουλχάσης τὴν Νίκαιαν καταλαβὼν κατέσχεν. αἰσθόμενος δὲ τούτου ὁ αὐτοκράτωρ τὰς δωρεὰς ὑπισχνεῖτο, εἰ ταύτης αὐτῷ παρακεχωρηκὼς ἐκεῖθεν ἐκσταίη. ὁ δὲ Πουλχάσης ἤθελε μέν,
ἀλλ’ ἀνεβάλλετο αὖθις ἀποβλέπων πρὸς τὸν Ἀπελχασὴμ καὶ λόγους ἐκ λόγων πρὸς τὸν αὐτοκράτορα διεπέμπετο ἀπαιωρῶν 167 οἷον αὐτόν, τῇ δ’ ἀληθείᾳ τὴν τοῦ ἀδελφοῦ ἀπεκδεχόμενος ἐπανέλευσιν. ἐν τῷ μεταξὺ δὲ γίνεταί τι τοιοῦτον. ὁ παρὰ τῶν Χασίων ἀναιρεθεὶς τοῦ Χοροσὰν σουλτὰν ἔφθασε
κατασχεῖν τοὺς τοῦ μεγάλου Σολυμᾶ δύο υἱεῖς. οὗτοι δὲ 168 μετὰ τὴν ἐκείνου σφαγὴν ἀποδράσαντες τοῦ Χοροςὰν ὀξέως τὴν Νίκαιαν κατέλαβον. τούτονς οἱ ἐντὸς Νικαίας θεασάμενοι δημοκρατοῦντες οἷον περιχαρῶς ἐδέξαντο. καὶ ὁ Πουλχάσης καθάπερ τινὰ πατρῷον κλῆρον τὴν Νίκαια ν προθύμως
αὐτοῖς παραδίδωσι. προχειρίζεται δὲ σονλτὰν ὁ πρωτογενὴς τῶν δύο, Κλιτζιασθλὰν τὴν κλῆσιν. ἐκεῖνος δὲ τὰς γυναῖκας καὶ τὰ τέκνα τῶν τηνικαῦτα ἐν Νικαίᾳ παρόντων μεταπεμψάμενος ἐν αὐτῇ καθίδρνσεν ἀποκαταστήβας τὴν πόλιν 169 ταύτην σονλτάνων, ὡς ἄν τις εἴποι, κατοικητήριον. οὕτω δὲ
τὰ κατὰ τὴν Νίκαιαν οἰκονομήσας τὸν μὲν Πονλχάσην τῆς ἀρχῆς μεθίστησι, τῷ δὲ ἀρχισατράπῃ Μονχοῦμετ τὴν ἡγεμονίαν τῶν ἐν Νικαίᾳ ὄντων σατραπῶν ἀναθέμενος καὶ αὐτοῦ που καταλιπὼν κατὰ τῆς Μελιτηνῆς ἔξεισιν.
Ἐλχάνης ἀρχισά τράπης μετὰ τῶν ὑπ᾿ αὐτὸν καταλαβὼν τὴν Ἀπολλωνιάδα καὶ Κύζικον (πόλεις δὲ αὗται καὶ ἄμφω παράλιοι) τὰ παρὰ θάλατταν ἐλῄζετο ἅπαντα. τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ ἀπὸ τῶν παρατνχόντων ἀκατίων (ούδέπω γὰρ στόλος ηὐτρέπιστο) ἱκανὰ παρασκενασάμενος καὶ ἑλεπόλεις
ἐν αὐτοῖς μετὰ στρατιωτῶν γενναίων εἰσαγαγὼν τὸν Εὐφορβηνὸν Ἀλέξανδρον, ἄνδρα τῶν ἐπιφανῶν μὲν κατὰ 170 γένος καὶ κατὰ ἀνδρείαν περίφημον, τὴν ἡγεμονίαν τούτων αὐτῷ ἀναθέμενος κατὰ τοῦ Ἐλχάνη ἐξέπεμψε, καταλαβὼν τὴν Ἀπολλωνιάδα παραχρῆμα ἐπολιόρκει. δι᾿ ἓξ δὲ ἡμερῶν
μηδ᾿ ἐν νυξὶ τῆς τειχομαχίας ὅλως ἀφιστάμενος κατέσχε τὸν ἔξοοθεν τοῦ κάστρον κύκλον, ὅνπερ ἐξώπολον ἡ σννήθεια 171 νῦν καλεῖν εἴωθεν. ὁ δὲ Ἐλχάνης καρτερῶς ἀντεποιεῖτο τῆς ἀκρο πόλεως δυνάμεις ελπίζω ν ἔξωθεν ἐλθεῖν. καὶ δὴ στρατιὰ ν βαρβαρικὴν ἀξιόμαχον ἐπικαταλαμβάνονσαν
εἰς ἀρωγὴν τοῦ Ἐλχάνη ὡς ἐθεάσατο ὁ Ἀλέξανδρος, τοὺς 172 δ᾿ ὑπ᾿ αὐτὸν μηδὲ τὸ πολλοστὸν τῆς ἐπικαταλαμβανούσης δυνάμεως σῴζοντας, βέλτιον ἔγνω, καν μὴ νικῴη, ἀλλά γε 173 τοὺς τοὺς ὑπ᾿ ἀσινεῖς διατηρῆσαι. ἐν στενῷ δὲ κομιδῆ τὰ κατ’ αὐτὸν ἐληλακότα συνορῶν καὶ ὅτι σωτηρίας τρόπος οὐκ ἐπιλέλειπται, ὡς πρὸς τὴν θάλασσαν ἀπονενεύκει. καὶ διὰ τοῦ ποταμοῦ εἰσελθὼν ἐν ταῖς ἰδίαις ναυσὶ πρὸς αὐτὴν διεπλῴζετο. στοχασάμενος δὲ ὁ ᾿Ελχάνης τὸν τοῦ ᾿Αλεξάνδρου
174 σκοπὸν προκαταλαβὼν τὸ τῆς λίμνης κατέσχε στόμιον καὶ τὴν ἐν τῷ ποταμῷ γέφυραν, ἐν ᾗ καὶ τέμενος πάλαι παρὰ τῆς ἁγίας ᾠκοδόμητο Ἑλένης ἐπ’ ὀνόματι τοῦ μεγάλου Κωνσταντίνου, ἐξ ὧν τὴν ἐπωνυμίαν ἡ γέφυρα μέχρι καὶ νῦν ἐκτήσατο. τῷ γοῦν ἤδη ῥηθέντι στομίῳ καὶ αὐτῇ
δὴ τῇ γεφύρᾳ ἄνδρας πολεμικωτάτοςυ ἐπιστήσας ἐφ’ ἑκάτερα παρήγγειλε τὴν τῶν πλοίων δίοδον ἐνεδρεύειν. ὡς δὲ ἅπαντες ἐν τοῖς ἤδη ῥηθεῖσιν ἀγραρίοις εἰσελθόντες διὰ τοῦ 175 στομίου τῆς λίμνης ταῖς πάγαις τοῦ Ἐλχάνη ἐμπεπτώκασι, θεασάμενοι τὸ καταλαβὸν αὐτοὺς δεινὸν καὶ μὴ ἔχοντες ὅ
τι καὶ δράσαιεν τῇ χέρσῳ τὰς νῆας ἐφορμίσαντες κἀκεῖθεν ἁλλόμενοι περὶ τὴν ἤπειρον ἐξεληλύθεσαν. καταλαβόντων δὲ αὐτοὺς τῶν Τούρκων μέγας ἀναρρήγνυται πόλεμος. καὶ πολλοὶ μὲν τῶν λογάδων ἁλίσκονται, πολλοὶ δὲ καὶ ταῖς δί- ναις τοῦ ποταμοῦ ἐμπεπτωκότες παρεσύρησαν. ταῦτα ὁ βασιλεὺς
μεμαθηκὼς καὶ μὴ φέρων τὴν ἧτταν ἀξιόμαχον δύναμιν μετὰ τοῦ Ὤπου διὰ τῆς ἠπείρου κατ’ αὐτῶν ἐξέπεμψεν. ὃς καὶ τὴν Κύζικον καταλαβὼν ἐξ ἐπιδρομῆς ταύτην κατέσχε. διελὼν δὲ καὶ τῶν ἰδίων ταγμάτων ἄνδρας τειχεσιπλήτας καὶ φιλοκινδύνους ὡσεὶ τριακοσίους κατὰ τοῦ Ποιμανηνοῦ ἐξαπέστειλεν.
176 οἳ καὶ ἐξ ἐφόδου τοῦτο κατέσχον καὶ τοὺς μὲν τῶν ἐντὸς αὐτοῦ που κτείνουσι, τοὺς δὲ καὶ ζωγρίαν πρὸς τὸν Ὦπον πεπόμφασιν. ὁ δὲ θᾶττον τούτους πρὸς τὸν βασιλέα ἐκπέπομφεν· αὐτὸς δὲ ἐκεῖθεν ἀπάρας τὴν Ἀπολλωνιάδα καταλαμβάνει, καὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου. ὁ δὲ ᾿Ελχάνης
ἀποχρῶσαν ἀπαρτὶ πρὸς αὐτὸν μὴ ἔχων δύναμιν τὴν 177 μὲν πόλιν ἐθελοντὴς παραδίδωσιν, αὐτὸς δὲ μετὰ τῶν καθ᾿ αἷμα προσηκόντων αὐτομολεῖ πρὸς τὸν βασιλέα καὶ μυρίων μὲν ἐπαπολαύει δωρεῶν, τυγχάνει δὲ καὶ τοῦ μεγίστου, τοῦ ἁγίου φημὶ φωτίσματος, ὁπόσοι δὲ συνέψεσθαι τῷ Ὤπῳ οὐκ 178
ἤθελον, ὅ τε Σκαλιάριος καὶ ὁ ἐν ὑστέροις ὑπερπερίλαμπρος τιμηθεὶς * (ἀρχισατράπαι δὲ καὶ οὗτοι τῶν ἐπιφανῶν) μεμαθηκότες τὰς εἰς τὸν Ἐλχάνην φιλοφροσύνας καὶ δαψιλεῖς δωρεὰς τοῦ αὐτοκράτορος προσεληλυθότες καὶ αὐτοὶ τῶν ἱμειρομένων ἐπιτυγχάνουσιν. ἦν γὰρ δ βασιλεὺς οὗτος ἄντικρυς
ἱερατικώτατος καὶ τὴν ἀρετὴν καὶ τὸν λόγον, ὡς εἰπεῖν, εὐσεβείας ἁπάσης ἀρχιερεύς. διδασκαλικώτατός τε γὰρ ἦν τοῦ ἡμετέρου δόγματος καὶ ἀποστολικὸς τὴν προαίρεσιν καὶ τὸν λόγον καὶ εἴσω τῆς ἡμετέρας πίστεως ποιῆσαι βουλόμενος οὐ μόνον τοὺς νομάδας τουτουςὶ Σκύθας, ἀλλὰ καὶ τὴν 179
Περςίδα πᾶσαν καὶ ὁιτόσοι τὴν Αἴγυπτον καὶ τὴν Λιβύην νέμονται βάρβαροι καὶ ταῖς τοϋ Μωάμεθ τελεταῖς ἀργιάζουσιν.
ἀρχῆς ἔφοδον διηγήσασθαι εἰς ἀρχὴν αὖθις καθιστῶ τὸν λόγον ἄλλα γὰρ ἐπ᾿ ἄλλοις διεκυμάνθησαν. γένος τι Σκυθικὸν παρὰ τῶν Σαυροματῶν καθ᾿ ἑκάστην σκυλευίμενοι ἀπάραντες τῶν οἴκοι κατῆλθον πρὸς τὸν Δάνουβιν. ὡς δὲ πρὸς ἀνάγκης ἦν αὐτοῖς μετὰ τῶν κατὰ τὸν Δάνουβιν οἰκούντων
σπείσασθαι, τούτου συνδόξαντος πᾶσιν εἰς ὁμιλίαν ἦλθον μετὰ τῶν ἐκκρίτων, τοῦ τε Τατοῦ τοῦ καὶ Χαλῆ 180 ὀνομαζομένου καὶ τοῦ Σεσθλάβου καὶ τοῦ Σατζᾶ (χρὴ γὰρ καὶ τῆς ἐπωνυμίας μεμνῆσθαι τῶν κατ᾿ αὐτοὺς ἀρίστων ἀνδρῶν, εἰ καὶ τὸ σῶμα τῆς ἱστορίας τούτοις καταμιαίνεται),
τοῦ μὲν τὴν Δρίστραν κατέχοντος, τῶν δὲ τὴν Βιτζίναν καὶ τἆλλα. σπεισάμενοι γοῦν μετ᾿ αὐτῶν ἀδεῶς τοῦ λοιποῦ διαπερῶντες τὸν Δάνουβιν ἐλῄζοντο τὴν παρακειμένην χώραν, 181 ὡς καὶ πολίχνιά τινα κατασχεῖν. κἀντεῦθεν ἐκεχειρίαν τινὰ σχόντες ἀροτριῶντες ἕσπερον κέγχρους τε καὶ πυρούς. ὁ δὲ τραυλὸς ἐκεῖνος Μανιχαῖος μετὰ τῶν συνεφεπομένων αὐτῷ καὶ οἱ τὸ κατὰ τὴν ἀκρολοφίαν τῆς Βελιατόβης πολίχνιον 182 κατασχόντες ὁμόφρονες, περὶ ὧν ὁ λόγος φθάσας πλατύτερον
ἐδίδαξε, τὰ κατὰ τοὺς Σκύθας μεμαθηκότες ὃ πάλαι ὤδινον εἰς φῶς ἐξήγαγον καὶ κατασχόντες τὰς τραχείας ὁδοὺς καὶ στενωποὺς μετεκαλοῦντο τοὺς Σκύθας. κἀντεῦθεν τὴν Ρωμαίων ἐλῄζοντο χώραν. γένος γὰρ οἱ Μανιχαῖοι φύσει μαχιμώτατον καὶ αἵμασιν ἀνθρώπων λαφύσσειν καθαπερεὶ
κύνες ἀεὶ ἱμειρόμενον. ταῦτα ὁ βασιλεὺς Ἀλέξιος μεμαθηκῶς παρακελεύεται τῷ δομεστίκῳ τῆς ἑσπέρας Πακουριανῷ γινώσκων αὐτὸν ἱκανώτατον οἰκονομῆσαι στράτευμα καὶ κατὰ φάλαγγα στῆσαι καὶ παράταξιν διαμηχανήσασθαι ποικιλώτατον 183 σὺν αὐτῷ τῷ Βρανᾷ ἀνὴρ δὲ καὶ οὗτος μαχιμώματος)
τὰς δυνάμεις ἀναλαβόμενον κατ᾿ αὐτῶν ἀπελθεῖν. καταλαβὼν δὲ τοὺς Σκύθας διελθόντας τοὺς στενωποὺς καὶ τῆς Βελιατόβης ἔνθεν τὸν χάρακα πηξαμένους, πλῆθος ἀναρίθμητον τούτους θεασάμενος , πρὸς τὸν μετ’ αὐτῶν εὐθὺς ἀπενάρκησε πόλεμον βέλτιον νομίζων τὰς ἰδίας τὸ παρὸν
ἀμαχητὶ διασῶσαι δυνάμεις ἢ τὸν μετὰ τῶν Σκυθῶν ἀναδησάμενον πόλεμον καὶ ἡττηθέντα πολλοὺς ἀπολωλεκέναι. 184 ἀλλὰ τῷ Βρανᾷ φιλοκινδυνοτάτῳ τε καὶ θρασεῖ ὄντι ταῦτα οὐκ ἤρεσκεν. ὁ δέ γε δομέστικος, ἵνα μὴ δειλίας ὑποψία τις κατ᾿ αὐτοῦ ἀναβαλλομένου τὸν πόλεμον δοθῇ, ἐνεδίδου
ταῖς ὁρμαῖς τοῦ Βρανᾶ καὶ θωρήξασθαί τε ἅπασι κελεύσας καὶ πολέμου σχῆμα διατυπώσας κατὰ τῶν Σκυθῶν ἐχώρησε τὸ μεσαίτατον αὐτὸς διέπων τῆς φάλαγγος. ἐπεὶ δὲ οὐδὲ τὸ πολλοστὸν τοῦ πλήθους τῶν ἀντιτεταγμένων τὸ ῾Ρωμαϊκὸν ἔσῳζε στράτευμα, ἐκ μόνης ὄψεως περιδεεῖς ἐγεγόνεισαν
ἅπαντες. προσβαλόντες δ’ ὅμως τοῖς Σκύθαις ἀναιροῦνται μὲν πολλοὶ ἐν τῷ μάχεσθαι, πίπτει δὲ καιρίαν πληγεὶς ὁ 185 Βρανᾶς. ὁ δέ γε δομέστικος ἐκθύμως μαχόμενος καὶ σφοδρὰς 186 τὰς κατὰ τῶν ἐναντίων ἱππασίας ποιούμενος φηγῷ 187 προσκεκρουκὼς ἀφῄρηται παραχρῆμα τὴν ψυχήν. τὸ δὲ ἐπίλοιπον τοῦ στρατοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν. ταῦτ’ οὖν
μεμαθηκὼς ὁ αὐτοκράτωρ ἐπένθει μὲν τοὺς πεπτωκότας ἅπαντας ἰδίᾳ καὶ καθ’ ἕκαστον καὶ ὁμοῦ · ἐπὶ δὲ τῷ τοῦ δομεστίκου θανάτῳ μᾶλλον στενάζων κρουνοὺς ἠφίει δακρύων. ἐφίλει γὰρ ἐξόχως τὸν ἄνδρα καὶ πρὸ τῆς ἀναρρήσεως. οὐ μέντοι διὰ ταῦτα ἀναπέπτωκεν, ἀλλὰ μεταπεμψάμενος τὸν
Τατίκιον μετὰ χρημάτων ἱκανῶν ἐκπέμπει πρὸς Ἀδριανούπολιν, ἐφ’ ᾧ τοῖς μὲν στρατιώταις τοὺς ἐπετείους διδόναι μισθούς, συλλέγειν δὲ καὶ ἁπανταχόθεν δυνάμεις, ἵνα στράτευμα ἀξιόμαχον αὖθις συστήσηται. τὸν δὲ Οὐμπερτόπουλον 188 εἰς Κύζικον φρουρὰν ἀξιόμαχον καταλιπόντα μετὰ μόνων
τῶν Κελτῶν εἰς τὸν Τατἱκιον γοργῶς ἐφθακέναι παρεκελεύσατο. οὗτος δὲ τοὺς Λατίνους καὶ τὸν Οὐμπερτόπουλον θεασίμενος καὶ τεθαρρηκώς , ἐπεὶ καὶ ἱκανὸν προεφθάκει συλλέξασθαι στράτευμα, κατευθὺ Σκυθῶν ἐχώρει παραχρῆμα. καταλαβὼν δὲ τὰ περὶ τὴν Φιλιππούπολιν παρὰ τῷ χείλει
τοῦ κατὰ τὸν Βλίσνον ῥέοντος ποταμοῦ χάρακα πήγνυται. ἐπὰν δὲ τοὺς Σκύθας ἐκ προνομῆς ἐπανερχομένους ἐθεάσατο λείαν πολλὴν καὶ δορυαλώτους συνεπαγομένους, μήπω σχεδὸν 189 τὰς σκευὰς εἴσω τοῦ χάρακος καταθέμενος ἱκανοὺς ἀποτεμόμενος αὐτῶν ἐκπέμπει αὐτός τε ὁπλισάμενος καὶ
πάντας θωρήξασθαι κελεύσας τὰς φάλαγγας καταστησάμενος τοῖς προπεμφθεῖσι παρείπετο στρατιώταις. θεασάμενος δὲ τοὺς Σκύθας μετὰ τῶν λαφύρων καὶ τὦν δορυαλώτων τῷ ἐπιλοίπῳ στρατεύματι τῶν Σκυθῶν ἑνωθέντας κατὰ τὸν † πυρὸν ὄχθον, διχῆ τὸ στράτευμα διελὼν καὶ τὸ ἐνυάλιον
ἑκατέρωθεν ἠχῆσαι κελεύσας σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ 190 191 προσβάλλει τοῖς βαρβάροις. καὶ καρτερᾶς τῆς μάχης γενομένης πίπτουσι τῶν Σκυθῶν οἱ πλείονες , πολλοὶ δὲ καὶ διασπαρέντες ἐσώθησαν. ὁ δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος νικητὴς τὴν Φιλιππούπολιν καταλαμβάνει. κεῖθι δὲ τὸ ὁπλιτικὸν ἅπαν καταθέμενος ἐσκόπει, ὅθεν χρὴ καὶ ὅπως
τοῖς βαρβάροις αὖθις προσβαλεῖν. ἀπειροπληθεῖς δὲ τὰς αὐτῶν γινώσκων δυνάμεις σκοποὺς ἁπανταχόσε ἐξέπεμψεν, ἵν’ ἐκεῖθεν ἔχοι τὰ κατὰ τοὺς Σκύθας συχνάκις μανθάνειν. ἐπαναδεδραμηκότες δὲ οἱ σκοποὶ πλῆθος βαρβάρων ἔλεγον πολὺ περὶ τὴν Βελιάτοβαν ἐνδιατρίβειν καὶ τὰ πέριξ λῂζεσθαι.
192 καὶ ὁ Τατίκιος προσδόκιμον τὴν τῶν Σκυθῶν ἔλευσιν ἔχων καὶ πρὸς τοσούτους μὴ ἀποχρώσας ἔχων δυνάμεις τὸ παράπαν ἀλύων τοῖς λογισμοῖς ἐν ἀμηχανίᾳ καθειστήκει. ἀλλ’ ὅμως καὶ τὸ σιδήριον ἔθηγε καὶ πρὸς μάχας ἐθάρρυνε τὸ στράτευμα. καταλαβὼν δέ τις τὴν τῶν βαρβάρων κατ’
αὐτοῦ ἔλευσιν διεμήνυε καὶ φθάνειν ἤδη διισχυρίζετο. ὁ δὲ εὐθὺς ἐν τοῖς ὅπλοις ἦν καὶ ἅπαν τὸ στράτευμα ἐξοπλίσας τὸν Εὖρον παραχρῆμα διαπεράσας τὰς φάλαγγας ἰλαδὸν 193 καταστήσας εἱστήκει πολέμου σχῆμα διατυπώσας · αὐτὸς δὲ τὸ μέσον εἶχε τῆς παρατάξεως. καὶ οἱ βάρβαροι Σκυθικῶς
παραταξάμενοι καὶ τὰς αὐτῶν δυνάμεις πρὸς μάχην καταστησάμενοι 194 ἐῴκεσαν μὲν πόλεμον ἀναζητεῖν καὶ τοὺς ἀντιπάλους ἐρεθίξειν οἷον πρὸς μάχην · ἐδεδίεσαν δὲ ὅμως καὶ ἄμφω τὰ στρατεύματα καὶ τὴν συμπλοκὴν ἀνεβάλλοντο, τὸ μὲν Ῥωμαϊκὸν τὸ ὑπερπληθὲς τῶν Σκυθῶν ὑποπτῆσσον, τὸ
δὲ Σκυθικὸν τεθωρακισμένους ἅπαντας ὁρῶν τάς τε σημαίας καὶ τὸ λαμπρὸν τῶν ἀμφίων καὶ τὴν ἐκεῖθεν ἀποπαλλομένην αἴγλην πρὸς τὴν ἀστρῴαν βολὴν ἀντιστίλβουσαν. μόνοι δὲ 195 ἁπάντων οἱ τολμητίαι Λατῖνοι καὶ θρασεῖς τὴν μάχην προαρπάζειν ἤθελον θήγοντες ὀδόντας ὁμοῦ καὶ σιδήρια. ἀνέστελλε
δ’ αὐτοὺς ὁ Τατίκιος· ἀνὴρ γὰρ οὗτος εὐσταθὴς καὶ 196 τοῦ μέλλοντος ῥᾷστα καταστοχάσασθαι δυνατός. ἱσταμένων οὖν ἀμφοτέρων τῶν στρατευμάτων καὶ οἷον ἑτέρου τὴν ἐξ ἑτέρου κίνησιν ἀπεκδεχομένου καὶ μηδ’ οὑτινοσοῦν τῶν στρατιωτῶν κατὰ τὸ μεσαίχμιον ἐξ οὐδετέρου τῶν στρατευμάτων
ἱππάσασθαι κατατολμῶντος , ἐπεὶ ἐν δυσμαῖς ἤδη ὁ ἥλιος ἦν, ἕκαστος τῶν στρατηγῶν ἐπὶ τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισι. τούτου ἐπὶ δυσὶν ἡμέραις γεγονότος καὶ πρὸς μάχην εὐτρεπιζομένων τῶν δημαγωγῶν καὶ πολέμου σχῆμα καθ’ 197 ἑκάστην διατυπούντων, ἐπεὶ μηδεὶς τὴν πρὸς ἕτερόν ἀπεθάρρησε
μάχην, κατὰ τὸ τῆς τρίτης περίορθρον ἀναχωροῦσιν οἱ Σκύθαι. αἰσθόμενος δὲ ὁ Τατίκιος τούτου παραχρῆμα κατόπιν αὐτῶν ἤλαυνεν· ἀλλὰ πεζός φασι παρὰ Λύδιον ἅρμα. προφθάσαντες γὰρ οἱ Σκύθαι διῆλθον τὴν Σιδηρᾶν· τέμπη δ’ οὕτως εἰσὶ κατονομαζόμενα· κἀκεῖσε δὲ τούτους μὴ 198
καταλαβὼν ἀναλαβόμενος τὰς ὅλας δυνάμεις πρὸς Ἀδριανούπολιν ἐπαναζεύγνυσι. καὶ τοὺς μὲν Κελτοὺς αὐτοῦ που καταλιπών, τῶν δὲ στρατιωτῶν οἴκοι πορευθῆναι ἕκαστον κελεύσας μετά τινος μερίδος τῆς στρατιᾶς αὐτὸς ἐπαναξεύγνυσι πρὸς τὴν βασιλεύουσαν.
Alexias. Annae Comnenae. ed. Augustus Reifferscheid. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.