ΑΛΕΞΙΑΣ ς.
ALEXIADIS LIBER VI.
καὶ τὰς κατὰ τοὺς ἔξωθεν πολέμους συμπλοκάς, τῆς πρὸς τὸ κάστρον φερούσης εἴχετο. ἐστι δὲ ἡ θέσις τοῦ τόπου τοιαύτη. λίμνη τις ἐστιν ἡ τῆς καστορίας, ἐν ᾗ τράχηλος ἀπὸ τῆς χέρσου εἰσέρχεται καἰ περὶ τὸ ἄκρον εὐρύνεται, εἰς πετρώδεις βουνοὺς ἀποτελευτῶν. περὶ δὲ τὸν τράχηλον
καὶ πύργοι καὶ μεσοπύργια ᾠκοδόμηνται κάστρου δίκην, διόπερ νὼ καστορία ὀνομάζεται. ἐκεῖ καταλαβὼν ὁ βασιλεὺς 3 τὸν Βρυέννιον, δέον ἔκρινε τῶν πύργων καὶ τῶν μεσοτυργίων πρῶτος δι’ ἑλεπόλεων ἀποπειρᾶσθαι. ἐπεὶ δὲ ἄλλως οὐκ ἐνῆν, εἰ μὴ ὡς ἔκ τινος ὁρμητηρίου, τοὺς στρατιώτας τοῖς
τείχεσι προσπελάζειν, χάρακα μέντοι πρώτως ἐπήξατο, εἶτα πύργους ξυλίνους κατασκευάσας καὶ σιδήρῳ τὰ τούτων συνδήσας περισφίγματα, ἐκ τούτων ὡς ἔκ τινος φρουρίου τοὺς κατὰ τῶν Κελτῶν συνίστατο πολέμους. τὰς γοῦν ἑλεπόλεις καὶ τὰ πετροβόλα μηχανήματα ἔξωθεν καταστήσας, διὰ πά-
τῆς ἠπείρου κω· τῆς λίμνης, διὰ πλοίων εἰσαγαγὼν γενναίους τινάς, ἐν ταὐτῷ τὸν πόλεμον ποιήσηται. πλοίων δὲ 6 μὴ ἐνόντων, ἐν ἁμάξαις ἐπιφορτίσας ἀκάτιά τινα μικρὰ διὰ τοῦ μολισκοῦ ἐν αὐτῇ εἰσήγαγεν. ὁρῶν δὲ τοὺς μὲν ἀνιόντας τῶν Λατίνων ἐξ ἑνὸς μέρους ταχέως, τοὺς δὲ ἐξ ἑκατέρου
κατιόντας πλείονα χρόνον τρίβοντας έν τῷ κατιέναι, τὸν Παλαιολόγον Γεώργιον μετὰ ἀλκίμων ἀνδρῶν ἐν αὐτοῖς εἰσελάσας, εἰς τοὺς πέρι τοὺς βουνοὺς πρόποδας προσορμίσαι προσέταξε, παραγγείλας, ὁπηνίκα τὸ δοθὲν αὐτῷ σημεῖον θεάσοιτο, τηνικαῦτα τὴν ἀκρολοφίαν καταλαβόντα ἐξ ὀπισθίων
αὐτῶν καὶ διὰ τῆς ἀοικήτου καὶ ῥᾳδιωτέρας εἰσελθεῖν· καὶ 7 ὁπηνίκα τὸν αὐτοκράτορα θεάσηται ἀπὸ τῆς χέρσον τὸν μετὰ τῶν Λατίνων πόλεμον ἀναδεξάμενον, καὶ αὐτὸν σπεῦσαι ὡς δύναμις, ἵνα μὴ ὡσαύτως πρὸς ἑκάτερα μάχεσθαι δυνάμενοι, ἀλλ’ ἐξ ἑνὸς μέρους τοῦ τόνου τῆς μάχης χαλάσαντος, ἁλώσιμοι,. τηνικαῦτα ἐκ· ταὐτοῦ μέρους γένωνται. ὁ μὶν οὖν Παλαιολόγος Γεώργιος ταῖς ἀκταῖς τοῦ ἤδη ῥηθέντος βουνοῦ προσορμίσας,
ἀλαλάξαντες οἱ τοῦ αὐτοκράτορος πόλεμον μετὰ τῶν Λατίνων 9 ἀπὸ τῆς χέρσου συναίρειν ἠπείγοντο. ὁ δὲ σκοπὸς τὸ δοθὲν συμεῖον θεασάμενος, δι’ ἑτέρου σημείου δηλοῖ τῷ Παλαιολόγῳ. ὁ δ’ εὐθὺς μετὰ τῶν σὺν αὐτῷ τὴν ἀκρολοφίαν θᾶττον 10 καταλαβών, συνησπικὼς ἵστατο. τὴν γοῦν ἐκτὸς πολιορκίαν
ὁ Βρυέννιος ὁρῶν καὶ Παλαιολόγον κατ᾿ αὐτῶν βρύχοντα, οὐδ’ οὕτως ἐνεδίδου, ἀλλὰ τοὺς κόμητας ἐκέλευε γενναιότερον ἀντικαθίστασθαι. οἱ δὲ ἀναισχυντότερον αὐτῷ προσφερόμενοι ἔλεγον “ὁρᾷς, ὡς κακὸν ἐπὶ κακῷ ἐστήρικται· ἔξεστι οὖν ἑκάστῳ ἡμῶν τοῦ λοιποῦ τὴν ἑαυτοῦ σωτηρίαν
πραγματεύσασθαι, καὶ τοὺς μὲν τῷ βασιλεῖ προσελθεῖν, τοὺς δὲ ἐπὶ τὴν οἰκείαν πατρίδα ἐπαναζεῦξαι." καἰ παραχρῆμα 11 ἔργου ἁψάμενοι, ἐξαιτοῦνται τὸν αὐτοκράτορα μίαν, μὲν σημαίαν πρὸς τὸ τοῦ μεγαλομάρτυρος Γεωργίου τέμενος στῆναι ἔφθασε γὰρ ἐπ’ ὀνόματι τούτου τοῦ μάρτυρος ἐκεῖσε ἀνοικοδομηθῆναι
ὁ ναὸς οὑτοσί,) τὴν δὲ ὡς πρὸς τὸν Αὐλῶνα,
ἀνὴρ προσεληλυθέναι μὲν τῷ βασιλεῖ οὐδαμῶς ἠβούλετο, ἑπώμνυτο δὲ μηδέποτε κατ’ αὐτοῦ ὅπλα κινῆσαι, εἰ μόνον δοιή τοὺς τοῦτον μέχρι τῶν ὁρίων τῆς τῶν Ῥωμαίων βασιλειᾶς ἀκινδύνως διασώσοντας, καἰ οὕτω πρὸς τὴν ἰδίαν ἀπολῦσαι χώραν. ὁ δὲ αὐτοκράτωρ μάλα ταχέως ἐπλήρου τὸ αἰτηθέν.
αὐτὸς δὲ τῆς πρὸς τὸ Βυζάντιον εἴχετο νικητὴς ἐπιφανέ- στατος.
πρὸ τοῦ τὰ βασίλεια καταλαβεῖν ἀλλ’ ὥσπερ ἀπό τινος νίκης ἑτέραν νίκην πρυτανευόμενος, καὶ τὴν πληθὺν τῶν Μανιχαίων τὸν κύκλον συμπληροῦσαν τῶν ἑαυτοῦ κατορθωμάτων ἐποίει. οὐδὲ γὰρ ἐνῆν τῷ λαμπρῷ τροπαίῳ τῶν ἑσπερίων πολεμίων οἷον σπίλον ἐνεῖναι τοὺς ἐκ Παυλικιανῶν ὁρμωμένους
ἐκείνους. διὰ πολέμου δὲ καὶ μάχης οὐκ ἤθελεν, ἴνα
τοῦ στρατοπέδου συγκαταλέξαι σώματι. ἔνθεν τοι καὶ διὰ 16 τρόπου τούτου μετῂει. γινώσκων δὲ τὸ φιλοκίνδυνον τῶν ὠρῶν ἐκείνων καὶ περὶ τοὺς πολέμους καὶ τὰς μάχας ἀκάθεκτον, ἐδεδίει μὴ ἀπογνόντες χεῖρόν τι μελετήσαιεν· ἠρέμουν γὰρ τέως τὴν σφῶν οἰκοῦντες πατρίδα, καἰ οὔπω πρὸς
λεηλασίας ἄλλας καὶ προνομὰς ἐξετράποντο· μετεπέμπετο οὖν διὰ γραμμάτων τούτους ἐν τῷ πρὸς τὸ Βυζάντιον ἐπανέρχεσθαι συχναῖς ὑποσχέσεσιν. οἱ δὲ τὴν κατὰ τῶν Κελτῶν νίκην αὐτοῦ μεμαθηκότες ἐδεδίεσαν. εἰ τάχα καὶ τὰ γράμματα χρησταῖς αὐτοὺς ἐλπίσιν ὑπέσαινον· ὅμως καὶ μὴ βουλόμενοι
τῆς πρὸς αὐτὸν εἴχοντο. ἐκεῖνος δὲ τὴν καταλαβών, αὐτοῦ που προσέμενεν, ὑποκρινόμενος δι’ ἄλλ’ ἄττα ἐγκαρτερεῖν, τὸ δέ γέ ὅλον τὴν αὐτῶν ἀναμένων ἄφιξιν. καταλαβόντων δέ, ἐσχηματίζετο ἀναθεωρῆσαι τούτους βούλεσθαι καὶ ἑκάστου τὴν ὀνομασίαν ἐγγράψασθαι ἔνθεν
τοι καὶ φοβερὸς προὐκάθητο, καὶ οὐ φύρδην, ἀλλὰ κατὰ 17 δεκάδας τοὺς λογάδας τῶν Μανιχαίων ποιεῖσθαι ἐκέλευσε,
ἄγνοιαν ἔχοντες, εἰσῄεσαν ἀγνοοῦντες τὸ ἀποβησόμενον ἑκάστῳ. τούτους μὲν οὖν οὕτω κατέσχε, καὶ τὰς αὐτῶν περιουσίας δημεύσει καθυποβαλών, διενείματο τοῖς συγκεκοπιανκόσι τούτῳ έν ταῖς συμπεσούσαις μάχαις καὶ τοῖς κινδύνοις γενναίοις ἐκείνοις στρατιώταις. ἀπελθὼν δὲ ὁ τὴν οἰκο-
20 νομίαν ταύτην ἀναδεξάμενος, καὶ τὰς αὐτῶν γυναῖκας τῶν οἰκιῶν ἀπελάσας κατὰ τὴν ἀκρόπολιν ἐμφρούρους εἶχεν. τοὺς δέ γε κατασχεθέντας τῶν Μανιχαίων συμπαθείας κατὰ μικρὸν ὁ αὐτοκράτωρ ἠξίωσεν· ὁπόσοι δὲ καὶ τοῦ θείου βαπτίσματος τυχεῖν προείλοντο, οὐδὲ τούτου ἀπετύγχανον. διὰ
παντοίας δὲ περιελθὼν αὐτοὺς μεθόδου καὶ διαγνοὺς τοὺς πρωταιτίους τῆς τοιαύτης ἀπονοίας, ὲν νήσοις περιορίσας 21 καθεῖρξε· τοῖς δέ γε λοιποῖς ἄδειαν δεδωκὼς ὅπη βουλητὸν αὐτοῖς ἀπιέναι, ἀπέλυσεν. οἱ δὲ τὴν ἐνεγκαμένην τῶν ἄλλων προτιμησάμενοι, αὐτίκα πρὸς αὐτὴν ἐπανέτρεχον, ὡς ἐνὸν τὰ
κατ’ αὐτοὺς οἰκονομήσαντες.
συκοφαντούντων εἰχεν ἑαυτῷ περιχαίνοντα. ἐκεῖνος γὰρ χρείας κατεπειγούσης καὶ κοσμικοῦ κλύδωνος ἔξ ἀπορίας τῶν βασισικῶν ταμιείων, πρὸς τοῦτο ἀπέβλεψε καὶ ὡς δάνειον ἐλογίζετο, ἀλλ᾿ ἀλλ’ οὐχ ὡς ἅρπαγμα ἢ τυραννικῆς χειρὸς ἐπιβουλήν, ὡς οἱ διαλοιδορούμενοι λέξειαν. ἀλλὰ καὶ γνώμης οὕτως εἶχεν,
ὡς μετὰ τὸ κατορθῶσαι τοὺς ἐπικειμένους πολέμους ἀποδώσων ταῖς ἐκκλησίαις τὸν ἀφῃρημένον κόσμον κόσμον αὐτῶν. 23 καὶ οὐκ ἔφερεν ἐπαναζεύξας τῇ βασιλίδι τῶν πόλεων, ὑπόθεσιν γίνεσθαι τοῖς ἐθέλουσι διασύρειν τὰ ἐκείνου. ἔνθεν τοι καὶ ἐκκλησίαν κηρύττει καὶ συνέδριον μέγιστον εἰς τὰ ἐν Βλαχέρναις
ἀνάκτορα, ἐαυτὸν ἐθέλων πρῶτον ὑπόδικον καταστήσασθαι, καὶ οὕτω τὰ ὑπὲρ ἐαυτοῦ ἀπολογήσασθαι. παρῆν δὲ ἤδη καὶ ἡ σύγκλητος ἅπασα καὶ τὸ στρατιωτικὸν καὶ ὅσον τοῦ ἱερατικοῦ καταλόγου, καραδοκοῦντες τὸ τί ἂν βούλοιτο ἡ 24 τῶν ἁπάντων συνέλευσις. τὸ δὲ ἦν ἄρα ἄλλο οὐδὲν ἢ ἡ τῶν
κατὰ τοῦ βασιλέως θρυλλουμένων ἀνάκρισις. παρῆσαν οὖν
26 ἔξητάζετο τοίνυν τὰ πάλαι παρὰ πολλῶν ἀνατεθέντα 27 τοῖς εὐαγέσιν οἴκοις, καὶ παρὰ τούτων ἐσύστερον ἢ καὶ αὐτοῦ τοῦ αὐτοκράτορος ἀφαιρεθέντα. καὶ ἐπεὶ μηδὲν ἕτερον ἀφαιρεθὲν κατεφανίνετο, ἀλλ᾿ ἢ μόνον ὁ τῇ σορῷ τῆς βασιλίδος ἐκείνης Ζωῆς ἐκ χρυσοῦ καὶ ἀργύρου ἐπικείμενος
κόσμος καὶ ὀλίγα τινὰ ἄλλα σκεύη μὴ τοσοῦτον εἰς ἱερὰν λειτουργίαν χρηματίζοντα, ἑαυτὸν εἰς τοὐμφανὲς ὁ αὐτοκράτωρ ὑπόδικον καθίστησιν, κριτὴν δὲ τὸν βουλόμενον ὁντιναοῦν. καὶ μετὰ μικρὸν μεταβαλὼν τῇ γλώττῃ λέγει· “ἐγώ” φησι “τὴν βασιλείαν πανταχόθεν κυκλουμένην βαρβάροις εὑράμενος
28 καὶ μηδέν τι πρὸς τοὺς ἐπικειμένους ἐχθροὺς ἄξιόμαχον ἔχουσαν, ἴστε ὁπόσοις κινδύνοις περιπέπτωκα, μικροῦ καὶ βαρβαρικοῦ ξίφους ἔργον γεγονώς. καὶ γὰρ πολλαπλασίους ἦσαν οἱ ἑκατέρωθεν ἡμᾶς τοξεύοντες. τὰσ γὰρ τῶν Περσῶν ἐπελεύσεις καὶ τὰς τῶν Σκυθῶν ἐκδρομὰς οὐκ ἀγνοεῖτε, καὶ
τῶν ἐκ Λογγιβαρδίας ὄξυνομένων δοράτων οὐ ἐπιλέλησθε.
ἐδεῖτο χρημάτων, ἴστε πάντες, καὶ ὅτι τὰ ἀφαιρεθέντα εἰς δέον ἀνήλωτο, κατὰ τὸν Περικλέα ἐκεῖνον, καὶ ὑπὲρ τῆς ὑμῶν τιμῆς δεδαπάνηται. εἰ δὲ τοῖς μεμψιμοίροις ὡς τοῖς κανόσι προσκεκρουκότες κατεφάνημεν, θαυμαστὸν οὐδέν. ἀκούομεν γάρ, ὅτι καὶ ὁ ἐν βασιλεῦσι προφήτης Δαβὶδ εἰς ἦν αὐτὴν
ἀνάγκην ἐληλυθὼς, τῶν ἱερῶν ἐγεύσατο ἄρτων μετὰ τῶν στρατευμάτων αὐτοῦ, καὶ ταῦτα μὴ ἐνδεχομένου, τῆς ἔξιδιαζομένης τοῖς ἱερεῦσι τροφῆς ἰδιώτην ἅψασθαι. καὶ ἄλλως δὲ καταμαθεῖν ἐστι τοὺς ἱεροὺς κανόνας έν ἑτέροις ἐνδιδόντας τὰ ἱερὰ πιπράσκεσθαι ὑπὲρ ἀναρρύσεως αἰχμαλώτων. εἰ δὲ 31
αἰχμαλωτιζομένης οἰκουμένης καὶ δορυαλώτων ἤδη τῶν πολεων καὶ αὐτῆς τῆς Κωνσταντίνου γενέσθαι κινδυνευουσῶν, ὀλίγων τινῶν κὼ οὐδὲ πάνυ τῆς τῶν ἱερῶν μετεχόντων ἀξίας ἐν βίᾳ τοσαύτῃ ἁψάμενοι, εἰς τὴν ἐλευθερίαν τούτων κατεχρησάμεθα, οὐδεμίαν ἄρα κατηγορίαν εὔλογον τοῖς φιλοσκώμμοσι
καταλιμπάνομεν." ταῦτ’ εἰπὼν καὶ μεταστρέψας τὸν λόγον, ἔνοχον οἶον ἑαυτὸν ποιεῖται καὶ καταδικάζει αὐτὸς
γὰρ ἡ τῆς δηλωθείσης βασιλίδος σορὸς ἐναπέκειτο· τοῖς δὲ Χαλκοπρατείοις ἐτησίαν εἴσοδον χρυσίου ἀρκοῦντος τοῖς τῷ θείῳ τεμένει τῆς θεομήτορος συνήθως τοὺς ὕμνους ἐπιτελοῦσιν ἐκ τῶν βασιλικῶν ταμιείων πρυτανεύεσθαι παρεκελεύσατο.
ἤδη γεγονυίας καὶ τῆς ἀπὸ τῶν νόμων ποινῆς κατ’ ἀυτῶν βαρείας ἐπερχομένης, ὁ αὐτοκράτωρ ποινὴν μὶν αὐτοῖς οὐδαμῶς ἐπενεγκεῖν προτεθύμητο, δήμευσιν δὲ μόνον καὶ περιορισμὸν κατὰ τῶν πρωταιτίων ἀπεφήνατο, καὶ μέχρι τούτου τὴν τῆς τοιαύτης ἐπιβουλῆς ἐπεξέλευσιν ἔστησεν. ἀλλὰ γὰρ
ὁ λόγος ἀνατρεχέτω αὖθις ὅθεν ἀπερρύη. ὁπηνίκα ὁ αὐτο-
συνέζευξεν. οὗτος οὖν τέσσαρας ἀδελφὰς ἔχων, ὡς ταύτας ἐμφρούρους μετὰ τῶν λοιπῶν τότε συναπαχθείσας ἐθεάσατο τό τε προσόντα ἀφαιρεθείσας ἄπαντα, ἤχθετο καὶ φέρειν οὐκ εἶχεν, ἀλλὰ διεσκοπεῖτο, ὅπως ἑαυτὸν τῆς τοῦ αὐτοκράτορος χειρὸς ἀπαλλάξειεν. ἐν γνώσει δὲ τούτων ἡ
αὐτοῦ ὁμευνέτις ἤδη γεγονυῖα καὶ ἀποδιδράσκοντα τοῦτον ὁρῶσα, δηλοῖ τῷ τηνικαῦτα τὴν οἰκονομίαν τῶν Μανιχαίων 38 ἐμπεπιστευμένῳ. οὐ διέλαθε τοῦτο τὸν Τραυλόν, καὶ τηνικαῦτα ὁπόσοις φθάσας τὸ ἀπόρρητον ἀνεκάλυψε, πρὸς ἑαυτὸν ἐσπέρας μεταπέμπεται. καὶ ὁπόσοι δὲ ἐκ συγγενείας ἦσαν
αὐτῷ προσήκοντες, ἐς αὐτὸν συνεληλυθότες καταλαμβάνουσι τὴν Βελιάτοβαν· πολίχνιον δὲ τοῦτο διακείμενον κατὰ τὴν ἀκρολοφίαν τοῦ κατὰ ταυτηνὶ τὴν Βελιάτοβαν τέμαχος. ἄοικον δὲ τοῦτο ἐφευρηκότες, ὥσπερ ἴδιόν τι λάχος λογισάμενοι, ἐν αὐτῷ τὰς οἰκήσεις ἐποιοῦντο. εἶτα τὰς καθ’ ἑκάστην
ἐκδρομὰς ποιούμενοι καὶ μέχρι τῆς σφετέρας φθάνοντες πόλεως Φιλίππου λείαν πολλὴν ἀναλαμβανόμενοι ἐπανέσρεφον 39 ὁ δὲ Τραυλὸς τούτοις μὴ ἀρκούμενος, σπονδὰς μετὰ
ὁ βασιλεὺς καθ᾿ ἑκάστην μανθάνων, τὸ μέλλον ἔσπευδεν ὑποποιεῖσθαι τοῦτον διὰ γραμμάτων καὶ ὑποσχέσεων, ὑφορώμενος τὸ ἔξ αὐτοῦ τεχθησόμενον κακόν. ἀλλὰ καὶ χρυσόβουλλον λόγον ἀπαθείας καἰ πάσης ἐλευθερίας ἐκ- 41 θέμενος, ἐκπέπομφε πρὸς αὐτόν. ἀλλ᾿ ὁ καρκίνος ὀρθὰ βαδίζειν
οὐκ ἐμάνθανεν· ὁ αὐτὸς δὲ ἦν ὁ χθὲς καὶ πρότριτα, τοὺς τε Σκύθας ὑποποιούμενος καὶ πλείονας ἐν τῶν σφετέρων μεταπεμπόμενος χωρῶν καἰ ληϊζόμενος τὰ παρακείμενα απαντα.
τοὺς Μανιχαίους ποιησάμενος, ὑποσπόνδους αὖθις εἶχεν. ὁ δέ γε Βαϊμοῦντος κατὰ τὸν Αὐλῶνα χρονοτριβῶν ἦν· ἐπαναγέσθω γὰρ πρὸς αὐτὸν αὖθις ὁ λόγος· καὶ τὰ κω Βρυέννιον μεμαθηκὼς καὶ τοὺς ἄλλους κόμητας, ὦν οἱ μὲν 42 θητεῦσαι τῷ αὐτοκράτορι προείδοντο, ἄλλοι δὲ ἄλλοσε διε- 43 σπάρησαν, τὴν ἐνεγκαμένην ἀναζητήσας διαπερᾷ εἰς Λογγιβαρδίαν καὶ καταλαμβάνει τὸν ἔδιον πατέρα τὸν Ῥομπέρτον
ὀστράκου δίκην εἰς τοὐναντίον μεταπεσούσας, αὖος ἐφ᾿ ἱκανὸν εἱστήκει ὥσπερ ὑπὸ κεραυνοῦ βληθεὶς. πέρι πάντων δέ πυθόμενος καἰ μαθὼν τὰ παρ’ ἐλπίδας αὐτῷ συμπεσόντα, ἀθυμἱᾳ κατεσχέθη. ἀγεννὲς μὲν οὖν οὖν οὖδ᾿ οὐδὲ τῆς αὐτοῦ ἀνδρείας κω τόλμης ἀνάξιον. μᾶλλον μὲν. 45
οὖν καὶ πρὸς μάχας ἐπιπλέον ἠρέθιστο, καὶ φροντίδες τοῦτον καὶ· μέριμναι αὖθις τῶν προτέρων μείζους συνεῖχον. ἦν γὰρ ὁ ἀνὴρ ἰσχυρὸς προστάτης τῶν οἰκείων βουλευμάτων τε καὶ προλήψεων, καὶ μηδαμῶς ἐθέλων ἀνεῖναι ἐφ’ οἷς καθάπαξ διεβουλεύσατο, καὶ τὸ ὅλον εἰπεῖν ἀκατάπληκτος καί πάντα
αὐτῷ ἁλώσιμα ἐκ μόνης προσβολῆς ὀιόμενος γίνεσθαι εὐθὺς οὑν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς συναγαγὼν καἰ τῆς πολλῆς ἀθυμίας ἑαυτὸν ἀνακτησάμενος, ἀποστείλας ἁπανταχόθεν διεκηρύκευε τὴν εἰς τὸ Ἰλλυρικὸν αὖθις κατὰ βασιλέως διαπεραίωσιν, μετακαλούμενος ἅπαντας. κω αὐτίκα πανταχόθεν 46
πλῆθος συνείλεκτο στρατιωτῶν, ἰππέων τε ναὶ πεζῶν, πάντων ἐξωπλισμένων λαμπρῶς καὶ πρὸς μάχην ἀποβλεπόν-
νἱεῖς, τόν τε Ῥογέρην καὶ τὸν Γίδον καλούμενον, ὲν καὶ 48 βασιλεὺς Ἀλέξιος θέλων τοῦ πατρὸς ἀποστῆσαι, ἀποστείλας λάθρα περὶ κήδους αὐτῷ ἐδήλωσεν, ὑποσχόμενος κα τιμὴν διαφέρουσαν καὶ χρημάτων δόσιν δαψιλῆ· ὁ δὲ τούτων ἀκούσας συνέθετο, τὸν δὲ λόγον τέως εἶχεν ἀπόρρητον. τούτοις
οὑν τὸ ἱππικὸν ὀπὰν παραδούς, ἀπέστειλε παραγγείλας σποῦ. δάσαι κατασχεῖν τὸν Αὐλῶνα. οἱ· καὶ διαπεράσαντες ἐξ ἐπιδρομῆς τοῦτον εἷλον. καὶ μετρητούς τινας εἰς φυλακὴν αὐτοῦ καταλιπόντες, μετὰ τῶν λοιπῶν καταλαβόντες τὸ Βοθρεντόν, ἐξ ἐφόδου κα τοῦτο κατέσχον. ὁ δέ γε Ῥομπέρτος τὸ
49 ναυτικὸν αὐτοῦ ὀπὰν ἀναλαβόμενος καὶ τὴν ὡς πρὸς τὸ Βοθρεντὸν παραλίαν παραπλέων, κατέλαβε τὸ Βρεντήσιον, ἐφ᾿ ᾦ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶσαι. τὸν δ’ ἀπὸ τῆς Ὑδροῦντος πορθμὸν ἦττον διάστημα ἔχειν μεμαθηκώς, ἐκεῖθεν διεπέρασεν εἰς τὸν Αὐλῶνα. καὶ οὕτω διὰ τῖς ἀναμεταξὺ τοῦ
Αὐλῶνος καὶ τοῦ Βοθρεντοῦ παραλίας μετὰ τοῦ στόλου αὐτοῦ παντὸς διελθών, ἡνώθη μετὰ τῶν υἱῶν αὐτοῦ. ὡς δὲ
οὐδαμῶς ἀνεπεπτώκει, ἀλλὰ τοὺς Βενετίκους διὰ γραμμάτων 52 ἐξώτρυνε, παρασκευάσας αὖθις τὸν μετὰ ἀναδήσασθαι πόλεμον, στόλον ἱκανὸν ἐξοπλίσαντας, καὶ δαπάνας πολλαπλασίους λήψεσθαι ὑποσχόμενος. αὐτὸς δὲ διήρεις καὶ τριήρεις καὶ παντοῖον εἶδος λῃστρικῶν νηῶν κατασκευάσας
κατὰ τοῦ Ῥομπέρτου ἐξέπεμψεν, ὁπλίτας τῆς διὰ θαλάττης μάχης εἰδήμονας. τὴν δὲ κατ’ αὐτοῦ τῶν στόλων ἔφοδον μεμαθηκὼς ὁ Ῥομπέρτος, τὴν μάχην προμρπάζων ὁποῖος ἐκεῖνος, λύσας τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ 53 αὐτοῦ παντὸς τὸν λιμένα Κασσύπης κατέλαβεν. οἱ δέ
γε Βενέτικοι καταλαβόντες τὸν λιμένα Πασσάρων καὶ κάκεῖθι τὴν τοῦ Ῥομπέρτου ἔφοδον μεμαθηκότες, θᾶττον καὶ αὐτοὶ καταλαμβάνουσι τὸν λιμένα Κασσόπης. καὶ συμβολῆς καρτερᾶς γενομένης κω τῆς μάχης ἀγχεμάχου, ἡττᾶται ὁ Ῥομπέρτος. ὁποῖος ὁ ἐκεῖνος φιλοπόλεμος νὼ ἐκθύμως ἔχων
πρὸς μάχας, οὐδὲ μετὰ τὶν ἧτταν ἐκείνην τὸ παράπαν ἐνεδίδου, ἀλλ’ αὖθις ἡτοιμάζετο πρὸς ἑτέραν μάχην καὶ συμ-
φιλεῖ γενέσθαι, ἐπαρθέντες ἐπί ταῖς προγεγενημέναις νίκαις, εἴτε τοὺς ἡττηθέντας ἀπελπίσαντες, ἀναπεπτώκασιν ὡς ἤδη τὸ πᾶν ἠνυκότες, καἰ καταφρονητικῶς πρὸς τὸν Ῥομπέρτον διετίθεντο. εἶτα διελόντες τὰ ταχυδρόμα τῶν πλοίων, ἀπέστειλαν εἰς Βενετίαν διηγησομένους τὰ ξυμπεσόντα καἰ ὅπως
κατὰ κράτος τὸν Ῥομπέρτον ἥττησαν. ὁ δὲ Ῥομπέρτος ταῦτα 56 μεμαθηκὼς ἀπό τινος Βενετίκου Κονταρίνου πέτρου καλουμένου ἄρτι προσπεφευγότος αὐτῷ, ἐπὶ πλέον ἀθύμει καὶ οὐκέτι ἀνεκτῶς εἶχεν· λογισμοῖς δὲ κρείττοσιν ἀναρρώσας αὖθις κατὰ τῶν Βενετίκων ἵεται. οἱ δὲ Βενέτικοι τῷ
ἀπροόπτῳ καταπλαγέντες τῆς αὐτοῦ ἐλεύσεως εὐθὺς δεσμήσαντες τὰ μείζω τούτων πλοῖα καλωδίοις παρὰ τὸν λιμένα τῆς κορυφῶ καὶ συναπαρτίσαντες τὸν λεγόμενον πελαγολιμένα, τὰ σμικρὰ τούτων σκάφη εἰς μέσον ἤλασαν· σιδηροφορήσαντες δὲ ἅπαντες ἐκαραδόκουν τὴν τούτων ἔλευσιν. ὁ,. δὲ καταλαβὼν συμμίγνυται τούτοις πρὸς πόλεμον. ὁ δὲ πόλεμος δεινὸς ἦν καὶ τῶν πρώην ἰσχυρότερος, ἐκθύμως μα-
τῶν ὁπλιτῶν ταῖς ναυσὶ παρῆν, αὗται δὲ τῇ κουφότητι ἐπεπόλαζον οἶον τοῖς ὕδασιν ἀνεχόμεναι, ὡς μηδ’ ἄχρι δευτέρου ζωστῆρος τοῦ ὕδατος φθάνοντος, πανσνδὶ ἔπι τὴν ἑτέραν πλευρὰν τὴν ὡς πρὸς τοὺς πολεμίους συρρεύσαντες, τηνικαῦτα ἐβυθίσθησαν· ἦσαν δὲ ὡσεὶ χιλιάδες τρισκαίδεκα.
αἱ δὲ ἄλλαι τῶν νηῶν σὺν αὐτοῖς πλωτῆρσι κατεσχέθησαν. 59 ὁ δὲ Ῥομπέρτος μετὰ τὰν λαμπρὰν ἐκείνην νίκην ἀπηνῶς διατεθείς, πολλοῖς τῶν κατασχεθέντων ὠμοτάτως ἀχρήσατο, τῶν μὲν τὰς ὄψεις πηρώσας, τοὺς δὲ ῥινοτομήσας, τινῶν 60 δὲ χεῖρας ἢ νηῶν ἢ καὶ ἀμφότερα
δέ γε τῶν λοιπῶν ἀποστείλας πρὸς τοὺς ὁμοχώρους διεφήμισεν, ἵν᾿ ὁ βουλόμενος πρίασθαι τὸν ἴδιον τιμῆς, παραγίνοιτο. ἅμα δὲ καὶ τὰ περὶ εἰρήνης αὐτοὺς ἠρώτα· οἱ δὲ μηνύουσι πρὸς αὐτόν “ἴσθι, δοὺξ ὡς εἰ καὶ τὰς σφῶν ἡμῶν γυναῖκας καί τὰ τέκνα ἀποσφαττόμενα
θεασαίμεθα, οὐκ ἂν τὰς πρὸς τὸν αὐτοκράτορα συνθήκας ἀπαρνησόμεθα, οὔτε μὴν τοῦ ἐπαρήγειν αὐτῷ 61 καὶ ὑπὲρ αὐτοῦ ἐκθύμως μάχεσθαι ὅλως ἐνδώσομεν." και-
νικῶσι, πολλοὺς μὲν ἀποκτείναντες, πλείονας δὲ καὶ βυθίσαντες· μικροῦ δὲ δεῖν καὶ αὐτὸν τὸν γνήσιον υἱὸν αὐτοῦ Γίδον καὶ τὴν ὁμευνέτιν κατέσχον Γαϊταν. κω νίκην κατ’ αὐτοῦ λαμπρὰν ἀράμενοι, δηλοῦσι πάντα τῷ βασιλεῖ. ὄις διὰ 63 πολλῶν τούτους ἀμειψάμενος δωρεῶν καὶ τιμῆς, καὶ αὐτὸν
τὸν δοῦκα Βενετίας τῷ τῶν πρωτοσεβαστῶν ἀξιώματι μετὰ τῆς ἀναλόγου ῥόγας ἐτίμησεν, ὑπέρτιμον δὲ καὶ τὸν πατριάρχην σφῶν ηξίωσε μετὰ τῆς ἀναλόγου ῥογὰς. ἀλλὰ ναί πάσαις ταῖς ἐν Βενετίᾳ ἐκκλησίαις χρυσίου ποσότητα ἱκανὴν ἐτησίως διανείμασθαι ἀπὸ τῶν βασιλικῶν ταμιείων ἐκέλευσε. τῇ μέντοι
ἐπ᾿ ὀνόματι τοῦ εὐαγγελιστοῦ ἀποστόλου Μάρκου ὑποφόρους ἅπαντας τοὺς ἐκ Μέλφης ἐν Κωνσταντινουπόλει ἐργαστήρια κατέχοντας πεποίηκε καὶ τὰ ἀπὸ τῆς παλαιᾶς Ἑβραϊκῆς σκάλας μέχρι τῆς καλουμένης Βίγλας διή-
ἐμπορίαν αὐτῶν ἀζήμιον ἐποίησιν ὲν πάσαις ταῖς ὑπὸ τὴν ἐξουσίαν Ῥωμαίων χώραις, ὥστε ἀνέτως ἐμπορεύεσθαι καί κατὰ τὸ αὐτοῖς βουλητόν, μήτε ὑπὲρ ὑπὲρ κομμερκίου ἡ ἑτέρας ρας τινὸς εἰσπράξεως δημοσίῳ εἰσκομιζομένης παρέχειν ἄχρι καὶ ὀβολοῦ ἑνός, ἀλλ᾿ ἐξω πάσης
ἐξουσίας.
φαληνίας ἀπέστειλε σπεύδων τὴν ὲν αὐτῇ πόλιν κατασχεῖν, 66 τὰ μὲν ἐνόντα αὐτῷ πλοῖα τῇ Βοντίτζῃ προσώρμισε μετὰ τῆς παρεμβολῆς πάσης, αὐτὸς δὲ εἰς μονήρη γαλέαν εἰσελθὼν τὴν Κεφαληνίαν κατέλαβέ. καὶ πρὶν ἥ ταῖς λοιπαῖς δυνάμεσι καἰ τῷ υἱῷ αὐτοῦ ἑνωθῆναι, ἐγκαρτερῶν ἔτι περὶ τὸν
Ἁθέρα, (ἀκρωτήριόν τι τοῦτο τῆς Κεφαληνίας,) πυρετῷ. μὴ φέρων δὲ τὴν τοῦ πυρετοῦ φλόγωσιν, ὕδωρ ψυχρὸν αὐτεῖ. τῶν δὲ περὶ αὐτὸν ἁπανταχοῦ σκεδασθέντων
πολλῷ τηνικαῦτα συνεσχέθη. συμβαλὼν οὖν τὸν Ἀθέρα καὶ τὴν πόλιν Ἱερουσαλήμ, τὸν ἐφιστάμενον αὐτῷ θάνατον τηνικαῦτα έπεγίνωσκε. καὶ γὰρ πρὸ πολλοῦ τινὲς αὐτῷ ἐμαντεύοντο, ὁποῖα εἰώθασιν οἱ κόλακες τοῖς μεγιστᾶσιν εἰσηγεῖσθαι, ὅτι “μέχρι καὶ αὐτοῦ τοῖ Ἀθέρος ἅπαντα μέλλεις ὑποτάξαι·
ἐκεῖθεν δὲ εἰς Ἱερουσαλὴμ ἀπερχόμενος, τῷ χρεὼν λειτουργήσεις." εἴτε δὲ ὁ πυρετὸς τοῦτον ἀνάλωσεν, 70 πλευρῖτις ἦν ἡ νόσος, ἀκριβῶς λέγειν οὐκ ἰχῶ. τέως δἰ ἒξ ἡμερῶν τελευτᾷ. καταλαμβάνει δὲ τοῦτον τὰ ἔσχατα πνέοντα ἡ γυνὴ αὐτοῦ Γαΐτα καὶ τὸν υἱὸν αὐτοῦ κλαίοντα ἐπ᾿
ἀπαγγέλλεται γοῦν τὸ συμβὰν τῷ υἱῷ αὐτοῦ, ὅνπερ ἔτι ζῶν διάδοχον τῆς ἀρχῆς αὐτοῦ ἐποίει. ὃς τοῦτο μαθών, λύπῃ μὲν ἀφορήτῳ τηνικαῦτα συνείχετο, κρείττοσι δὲ λογισμοῖς ἑαυτὸν ἀνακτησάμενος καὶ συναγαγὼν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς, μετακαλεσόμενος ἅπαντας, πρῶτον μὲν ἀπαγγέλλει τὸ
συμβὰν, ἀπαράκλητα κλαίων ἔπι τῇ τοῦ πατρὸς τελευτῇ, ὁρ-
τὸ δὲ τὸν νεκρὸν κόμιζον πλοῖον ἡμίθραυστον γέγονε· μόλις δὲ τὸ τοῦτον συνέχον κιβώτιον οἱ ἀμφ’ αὐτὸν ἀναλαβόμενοι εἰς τὸ Βενοὐσιον διεσώσαντο. καὶ εἰς τὴν ἐπ’ ἀνόματι τῆς ἁγίας Τριάδος πάλαι ἀνοικοδομηθεῖσαν μονήν, οὗ κω οἱ ἀδελφοὶ αὐτοῦ προετάφησαν, καἰ αὐτὸς ἀνσωριάζεται.
τελευτᾷ δὲ ὁ Ῥομπέρτος εἰκοστῷ ἕκτῳ χρόνῳ τῆς δουκικῆς 73 αὐτοῦ άρχῆς, τὸν ἅπαντα χρόνον βιώσας ἔτη ἑβδομήκοντα. μεμαθηκὼς δὲ ὁ βασιλεὺς τὸν τοῦ Ῥομπέρτου αἰφνίδιον θάνατον, ἀνέσφαλε μὲν ᾶχθος τοιοῦτον ἀπωμισάμενος. ἐπιτίθεται δὲ παραχρῆμα τοῖς τὸ Δυρράχιον εντι κατέχουσιν, εἰς
διχόνοαν τούτους διὰ γραμμάτων καἰ παντοίας μεθόδου εἰσάξαι σκεψάμενος, κᾆθ’ οὕτως ῥᾷστα τὴν πόλιν Δυρραχίου έλπίζων λήψεσθαι. ἀλλὰ καὶ τοὺς ὲν τῇ πόλει παρατυχόντας Βενετίκους παρασκευάζει διὰ γραμμάτων ξυμβουλεῦσαι τοῖς τε Ἀμαλφινοῖς καὶ Βενετίκοις καὶ ὅσοι ἔποικοι εἰς Ἐπίδαμνον 74
ἔτυχον, ὑπεῖξαι τῷ αὐτοῦ θελήματι καὶ οἱ τὸ Δυρράχιον. ἀλλὰ καἰ αὐτὸς δἰ ὑποσχέσεων καὶ δω-
τὸν πρώτως αὐτοὺς ἀναπείσαντα τὸ κάστρον τῷ Ρομπέρτῳ 76 προδοῦναι καὶ τοὺς συνωμότας αὐτοῦ· ἐκεῖνοι δὲ παραδιδόασι τὸ κέστρον τῷ βασιλεῖ, πάσης ἐλευθερίας ἐξ αὐτοῦ παραπολαύσαντες.
Σὴθ καλούμενος μεγάλα ἐπ’ ἀστρολογίᾳ αὐχῶν, μετὰ τὴν εἰς τὸ Ἰλλυρικὸν αὐτοῦ διαπεραίωσιν προειρήκει διὰ χρη- 77 σμοῦ, ὃν ἐν χάρτῃ ἐκθέμενος καὶ σφραγίσας, τωι τῶν τοῦ βασιλέως οἰκειοτάτων ἐνεχείρισε, παραγγείλας κατέχειν αὐτὸν μέχρι τινός. εἶτα τοῦ Ρομπέρτου τετελευτηκότος,
κότος, ἐς ἐπιταγῆς αὐτοῦ λύουσι τὸν χάρτην. εἶχε δὲ ὁ χρησμὸς οὕτως· “μέγας ἐχθρὸς ἔξ ἑσΠέρας πολλὰ κυκήσας ἄφνω πεσεἴται.’’ ἐθαύμασαν μὲν οὖν πάντες τὴν τοῦ ἀνδρὸς ἐπιστήμην· ἥν γὰρ ἐπὶ ταύτῃ τῇ σοφίᾳ εἰς ἄκρον 78 καὶ ἵνα τι βραχὺ παραδράμωμεν, τοῦ λόγου τῆς ἱστορίας
79
σύνεσιν ταύτην ᾕδει, ἀλλ’ οὐδὲ Μανέθων ὁ ἀποτελεσματικὸς περὶ ταύτης ἠκρίβωκεν. ἀλλὰ λεῖψις ἦν ἐκείνοις ὡροσκόπου, ἐν οἶς προὐμαντεύοντο, καὶ πῆξις τῶν κέντρων καὶ τοῦ ὅλου διαθέματος ἐπιτήρησις καὶ ὁπόσα ἄλλα ὁ τὴν μέθοδον ταύτην εὑρηκὼς τοῖς ἐσύστερον παρέδωκεν, ἅπερ ξυνετὰ τοῖς περὶ 80
τὰ τοιαῦτα ματαιάζουσιν. ἡμεῖς δὲ ἐκεῖθέν ποτε ἀίγον τι τῆς ἐπιστήμης ταύτης ἡψάμεθα, οὐχ ἴνα τι τοιοῦτον διαπραξαίμεθα, μὴ γένοιτο,) ἀλλ’ ἵνα τῆς ματαιολογίας ταύτης ἀκριβέστερον καταγνόντες, καὶ τῶν περὶ αὐτὴν ἠσχολημένων καταγινώσκοιμεν. ταῦτα δὲ γράφω οὐκ ἐπιδείξεως ἕνεκα,
ἀλλ᾿ ἵνα ἐνδείξαίμην, ὅτι ἔπι τοῦ αὐτοκράτορος τούτου τῶν ἐπιστημῶν εἰς ἐπίδοσιν ἐληλύθεισαν, τιμῶντος τοὺς φιλοσόφους καὶ φιλοσοφίαν αὐτήν, εἰ καὶ πρὸς τὸ μάθημα τοῦτο τῆς ἀστρολογίας δυσχεραίνων πως κατεφαίνετο, οἶμαι διότι τοὺς πολλοὺς τῶν ἀκεραιοτέρων ἀφίστασθαι ἀνέπειθε 81
τῶν ἄνωθεν ἐλπίδων καὶ κεχηνέναι τοῖς ἄστρασιν. αὕτη
πολλῶν ἐρωτώμενος ἀκριβέστατα προεμαντεύετο· ἐν δὲ οὐδὲ ἀστρολάβου δεόμενος, ἀλλὰ διά τινος ψηφοφορίαις 83 τὰς προρρήσεις ἐπεποίητο. ἦν δ’ ἄρα καὶ τοῦτο μαντικὸν μὶν οὐδαμῶς, ἀλλὰ τέχνη τις Ἀλεξανδρέως λογική. ὁρῶν δὲ ὁ αὐτοκράτωρ τὴν νεότητα συρρέουσαν ἐπ᾿ αὐτὸν καὶ ὥσπερ
τινὰ προφήτην τὸν ἄνδρα λογιζομένην, δὶς καὶ αὐτὸς τοῦτον ἐπηρωτήκει, καὶ τοσαυτάκις καὶ ὁ Ἀλεξανδρεὺς εὐστοχήκει τῆς ἐπερωτήσεως· δειλιάσας δὲ ἵνα μὴ πολλῶν βλάβη καὶ πρὸς τὴν ματαιότητα τῆς ἀστρολογίας ἀποκλίνωσιν ἅπαντες, κατὰ τὴν ‘Pαιδεστὸν τούτῳ τὰς διατριβὰς ἀφώρισε,
84 τῆς πόλεως ἀπελάσας, πολλὴν τὴν περὶ αὐτὸν προμήθειαν ἐνδειξάμενος, ὥστε δαψιλῶς αὐτῷ τὰ πρὸς χρῆσιν ἐκ τῶν βασιλικῶν ταμιείων ἐπιχορηγεῖσθαι. ναὶ μὴν καὶ ὁ δικλεκτικώτατος Ἐλευθέριος, Αἰγύπτιος καὶ οὗτος ἀνήρ, τὰ τῆς ἐπιστήμης ταύτης πρεσβεύων, εἰς ἄκρον ἤλαυνεν εὐφυίας, μηδενὶ
μηδαμῶς τῶν πρωτείων παραχωρῶν. ἐν ὑστέροις δὲ καὶ ὁ 85 καλούμενος Κατανάγκης Ἀθήνηθεν εἰς τὴν μεγαλόπολιν καἐξήνθει
ἐν τοῖς βασιλείοις διαιτώμενον ἐπὶ τέσσαρσιν ἡμέραις πυρέξαντα τὴν ψυχὴν ἔξερεύξασθαι· εἰς ὃ τοῖς πολλοῖς ἔδοξεν ἡ τοῦ Κατανάγκη πρόρρησις τελευτῆσαι. καιροῦ δὲ ἱκανοῦ, αὖθις τὸν τοῦ αὐτοκράτορος θάνατον προὐμαντεύσατο καὶ διεψεύσθη· τεθνήκει δ’ ὅμως ἡ
Ἄννα καὶ μήτηρ αὐτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην, ἣν Κατανάγκης προεῖπεν ὁ δὲ βασιλεύς, ἐπεὶ ποσάκις περὶ αὐτοῦ 88 προμαντευσάμενος, τοσαυτάκις διήμαρτε, τῆς πόλεως τοῦτον μεταστῆσαι οὐκ ἤθελεν αὐτέλεγκτον γενόμενον, ἅμα δὲ καὶ ἕνα μὴ ὄι ἐμπάθειαν δόξη τοῦτον ἐκεῖθεν ἀπελαύνειν.
ἀλλ’ ἡμεῖς γε ἐντεῦθεν πάλιν ὅθεν ἐξεληλύθειμεν ἀναστρέψωμεν, ἴνα μὴ δοκοίημεν μετεωρολέσχοι τινὲς καὶ ἐξ ἀστρολογίας ὀνόμασι τὸ σῶμα τῆς ἱστορίας καταζοφοῦντες. ὁ δέ γε Ῥομπέρτος, ὡς λόγος ἐκράτει καὶ τινες ἔλεγον, ἡγεμὼν γέγονεν, ἀγχίνους, εὐπρεπὴς τὴν ὄψιν, ἀστεῖος ἐν λό-
τυραννίδος τὸ εἶδος αὐτοῦ ἐνομίζετο πάντας τοὺς ὑπ’ αὐτὸν τιμῆς ἀξιῶν καὶ πλείονος μᾶλλον τοὺς εὐνοϊκωτέρως πρὸς αὐτὸν διατιθεμένους. φειδωλότατος δὲ ἦν καὶ φιλοχρυσώτατος, 91 ἐμπορικώτατος καὶ φιλοκτεανώτατος καὶ ἐπὶ τούτοις φιλοδοξότατος· ὑφ’ ὦν πάντων ἡττώμενος, πολλὴν τὴν μέμψιν
πάντων ἐπεσπάσατο. κακίζουσι δέ τινες τὸν αὐτοκράτορα ὡς μικροψυχήσαντα καὶ τὸν μετ’ αὐτοῦ πόλεμον τότε προαρπάσαντα. εἰ μὴ γὰρ πρὸ τοῦ προσήκοντος καιροῦ τοῦτον ἀνε- ζήτησεν, ὡς φασιν, ἄλλως ἂν ῥᾳδίως κατίσχυσεν αὐτοῦ βαλλομένου ἁπανταχόθεν παρά τε τῶν καλουμένων Ἀρβανιτῶν
παρά τε τῶν ἀπὸ Δαλματίας παρὰ τοῦ Βοδἰνου πεμπομένων. ἀλλὰ τοιαῦτα μὲν οἱ μωμοσκόποι ἔξω βελῶν ἱστάμενοι καὶ κατὰ τῶν ἀγωνιζομένων πικροὺς οἰστοὺς διὰ γλώττης πέμπον. 92 τες. τὸ γὰρ τοῦ Ῥομπέρτου ἀνδρεῖον καὶ πέρι τὰ πολεμικὰ περιδέξιον καὶ τὸ τοῦ φρονήματος ἑδραῖον πάντες ἴσασι· καὶ
γὰρ οὐ τῶν ῥᾳδίως, ἀλλὰ καὶ τῶν λίαν δυσκόλως καταγωνι-
πρὸς τὴν μεγαλόπολιν ἐπαναζεύγνυσιν, ὡς ἄνωθεν εἴρηται, πρώτην ἄγοντος τοῦ Δεκεμβρίου μηνός, ἑβδόμης ἐπινεμήσεως τὴν βασιλίδα κατὰ τὸ ἀφωρισμένον πάλαι ταῖς τικτούσαις τῶν 94 βασιλίδων οἴκημα ἐπὶ ταῖς ὠδῖσιν εὑρηκώς· πόρφυραν δὲ 95 τοῦτο οἱ ἀνέκαθεν ὀνομάζουσιν, ἐξ οὖ ναὶ τὸ τῶν πορφυρογεννήτων
ὄνομα εἰς τὴν οἰκουμένην διέδραμεν. κατὰ δὲ τὸ περίορθρον σάββατον δὲ ἦν) τίκτεται τούτοις παίδιον θῆλυ ἐμφερές, ὡς ἔλεγον, κατὰ πάντα τῷ πατρί· ἐγὼ δὲ ἥν ἅν τοῦτο. καὶ ὥς γε τῆς βασιλίδος καὶ μητέρος ἔν τισι καιροῖς διηγουμένης ἤκουον, ὅτι πρὸ τρίτης ἡμέρας τῆς τοῦ βασιλέως
εἰς τὰ ἀνάκτορα εἰσελεύσεως, (ἐπανῄει γὰρ ἤδη ἀπὸ τῆς Ῥομπέρτου μάγης καὶ τῶν πολλῶν ἐκείνων πολέμων καὶ κότων,) ταῖς ὠδῖδι συνεχομένη, σταυροῦ τύπον τῇ γαστρὶ ἐνσημήνασα ἔφη “μεῖνον ἔτι παίδιον τὴν τοῦ πατρὸς ἄφιξιν." πολλὰ δὲ αὐτήν, ὡς ἔλεγεν, ἡ πρωτοβεστιαρία καὶ μήτηρ 96
αὐτῆς καταμεμψαμένη ἔφη μετ’ ὀργῆς “εἰ δὲ μετὰ μῆνα ἐλεύσεται, οἶδας; καὶ πῶς αὐτὴ τοσαύταις ὀδύναις ἐγκαρτε-
καὶ φιλοπάτωρ. καὶ μάρτυρες τοῦ τοιούτου ἤθους εἰσί μοι πολλοὶ μὲν τῶν ἀνθρώπων, ἤδη δὲ καὶ πάντες, ὁπόσοι τἀμὰ γινώσκουσι, προσεπιμαρτυρούντων αὐτοῖς καί τῶν | πολλῶν μου ὑπὲρ τῶν γονέων ἄθλων καὶ καμάτων καὶ τῶν κινδύνων ἐκείνων, εἰς οὓς ἐμαυτὴν διὰ τὸ πρὸς ἐκείνους φίλτρον
ἐνέβαλον, ἀφειδήσασα μὲν καἰ τιμῆς καὶ χρημάτων καὶ αὐτῆς τῆς ζωῆς· οὕτω γάρ με τὸ πρὸς αὐτοὺς φίλτρον ἐξέκαεν, ὡς καὶ αὐτὴν τὴν ψυχὴν δι’ αὐτοὺς προέσθαι πολλά- 99 κις. ἀλλὰ μήπω περὶ τούτων. ἀνατρεχέτω δ’ αὖθις ὁ λόγος πρὸς τὰ ἐξ αὐτῆς μοι ξυμπεσόντα γενέσεως. πάντων γὰρ
τῶν συνήθων ἐπὶ τοῖς νεογνοῖς τῶν βασιλέων παισὶ δαψιλέστερον τελεσθέντων, ὡς λέγεται, εὐφημιῶν δηλαδὴ καὶ δωρεῶν καὶ φιλοτιμημάτων παρεχομένων τοῖς λογάσι τῆς συγκλήτου καὶ τοῦ στρατοῦ, πλέον ἤπερ ποτὲ ἔχαιρον, ἐσκίρτων, ἐπαιάνιζον ἅπαντες, καὶ μᾶλλον οἱ τῇ βασιλίδι καθ’ αἷμα
προσήκοντες οὐκ εἶχον ὑφ’ ἡδονῆς ὅ τι καὶ γένοιντο. μετρη-
καἰ ἐμῷ πατρὶ κἀν ταῖς δωρεαῖς δι’ ἐρυθρῶν αυνυπογράφοντος 101 τούτῳ κἀν ταῖς προπομπαῖς μετὰ τιάρας αὐτῷ συνεφεπομένου κἀν ταῖς εὐφημίαις δευτέρου εὐφημουμένου, κἀγὼ εὐφημεῖσθαι ἔμελλον, Κωνσταντῖνον καὶ Ἄνναν ὲν ταὐτῷ ἐξεφώνουν ἐν τοῖς τῆς εὐφημίας καιροῖς οἱ τῆς εὐφημίας
προεξάρχοντες. καἰ τοῦτο δὴ μέχρι καιρῶν ἱκανῶν ἐτελεῖτο, ὥς γέ μοι τῶν συγγενῶν καὶ ἐμῶν γεννητόρων ἐν ὑστέροις πολλάκις διηγουμένων ἀκήκοα προμάντευμα δὲ ἴσως τοῦτο τῶν ἐμοὶ ξυμπεσόντων ἦν εἴτε εὐτυχημάτων, εἶτε τοῦμπαλιν δυστυχημάτων. ἔπει δὲ τοῖς βασιλεῦσι καὶ δεύτερον 102
ἐτέχθη θῆλυ, ἀναφέρον μὲν κατὰ τὴν ὄψιν εἰς τοὺς προγόνους, 103 ἐμφαῖνον δὲ ἅμα καὶ τὴν ἐσύστερον ἐπιλάμπουσαν αὐτῷ ἀρετήν τε κὼ φρόνησιν, ἐπεπόθουν καὶ ἄρρεν τεκεῖν καὶ δι’ εὐχῆς αὐτοῖς τοῦτ᾿ ἦν. ἐπινεμήσεως οὖν ἑνδεκάτης τρεχούσης, τίκτεται τούτοις καὶ ἄρρεν. εὐθὺς οὖν οἱ μὲν γονεῖς
ἐγεγήθεσαν, καὶ πένθους οὐκέτι ἴπῳ αὐτοῖς ἐπιλέλειπτο, τῆς
εὐνοι, τῶν δὲ συσχηματιζομένων χαίρειν. ἔστι μὲν τὸ ὑπήκοον ὡς ἐπίπαν δύσνουν τοῖς κρατοῦσιν, σχηματιζόμενον δὲ τὰ πολλὰ καὶ διὰ κολακείας ἐπισπώμενον τοὺς ὑπερέχοντας. ὅμως δ᾿ οὖν κοινὴν ἦν ἰδεῖν τότε τὴν χαρμονὴν συνηδομένων ἁπάντων. τὸ δὲ παιδίον μέλαν ἦν τὴν χροιάν,
μέτωπον τούτῳ εὐρύ, παρειαὶ ὑπόξηροι, ῥὶς οὔτε σιμή, οὔτε 106 κάμπτουσα πρὸς τὸ γρυπόν, ἀλλὰ μέση πως ἀμφοῖν· ὀφθαλμοὶ μελάντεροι καὶ τὸ ὑποκαθήμενον ἦθος ὀξύ, ὅσον ἐκ βρεφυλλίου σώματος εἰκάσαι, ἐμφαίνοντες. ἐθέλοντες τοιγαροῦν τουτὶ τὸ παίδιον εἰς τὴν αὐτοκράτορος περιωπὴν ἀναβιβάσαι
καὶ κλῆρον οἷον αὐτῷ τὴν βασίλειαν Ῥωμαίων καταλιπεῖν, εἰς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν τοῦ θείου βαπτίσματος καὶ τοῦ στέφους αὐτὸ ἀξιοῦσιν. τοιαῦτα τοίνυν τὰ τοῖς πορφυρογεννήτοις ἥμιν ἐξ αὐτῶν βαλβίδων τῆς ἡμῶν γενέσεως ξυμβάντα· τὰ δέ γε ἐσύστερον ξυμπεσόντα κατὰ τὸν προσήκοντα
ῥηθήσεται τόπον.
καὶ οὕτω πρὸς τὸ Ἰλλυρικὸν τὰς ἡνίας στρέψας, τόν τε Ῥομπέρτον καὶ τὸν υἱὸν αὐτοῦ Βαΐμοῦντον πολλὰ μογήσας κατὰ κράτος ἥττησε, καὶ μεγίστης συμφορᾶς τὰ κατὰ τὴν ἑσπέραν ἐρρύσατο. κἀκεῖθεν ἐπανελθών, αὖθις τοὺς ὑπὸ τὸν Ἀπελχασὴμ Τούρκους οὐ τὴν ἕω ἁπλῶς κατατρέχοντας εὑρεν,
ἀλλὰ μέχρις αὐτῆς Προποντίδος καὶ τῶν παραλίων ταύτῇ χωρίων κατεληλυθότας. ὅπως μὲν οὖν ὁ Ἀμὴρ Σολυμᾶς τῆς Νικαίας ἐξελθών, τουτονὶ τὸν Ἀπελχασὴμ φρουρὸν αὐτῇ καταλέλοιπεν, ὁ δὲ Πουζάνος παρὰ τοῦ Περσῶν σουλτᾶν τᾶν πρὸς τὴν Ἀσίαν ἐξεπέμφθη καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ 109
σουλτᾶν Τουτούση ἡττηθεὶς ἀνῃρέθη, καὶ τὸν Τουτούσην μετὰ τὸ τὸν Πουζάνον ἡττῆσαι οἱ ἀνεψιαδεῖς αὐτοῦ ἀπέπνιξαν, ἀρκτέον ἤδη διηγεῖσθαι. ἀνήρ τις ἐξ Ἀρμενίας ὁρμώμενος Φιλάρετος τὴν ἐπωνυμίαν, περίβλεπτος ἐπ’ ἀνδρείᾳ καὶ φρονήσει, εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ τοῦ προβεβασιλευκότος
Ῥωμανοῦ τοῦ Διογενοῦς ἀνενεχθεὶς, καὶ τὰ συμβάντα τῷ Διογενεῖ θεασάμενος καί τὴν τῶν ὀμμάτων αῦτοῦ στέρησιν βεβαιωθεὶς, διαφερόντως τοῦτον ποθῶν, οὐκ
ἀνακόπτων ὁρμῆς, ἀλλ’ οὐκ εἰσηκούσθη τὰ λῴονα συμβουλεύων. περίλυπος τοίνυν γενόμενος, δι’ ἡμερῶν ὀκτὼ καταλαμβάνει τὴν Νικαίαν, καὶ προσελθὼν τῳ Ἀμὴρ Σολυμᾶ διε- 113 γείρει τοῦτον εἰς πολιορκίαν τῆς Ἀντιοχείας, τὴν τοῦ σουλτανικίου τηνικαῦτα περιβεβλημένον ἀξίαν, καὶ πρὸς τὸν πόλεμον.
τὸν κατὰ τοῦ πατρὸς παροξύνει. πείθεται τούτοις ὁ Σολυμᾶς, ἐν δὲ τῷ πρὸς Ἀντιόχειαν μέλλειν ἀπέρχεσθαι τὸν Ἀπελχασὴμ κατέλιπε φύλακα τῆς Νικαίας ὑπερέχοντα πάντων τῶν ἡγεμόνων, ἡγεμόνα τοῦτον κατονομάσας. ἐκεῖνος δὲ συνεφεπόμενον ἔχων καὶ τὸν τοῦ Φιλαρέτου υἱόν, διὰ δωδεκα
νυκτῶν (διὰ τὸ ἀνύποπτον τὰς γὰρ ἡμέρας ἠρέμει) τὴν Ἀντιόχειαν, καὶ ἐξ ἐφόδου ταύτην κατέσχεν. ὲν τούτοις δὲ καὶ ὁ Χαρατικῆς λαθραίως συλᾷ τὴν Σινώπην 114 χρυσίον ἱκανὸν καὶ χρήματα τῶν βασιλικῶν ταμιείων κεῖθι ἐναποκείμενα μεμαθηκώς. ὁ δὲ Τουτούσης τοῦ μεγάλον σουλτᾶν
ἀδελφός, τῶν Ἱεροσολύμων καὶ τῆς Μεσοποταμίας ἁπάσης
καὶ τῆς Ἀντιοχείας καταλαμβάνει. συνηντηκότος δὲ αὐτῷ τοῦ Ἀμὴρ Σολυμᾶ, πόλεμος εὐθὺς ἀναρρήγνυται μέγας, καὶ 116 ἀγχεμάχου τῆς μάχης γεγονυίας νῶτα οἱ τοῦ Σολυμᾶ ὑποσχόντες προτροπάδην ἔφευγον. πολλὰ δὲ τούτους θαρσύνων ὁ Σολυμᾶς, ἐπεὶ τῆς φυγῆς ἀποσχέσθαι οὐκ ἔπειθεν, ὑπὲρ
κεφαλῆς τὸν κίνδυνον ἐφιστάμενον ὁρῶν, παρεκκλίνας έν ἀκινδύνῳ τάχα ἐδόκει καθεστάναι καὶ κατὰ γῆς τὴν ἀσπίδα τεθεικώς, ἐπ’ αὐτῇ προσουδίσας ἐκάθητο. ἀλλ᾿ οὐ διέλαθε τοὺς ὁμοφύλους. προσεληλυθότες γὰρ αὐτῷ τινὲς τῶν σατραπῶν ἔλεγον τὸν θεῖον αὐτοῦ Τουτούσην μεταπέμπεσθαι αὐτόν.
ὁ δὲ ἀνένευεν ὑφορώμενος τὸν ἐξ αὐτοῦ κίνδυνον. ἐγκειμένων 117 δὲ τῶν σατραπῶν, ἐπεὶ οὐ πρὸς ἰσχύος αὐτῷ ἀντικαθίστασθαι ἦν οἶα μόνῳ ὄντι, τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος, κατὰ τῶν ἰδίων ὦσε σπλάγχνων διαμπερὲς τὸ ξίφος ἐλάσας, καὶ κακὸς κακῶς ἀπώλετο. παραχρῆμα γοῦν οἱ σωθέντες
τῶν τοῦ Ἀμὴρ Σολυμᾶ δυνάμεων προσχωροῦσι τῷ Τουτούσῃ. ὁ δὲ μέγας σουλτᾶν ταῦτα μεμαθηκὼς καὶ δεδιὼς τὸν Τουτούσην ἰσχυροποιούμενον ἤδη, ἀπέστειλε πρὸς τὸν
λόγον ἐπεποίητο, τὸν δὲ Σιαοὺς νουνεχῆ ἄνδρα θεασάμενος, ἐπυνθάνετο πόθεν τε ὥρμηται καὶ τινες οἱ τούτου γονεῖς. 120 τοῦ δὲ μητρόθεν μὲν ἐξ Ἰβήρων εἷναι λέγοντος τὸν δὲ τούτου πατέρα Τοῦρκον ἀνομολογοῦντος, πολλὴν ὁ αὐτοκράτωρ πραγματείαν ἐπεποίητο, ὥστε τοῦ θείου βαπτίσματος τοῦτον τυχεῖν.
συνέθετο πρὸς τοῦτο ὁ Σιαοὺς καὶ πίστεις ἐδεδώκει τῷ αὐτοκράτορι, ὥστε μὴ παλινοστῆσαι τοῦ θείου φωτίσματος τυχῶν. καὶ ἐπεὶ ἐντεταλμένον ἦν αὐτῷ δι’ ἐγγράφου προστάξεως σουλτανικῆς, ἴν’ εἴπερ ὁ βασιλεὺς πρὸς τὸ τελέ- 121 σαι τὸ μετ’ αὐτοῦ κῆδος προθυμηθείη, ἅπαντας τοὺς τῆς παραλίας
πόλεις κατασχόντας σατράπας ἀπελάσαι ἐκεῖθεν, τὸ περὶ τούτων διαλαμβάνον σουλτανικὸν γράμμα ὑποδεικνὺς αὐτοῖς, ταύτῃ τῇ γραφῇ συγχρήσασθαι ὁ βασιλεὺς τῷ Σιαοὺς ὑπέθετο, καὶ ἐπὰν τούτους ἐκεῖθεν ἀπελάσειε, τὰς σουλτανικὰς ὑποδεικνύων γραφάς, αὖθις πρὸς τὴν βασιλεύουσαν
ἐπαναστρέψαι. ὁ δὲ μάλα προθύμως τὴν Σινώπην πρότερον καταλαβὼν καὶ τὰς σουλτανικὰς ἐπιστολὰς ὑποδείξας τῷ Χα-
δαίμονί τινι καθάπερ ἀλάστορι ἐκ θείας προνοίας παραδοθείς, ἔκειτο ἀφρίζων· καὶ οὕτως ἐκεῖθεν δαιμονιῶν ἐξεληλύθει. καἰ τὴν μέντοι κυρίαν τῆς Σινώπης ὁ Σιαοὺς Κωνσταντίνῳ τῷ Δαλασσηνῷ ἀνέθετο, ἐπ’ αὐτῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι, κἀν οὕτω τὰς ἄλλας πόλεις περιιὼν καί
τὰς σουλτανικὰς τοῖς σατράπαις ὑποδεικνύων γραφὰς, ἐκεῖθεν ἐξήλαυνε, παραδιδοὺς πρὸς τοὺς τοῦ αὐτοκράτορος σατράπας. ταῦτα οὖν ὁ Σιαοὺς διαπραξάμενος, ὑποστρέφει πρὸς αὐτόν κἀντεῦθεν τοῦ θείου βαπτίσματος τετυχηκὼς 124 καὶ πολλῶν δωρεῶν ἐπαπολαύσας δοὺξ Ἀγχιάλου
προχειρίζεται.
τὸν Ἀπελχασὴμ τὴν Νικαίαν παρεδίδου φρουρεῖν έν τῷ πρὸς τὴν Ἀντιόχειαν αὐτὸν ἀπιέναι, διαφόροις σατράπαις τό τε κατὰ τὴν παραλίαν καὶ τὴν Καππαδοκίαν καὶ τὴν ἅπασαν Ἀσίαν, ὡς εἴρηται, ἀνέθετο, ὥστε ἕκαστον τὸ ἴδιον λάχος
οἰόμενος καὶ ἤδη ἐν χερσὶ νομίζων κατέχειν, δεινὸς γὰρ ἦν ὁ ἀνὴρ καὶ φιλοκίνδυνος,) καὶ ἀρκεῖσθαι τοῖς ἐνοῦσιν οὐκ ἤθελεν, ἀλλὰ προνομεῖς ἀποστέλλων, τὴν Βιθυνῶν ἐληΐζετο ἅπασαν καὶ μέχρις αὐτῆς Προποντίδος. τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος ὁ αὐτοκράτωρ, τοὺς μὲν προνομεῖς
ἀνέστελλε, τὸν δὲ Ἀπελχασὴμ πρὸς εἰρηνικὰς σπονδὰς 127 συνήλαυνε. βυσσοδομεύοντα δὲ τοῦτον διαγινώσκων ἀεὶ κατ’ αὐτοῦ καἰ τὰς σπονδὰς ἀναβαλλόμενον; δεῖν ἐλογίσατο κατ’ αὐτοῦ ἀξιόμαχον ἐκπέμψαι παράταξιν τὸν Τατίκιον δέ, περί 128 οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, μετὰ δυνάμεως ἀποχρώσης
πέπομφε κατὰ τῆς Νικαίας, ἐντειλάμενος αὐτῷ μετὰ νουνεχείας τοῖς ἐχθροῖς ἀντικαταστῆναι, εἰ γε τέως ἐντυχεῖν ἔξωθέν τισι γένοιτο. ἀπελθόντος δὲ τοῦ Τατικίου καὶ ἀγχοῦ τῶν τειχῶν σχῆμα παρατάξεως διατυπώσαντος διὰ τὸ μηδένα τῶν Τούρκων τηνικαῦτα παρεῖναι, ἀναπετάσαντες οἱ Τοῦρκοι εἰς
129 διακοσίους ποσούμενοι ἀθρόως κατ’ αὐτοῦ ἐξιππάσαντο. οἱ δὲ Κέλτοι ἠσαν γὰρ ἱκανοὶ) τούτους θεασάμενοι, κατὰ πρόσ-
δὲ μηδεὶς ἔξω πυλῶν τῶν Τούρκων ἑωρᾶτο, ἀναποδίσας κατὰ τῴ Βασίλειαν τὸν χάρακα ἐπήξατο, δύο πρὸς τοῖς δέκα σταδίους τῆς Νικαίας ἀπέχουσαν. νυκτὸς δέ τις προσεληλυθὼς ὠῷ ἀγρότης τὸν Προσοὺχ διενίστατο μετὰ πεντήκοντα χιλιάδων ἐπικαταλαμβάνειν πάρα τοῦ νεωστὶ γεγονότος σουλτᾶν 131
τοῦ Παργιαροὺχ ἀποσταλέντα. ταῦτα ὁ Τατίκιος καὶ δι᾿ ἑτέρων βεβαιωθείς, ἐπεὶ πρὸς τοσαῦτα πλήθη δυνάμεις τὰς ἀντικαθισταμένας οὐκ εἰχεν, ἀναλύων τὰ δόξαντα πρότερον, ἀγαπητὸν ἐλογίζετο, εἰ τὸ ὁπλιτικὸν ἅπαν σῶον διατηρήσειεν, καὶ ’μὴ πολλοστὸς πρὸς ὑπερπληθεῖς καὶ ἰσχυρωτέρους
ρους μαχόμενος τὸ πᾶν ἀπολέσειεν. ἔνθεν τοι καὶ τὴν βασιλεύουσαν κατὰ νοῦν εἶχε καἰ πρὸς ταύτην ἑώρα, διὰ τῆς Νικομήδους βουλόμενος ἐπαναστρέψαι. ὁ δὲ Ἀπελχασὴμ ἄνωθεν τοῦ τείχους θεασάμενος αὐτὸν πρὸς τὴν Κωνσταντινούπολιν ἀπονενευκότα καὶ ἤδη καὶ πορευόμενον, ἐξεληλυθὼς παρείπετο, ἵνα ἐπὰν έν ἐπικαίρῳ τόπῳ τοῦτον στρατοπεδεύσαντα 132 θεάσηται, προσβαλῇ. καταλαμβάνοντα δὲ τοῦτον τὴν Πρένετον ἐφθακώς, ξυμμίγνυσί τε αὐτῷ καὶ ἐκθύμως τὴν
τὰς φάλαγγας τρέπουσι κατὰ κράτος. κᾀθ᾿ οὕτω πρὸς 134 τὴν βασιλεύουσαν διὰ τῆς Βιθυνῶν ὁ Τατίκιος ἐπανέρχεται. ὁ μέντοι Ἀπελχασὴμ οὐδαμῶς ἠρεμεῖν ἤθελεν. ἐπιθυμητικῶς γὰρ εἶχε τὰ σκῆπτρα τῆς Ῥωμαίων ἀναδήσασθαι ἀρχῆς· εἰ δὲ μὴ τοῦτο, ἀλλά γε τῶν περὶ τὴν θάλατταν πάντων καὶ
αὐτῶν δὴ τῶν νήσων τὴν ἐξουσίαν ἐσχηκέναι. τοιαῦτα οὖν λογιζόμενος, πρότερον μὲν λῃστρικὰς νῆας κατασκευάζειν διενοεῖτο, τὴν Κίον καταλαβών· πόλις δὲ αὕτη Βιθυνῶν παρὰ θάλατταν διακειμένη· καὶ προέβαινεν, ὡς ᾤετο, κατὰ σκοπὸν αὐτῷ, ἀπαρτιζομένων τῶν νηῶν. οὐδὲ τοῦτο τὸν αὐτοκράτορα
διέλαθεν. καὶ παραχρῆμα τὰς παρατυχούσας διήρεις τε 135 καί καὶ τριήρεις καὶ τὰ λοιπὰ τῶν ναυτικῶν ἐξοπλίσας, τὸν Βουτουμίτην δοῦκα προβαλλόμενος, κατὰ τοῦ Ἀπελχασὴμ ἀπέστειλεν, ἐπισκήψας σπεῦσαι τὰς ἡμιτελεῖς τοῦ Ἀπελχασὴμ νῆας ἐμπρῆσαι, έν ὁποίᾳ καταστάσει ταύτας εὑρήσει. ἀλλὰ καὶ,
τὸν Τατίκιον μετὰ ἀποχρώσης δυνάμεως ἠπειρόθεν κατ’ αὐτοῦ 136 ἐκπέμπει. ἀμφοτέρων οἶν τῆς πόλεως ἐξεληλυθότων, τὸν Βουτουμίτην ὁ Ἀπελχασὴμ διαπόντιον μετὰ σφοδρᾶς τῆς
τούτοις ἆρός τὰς κατὰ τῶν Ῥωμαίων ἱππασίας, ἀπάρας ἐκεῖθεν εἰς ἐπίκαιρον τόπον ἐβουλεύσατο τὰς δυνάμεις καταθεῖναι. καταλαμβάνει τοίνυν τόπον, παρὰ μὲν τῶν Ἁλυκὰς ὀνομαζόμενον, πάρα δὲ τῶν Κυπαρίσσιον. ἐφθακὼς δὲ ὁ Βουτουμίτης διαπόντιος, θᾶττον ἥ λόγος τᾶς τοῦ Ἀπελχασὴμ
νῆας ἐνέπρησεν. τῇ δὲ μετ᾿ αὐτὴν ἐξ ἠπείρου ἐληλυθὼς καὶ ὁ Τατίκιος, έν ἐπικαίροις τὸ στράτευμα κατέθετο τόποις καὶ ἀπὸ πρωΐας μέχρι ἑσπέρας οὐκ ἐνεδίδου πὴ μὲν ἀκροβολιζόμενος, πὴ δὲ μάχας συνάπτων μετὰ τοῦ Ἀπελχασὴμ ἔπι 139 ὅλαις πεντεκαίδεκα ἡμέραις. τοῦ δὲ Ἀπελχασὴμ μηδ’ ὅλως
ἐνδιδόντος, ἀλλ’ ἰσχυρῶς ἀντικαθισταμένου, ἐκκακήσαντες οἱ Λατῖνοι, κἂν μὴ τὴν ἐκ τοῦ τόπου εἶχον βοήθειαν, ὤχλουν ὅμως τὸν Τατίκιον, ἵν’ οὔτοι καὶ μόνοι τὴν μετὰ τῶν Τούρκων ἀναδέ·ξωνται μάχην. ὁ δέ, κἀν μὴ κατὰ γνώμην τὸ πρᾶγμα ἐδόκει αὐτῷ, ἀλλὰ καθ’ ἑκάστην ὁρῶν δυνάμεις
Τουρκικὰς προσχωρούσας τῷ Ἀπελχασήμ, ὑπεῖξε τῇ βουλῇ τῶν Λατίνων. καὶ περὶ ἀνατολὰς ἡλίου τὰς φάλαγγας καταστήσας, τὸν μετὰ τοῦ Ἀπελχασὴμ συνῆψε πόλεμον. πολλοὶ
παλινοστοῦσι παρεμβολήν. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ, ὁΠοῖος ἐκεῖνος δεινὸς θηρᾶσαι ψυχὴν ἀνθρώπου καί λιθίνην μαλάξαι φύσιν, γραφὴν τηνικαῦτα ἐκτίθεται πρὸς τὸν Ἀπελχασήμ, συμβουλεύων ἀποσχέσθαι μὲν τῶν τοιούτων κενῶν ἐπιχειρημάτων καὶ μὴ εἰς ἀέρα παίειν, ἀλλὰ προσεληλυθέναι
142 τε αὐτῷ καὶ πολλῶν καμάτων ἑαυτὸν ἀπαλλάξαι, δωρημάτων τε δαψιλῶν ἐπαπολαῦσαι καὶ τιμῆς. ὁ δὲ Ἀπελχασήμ, ἔπει καὶ τὸν Προσοὺχ ἐμάνθανε πολιορκοῦντα τὰ κατεχόμενα ὑπό τινων σατραπῶν κάστρα, ἤδη δὲ καὶ τῇ Νικαίᾳ προσπελάζειν ἐφ’ ᾦ πολιορκῆσαι ταύτην, τὴν ἀνάγκην φιλοτιμίαν,
ὅ φασι, ποιησάμενος, ἅμα δὲ καὶ τῆς τοῦ βασιλέως γνώμης καταστοχασάμενος καὶ τεθαρρηκώς, τὴν μετ’ αὐτοῦ εἰρήνην ασπάζεται. τῶν δὲ ἀναμεταξὺ εἰρηνικῶν σπονδῶν τελεσθει- 143 σῶν, μελετήσας καὶ ἕτερόν τι συνοῖσον ὁ αὐτοκράτωρ, ἐπεί οὐκ ἐνῆν ἄλλως ἀνυσθῆναι τὸ σκοπούμενον, μετακαλεῖται τοῦτον
εἰς τὴν βασιλεύουσαν, ἐφ’ ᾧ καὶ χρήματα λαβεῖν καὶ τρυφῆς ἅλις ἐπαπολαῦσαι καὶ οὕτως οἴκαδε ἐπαναστρέψαι.
λόμενος, παρὰ θάλατταν οἰκοδομῆσαι πολίχνιον δεῖν ἔκρινεν, ἐν ὅσῳ τὰ τῆς ἀγάπης ἤδραστο. τοιγαροῦν ἐν φορταγωγοῖς 145 ναυσὶν ἅπαντα τὰ πρὸς χρῆσιν χρειώδη σύν αὐτοῖς οἰκοδόμοις ἐμβαλὼν ἐξαπέστειλε, τὴν τούτου οἰκοδομὴν Εὐσταθίῳ 146 τῷ τοῦ στόλου δρουγγαρίῳ ἀναθέμενος καἰ τὸ ἀπόρρητον
ἐκκαλύψας, ἐπισκήψας, εἰ τινες τῶν Τούρκων διέρχοιντο, παντοίως φιλοφρονεῖσθαι νὼ εἰς κόρον διδόντα ἐπιλαύνειν τῶν δωρεῶν, προστιθέναι δὲ τὸ μετ’ εἰδήσεως τοῦ Ἀπελχασὴμ τοῦτο οἰκοδομεῖν, εἶτα ἅπαν πλοῖον ἀπεῖρξαι τῶν τῆς Βιθυνίας παραλίων μερῶν, ὡς μὴ δῆλον αὐτῷ γενέσθαι
τὸ γινόμενον. τῷ δὲ Ἀπελχασὴμ καθ’ ἑκάστην χρήματα διδούς, οὐκ ἐνεδίδου εἰς βαλανεῖά τε προτρεπόμενος καὶ ἱππηλασίας καὶ κυνηγέσια, πρὸς δὲ καὶ τὰς κατὰ τὰς λεωφόρους ἱσταμένας στήλας ἀναθεωρεῖν· ἀλλὰ κω ἱππικὁν 147 ἀγῶνα δι’ αὐτὸν ἐνστήσασθαι τοῖς διφρηλάταις ἐκέλευσε κατὰ
τὸ πάλαι τῷ μεγάλῳ Κωνσταντίνῳ οἰκοδομηθὲν θέατρον, καὶ καθ’ ἑκάστην ἐν τούτῳ παραγίνεσθαι καὶ τὰς τῶν ἵππων δο-
αὐτὸν διαπόντιον. ἀγγελθείσης δὲ αὐτῷ τῆς τοῦ κά- 149 στρου οἰκοδομῆς, κἀν ἐπὶ τῇ τούτου ἀνεγέρσει κατετέτρωτο τὴν ψυχήν, ἀλλ’ οὖν τὸν ἀγνοοῦντα ὑποκριθεὶς τὸ παράπαν ἐσίγησεν. τοιοῦτόν τι καὶ περὶ Ἀλκιβιάδους ἱστόρηται. οὕτω γὰρ κἀκεῖνος Λακεδαιμονίους ἐξηπατήκει, μὴ συγχωροῦντας
150 ἀνοικοδομῆσαι Ἀθήνας καθαιρεθείσας ὑπὸ περσῶν. παραγγείλας γὰρ ἀνοικοδομεῖν Ἀθηναίους, ἐκεῖνος ἀπῴχετο πρεσβεύσων εἰς Λακεδαίμονα. εἶτα τῆς πρεσβείας τὸν χρόνον τρίβοντος καὶ διδόντος τὸ ἐνδόσιμον τοῖς οἰκοδομοῦσιν, μετὰ τὴν ἐξαπάτην ὅλην ἤκουσαν Λακεδαιμόνιοι τὴν οἰκοδομὴν
Ἀθηνῶν. καἰ μέμνηται τῆς καλῆς ἀπάτης ταυτησὶ· καὶ ὁ Παιανιεὺς ἐνιαχοῦ τῶν λόγων αὐτοῦ. τοιοῦτον ἄρα καὶ τοὐμοῦ πατρὸς τὸ ἐπινόημα ἦν, μᾶλλον δὲ καὶ Ἀλκιβιάδους στρατηγικώτερον. ἱπποδρομίαις γὰρ καὶ τρυφαῖς τρυφαῖς τὸν βάρβαρον τοῦτον ὑποσαίνων καὶ εἰς ἡμέραν ἐξ ἡμέρας παρα-
151
καταλαβών, ἐπολιόρκει τὴν Νικαίαν, καθὼς ὁ τῷ Τατικίῳ νυκτὸς προσεληλυθὼς τότε ἔλεγε. καὶ ἐπὶ μησὶ τρισὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου. ὲν στενῷ δὲ κομιδῆ τὰ κατ’ αὐτοὺς οἱ ἐντὸς καὶ αὐτὸς δὲ ὁ Ἀπελχασὴμ ἑωρακότες καὶ μὴ ἐπιπλέον ἀντέχειν πρὸς τὸν Προσοὺχ δυνάμενοι, διαπεμψάμεμοι
πρὸς τὸν βασιλέα νῶντο τῆς ἐξ αὐτοῦ βοηθείας τυχεῖν, κρεῖττον λέγοντες ἡγεῖσθαι δούλους αὐτοῦ ὀνομάζεσθαι ἢ τῷ Προσοὺχ δοῦναι χεῖρας. ὁ δὲ παραχρῆμα τοὺς τῶν παρατυχότων 153 ἐκκρίτους διελών, σημαίας τε καὶ σκῆπτρα ἀργυρόηλα 154 ἐπιδιδούς, εἰς ἀρωγὴν τούτους ἐκπέμπει. οὐ γὰρ ἄντικρυς
βοηθῶν τῷ Ἀπελχασὴμ στρατιὰν ἔπεμπεν ἀλλὰ τὰ τῆς βοηθείας ἐντεῦθεν κατὰ τὸν νοῦν τοῦ αὐτοκράτορος εἰς κατάλυσιν τοῦ Ἀπελχασὴμ περιΐστατο. δύο γὰρ πρὸς ἀλλήλους μαχομένων ἐχθρῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας, ἴδει τῷ ἀσθενεστέρῳ συνθέσθαι, οὐχ ἕνα ἐπικρατέστερος γένηται,
ἀλλ' ἵνα τὸν μὲν ἀποκρούσηται, ἀφ’ οὑ δὲ τὴν πόλιν ἐξέληται καὶ τὴν τέως μὴ οὖσαν ὑπὸ τὸν κύκλον αὐτοῦ ἰδίαν ποιήσηται, καὶ κατὰ μικρὸν ἐκ ταύτης ἑτέραν καὶ μάλα ἄλἔργον
157 ‘Ηρακλέως ὀνομαζόμεναι, ἔξ ἕω δὲ αἱ ἀγχοῦ που ἱστάμεναι τοῦ Ἰνδικοῦ πέρατος αἰ τοῦ Διονύσου. κατὰ γὰρ πλάτος οὐκ ἐστιν εἰπεῖν ὅσον ἦν τῆς τῶν ‘Ρωμαίων βασιλείας τὰ κράτος, Αἴγυπτος καὶ Μερόη καἰ Τρωγλοδυτικὴ πᾶσα καὶ τὰ ἐγγύθεν τῆς διακεκαυμένης καὶ τὰ ἐξ ἑτέρου μέρους ἡ πολυθράλλητος
Θούλη καὶ ὅσα ἔθνη βόσκει τὸ κλίμα τὸ Βόρειον, οἷς κατὰ κορυφὴν ὁ Βόρειος ἵσταται πόλος. ἀλλ’ ἐπ’ ἐκεῖνό γε τοῦ καιροῦ ἐκ μὲν ἀνατολῆς ὁ γείτων Βόσπορος ὅριον τῶν Ρωμαϊκῶν σκήπτρων , ἐκ δὲ τῆς ἑσπέρας ἡ Ἀδριανοῦ κα- θίστατο πόλις. ἀλλ’ ὁ γε βασιλεὺς Ἀλέξιος ὡσπερ παίων
χερσὶ τοὺς ἑκατέρωθεν ἐπιτιθεμένους βαρβάρους ναὶ καθάπερ 158 ἀπὸ κέντρου τῆς Βυζαντίαις περιορχούμενος, ηὐρύνετο τὸν κύκλον τῆς βασιλείας, καὶ ἐκ μὲν ἐσπέρας τὸν Ἀδρίαντος πόντον ἔθετο ὅριον, ἐκ δὲ τῆς ἀνατολῆς Εὐφράτην καὶ Τίγρητα. καὶ εἰς τὴν προτέραν εὐδαιμονίαν τὴν βασιλείαν
ἀνενεώσατο ἄν, εἰ μή γε οἱ ἐπάλληλοι ἀγῶνες καὶ οἱ πυκνοὶ πόνοι καὶ κίνδυνοι ἦν γὰρ καὶ ἀμφοτέραις ὁ αὐτοκράτωρ με-
τὴν νίκην περιποιήσηται · οὐ μὴν ἡ τύχη πρὸς τούτῳ συνέπνευσεν. ἔσχε γὰρ οὕτω τὰ κω αὐτούς. οἱ γὰρ ἀποστα- λέντες τὸ τοῦ κυρίου Γεωργίου ὀνομαζόμενον κατέλαβον πολίχνιον. οἱ δὲ Τοῦρκοι παραχρῆμα τὰς πύλας αὐτοῖς ἀνεπέτασαν. οἱ δὲ ἄνωθεν τῆς ἀνατολικῆς πόρτης περὶ τὰ κρήδεμνα
τοῦ τείχους ἀνελθόντες , τὰς σημαίας καὶ τὰ σκῆπτρα ἰλαδὸν κατέστησαν ἀλλαάζοντες ἅμα καὶ τὸ ἐνυάλιον συνεχῶς ἐνηχοῦντες. ὑφ’ ὦν οἱ μὶν ἔξωθεν ἐκδειματωθέντες διὰ νυκτὸς ἐκεῖθεν ῷχοντο, αὐτὸν ἐληλυθέναι τὸν αὐτοκράτορα νομίσαντες· αἰ δὲ ‘Ρωμαϊκαὶ δυνάμεις αὖθις πρὸς τὴν βασιλεύουσαν
ὑπέστρεψαν. οὐ γὰρ ἦσαν ἀξιόμαχον πλῆθος πρὸς 161 ἔφοδον περσικὴν ἐλπιζομένην ἐκ τοῦ βάθους τῆς Τουρκικῆς 162 ἐξουσίας αὖθις ἐλεύσεσθαι.
κατ’ αὐτόν, ὡς τὸν Χαρατικῆν μετὰ τρόπου τῆς Σινώπης ἀπήλασεν, ὡς τετυχήκει τοῦ θείου βαπτίσματος καὶ κατὰ τὴν
εἶχε δὲ τὰ γράμματα οὕτως ἁ ἠκηκόειν ὢ βασιλεῦ , τὰ κατὰ σὲ καὶ ὅπως τὴν τῆς βασιλείας ἀναδησάμενος ἀρχήν, ἐκ προοιμίου πολλοῖς ἀγῶσιν ἐμπέπτωκας, καὶ ὡς ἄρτι τὰ κατὰ τοὺς Λατίνους κατευνάσαντος, οἱ Σκύθαι κατὰ σοῦ 165 ἑτοιμάζονται, καὶ αὐτὸς ὁ Ἀμὴρ Ἀπελχασὴμ τὰς μετὰ σοῦ
τοῦ Σοολυμᾶ σπονδὰς καταλύσας, μέχρις αὐτῆς Δαμάλεως τὴν Ἀσίαν ληί·ζεται. εἰ γοῦν βούλει καὶ τὸν Ἀπελχασὴμ τῶν αὐτόθι μερῶν ἀπελαθῆναι καὶ τὴν Ἀσίαν καὶ αὐτὴν δὴ τὴν Ἀντιοχείαν ὑπὸ τὴν σὴν γενέσθαι χεῖρα, ἀπόστειλόν μοι τὴν σὴν θυγατέρα εἰς νύμφην ἐμὴν τῷ πρωτοτόκῳ τῶν ἐμῶν ὠῶν.
κω τοῦ λοιποῦ οὐδέν σοι σκῶλον ἔσεται, ἀλλὰ πάντα ῥᾳδίως ἐξέσται σοι ἀνύειν, ἐμοῦ σοι ἐπαρήγοντος οὐ κατὰ τὴν ἑῲαν μόνον , ἀλλὰ μέχρις Ἰλλυρικοῦ καὶ τῆς ἐσπέρας ἀπάσης , διὰ δυνάμεων ἀποστελλομένων σοι παρ’ ἡμῶν." ἀλλὰ ταῦτα μὶν τὰ κατὰ τῶν περσῶν σουλτᾶν. ὁ δὲ Πουζάνος μέχρι Νικαίας
166 καταλαβὼν καὶ ἀπόπειραν ταύτης οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ποιησάμενος καὶ διαμαρτὼν τοῦ σκοποῦ, τοῦ Ἀπελὁ
οὗτος περὶ Λοπάδιον μετὰ δὲ τὴν τούτου ὑποχώρησιν ενδεκατέσσαρσιν ἡμιόνοις χρυσίον ἐπισάξας ὁ Ἀπελχασὴμ ὁπόσον φέρειν ἠδύναντο, ἀπέρχεται πρὸς τῶν περσῶν σουλτᾶν, δῶρον αὐτῷ κομίζων ἐφ’ ᾧ μὴ παραλυθῆναι τῆς ἀρχῆς καταλαμβάνει δὲ τοῦτον περὶ τὸ Σπαχᾶ αὐλιζόμενον. ὡς δὲ 168
οὐδὲ θεάσασθαι τοῦτον ὁ σουλτᾶν ἠξίου, μεσίταις ἐχρῆτο. ὁ δὲ ὀχλούμενος υπ' αὐτῶν ἴφη “ἐπεὶ καθάπα·ξ τὴν ἐξουσίαν τῷ Αμὴρ Πουζάνῳ ἀνεθέμην, οὐκέτι ταύτην ἐξ αὐτοῦ ἀφαι- ρεθήσεσθαι βούλομαι. ἐπιδότω τοίνυν τὰ χρήματα , ἀπελθὼν πρὸς αὐτόν, καὶ πᾶν ὃ βούλεται εἰπάτω. καὶ τὸ δόξαν αὐτῷ
καὶ ἐμὸν ἔσεται θέλημα.’’ ἐφ’ ἱκανὸν οὖν ἐγκαρτερήσας ἐκεῖσε καἰ πολλὰ μογήσας καὶ μηδὲν ἠνυκὼς, ἀπάρας ἐκεῖθεν, ὡς πρὸς τὸν Πουζάνον ἀπερχόμενος, συναντᾷ τοῖς ἐξ ἐκείνου κατ’ αὐτοῦ ἀποσταλεῖσι διακοσίοις ἐκκρίτοις ἀνδράσι καὶ 169 σατράπαις. οὐδὲ γὰρ ἡ ἐκείνου τῆς Νικαίας ἐ·ξέλευσις τοῦτον
διέλαθεν. οἱ καὶ κατασχόντες αὐτὸν καὶ βρόχον ἐκ νευρᾶς ἐπικλώσαντες τῷ τραχήλῳ τούτου περιβαλόντες ἀπέινι-
172 βασιλικὸν θυγάτριον, ὅπερ τὸ γράμμα ἐζήτει κατεγγυηθῆναι τῷ πρωτοτόκῳ αὐτοῦ υἱῶ, ἦν ἄρα δυστυχές, ὡς ἔοικεν, εἰ ἀνεληλύθει εἰς Περσίδα, βασιλείας μετεσχηκὸς ἀπάσης κακοδαιμονεστέρας πενίας. ἀλλ’ οὔτε θεὸς τοῦτο ἐπέτρεπεν, οὔτε ὁ βασιλεὺς εἶχε γνώμης οὕτω ταῦτα προβῆναι , οὐδ’ ἂν εἰς
στενὸν κατηντήκει αὐτῷ τὰ πράγματα εὐθὺς γὰρ καί κατὰ πρώτην ἀκοὴν τοῦ γράμματος τῆς τοῦ βαρβάρου κατεγέλασεν ὀρέξεως, ὑποφθεγξάμενος, ὅτι ἁ ὁ δαίμων τοῦτο εἰς νοῦν αὐτῷ ἀνεβίβασεν." περὶ τοῦ μὲν κήδους οὕτως ἴσχεν ὁ αὐτοκράτωρ· 173 ἐλπίσι δὲ κεναῖς τὸν τοῦ σουλτᾶν λογισμὸν ἀπαιωρεῖν
δεῖν λογισάμενος , καταπεμψάμενος τὸν Κουρτίκιον μεθ’ ἑτέρων τριῶν, ἀποστέλλει τούτους πρέσβεις καὶ γράμματα , δι’ ὦν τὴν εἰρήνην ἐνέφαινεν ἀσπάζεσθαι καὶ πρὸς τὰ μηνυθέντα κατανεύειν, ἀπαιτῶν ἄμα καὶ αὐτὸς ἄλλ’ ἀττα τοῦ χρόνου παράτασιν εἰσάγοντα. οὔπω οἱ ἐκ τοῦ Βυζαντίου πεμφθέντες
πρέσβεις τὸν Χορασὰν κατέλαβον , καὶ τὴν τοῦ σουλτᾶν
αὐτοκράτορος ἤδη ἐπείγεσθαι, πρὸς τὸν τἀδελφοῦ φόνον ἀπέβλεψε. δυοκαίδεκα τοίνυν Χασίους οὕτω τῇ πέρσιδι διαλέκτῳ καλουμένους φόνιον πνέοντας μετακαλεσάμενος, ὡς πρέσβεις τάχα πρὸς τὸν σουλτᾶν ἐξέπεμψε , καὶ τὸν τρόπον αὐτοῖς ὑποθέμενος ἅμα τῆς τοῦ ἀδελφῶ σφαγῆς, “ἄπιτε" φάμενος
πρῶτα μὶν διακηρυκεύσατε, ὡς ἀπόρρητά τινα μέλλειν τῷ σουλτᾶν ἀπαγγεῖλαι, ἐπὰν δὲ παραχωρηθῆτε τῆς εἰσόδου, ὦς ὡς τάχα πρὸς οὖς αὐτῷ ὡμιληκέναι βούλεσθε πλησιάσαντες παραχρῆμα τὸν ἐμὸν διαμελήσατε ἀδελφόν.’’ οἱ δὲ πρέσβεις ἡ μᾶλλον φονεῖς καθάπερ εἰς δεῖπνον ἢ εὐωχίαν 176
πεμπόμενοι , προθυμότατα πρὸς τήν τοῦ σουλτᾶν σφα- γὴν ἀπίεσαν. μεθύοντα τοῦτον καταλαβόντες, ἔπει πᾶσα ἐκεχειρία τούτοις ἐδίδοτο , τῶν ἐμπεπιστευμένων τὴν τοῦ σουλτᾶν φυλακὴν πόρρωθεν ἑστηκότων , αὐτοὶ πλησιάσαντες, τὰ ξίφη τῆς μάλης σπασάμενοι διαμελίζουσι παραχρῆμα τὸν
ἄθλιον. τοιοῦτον γὰρ τὸ τῶν Χάσίων ἐστιν αἵμασι χαῖρον, καὶ τρυφὴν αὐτὸ τοῦτο λογιζόμενοι, εἰ μόνον διὰ σπλάγχνων ἀνθρώπων τὸ ξίφος ἐλάσειαν. τοῦ λοιποῦ δέ, κἄν τινες αὖ τοὺς ἴσως ἐπ’ αὐτῷ τούτῳ ἐπιθέμενοι καταχορδεύσειαν, κατὸν
σὺν ὅλαις δυνάμεσι πρὸς τὸν Χορασὰν ἐπανέστρεψεν. ἐπὰν δὲ τῷ Χορασὰν προσεπέλασε, δέχεται τοῦτον ὁ τοῦ ἀναιρε- θέντος ἀδελφὸς Τουτούσης. καὶ εὐθὺς ἀγχεμάχου τῆς μάχης γενομένης, ἐπεὶ καρτερῶς ἄμφω τὰ στρατεύματα ἐμάχοντο 180 καί θάτερον θατέρῳ τῆς νίκης οὐδαμῶς παρεχώρει, πίπτει
καὶ ὁ πουζάνος καιρίαν πληγεὶς γενναίως ἀγωνιζόμενος καὶ ὅλας συνταράττων τὰς φάλαγγας · ἕκαστος δὲ τῶν αὐτοῦ φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο , ἄλλος ἄλλοσε σκεδα- σθέντες. ὁ δὲ Τουτούσης νικητὴς πρὸς τὸν Χορασὰν ἐπανέ- στρεφεν, ὡς ἤδη τὴν τοῦ σουλτανικίου ἀξίαν περιζωσάμενος,
καἰ ταῦτα τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἔχων. καὶ γὰρ συνην- τηκὼς αὐτῷ ὁ τοῦ ἀναιρεθέντος Ταπάρη σουλτᾶν υἱός, ὁ Παργιαρούχ, ὥστε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας κατὰ τὴν ποίησιν. καὶ συμβαλὼν οὔλῃ χειρὶ καἰ γνώμῃ , εἰς 181 πολλὰ τὰς δυνάμεις διέσπασε, διέσπασε, καἰ τρέψας ἀνὰ
κράτος ἐδίωκεν. ἀναιρεῖται δὲ καὶ αὐτὸς ὁ τὰ Ναυάτου φυ-
δαψιλεῖς τὰς δωρεὰς ὑπισχνεῖτο, εἰ ταύτης αὐτῷ παρακεχωρηκὼς ἐκεῖθεν ἐκσταίη. ὁ δὲ Πουλχάσης ἤθελε μέν ἀλλ' ἀνεβάλλετο αὖθις, ἀποβλέπων πρὸς τὸν Ἀπελχασήμ, καὶ λόγους ἐκ λόγων πρὸς τὸν αὐτοκράτορα διεπέμπετο , ἀπιωρῶν οἶον αὐτόν, τῇ δ' ἀλήθειᾳ τὴν τοῦ ἀδελφοῦ ἀπεκδεχόμενος 183
ἐπανέλευσιν. ἐν τῷ μεταξὺ δὲ γίνεται τι τοιοῦτον. ὁ παρὰ τῶν τῶν χασίων ἀναιρεθεὶς τοῦ Χορασὰν σουλτᾶν ἔφθασε κατσχεῖν τοὺς τοῦ μεγάλου Σολυμᾶ δύο υἱεῖς. οὗτοι δὲ μετὰ τὴν ἐκείνου σφαγὴν ἀποδράσαντες τοῦ Χοὸασάν , δμὼς τὴν Νικαίαν κατέλαβον τούτους οἱ ἐντὸς Νικαίας Θεασάμενοι,
δημοκρατοῦντες οἷον περιχαρῶς ἐδέξαντο. καὶ Πουλχάσης ὁ Πουχάσης καθάπερ τινὰ πατρῷον κλῆρον τὴν Νικαίαν προθύμως αὐτοῖς παραδίδωσι. προχειρίζεται δὲ σουλτᾶν ὁ πρωτογενὴς τῶν δύο, Κλιτζιασθλὰν τὴν κλῆσιν. ἐκεῖνος δὲ τὰς γυναῖκας καὶ τὰ παιδία τῶν τηνικαῦτα ὲν Νικαίᾳ παρόντων μεταπεμψάμενος,
έν αὐτῇ καθίδρυσεν, ἀποκαταστήσας τὴν πόλιν 184 ταύτην σουλτάνων, ὡς ἄν τις εἵποι, κατοικητήριον. οὕτω δὲ τὰ κατὰ τὴν Νικαίαν οἰκονομήσας, τὸν μὲν Πουλχάσην τῆς
Ἀπολλωνιάδα καὶ Κύζικον , πόλεις δὲ αὗται καὶ ἄμφω παράλιοι) τὰ παρὰ θάλατταν ἐληίζετο ἀπάντα. τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ , ἀπὸ τῶν παρατυχόντων ἀκατίων οὐδέπω γὰρ στόλος ηὐτρέπιστο) ἱκανὰ παρασκευασάμενος, καὶ ἑλεπόλεις ἐν αὐτοῖς μετὰ στρατιωτῶν γενναιῶν εἰσαγαγών, τὸν
186 Εὐφορβηνὸν Ἀλέξανδρον, ἄνδρα τῶν ἐπιφανῶν μὲν κατὰ γένος καὶ κατὰ ἀνδρείαν περίφημον , τὴν ἡγεμονίαν τούτων αἰτῶ ἀναθέμενος, κατὰ τοῦ Ἐλχάνη ἐξέπεμψε. καταλαβὼν δὲ Ἀπολλωνιάδα, παραχρῆμα ἐπολιόρκει. δι’ ἒξ δὲ ἡμερῶν, μηδ’ έν νῦξὶ τῆς τειχομαχίας ὅλως ἀφιστάμενος, κατέσχε τὸν ἔξω.
187 θεν τοῦ κάστρου κύκλον, οὖνπερ ἐξώπολον ἡ συνήθεια νῦν καλεῖν εἴωθεν. ὁ δὲ Ἐλχάνης καρτερῶς ἀντεποιεῖτο τῆς ἀκρο- πόλεως, δυνάμεις ἐλπίζων ἔξωθεν ἐλθεῖν. καὶ δὴ στρατιὰν βαρβαρικὴν ἀξιόμαχον ἐπικαταλαμβάνουσαν εἰς ἀρωγὴν τοῦ 188 Ἐλχάνη ὡς ἐθεάσατο ὁ Ἀλέξανδρος, τοὺς δ’ ὑπ’ αὐτὸν μηδὲ
τὸ πολλοστὸν τῆς ἐπικαταλαμβανούσης δυνάμεως σώζοντας, βέλτιον ἔγνω, κἀν μὴ νικώῃ, ἀλλά γε τοὺς ὑπ’ αὐτὸν ἀσινεῖς διατηρῆσαι. ἐν στενῷ δὲ κομιδῆ τὰ κατ’ αὐτόν ἐληλακότα
τὸ τῆς λίμνης κατέσχε στόμιον καὶ τὴν τοῦ ποταμοῦ γέφυραν, ἐν ᾐ καὶ τέμενος πάλαι παρὰ τῆς ἁγίας ᾠκοδόμητο Ἑλένης ἐπ' ὀνόματι τοῦ μεγάλου Κωνσταντίνου, ἐξ ὧν τὴν ἐπωνυμίαν ἡ γέφυρα μέχρι καὶ νῦν ἐκτήσατο. τῷ γοῦν ἤδη ῥηθέντι στομίῳ καὶ αὐτῇ δὴ τῇ γεφύρᾳ ἄνδρας πολεμικωτάτους
ἐπιστήσας ἐφ’ ἑκάτερα , παρήγγειλε τὴν τῶν πλοίων δίοδον ἐνεδρεύειν. ὡς δὲ ἅπαντες ἐν τοῖς ἤδη ῥηθεῖσιν ἀγραρίοις εἰσελθόντες διὰ τοῦ στομίου τῆς λίμνης, ταῖς πάγαις τοῦ Ἐλχάνη ἐμπεπτώκασι, θεασάμενοι τὸ καταλαβὸν αὐτοὺς 191 δεινὸν καἰ μὴ ἔχοντες ὁ τι καὶ δράσειεν, τῇ χέρσῳ τὰς νῆας
ἐφορμίσαντες κἀκεῖθεν ἁλλόμενοι, περὶ τὴν ἤπειρον ἐξεληλύθεσαν. καταλαβόντων δὲ αὐτοὺς τῶν Τούρκων, μέγας ἀναρρήγνυται πόλεμος. καὶ πολλοί μὲν τῶν λογάδων ἁλίσκονται, πολλοὶ δὲ καὶ ταῖς δίναις τοῦ ποταμοῦ ἐμπεπτωκότες παρεσύρησαν. ταῦτα μεμαθηκὼς ὁ βασιλεὺς καὶ μὴ φέρων τὴν
ἧτταν, ἀξιόμαχον δύναμιν μετὰ τοῦ Ὤπου διὰ τῆς ἠπείρου κατ’ αὐτῶν ἐξέπεμψεν. ὃς καὶ τὴν Κύζικον καταλαβών , ἐξ ἐπιδρομῆς ταύτην κατέσχε. διελὼν δὲ καὶ τῶν ἰδίων ταγμά-
δὲ ἐκεῖθεν ἀπάρας, τὴν Ἀπολλωνιάδα καταλαμβάνει, καὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου. ὁ δὲ Ἐλχάνης ἀποχρῶσαν ἀπάρτι πρὸς αὐτὸν μὴ ἔχων δύναμιν, τὴν μὲν πόλιν ἐθελοντὴς παραδίδωσιν αὐτὸς δὲ μετὰ τῶν καθ’ αἷμα προσηκόντων αὐτομολεῖ πρὸς τὸν βασιλέα καὶ μυρίων μὲν ἐπαπολαύει
δωρεῶν, τυγχάνει δὲ καὶ τοῦ μεγίστου , τοῦ ἅγιον φημι φωτίσματος. 194 ὁπόσοι δὲ συνέψεσθαι τῷ Ὤπῳ οὐκ ἤθελον, ὅ τε Σκαλιάριος καὶ ὁ ἐν ὑστέροις ὑπερπερίλαμπρος τιμηθεὶς * * *, ἀρχισατράπαι δὲ καὶ οὗτοι τῶν ἐπιφανῶν,) μαθόντες τὰς εἰς τὸν Ἐλχάνην φιλοφροσύνας καὶ δαψιλεῖς δωρεὰς τοῦ αὐτοκράτορος,
προσεληλυθότες καὶ αὐτοί, τῶν ἱμειρομένων ἐπιτυγχάνουσιν. ἦν γὰρ ὁ βασιλεὺς οὗτος ἄντικρυς ἱερατικώτατος, καὶ τὴν ἀρετὴν καὶ τὸν λόγον, ὡς εἰπεῖν, εὐσεβείας ἁπάσης ἀρχιερεύς. διδασκαλικώτατός τε γὰρ ἦν τοῦ ἡμετέρου δόγματος καἰ ἀποστολικὸς τὴν προαίρεσιν καὶ τὸν λόγον, καὶ εἴσω τῆς ἡμετέρας
195 πίστεως ποιῆσαι βουλόμενος οὐ μόνον τοὺς νομάδας τουτουσὶ 196 Σκύθας, ἀλλὰ καὶ τὴν Περσίδα πᾶσαν καὶ ὁπόσοι τὴν
ἀρχῆς ἔφοδον διηγήσασθαι, εἰς ἀρχὴν αὖθις καθιστῶ τὸν λόγον · ἄλλα γὰρ ἐπ’ ἄλλοις διεκυμάνθησαν. γένος τι Σκυθικὸν παρὰ τῶν Σαυροματῶν καθ’ ἑκάστην σκυλευόμενοι, ἀπάραντες τῶν οἴκοι κατῆλθον πρὸς τὸν Δάνουβιν. ὡς δὲ πρὸς ἀνάγκης ἦν αὐτοῖς μετὰ τῶν κατὰ τὸν Δάνουβιν οἰκούντων
σπείσασθαι , τούτου συνδόξαντος πᾶσιν , εἰς ὁμιλίαν 17 ἦλθον μετὰ τῶν ἐκκρίτων, τοῦ τε Τατοῦ καὶ Χαλὴ ὀνομαζομένου 198 καὶ τοῦ Σεσθλάβου καἰ τοῦ Σατζᾶ, χρὴ γὰρ καἰ τῆς ἐπωνυμίας μεμνῆσθαι τῶν κατ’ αὖτοὺς ἀρίστων ἀνδρῶν, εἰ καὶ τὸ σῶμα τῆς ἱστορίας τούτοις καταμιαίνεται,) τοῦ μὶν
τὴν Δρίστραν κατέχοντος, τῶν δὲ τὴν Βιτζίναν καὶ τἆλλα. σπεισάμενοι γοῦν μετ’ αὐτῶν, ἀδεῶς τοῦ λοιποῦ διαπερῶντες τὸν Δάνουβιν, ἐληΐζοντο τὴν παρακειμένην χώραν, ὡς καὶ πολίχνιά τινα κατασχεῖν. κἀντεῦθεν ἐκεχειρίαν τινὰ σχόντες, ἀροτριῶντες ἔσπειρον κέγχρους τε καἰ πυρούς. ὁ δὲ Τραυλὸς
ἐκεῖνος Μανιχαῖος μετὰ τῶν συνεφεπομένων αὐτῷ καὶ οἱ τὸ κατὰ τὴν ἀκρολοφίαν τῆς Βελιατόβης πολίχνιον κατασχόντες ὁμόφρονες, περὶ ὦν ὁ λόγος φθάσας ἐδίδαξε πλατύτερον,
κύνες ἀεὶ ἱμειρόμενον. ταῦτα ὁ βασιλεὺς Ἀλέξιος μεμαθηκώς, παρακελεύεται τῷ δομεστίκῳ τῆς ἐσπέρας Πακουριανῷ, γινώσκων αὐτὸν ἱκανώτατον οἰκονομῆσαι στράτευμα καἰ κατὰ φάλαγγα στῆναι καὶ παράταξιν διαμηχανήσασθαι ποικιλώτα- 201 τον, σὺν αὐτῷ τῷ Βρανᾷ ἀνὴρ δὲ καἰ οὗτος μαχιμώνατος)
τὰς δυνάμεις ἀναλαβόμενον κατ’ αὐτῶν ἀπελθεῖν. καταλαβὼν δὲ τοὺς Σκύθας διελθόντας τοὺς στενωποὺς καὶ τῆς Βελιατόβης ἔνθεν χάρακα πηξαμένους, πλῆθος ἀναρίθμητον τούτους θεασάμενος, πρὸς τὸν μετ’ αὐτῶν εὐθὺς ἀπενάρκησε πόλεμόν, βέλτιον νομίζων τὰς ἰδίας τὸ παρὸν ἀμαχητὶ διασῶσαι
δυνάμεις, ἢ τὸν μετὰ τῶν Σκυθῶν ἀναδυσάμενον πόλεμον καὶ ἡττηθέντα πολλοὺς ἀπολωλεκέναι. ἀλλὰ τῷ Βρανᾷ φιλοκιν- 202 δυνοτάτῳ τε καὶ θρασεῖ ὄντι ταῦτα οὐκ ἤρεσκεν. ὁ δέ γε δομέστικος, ἵνα μὴ δειλίας ὑπόψια τις κατ’ αὐτοῦ ἀναβαλ-
πλήθους τῶν ἀντιτεταγμένων τὸ Ῥωμαϊκὸν ἔσωζε στράτευμα, ἐκ μόνης ὄψεως περιδεεῖς ἐγεγόνεισαν ἅπαντες. προσβαλόντες δ’ ὅμως τοῖς Σκύθαις, ἀναιροῦνται μὲν πολλοὶ ἐν τῷ μάχεσθαι, πίπτει δὲ καιρίαν πληγεὶς ὁ Βρανᾶς. ὁ δέ γε δομέστικος ἐκθύμως μαχόμενος καὶ σφοδρὰς τὰς κατὰ τῶν 204
ἐναντίων ἱππασίας ποιούμενος, φηγῷ προσκεκρουκὼς ἀφῄρηται 205 παραχρῆμα τὴν ψυχήν. τὸ δὲ ἐπίλοιπον τοῦ στρατοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν. ταῦτ’ οὖν μεμαθηκὼς ὁ αὐτοκράτωρ, ἐπένθει μὶν τοὺς πεπτωκότας ἅπαντας ἴδιᾳ τε καὶ καθ’ ἕκαστον καὶ ὁμοῦ· ἔπι δὲ τῷ τοῦ δομεστίκου θανάτῳ
καί καὶ μᾶλλον στενάζων, κρουνοὺς ἠφίει δακρύων. ἐφίλει ἔξόχως τὸν ἄνδρα καἰ πρὸ τῆς ἀναρρήσεως. οὐ μέντοι διὰ ταῦτα ἀναπέπτωκεν, ἀλλὰ μεταπεμψάμενος τὸν Τατίκιον μετὰ χρημάτων ἱκανῶν ἐκπέμπει πρὸς Ἀδριανούπολιν, ἐφ’ ᾧ τοῖς μὲν στρατιώταις τοὺς ἐπετείους διδόναι μισθούς, συλλέογειν δὲ καί ἁπανταχόθεν δυνάμεις, ἵνα στράτευμα ἀξιόμαχον αὖθις συστήσηται. τὸν δὲ Οὐμπερτόπουλον εἰς Κύζικον φρου-
τὴν Φιλιππούπολιν, παρὰ τῷ χείλει τοῦ κατὰ τὸν Βλίσνον ῥέοντος ποταμοῦ χάρακα πήγνυται. ἐπὰν δὲ τοὺς Σκύθας ἐκ προνομῆς ἐπανερχομένους ἐθεάσατο λείαν πολλὴν καἰ δορυα- 208 λωτοὺς συνεπαγομένους, μήπω σχεδὸν τὰς κατασκευὰς ἄσω τοῦ χάρακος καταθέμενος, ἱκανοὺς τοῦ στρατοῦ ἀποτεμόμενος κὰτ
αὐτῶν ἐκπέμπει. αὐτὸς δὲ ὁπλισάμενος καὶ πάντας θωρήξασθαι κελεύσας, τὰς φάλαγγας καταστησάμενος, τοῖς προπεμφθεῖσι παρείπετο στρατιώταις. θεασάμενος δὲ τοὺς Σκύθας μετὰ τῶν λαφύρων καὶ τῶν δορυαλώτων τῷ ἐπιλοίπῳ στρατεύματι τῶν Σκυθῶν ἑνωθέντας κατὰ τὸν σπιορὸν ὄχθον, διχῆ τὸ
στράτευμα διελὼν καἰ τὸ ἐνυάλιον ἑκατέρωθεν ἠχῆσαι κελεύ- 209 σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ προσβάλλει τοῖς βαρβάροις. καὶ καρτερᾶς τῆς μάχης γενομένης, πίπτουσι τῶν Σκυρῶν οἱ πλείονες, πολλοὶ δὲ καὶ διασπαρέντες ἐσώθησαν. ὁ δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος, νικητὴς τὴν Φιλιππούπολιν
καταλαμβάνει. κεῖθι δὲ τὸ ὁπλιτικὸν ἅπαν καταθέμενος, ἐσκό-
βαρβάρων ἔλεγον πολὺ ἀέρι τὴν Βελιάτοβαν ἐνδιατρίβειν καὶ τὰ πέριξ ληΐζεσθαι. καὶ ὁ Τατίκιος προσδόκιμον τὴν τῶν 211 Σκυθῶν ἐπέλευσιν ἔχων καὶ πρὸς τοσούτους μὴ ἀποχρώσας ἔχων δυνάμεις, τὸ παράπαν ἀλύων τοῖς λογισμοῖς, ἐν ἀμηχανίᾳ καθειστήκει. ἀλλ᾿ ὄμως καὶ τὸ σιδήριον ἔθηγε καἰ
πρὸς μάχας ἐθάρρυνε τὸ στράτευμα. καταλαβὼν δέ τις τὴν τῶν βαρβάρων κατ’ αὐτοῦ ἔλευσιν διεμήνυε καὶ φθάνειν ἤδη διισχυρίζετο. ὁ δὲ εὐθὺς ἐν τοῖς ὅπλοις ἥν. καὶ ἅπαν τὸ στράτευμα ἔξοπλίσας, τὸν Εὐρον παραχρῆμα διαπεράσας, τὰς φάλαγγας ἰλαδὸν καταστήσας, εἰστήκει πολέμου σχῆμα διατυπώσας· 212
αὐτὸς δὲ τὸ μέσον εἶχε τῆς παρατάξεως. καὶ οἱ βάρβαροι Σκυθικῶς παραταξάμενοι καὶ τὰς αὐτῶν δυνάμεις πρὸς μάχην καταστησάμενοι, ἐῴκεσαν μὲν πόλεμον ἀναζητεῖν καὶ 213 τοὺς ἀντιπάλους ἐρεθίζειν οἷον πρὸς μάχην. ἐδεδίεσαν δὲ ὅμως καὶ ἄμφω τὰ στρατεύματα καὶ τὴν συμπλοκὴν ἀνεβάλλοντο,
τὸ Ῥωμαϊκὸν τὸ ὑπερπληθὲς τῶν Σκυθῶν ὑποπτῆσσον, τὸ δὲ Σκυθικὸν τεθωρακισμένους ἅπαντας ὁρῶν τἀς
καὶ τοῦ μέλλοντος ῥᾷστα καταστοχάσασθαι δυνατός. ἱσταμένων οὖν ἀμφοτέρων τῶν στρατευμάτων καὶ οἶον ἑτέρου τὴν ἐξ ἑτέρου κίνησιν ἀπεκδεχομένου, καὶ μηδ’ οὑτινοσοῦν τῶν στρατιωτῶν κατὰ τὸ μεσαίχμιον ἐξ οὐδετέρου τῶν στρατευμάτων ἱππάσασθαι κατατολμῶντος, ἐπεὶ ὲν δυσμαῖς ἤδη ὁ
ἥλιος, ἕκαστος τῶν στρατηγῶν ἐπὶ τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισι. τοῦτο ἔπι δύσιν ἡμέραις ἐγένετο. καὶ πρὸς μάχην 216 εὐτρεπιζομένων τῶν δημαγωγῶν καὶ πολέμου σχῆμα καθ’ ἑκάστην διατυπούντων, ἔπει μηδεὶς τὴν πρὸς ἕτερον ἀπεθάρρησε μάχην, κατὰ τὸ τῆς τρίτης περίορθρον ἀναχωροῦσιν οἱ
Σκύθαι. αἰσθόμενος δὲ ὁ Τατίκιος τούτου, παραχρῆμα κατόπιν αὐτῶν ἤλαυνεν. ἀλλὰ πεζός, φασιν, παρὰ Λύδιον ἅρμα. προφθάσαντες γὰρ οἱ Σκύθαι διῆλθον τὴν Σιδηράν· 217 τέμπη δ’ οὕτως εἰσι κατονομαζόμενα· κἀκεῖσε δὲ τούτους μὴ καταλαβών, ἀναλαβόμενος τὰς ὅλας δυνάμεις πρὸς Ἀδριανούπολιν
ἐπαναζεύγνυσι. καὶ τοὺς μὲν Κελτοὺς αὐτοῦ που
Alexias. Anna Comnena. ed. Ludwig Schopen, ed. B.G. Niebuhr. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.