ΑΛΕΞΙΑΣ Ε.
ALEXIADIS LIBER V.
1τὸ παρὸν δὲ τὴν Γλαβινίτζαν καταλαβεῖν καὶ τὰ Ἰωαννίνα, κἀκεῖσε παραχειμάσαι, καταθέμενον τὸ ὁπλιτικὸν ἅπαν εἰς τὰ ὑπερκείμενα τέμπη τῆς πεδιάδος Δυρραχίου. οὶ δ' ἐντὸς Δυρραχίου, καθάπερ ὁ λόγος ἐδήλωσεν , ἐπεὶ οἱ 4 πλείους ἀπὀ Μέλφης ναὶ Βενετίας ἤσαν ἄποικοι, τὰ ξυμπεσόντα
τῷ αὐτοκράτορι μεμαθηκότες, καὶ τὴν τοσαύτην ἀνδροκτασίαν καὶ τὴν τῶν. τηλικούτων ἀνδρῶν σφαγήν , καἰ τοὺς στόλους ὑποκεχωρηκότας, καὶ ὅτι ὁ Ῥομπέρτος εἰς τὸ ἐπιὸν ἔαρ τὴν πολιορκίαν ταμιεύεται διεσκοπεῖτο ἕκαστος , ὅ τι πράττειν χρὴ καὶ σώζεσθαι καὶ μὴ αὖθις ἐς τοσούτους ἐμπεπτωκέναι
κινδύνους. συλλεξάμενοι οἶν ἑαυτούς, τὸ ἀπόρρητον ἕκαστος εἰς τὸ ἐμφανὲς ἄγουσι , καὶ πέρι τῶν ὅλων γνωσιμαχήσαντες, ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν πεισθῆναι τε τῷ Ῥομπέριῳ καὶ παραδοῦναί οἱ τὴν πόλιν. 5 ἐρεθισθέντες δὲ κὼ παρά του τῶν ἐποίκων Μέλφης καὶ ταῖς
τούτου πεισθέντες ὑποθημοσύναις, τὰς εἰσόδους ἀναπετάσαντες, πάροδον τῷ Ῥομπέρτῳ δεδώκασιν. ἐγκρατὴς δὲ τούτου γενόμενος, τὰς δυνάμεις μετεκαλεῖτο, φιλοκρινῶν ἅμα, εἴ που
8 δυνάμεις, καὶ ἦρος ἐπιφανέντος, τηνικαῦτα πανστρατὶ κατὰ τοῦ βασιλέως χωρῆσαι. ἀλλ’ οὐκ αὐτὸς μὲν ὁ Ῥομπέρτος, καίτοι νικητὴν ὲαυτὸν καὶ τροπαιοῦχον ἀνευφημῶν τοιαῦτα ἐλογίζετο, ὁ δ’ ἡττηθεὶς βασιλεὺς χαἰ· τραυματίας γεγονώς διὰ τὴν ἀνύποιστον ἐκείνην ἧτταν καὶ τοσούτους καὶ τοιούτους
ἀποβεβληκὼς μορμολυχθεὶς οἷον συνέσταλται· ἀλλὰ μηδὲν σμικροπρεπὲς περὶ ἑαυτοῦ λογισάμενος μηδὲ χαλάσας ὅλως τὸν λογισμόν, σπεύδων ἦν ὅλῃ γνώμῃ τὴν ἧτταν ἦρος φανέντος ἀνακαλέσασθαι. ἦσαν γὰρ ἄμφω πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανοί, καὶ πολεμικῶν τεχνασμάτων οὐδενὸς
9 ἀδαεῖς, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ λοχήσεσι, 10 καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθάδες, τὰς δὲ διὰ χειρὸς πράξεις δραστικοὶ καὶ γενναῖοι, καὶ ἐχθροὶ πάντων τῶν ὑπ’ οὐρανὸν ἡγεμόνων γνώμη καὶ ἀνδρίᾳ κατάλληλοι. εἶχε δέ τι τοῦ Ῥομπέρτου πλέον ὁ βασιλεὺς Ἀλέξιος, ὅτι νεάζων τὴν ἡλικίαν
ἔτι, κατ’ οὐδὲν ἐλάττων τοῦ ἤδη ἀκμάζοντος ἥν καὶ τὴν γῆν
ἀνακτησάμενος καὶ τὸ σῶμα διαναπαύσας, καταλαμβάνει τὴν εάβολιν. καὶ τοὺς μὲν τοῦ πολέμου διασωθέντας τῆς ἐκ τοῦ μόχθου κακοπαθείας, ὡς ἐνόν, ἐπανελάμβανε, τοὺς δέ γε ἐπιλοίπους ἁπανταχόθεν ἀποστείλας διεκηρύκευε τὴν Θεσσαλονίκην καταλαβεῖν. ἐπεὶ δὲ πεῖραν του Ῥομπέρτου καὶ τῆς
λμης τοῦ τηλικούτου ἔσχε στρατεύματος, καὶ πολλὴν ἀφέ λειαν καὶ ἀνανδρίαν τῶν ὑπ’ αὐτὸν κατεψηφίσατο, (οὑ 12 ἂν προσθείην στρατιωτῶν, οὔτι καὶ οἱ τέως παρόντες ἀγύμναστοί τε τὸ παράπαν ἠσαν καὶ πάσης στρατιωτικῆς ἐμπειρίας ἀδαεῖς,) διὰ τοῦτο γοῦν ἐδεῖτο συμμάχων· τὸ δὲ ἄτερ χρηιάτων
οὐκ ἐνῆν· τὰ δὲ οὐ παρῆν, τῶν βασιλικῶν ταμιείων ιὶ μηδενὶ δέοντι κενωθέντων ὑπὸ τοῦ προβεβασιλευκότος 13 τοῦ Βοτανειάτον τοσοῦτον, ὡς μηδὲ τῶν ταμιείων κεκλεῖσθαι τὰς θύρας, ἀλλὰ ἀνέτως πατεῖσθαι παντὶ τῷ βουομένῳ δι’ αὐτῶν ὁδεύειν· προπέποτο γὰρ. ἔνθεν τοι καί
ἐν ἐν ἀμηχανίᾳ τὸ πᾶν συνίστατο, ἀσθενείας τε καἰ πενίας ὁμοῦ συμπιεζούσης τὴν ὑπὸ τοὺς Ῥωμαίους. τότε δὲ τοτὲ τί. τὸν
τούτοις δοθησόμενα χρήματα ὅθεν δήποτε συναγαγεῖν, καὶ τοὺς ἁπανταχῆ διασπαρέντας τοῦ στρατεύματος διὰ δωρεῶν ἀνακαλεῖσθαι, ἵνα ἐντεῦθεν μείζους ἐλπίδας κτησάμενοι, αύτοὶ μετ’ αὐτοῦ ἐγκαρτερήσαιεν καὶ οἱ ἀπόντες πρὸς τὸ ἐπανέρχεσθαι προθυμότεροι γένοιντο, καὶ οὕτως γενναιότερον πρὸς
τὰ Κελτικὰ πλήθη ἀντικαταστῆναι δυνήσαιντο. ἀνάξιον μὲν οὖν καἰ ἀσύμφωνον τῆς αὐτοῦ περὶ τὰ στρατιωτικὰ ἐπιστήμης ὁμοῦ καὶ τόλμης μηδὲν πεπραχέναι βουλόμενος, πρὸς 16 δύο ταῦτα ἀπέβλεψε, συμμάχους τε ἁπανταχόθεν μεταπέμψασθαι, ἐλπίσι πολλῶν δωρεῶν εὐμηχάνως τούτους ὑποσυρόμενος,
τὴν δέ γε μητέρα καὶ τὸν ἀδελφὸν αἰτήσασθαι χρήματά 17 ματά οἱ ξυμπορισαμένους ὅθεν δήποτε ἐκπέμψαι.
18
ὁρῶσα· εἰτα δὲ καὶ ἐξ ὲτέρων, ὁπόσοι εὐνοϊκώτερον τρὸς τοὺς βασιλεῖς τούτους διέκειντο, αὐθαιρέτως προτεθυμηκότων καταβάλλεσθαι, ὁπόσον ἕκαστος εἶχε προθέσεως, χρυσίου καὶ ἀργυρίου πορισάμενοι, ἐξέπεμψαν τὸ μέν τι τοῖς συμμάχοις, 20 τὸ δέ τι πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ πρὸς τὴν ἐπικειμένην
χρείαν μηδαμῶς ἐξαρκούντων, τῶν μὶν χάριτας αἰτούντων, ὡς συναγωνισαμένων δῆθεν, τῶν δέ, ὁπόσον μισθοφορικόν, δαψιλέστερον τὸν μισθὸν ἐξαιτουμένων, ἐνέκειτο αὖθις καὶ ἕτερα ἀνακαλούμενος διὰ τὸ ἀπεγνωκέναι τὴν Ῥωμαίων εὔνοιαν. οἱ δὲ ἐν ἀμηχανία γεγονότες καὶ πολλοὺς λογισμοὺς
ἀνελίξαντες ἰδίᾳ τε καὶ κοινῇ, ἐπεὶ καἰ τὸν Ῥομπέρτον αὖθις ὁπλιζόμενον μεμαθήκεσαν. μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν, εἰς τοὺς πάλαι κειμένους νόμους καὶ τοὺς κανόνας περὶ τῆς τῶν 21 ἱερῶν ἐκποιήσεως ἀπέβλεψαν. καὶ μετὰ τῶν ἄλλων εὐγηκότες καὶ τοῦτο, ὅτι περ ἐπ’ ἀναρρύσει αἰχμαλώτων τὰ τῶν ἁγίων
τοῦ θεοῦ ἐκκλησιῶν ἱερὰ ἐκποιεῖσθαι, (ἑώρων δὲ
καὶ ἀσεβείας ἅμα τοῖς πολλοῖς παρεχόμενα, ὡς ὕλην χαράγματος 23 εἰς μισθὸν τοῖς στρατιώταις καὶ συμμάχοις τὸ τοιαῦτα χρηματίσαι ἐσκέψαντο. τούτου γοῦν συνδόξαντος, ἀνέρχεται ὁ σεβαστοκράτωρ Ἰσαάκιος εἰς τὸ τοῦ θεοῦ μέγα τέμενος τὴν σύνοδον ἐκκλησιάσας καὶ τὸ τῆς ἐκκλησίας ἅπαν πλήρωμα.
θεασάμενοι δὲ τοῦτον οἱ τῆς ἱερᾶς συνόδου ἐπ’ ἐκκλησίας τῷ πατριάρχῃ συνεδριάζοντες, ἔκθαμβοι γεγονότες ἠρώτων ὅτου χάριν παρεγένετο. ὁ δὲ “λέξων ἥκω τι ὑμᾶς χρήσιμον τῇ βιαίᾳ τῶν πραγμάτων παρεμπτώσει καὶ 24 σωστικὸν τοῦ στρατοῦ." ἅμα δὲ καὶ τοὺς περὶ τῶν μὴ χρησιμευόντων
ἱερῶν κανόνας ἀπεστομάτιζε, καὶ πολλὰ πέρι τούτων δημηγορήσας, “ἀναγκάζομαί" φησιν “ἀναγκάζειν, οὓς 25 οὐ βούλομαι ἀναγκάζειν." καὶ γενναίους προτιθέμενος λογισμούς, 26 ἐδόκει τάχα πείθειν τοὺς πλείονας. ὁ δέ γε Μεταξᾶς ἀντέτεινεν, ἀνθυποφοράς τινας εὐλόγους εἰσαγαγών, ἀποσκώπτων
ἅμα καὶ πρὸς αὐτὸν τὸν Ἰσαάκιον. ἀλλ’ ὅμως τὰ
Λέων προυκάθητο, οὐ τῶν πάνυ σοφῶν καὶ λογίων, 28 ἀρετῆς δὲ ἐπιμεμελημένος, τὸ δὲ ἦθος αὐτῷ σκληρὸν καὶ ἀπόκροτον· οὗτος οὑν τῶν έν τοῖς Χαλκοπρατείοις πυλῶν ἀφαιρουμένων τοῦ ἐπικειμένου αὐταῖς ἀργυρίου καὶ χρύσιον, εἰς τὸ μέσον εἰσδὺς ἐπαρρησιάζετο, μηδ’ ὅλως ἥ οἰκονομίας ἢ τῶν
περὶ τῶν ἱερῶν κειμένων νόμων ἐπαισθανόμενος. ὑβριστικώτερον δὲ καὶ οἶον εἰπεῖν ἀτακτότερον τῷ τηνικαῦτα κρατοῦντι προσεφέρετο, ὁσάκις εἰς τὴν βασιλεύουσαν ἐπανῄει, τῇ ἀνεξικακίᾳ ἐκείνου καὶ τῇ φιλανθρωπίᾳ καταχρώμενος. καὶ ὁπηνίκα μὶν τὰ πρῶτα κατὰ τοῦ Ῥομπέρτου ὁ αὐτοκράτωρ τῆς βασιλίδος 29
πόλεως 15 πόλεως ἐξῄει, Ἰσαακίου τοῦ σεβαστοκράτορος αὐτοῦ μετὰ τῆς κοινῆς γνώμης καὶ τῶν νόμων ἅμα καὶ τοῦ δικαίου οὐθὲν δήποτε συμποριζομένου χρήματα, εἰς θυμὸν ἐκίνει τὸν ῥηθέντα ἀδελφὸν τοῦ βασιλέως, ἀναισχυντότερον αὐτῷ προσφερόμενος. ὡς δὲ καἰ ὁ βασιλεὺς πολλάκις μὲν
ἡττηθεὶς κὼ μυριάκις αὖθις κατατολμήσας τῶν Κελτῶν, θεοῦ
τῷ αὐτοκράτορι. καἰ συζητήσεως ἐντεῦθεν πολλῆς περὶ τῶν ἱερῶν γενομένης, λατρευτικῶς, οὐ σχετικῶς δὲ προσκυνεῖσθαι τὰς ἁγίας εἰκόνας παρ’ ἡμῶν ἐδογμάτιζεν, έν τισι μὲν εὐλόγως ἅμα καὶ ἀρχιερατικῶς ἐνιστάμενος, ἔν τισι οἱ καὶ οὐκ ὀρθῶς δογματίζων, οὐκ οἶδα εἴτε δι’ ἔριν καὶ τὴν πρὸ
32 τὸν βασιλέα ἀπέχθειαν τοῦτο πεπονθώς, εἴτε δι’ ἄγνοιαν ἐξακριβοῦν γὰρ ἀσφαλῶς τὸν λόγον οὐκ εἶχεν, ὅτι λογικῆς μαθήσεως ἀμέτοχος ὑπῆρχε παντάπασιν. ὡς δ' ἐπὶ πλέον πρὸς τοὺς βασιλεῖς ἐθρασύνετο, χαιρεκάκοις ἀνδράσι πειθόμενος, ὁποῖοι πολλοὶ τότε ὑπῆρχον τοῦ πολιτεύματος, εἰς
τοῦτο παρανυττόμενος, καἰ πρὸς ὕβρεις καἰ βλασφημίας ἀκαίρους ἐτράπετο, καὶ ταῦτα παρακαλοῦντος αὐτὸν τοῦ βασιλέως μεταβαλεῖν τὴν περὶ τῶν εἰκόνων γνώμην, ἔτι δὲ καὶ τῆς πρὸς αὐτὸν ἀποσχέσθαι ἀπεχθείας, ὑπισχνουμένου ἅμα καὶ τὰ ἱερὰ ταῖς ἁγίαις ἐκκλησίαις λαμπρότερα ἀποδοῦναι
καὶ πᾶν ὅ τι δέοι ποιεῖν πρὸς διόρθωσιν, καὶ ἤδη καὶ διορνικηφόρος
ἀγεννῆ φρατρίαν συνεπαγόμενος, ὡς ἄτεγκτος ἦν πάντη καὶ ἀδιόρθωτος, μετὰ πολλῶν ἐνιαυτῶν παρέλευσιν πάντες ὁμοῦ τοῦ ἀνδρὸς κατεψηφίσαντο· κἀντεῦθεν ὑπερορίαν καταδικάζεται. καὶ δέχεται τοῦτον ἡ περὶ τὸν Πόντον Σωζόπολις, παντοίας προνοίας καὶ θεραπείας βασιλικῆς ἀξιούμενον , κἀν
οὐδαμῶς χρᾶσθαι ταύταις ἠβούλετο ὕστερον δι' ἣν πρὸς τὸν 36 αὐτοκράτορα ἔτρεφε μῆνιν, ὡς ἔοικεν. ἀλλὰ ταῦτα μὲν πη περιγεγράφθω.
ὅπως ἱππεύειν χρὴ καὶ τοξεύειν εὐστοχώτατα τε καὶ ἐνεδρεύειν ἐπικαιρότατα. ἐπεπόμφει δὲ αὖθις πρὸς τὸν ῥῆγα Ἀλαμανίας πρέσβεις, ὦν προεξῆρχεν ὁ Μηθύμνης καλούμενος, καὶ διὰ γραφῆς ἐπὶ πλέον ἐρεθίζει, μὴ μέλλειν ἔτι, ἀλλὰ τὰς αὐτοῦ ἀναλαβόμενον δυνάμεις,
τάχιον τὴν Λογγιβαρδίαν καταλαβεῖν κατὰ τὰς συγκειμένας συνθήκας, ἐφ᾿ ᾡ ἀπασχολῆσαι τὸν Ῥομπέρτον, ἵν'
οἰκονομήσας, τὸν Πακουριανὸν μέγαν δομέστικον αὐτοῦ πουκαταλιπών, αὐτὸς πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται, ἐφ ᾧ καὶ ξεικὰς ἁπανταχόθεν συλλέξασθαι δυνάμεις καὶ ἄλλ' ἀττα οἰκονομῆσαι τῷ καιρῷ καὶ τοῖς ξυμπεσοῦσι πράγμασι ξυμβαλλόμενα. οἱ δὲ Μανιχαῖοι, ὁ τε Ξαντᾶς καὶ ὁ Κουλέων,
μετὰ τῶν ὑπ’ αὐτοὺς ὡς εἰς δύο πρὸς τῇ ἡμισείᾳ χιλιάδας ποσουμένων, ἀσυντάκτως οἴκαδε ἐπανέρχονται. καὶ πολλάκις μετακαλούμενοι παρὰ, τοῦ αὐτοκράτορος, ὑπισχνοῦντο 40 μὶν ἐληλυθέναι, ὑπερετίθεντο δὲ τὴν ἔλευσιν. ὁ δὲ ἐπέκειτο, καἰ δωρεὰς αὐτοῖς καὶ τιμὰς διὰ γραφῶν ὑπισχνούμενος, καὶ
οὐδ’ οὕτω πρὸς αὐτὸν ἐληλύθησαν. οὕτως οὖν τοῦ βασιλέως κατὰ τοῦ Ῥομπέρτου ἑτοιμαζομένου, ἧκέ τις τῷ Ῥομπέρτῳ ἀπαγγέλλων τὴν τοῦ ῥῆγός Ἀλαμανίας εἰς Λογγιβαρδίαν ὅσον ἤδη ἄφιξιν. ὁ δὲ έν ἀμηχανίᾳ γενόμενος, διεσκοπεῖτο, τί ἂν χρὴ ποιεῖν. πολλὰ τοίνυν γνωσιμαχήσας, ἐπεὶ τὸν μὲν ῾Ρογέρην
ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾷν διάδοχον τῆς αὐτοῦ ἀρχῆς καταλέλοιπε, τῷ δέ γε Βαϊμούντῳ νεωτέρῳ ὅντι οὔπω
καὶ πρωτότοκον τῶν νιῶν κύριον τῆς ἐμῆς ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν μέλλειν διαπερᾷν κατέστησα χώρας. οὐ γὰρ ἐχρῆν ἐκεῖθεν ὑποχωροῦντα κω τοιοῦτον ἀναδεχόμενον ἔργον τὴν ἰδίαν χώραν ἄτερ ἡγεμόνος καταλιπεῖν εἰς προνομὴν ἕτοιμον παντὶ τῷ βουλομένῳ ἐκκεῖσθαι. ἔπει δὲ ὁ ῥὴξ Ἀλαμανίας 43
πολιορκήσων ταύτην ἤδη καταλαμβάνει, χρὴ κὼ ἡμᾶς, ὡς ἐνόν, 44 ταίτης ἀντιποιήσασθαι. οὐδὲ γὰρ δεῖ ἑτέρων ἐπιλαμβανομένους τῶν ἰδίων κατερρᾳθυμηκέναι. λοιπὸν ἐγὼ μὲν ἄπειμι, ἐφ' ᾡ τῆς οἰκείας χώρας ἀντιποιήσασθαι, τὴν πρὸς τὸν Ἀλαμανίας ἀναδησάμενος μάχην. τουτῶὶ δέ μου τῷ υἱῷ τῷ νεωτέρῳ ἐπαφίημι
τό τε Δυρράχιον καὶ τὸν Αὐλῶνα καὶ τὰς λοιπὰς πόλεις καὶ νήσους, ἴσας φθάσας αὐτὸς τὠμῷ δόρατι κατέσχον. παρεγγυῶμαι δὲ καἰ ὑμῖν κὼ ἀξιῶ ὡς ἐμὲ τοῦτον λογίζεσθαι καἰ ὅλῃ χειρὶ καὶ γνώμη ὑπὲρ αὐτοῦ μάχεσθαι. καὶ σοι δὲ τῷ φιλτάτῳ μοι ἐπισκήπτω υἱῷ" ἀποστρέψας τὸν λόγον πρὸς τὸν Βαϊμοῦντον 45
“διὰ τιμῆς πάσης τοὺς κόμητας ἄγειν καὶ συμβούλοις
καὶ γάρ φησι “καὶ ἐγγὺς ἦλθε τοῦ ζωγρηθῆναι καὶ ἐκ μέσων τῶν χειρῶν ἡμῶν τραυματίας ᾤχετο,) μὴ ἀνήσεις ὅλως 47 μή πως ἀνέσεως τυχών, συλλέξῃ τό τε πνεῦμα κὼ γενναιότερον ἢ τὸ πρότερον ἀντικατασταίη σοι. οὐ γὰρ τῶν τυχόντων ὁ ἀνήρ ἀλλ’ ἐκ νηπίου ὲν πολέμοις καὶ μάχαις ἐντραφείς,
πᾶσάν τε τὴν ἕω καὶ τὴν ἑσπέραν ἐληλυθώς, ὁπόσους ἀποστάτας τοῖς πρώην αὐτοκράτορσι δορυθηράτους ἐποίησε, καὶ αὐτὸς πάντως ἐκ πολλῶν ἀκούεις. εἰ γοῦν ὅλως ἀναπέσῃς καὶ μὴ κὰτ· αὐτοῦ χωρήσῃς πάσῃ γνώμῃ, ὁπόσα μὲν αὐτὸς ἔργα πολλὰ καμὼν ἤνυσα, φροῦδα ποιήσεις, αὐτὸς δὲ τοὺς
καρποὺς τῆς ἰδίας ῥᾳθυμίας πάντως δρέψῃ. κἀγὼ μὲν ἤδη ἄπειμι, ἀγωνισόμενος τὸν ῥῆγα τῆς ἡμεδαπῆς ἀπελάσαι χώρας 48 καὶ οὕτω τὸν φίλτατόν μοι Ῥογέρην ἐπὶ τῆς δοθείσης αὐτῷ ἐξουσίας ἑδράσαι." οὕτω μὲν οὑν ξυνταξάμενος αὐτῷ, εἰσεληλυθὼς εἰς μονῆρες τὴν περαίαν τῆς Λογγιβαρδίας κατέλαβε·
καὶ ὀξέως εἰς τὸ Σαλερηνὸν ἐκεῖθεν παραγίνεται, οὑπερ παλαί ποτε εἰς κατοικίαν τῶν τῆς δουκικῆς ἀξίας ἀντιποιουμένων ἀφώριστο. κεῖθι γοῦν ἐγκαρτερήσας, ἱκανὰς συνἐν
ἑνωθησόμενός τε τῷ πάπᾳ καὶ τὸν Ἀλαμανίας ἀπείρξων τοῦ προκειμένου σκοποῦ. ἐπειδὴ οὐδ' ὁ πάπας πρὸς τοῦτο ἀνένευεν, ἄμφω κατὰ τοῦ Ἀλαμανίας ἐξώρμησαν. ὁ μέντοι ῥὴξ πολιορκεῖν τὴν Λογγιβαρδίαν ἐπειγόμενος, ἐπεὶ τὰ κατὰ τὸν αὐτοκράτορα ἐμεμαθήκει καὶ οὔτι μεγάλην ἥτταν
ἡττηθείς, τῶν μὲν τοῦ στρατεύματος ξιφῶν παρανάλωμα γεγονότων, τῶν δὲ ἑκασταχοῦ διασπαρέντων, αὐτὸς εἰς πολλοὺς καταστὰς κινδύνους έν τῳ γενναίως μάχεσθαι, καιρίως ἐν διαφόροις τοῦ σώματος πληγεὶς μέρεσι, τόλμῃ καὶ γενναιότητι 51 γνώμης παραδόξως ἐρρύσθη, στρέψας τὰς ἡνίας, 52
πρὸς τὴν ἐνεγκαμένην ἀνεχώρει, τοῦτο νίκην λογισάμενος τὸ μὴ κινδύνοις ἑαυτὸν ὑποβαλεῖν ἔπι μηδενὶ δέοντι. οὗτος μὶν οὖν εἴχετο τῆς πρὸς τὰ οἴκοι φερούσης· ὁ οἱ· Ῥομπέρτος φθάσας εἰς τὴν τοῦ ῥηγὸς παρεμβολήν, αὐτὸς μὶν προσωτέρω διώκειν οὐκ ἤθελεν, ἀπόμοιραν δὲ ἱκανὴν τῶν αὐτοῦ ταγμάτων
διελών, διώκειν τὸν Ἀλαμανίας προυτρέψατο. δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος, μετὰ τοῦ πάπα πρὸς Ῥώμην ἀπένευσεν. καὶ τοῦτον ἐπὶ τοῦ ἰδίον θρόνου ὲδρά-
φέρων. ὅπως δὲ ξυνέπεσε τὰ τῆς τύχης αὐτῷ, ὁ λογος ἤδη δηλώσει. καὶ γὰρ τῶν ἐκείνου μεμνημένος παραγγελμάτων, καὶ ἄλλως δὲ Ἀρηΐφιλος ὢν ἀνὴρ καὶ φιλοκινδυνότατος, ἀπρίξ τῆς κάτα τοῦ βασιλέως μάχης εἴχετο. καί τὰς ἰδίας δυνάμεις ἀναλαβόμενος, συνεφεπομένους ἔχων καὶ.
ὁπόσοι ἐλλογιμώτεροι καὶ λογάδες Ῥωμαίων στρατιῶται καὶ· 55 ἡγεμόνες τῶν παρὰ τοῦ Ῥομπέρτου κατασχεθεισῶν χωρῶν καὶ πόλεων, (ἀπεγνωκότες γὰρ καθάπα·ξ τοῦ αὐτοκράτορος, τῆς τοῦ Βαϊμούντου γεγόνασι γνώμης,) καταλαμβάνει διὰ τῆς Βαγενητίας τὰ Ἰωάννινα, καὶ τάφρον κατὰ τοὺς ἐξωθεν
διακειμένους ἀμπελῶνας ποιήσας πρότερον, ἅμα δὲ καἰ τὸ ὁπλιτικὸν ἅπαν ἐν ἐπικαίροις τόποις καταθέμενος, αὐτὸς ἐντὸς τὰς σκηνὰς ἐπήξατο. τὰ δὲ τείχη περιαθρήσας καὶ τὴν τοῦ κάστρου ἀκρόπολιν ἐπισφαλῆ διαγνούς, οὐ μόνον αὐτὴν ἀνορθοῦν, ὡς ἐνόν, ἠπείγετο ἀλλὰ καὶ ἑτέραν ἐν ἄλλῳ μέρει
56
σπεύσας ἐξεισι κατὰ μῆνα Μάϊον. τοιγαροῦν τὰ Ἱωάννινα καταλαβών, ἐπεὶ ὁ τοῦ πολέμου καὶ τῆς μάχης καιρὸς ἤδη παρῆν, τὰ οἰκεῖα στρατεύματα μηδὲ τὸ πολλοστὸν τοῦ Βαϊμούντου δυνάμεων ὄντα κατανοῶν, καὶ ἄλλως δὲ ἀπὸ τῆς τοῦ Ῥομπέρτου προηγησαμένης μάχης γινώσκων
τὴν πρώτην κατὰ τῶν ἐναντίων ἱππασίαν τῶν Κελτῶν ἀνύποιστον, δέον ἔκρινε πρῶτον μὲν διὰ πελταστῶν μετρητῶν τινῶν κω ἐκκρίτων ἀκροβολισμοὺς ποιήσασθαι, ἵνα ἐντεῦθεν ἔνδειξίν 58 τινα καὶ τῆς τῷ Βαϊμούντῳ ἐνυπαρχούσης στρατηγικῆς ἐπιστήμης σχοίη, καὶ γένοιτο οἱ διὰ τῶν μερικῶν προσβολῶν
τὴν τοῦ ὅλου γνῶσιν ἐσχηκέναι κἀντεῦθεν ξὺν ἐπιστήμῃ βεβαιότερον πρὸς τὸν Κελτὸν ἀντιπαρατάξασθαι. οὕτω γοῦν τὰ στρατεύματα κατ’ ἀλλήλων ἐσφάδαζεν· ὁ δὲ βασιλεὺς τὴν ἀνύποιστον Λατίνων δεδιὼς πρώτην προσβολήν, καινόν τι ποιεῖ. ἁμάξας κουφοτέρας κατασκευάσας καὶ τῶν συνήθων
ἥττους, ἐφ’ ἑκάστῃ τούτων κοντοὺς ἐνέπηξε ναὶ πεζοὺς ὁπλοφόρους ἐπέστησεν, ὥστε ὁπηνίκα οἱ Λατῖνοι
τὰς φάλαγγας εἰς πολέμου τύπον καταστήσας, αὐτὸς τὸ μεσαίτατον εἶχεν. ὁ γοῦν Βαϊμοῦντος οὐκ ἀνέτοιμος τῆς μάχης συγκροτουμένης, πρὸς τὴν μηχανὴν ἐφάνη τοῦ αὐτοκράτορος. ἀλλ’ ὡσπερ προγνοὺς τὸ βεβουλευμένον, μεθαρμόζεται πρὸς τὸ ξυμπεσόν, καὶ τὰς ἰδίας δυνάμεις διχῆ
διελὼν καὶ τὰς ἁμάξας παρεκκλίνας κατὰ τῆς Ῥωμαϊκῆς 62 ἑκατέρωθεν ἵεται παρατάξεως. καὶ φάλαγγες μὲν φάλαγξιν τηνικαῦτα ἐμίγνυντο καὶ ἀνέρες ἀνδράσι κατὰ στόμα ἐμάχοντο. οὕτω δὲ πολλῶν ὲκατέρωθεν ἐν τῷ μάχεσθαι πεσόντων τὴν μὶν νικῶσαν εἶχεν ὁ Βαϊμοῦντος, ὁ δέ γε αὐτοκράτωρ
καθάπερ τις πύργος ἀκλόνητος ἵστατο, ἐξ ἑκατέρου μέρους βαλλόμενος, καἰ ὅπου μὲν ἱππαζόμενος κατὰ τῶν ἐπιόντων Κελτῶν καὶ συμπλεκόμενος ἐνίοις, πλήττων καὶ κτείνων καὶ πληττόμενος, ὅπου δὲ καὶ τοὺς φεύγοντας συχνοῖς ἐμβοήμασιν ἀνακτώμενος. ὡς δ’ εἰς μέρη πολλὰ τὰς φάλαγγας διασπασθείσας
ἐώρα, δεῖν ἐλογίσατο ναὶ αὐτὸς ἑαυτῷ τὸ ἀσφαλὲς περιποιήσασθαι, οὐ σώσων ὲαυτόν, οὐθ' ὑπὸ δειλίας 63 συγχυθείς, ὡς τάχα ἄν τις εἴποι, ἀλλ’ εἴ που τὸν κίνδυνον διεκφυγὼν καἰ συλλεξάμενος ἑαυτόν, αὖθις γενναιότερον τοῖς
σήμερον τεθνηξόμενος ποιήσας ἢ κατὰ κράτος ἡττήσων, κτείνει μὲν αὐτὸς παίσας ἕνα τῶν Κελτῶν, καὶ ὁπόσοι δὲ σὺν αὐτῷ Ἄρεως ἦσαν ὑπασπισταὶ πολλοὺς τρώσαντες ἐξεδίωξαν. καὶ οὕτως ἀμετρήτους καὶ μεγίστους διεκφυγὠν κινδύνους, 65 αὐθις σώζεται διὰ τῶν Στρουγῶν διελθὼν εἰς Ἀχρίδας.
δας. κἀκεῖθ' ἐγκαρτερήσας καὶ ἱκανοὺς τῶν πεφευγότων αὐτοῦ που μετὰ τοῦ μεγάλου δομεστίκου πάντας καταλιπών, καταλαμβάνει καὶ ἀναπαύλας οὐ ῥᾳστώνης χάριν· βασιλικὰς γὰρ ῥᾳθυμίας καὶ ἀναπαύλας οὐδαμῶς ἑαυτῷ ἀπεμέτρει. καὶ αὖθις συναγαγὼν τὰ στρατεύματα καὶ
μισθοφορικὸν συλλεξάμενος κατὰ τοῦ Βαϊμούντου χωρεῖ, ἕτερόν τι σκοπήσας, δι' οὗ καταγωνίσαιτο τοὺς γὰρ σιδηροῦς κατασκευάσας, ἐπεὶ τὴν μάχην ἐς νέωτα προσεδόκα ὲσπέρας ταῦτα ἐν τῷ μεταιχμίῳ τῆς πεδιάδος κατέστρωσεν, οὗπερ σφοδροτέραν ἐστοχάζετο τοὺς Κελτοὺς τὴν 66
ἱππασίνα ποιήσασθαι, μηχανώμενος τάχα τὴν πρώτην καὶ ἀνύποιστον τῶν Λατίνων ὁρμὴν διὰ τούτων ἀποθραῦσαι, περιπαρέντων τῶν τριβόλων τοῖς τῶν ἵππων πόσι, καἰ τοὺς μὲν
κέρας ἐξ ἑκατέρου μέρους ἀσχέτῳ ῥύμῃ τοῖς Κελτοῖς ἐπεισπεσεῖν. τοιαῦτα μὲν τὰ τοὐμοῦ πατρὸς διανοήματα. 68 τὸν δὲ Βαϊμοῦντον ταῦτα οὐ διέλαθε. συνέβαινε γάρ 69 τι τοιοῦτον. ὅπερ γὰρ ὁ βασιλεὺς ὲσπέρας κατ’ ἐκείνου ἐβουλεύσατο, πρωίας ὁ Κελτὸς μεμάθηκε. καἰ πρὸς τὸ ἀκουσθὲν
εὐφυῶς μεθαρμοσάμενος, τὴν μάχην ἀνεδέχετο καὶ οὐκέτι, ὡς ἔθος αὐτῷ, τὴν ὁρμὴν τῆς μάχης ἐποίει, ἀλλὰ προαρπάσας τὴν τοῦ αὐτοκράτορος βουλήν, αὐτός ἔξ ἑκατέρου μέρους τὸν μόθον μᾶλλον ἀνερρίπισε τὴν κατὰ μέτωπον φάλαγγα ἀτρεμεῖν τέως παρακελευσάμενος. τῆς γοῦν
μάχης ἀγχεμάχου γεγονυίας, οἱ Ῥωμαϊκοῦ στρατεύματος τὰ νῶτα τοῖς Λατίνοις δεδώκασι, μηδ’ ἀντωπῆσαι τούτοις τοῦ λοιποῦ ἰσχύοντες, προκατεπτοημένοι ὄντες διὰ τὴν προηγησαμένην 70 ἡτταν. καὶ σύγχυσις τηνικαῦτα τῆς Ῥωμαϊκῆς παρατάξεως ἦν, κἂν ὁ βασιλεὺς ἀκλόνητος μένων, γενναίως
καὶ χειρὶ καὶ γνώμῃ ἀντικαθίστατο, πολλοὺς μὶν τρώσας ἔστι δ’ οὗ καὶ τρωθεὶς. καὶ ἐπεὶ τὸ ἅπαν ἐκρεῦσαν ἤδη στράτευμα ἐθεάσατο καὶ ἑαυτὸν μετ’ ὀλίγων καταλειφθέντα
φάλαγγος φυγαδείᾳ χρησαμένων, ὁ βασιλεὺς ἔτι ἐγκαρτερῶν μετὰ τῆς τοῦ Βαϊμούντου φάλαγγος γενναίως ἀπεμάχετο, τὸν ὅλον αὐτὸς ἀναδεξάμενος πόλεμον. τὸ δὲ ἀναντίρρητον συνεὶς τοῦ κινδύνου, δέον ἔκρινεν ὲαυτὸν περισῶσαι, ὡς αὖθις δύνασθαι μάχεσθαι πρὸς τὸν καταγωνισάμενον, καὶ
ἀντίπαλος ἔσεσθαι καρτερώτατος, καὶ μὴ τὸ πᾶν τῆς ἄρασθαι τὸν Βαϊμοῦντον. τοιοῦτος γὰρ ἦν ἡττώμενος καὶ νικῶν, 73 φεύγων καὶ οὖθις διώκων, καὶ μηδέποτε ὑποπτήσσων, μήτε μὴν ἀνελπιστίας βρόχοις ἁλισκόμενος. ἦν γὰρ καὶ εἰς θεὸν μεγίστην ἔχων πίστιν, καὶ τοῦτον μὲν ἐς μέσον διὰ παντὸς
περιφέρων, ὅρκου δὲ παντάπασιν ἀπεχόμενος. ἀπειρηκὼς οὖν, ὡς ἄνωθεν εἴρηται, ὀπισθόρμητος καὶ αὐτὸς γέγονε, διωκόμενος παρὰ τοῦ Βαϊμούντου καὶ ἐκκρίτων κομήτων. ἐν τούτοις δέ φησι πρὸς τὸν Γουλὴν οὑτος δὲ πατρῷος αὐτοῦ θεράπων) καὶ τοὺς σὺν αὐτῷ “μέχρι πόσου φευξόμεθα;" καὶ
στρέψας τὸν χαλινὸν καὶ τοῦ κουλεοῦ τὸ ξίφος ἐξαγαγών παίει τὸν πρώτως αὐτῷ συναντήσαντα κατὰ τῆς ὄψεως. τοῦτο
φευγόντων τοὺς μὲν ἀνεκαλεῖτο, τοὺς δὲ καὶ ἐπέσκωπτε, κἂν οἱ πολλοὶ τὸν ἀγνοοῦντα ὑπεκρίνοντο οὕτω γοῦν τοῦ κινδύνου σωθείς, εἰσέρχεται εἰς τὴν βασιλεύουσαν, ἐφ᾿ ᾡ αὖθις στρατεύματα καὶ κατὰ τοῦ Βαϊμούντου χωρῆσαι.
τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ὁ Βαϊμοῦντος ἀνεδέξατο, ταῖς ἐκείνου ὑποθημοσύναις χρώμενος καὶ διὰ παντὸς μάχας καὶ πολέμους ἀναρριπίζων, τὸν μὶν πέτρον τοῦ Ἀλίφα μετὰ τοῦ Πουντέση εἰς πολιορκ·ίαν ἐν διαφόροις τόποις ἐξέπεμψεν · ἔνθεν τοι καὶ τοὺς μὲν δύο Πολόβους
εὐθὺς ὁ πέτρος τοῦ Ἀλίφα κατέσχε, τὰ δὲ Σκοπιὰ ὁ προρρηθεὶς Πουντέσης· αὐτὸς δὲ μηνυθεὶς παρὰ τῶν Ἀχριδιωτῶν, ταχὺ τὰς Ἀχρίσδας καταλαμβάνει. καὶ πρὸς μικρὸν ἐγκαρτερήσας, 76 τοῦ Ἀριέβη φρουροῦντος τὸ κάστρον, ἄπρακτος ἀπῆλθεν εἰς τὸν Ὁστροβόν. κἀκεῖθεν κενὸς ἀποπεμφθεὶς
διῆλθε διὰ τοῦ Σωσκοῦ, καὶ διὰ τῶν Σερβίων ἀπῆλθεν εἰς Βέρροιαν. καὶ προσβαλὼν έν πολλοῖς καὶ πολλάκις τόποις καὶ
Ἄσπρας Ἐκκλησίας. καὶ τριμηναῖον χρόνον διατρίβοντος ἐκεῖ, ἐν τῷ μεταξὺ ἔκκριτοι τρεῖς τῶν κομήτων, ὅ τε Πουντέσης, ὁ Ῥικάλδος καὶ Γελίελμός τις καλούμενος, συνωμοσίαν πεποιηκότες αὐτομολῆσαι πρὸς τὸν βασιλέα ἐφωράθησαν. καἰ ὁ μὲν Πουντέσης τοῦτο προγνούς, ἀποδράσας προσῆλθε τῷ αὐτοκράτορι,
οἱ δὲ λοιποὶ δύο κατεσχέθησαν καὶ ἀπελύθησαν κατὰ τὸν νόμον τῶν Κελτῶν εἰς πόλεμον. καὶ ἡττηθεὶς κατεβλήθη 79 ὁ Γελίελμος, ὂν καὶ κατασχὼν ἐτύφλωσεν ὁ Βαϊμοῦντος, τὸν δέ γε ἕτερον Ῥικάλδον ἀπέστειλε πρὸς τὸν πατέρα αὐτοῦ Ῥομπέρτον εἰς Λογγιβαρδίαν, ὑφ’ οὗ ἀφαιρεῖται
καὶ οὗτος τοὺς ὀφθαλμούς. ὁ δὲ Βαϊμοῦντος ἀπάρας ἀπὸ τῶν Ἄσπρων Ἐκκλησιῶν, ἀπῆλθεν εἰς Καστορίαν. τοῦτο μαθὼν ὁ μέγας δομέστικος, καταλαμβάνει τὰ Μόγλενα, καὶ κατασχὼν τὸν Σαρακηνὸν κτείνει, παραυτίκα ἐρειπώσας τελείως τὸ καστέλλιον. ὁ δέ γε Βαϊμοῦντος ἐξελθὼν τῆς Καστορίας,
ἔρχεται εἰς τὴν Λάρισσαν, κεῖθι παραχειμάσαι βουλόμενος. καταλαβὼν δὲ τὴν μεγαλόπολιν ὁ αὐτοκράτωρ, καθάπερ εἴρη-
πείρᾳ τῶν ἄλλων ὑπερέχοντα. ἐν ὅσῳ δὲ ταῦτα ὁ βασιλεὐς ᾠκονόμει καὶ ἡτοιμάζετο, ὁ Βαϊμοῦντος μέρος τι τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος, Κελτοὺς καταφράκτους ὅλους ἀποστείλας, ἐξ ἐπιδρομῆς κατέσχε τὴν Πελαγονίαν, τὰ Τρίκαλα καὶ· τὴν Καστορίαν. αὐτὸς δὲ ὁ Βαϊμοῦντος
μετὰ ξύμπαντος τοῦ στρατεύματος καταλαβὼν τὰ 82 Τρίκαλα, ἀποσπάδα τοῦ ὅλου στρατεύματος ἀποστείλας γενναίους ὅλους, ἔξ ἐφόδου κατέσχε τὸν Τζίβισκον. κᾆθ' οὕτω καταλαβὼν τὴν Λάρισσαν κατ’ αὐτὴν τὴν τοῦ μεγαλομάρτυρος Γεωργίου μνήμην σὺν ὅλαις δυνάμεσι καἰ περιζώσας τὰ
τείχη, ἐπολιόρκει αὐτήν. ὁ δὲ ταυτηνὶ τὴν πόλιν φυλάττων πατρῴου τοῦ αὐτοκράτορος θεράποντος υἱός, Λέων ὁ Κεφαλᾶς, γενναίως πρὸς τὰς τοῦ Βαϊμούντου ἀντικαθίστατο μηχανὰς ἐπὶ ὅλοις μησίν ἕξ. δηλοῖ δὲ τὴν τοῦ βαρβάρου ἔφοδον διὰ γραφῶν τηνικαῦτα τῷ αὐτοκράτορι. ὁ δὲ οὐ παραχρῆμα,
καίτοι σφαδάζων, τῆς πρὸς τὸν Βαϊμοῦντον φερού-
καὶ τὴν δημοσίαν λεωφόρον δεξιόθεν καταλιπὼν καὶ τὸν βουνὸν τὸν οὑτωσὶ ἐγχωρίως καλούμενον Κίσσαβον, κατῆλθεν εἰς Ἐζεβάν· χωρίον δὲ τοῦτο Βλαχικὸν τῆς Ἀνδρωνείας ἔγγιστα διακείμενον. ἐκεῖθεν δὲ καταλαβὼν δὲ ἑτέραν αὖθις κωμόπολιν Πλαβίτζαν συνήθως καλουμένην, ἀγχοῦ που τοῦ
οὑτωσί πως καλουμένου ποταμοῦ ῥέοντος διακειμένην, τὴν σκηνὴν κατέθετο, ἀποχρῶντα τάφρον διορύξας. καὶ ἐγερθεὶς ἐκεῖθεν ὁ βασιλεὺς ἀπῆλθεν ἄχρι τῶν κηπουρείων τοῦ Δελφινᾶ, 85 κἀκεῖθεν εἰς τὰ Τρίκαλα. γράμμα δέ τις τηνικαῦτα ἧκε κομίζων τοῦ Κεφαλὰ Λέοντος, πέρι οὗ φθάσας ὁ
ἐδήλωσε, παρρησιαστικώτερον γράφοντος· “ἴσθι, ὦ βασιλεῦ, ὅτι μέχρι τοῦ νῦν σπουδὴν πολλὴν εἰσενηνοχώς, διετήρησα τὸ κάστρον ἀνάλωτον. ἤδη δὲ τῶν ἐφειμένων Χριστιανοῖς τροφίμων στερούμενοι, καὶ τῶν μὴ προσηκόντων ἡψάμεθα. ἀλλὰ καὶ ταῦτα ἡμίν ἀπέλιπον. εἰ γοῦν βοηθῆσαι ἡμῖν θέλων
σπεύσεις καὶ τοὺς πολιορκοῦντας ἐκδιῶξαι δυνηθείης,
87 ρατος μὲν γενοίμην ἐγώ, τολμηρῶς δὲ καὶ κατὰ τῆς σῆς βασιλείας τοῦτο παρρησιάζομαι· εἰ μὴ τάχιον σπεύσεις τοῦ κινδύνου ἡμᾶς ἐξελέσθαι, μὴ πρὸς τοσοῦτον βάρος πολέμου τε καἰ λιμοῦ ἀντισχεῖν ἐπὶ πλέον δεδυνημένους, σὺ ὁ ὁ ἡμέτερος βασιλεύς εἴγε δυνάμενος βοηθεῖν οὐκ ἐπέσπευσας τὴν
βοήθειαν, οὐκ ἂν φθάνοις ἔγκλημα προδοσίας ἀποφυγγάνων." ὁ δὲ αὐτοκράτωρ δεῖν ἔγνω διά τινος τρόπου ἑτέρου αὐτοὺς καταγωνίσασθαι. λογισμοὶ δὲ τοῦτον συνεῖχον καὶ μέριμναι. καὶ δῆτα σκοπῶν, ὅπως χρὴ λόχους ἐνδιαστήσασθαι, δι᾿ ὅλης τῆς ἡμέρας διεπονεῖτο, ἀρωγὸν τὸν θεὸν ἐπικαλούμενος. μετακαλεσάμενος
οὖν τηνικαῦτα τῶν γερόντων τινὰ Λαρισσαίων, 88 ἐπυνθάνετο περὶ τῆς τοῦ τόπου θέσεως. καὶ ἀνατείνας τοὺς ὀφθαλμούς, ἅμα καὶ τῷ δακτύλῳ ἐπισημαίνων, ἀνηρώτα, ὅποι φάραγγές εἰσι διερρωγυῖαι τοῖς τόποις, ἢ λόχμαι τινὲς βαθεῖαι πρὸς αὐτὰς συνεχίζονται. ταῦτα δὲ
τοῦ Λαρισσαίου ἐπυνθάνετο, βουλόμενος λόχον ἐπιστῆσαι καὶ
ὅλης κεκοπιακὼς τῆς ἡμέρας ὁ βασιλεὺς εἰς ὕπνον ἐτράπετο ὄνειρος ἐφίσταται τούτῳ. ἐδόκει γὰρ ἐντὸς τοῦ ἱεροῦ τεμένους τοῦ μεγαλομάρτυρος Δημητρίου ἑστάναι καὶ φωνῆς 90 ἀκοῦσαι “μὴ λυποῦ, μηδὲ στένε, αὔριον νικᾶς. τὴν δὲ φωνὴν βάλλειν αὐτοῦ τὴν ἀκοὴν ᾤετο ἐκ μιᾶς τῶν ἐν τῷ τεμένει
ἀπῃωρημένων εἰκόνων, ἐν ᾗ ὁ μεγαλομάρτυς Δημήτριος κατεγέγραπτο. διυπνισθεὶς δὲ καὶ περιχαρὴς γεγονὼς ἐκ τῆς τοῦ ὄνειρον ταύτης ὀμφῆς, ἐθεοκλύτει τε τῷ μάρτυρι καἰ προσυπισχνεῖτο, εἰ γένοιτό οἱ νίκην κατὰ τῶν ἐχθρῶν ἄρασθαι, αὐτόθι τε παραγενέσθαι καὶ πρὸ σταδίων ἱκανῶν τῆς
πόλεως Θεσσαλονίκης οὐκ ἔφιππον, ἀλλὰ πεζῇ καἰ βάδην ἐρχόμενον εἰς τὴν αὐτοῦ εἰσελεύσεσθαι προσκύνησιν. καὶ δή μετακαλεσάμενος τοὺς στρατηγούς τε καὶ ἡγεμόνας καὶ συγγενεῖς 91 ἅπαντας, βουλῆς ἤρχετο, τὴν ἑκάστου γνώμην ἀναζητῶν· εἶτα τὸ σκοπηθὲν ἀπήγγειλε. τὸ δὲ ἦν παραδοῦναι τὰ
τάγματα ἅπαντα τοῖς συγγενέσιν αὐτοῦ· προεξάρχοντα δὲ τὸν
ἅπαντα. ἐπέσκηπτε δὲ ποιήσασθαι τὴν παράταξιν κω ὃ 93 σχῆμα ἐν τοῖς προηγησαμένοις πολέμοις αὐτὸς παρετάττετο, 94 παραγγείλας αὐτοῖς δι’ ἀκροβολισμῶν πρότερον ἀπόπειραν τῶν ἔμπροσθεν τῶν Λατίνων ἐρχομένων ποιήσασθαι, εἶτα τὸν ἐνυάλιον ἀλαλάξαντας, πανστρατὶ κατ’ αὐτῶν χωρῆσαι· ἐπὰν
δὲ ὁ συνασπισμὸς γένηται καὶ εἰς χεῖρας κατ’ ἀλλήλων ἔλθωσι, νῶτα παρασχεῖν τοῖς Λατίνοις καὶ φεύγειν ἀκρατῶς ὡς πρὸς τὸ Λυκοστόμιον ὑποκρίνεσθαι. έν ᾧ δὲ ὁ βασιλεὺς ταῦτα παρεκελεύετο, χρεμετισμὸς ἁπάντων τῶν ἵππων τοῦ στρατοπέδου αἴφνης ἐξηκούσθη. καὶ θάμβος ἐπὶ τούτῳ κα-
95
γεννάδας τινὰς ἄνδρας ἕπεσθαι οἱ ἐπιτάξας, τὴν τοῦ Λιβοτανίνου κλεισούραν διεληλυθὼς κω τὸν Ῥεβένικον περικύψας καὶ διὰ τῆς καλουμένης Ἀλλαγῆς πρὸς τὸ εὐώνυμον τῆς Λαρίσσης μέρος καταλαβών, καἰ περιαθρήσας τὴν ἃπασαν σὰν τοῦ τόπου θέσιν, χθαμαλώτερον τόπον κατανοήσας, ἐκεῖθι
μετὰ τῶν συνεφεπομένων αὐτῷ λοχῶν ἦν οἱ δὲ ἡγεμόνες τῶν Ῥωμαϊκῶν ταγμάτων, ὁπηνίκα ὁ βασιλεὺς προλοχήσειν, ὡς εἴρηται, ἐπειγόμενος τὴν τοῦ Λιβοτανίνου κλεισούραν διέρχεσθαι ἔμελλε, τηνικαῦτα ἀποσπάδα τινὰ τῶν Ῥωμαϊκῶν ἀποδιελόμενος ταγμάτων κατὰ τῶν Κελτῶν ἐξέπεμψαν, ἐφ᾿
ᾧ πρὸς ἑαυτοὺς ἑλκύσαι, ὡς μὴ ἐκεχειρίαν ἔχοιεν φωρᾶσαι τὸν αὐτοκράτορα, ὅπη πορεύεται. οἳ καὶ πρὸς τὴν πεδιάδα κατελθόντες, προσέβαλον τοῖς Κελτοῖς, καὶ ἐφ’ ἱκανὸν μαχεσάμενοι διέστησαν, τῆς νυκτὸς ἀπάρτι μὴ παραχωρούσης τὴν μάχην. καταλαβὼν δὲ τὸν σκοπηθέντα τόπον ὁ βασιλεύς 97
ἃπαντας ἀποβῆναι τῶν ἵππων ἐκέλευσε καὶ ἔπι γόνυ κλιθέντας τοὺς χαλινοὺς χερσὶ κατέχειν. καὶ αὐτὸς δὲ χαμαιδρύῳ
ἵππους μετὰ τῶν βασιλικῶν ἐρυθρῶν ἐφεστρίδων, ὡς ἐνόν καὶ αὐτὸς τὴν ἰδίαν κατ’ αὐτῶν κατεστήσατο φάλαγγα, διχῆ 99 διελὼν τὰς δυνάμεις, καὶ τῶν μὶν αὐτὸς κατάρχων, ὦν δὲ φαλαγγάρχην τὸν Βρυέννιον καταστήσας· Λατῖνος δὲ οὗτος τῶν ἐπιφανῶν, ὃν καἰ κονοσταῦλον ὠνόμασαν· οὕτω γοῦν
τὰς ἰδίας καταστήσας δυνάμεις, τὸ σύνηθες καὶ· πάλιν ποιεῖ καὶ κατὰ μέτωπον τῆς παρατάξεως, ὅπη τὰ βασιλικὰ ἐώρα παράσημα, ἐκεῖ τὸν αὐτοκράτορα νομίσας εἷναι ὡς πρηστὴρ τοῖς φαινομένοις ἐμπίπτει. οἱ δὲ μικρὸν ἀντισχόντες, τὰ τούτῳ διδόασιν · ὁ δὲ τούτους διώκων ὄπισθεν ἤλαυνεν
ἀκρατῶς, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ μέντοι βασιλεὺς τὰ ἴδια τάγματα ἐπὶ πολὺ φεύγοντα ὁρῶν καὶ τὸν Βαϊμοῦν- 100 τον ὄπισθεν τῶν Ῥωμαϊκῶν ταγμάτων ἀκρατῶς διώκοντα, στοχασάμενος ἱκανὸν ἤδη διάστημα τῆς ἰδίας ἀποστῆναι τὸν Βαϊμοῦντον παρεμβολῆς, ἐπὶ τὸν ἵππον ἀναβάς, τὸ αὐτὸ δέη καὶ τοῖς μετ᾿ αὐτοῦ παρακελευσάμενος, καταλαμβάνει τὴν τοῦ Βαϊμούντου παρεμβολήν. καὶ εἴσω ταύτης γενόμενος, πολλοὺς μὶν τῶν παρευρεθέντων Λατίνων ἀναιρεῖ καὶ τὰ λά-
ἐπὶ τοξείᾳ ὑμνούμενον καὶ ἑτέρους ἄνδρας γενναίους, χωρίσας ἱκανοὺς πελταστάς, ὄπισθεν τοῦ Βρυεννίου ὀξέως ἐλαύνειν 102 ἐπέσκηψεν φθάσαντας δὲ μὴ ἀγχέμαχον τὴν μάχην ποιῆσαι, ἀλλὰ πόρρωθεν κατὰ τῶν ἵππων μάλα συχνὰ πέμπειν τὰ βέλη. ἐπικαταλαβόντες οὖν τοὺς κελτούς, τοὺς ἵππους
πυκνοῖς ὀϊστοῖς ἔβαλλον, ὡς ἐν ἀμηχανίᾳ τοὺς ἱππότας καθίστασθαι. 103 καὶ γὰρ Κελτὸς ἀνὴρ πᾶς, ἐποχούμενος μέν, ἀνύποιστος τὴν ὁρμὴν καὶ τὴν θέαν εστιν, ἐπὰν δ’ ἀποβαίη τοῦ ἵππου, τὸ μέν τι τῷ μεγέθει τῆς ἀσπίδος, τὸ δέ τι καὶ διὰ τὰ τῶν πεδίλων προάλματα καὶ δρόμον ἀνεπιτήδειον, εὐχειρότατός
τε τηνικαῦτα γίνεται καὶ ἀλλοῖος παντάπασιν ἢ πρότερον, ὀκλαζούσης οἷον καὶ τῆς ψυχικῆς αὐτῷ προθυμίας. καὶ 104 τοῦτο, οἶμαι γινώσκων ὁ βασιλεύς, μὴ τοὺς ἱππότας, ἀλλὰ τοὺς ἵππους ἀναιρεῖν ἐπέταττε. τῶν δὲ ἵππων τῶν Κελτῶν πιπτόντων, περιεδινοῦντο οἱ τοῦ Βρυεννίου. καὶ ἀπὸ τῆς
τούτων πολλῆς συστροφῆς κονίσαλος μακρὸς καὶ πυκνὸς ἵστατο μέχρι νεφῶν κορυφούμενος, ὡς παραβάλλεσθαι τοῦτον κατ᾿ ἐκεῖ-
106 νησίδιον ποταμοῦ τοῦ οὕτω καλουμένου Σαλαβρία μετὰ τινων ἱστάμενον ὀλίγων Κελτῶν καὶ σταφυλὰς ἐσθίοντα, ἅμα δὲ καὶ ὑπέρκομπόν τι καυχώμενον, ὅπερ καἰ μέχρι τοῦ νῦν παρῳδεῖται καὶ περιφέρεται. τοῦτο γὰρ πολλάκις ἔλεγε βαρβαρίζων τὸ Λυκοστόμιον, ὅτι “τὸν Ἀλέξιον εἰς λύκου στόμα ἐνέβαλον."
τοιοῦτον γὰρ ἡ ὑφεροψία σφάλλουσα τοὺς πολλοὺς καὶ πρὸς τὰ ὑπ’ ὄψιν καὶ ἐν ποσὶ κείμενα ἀκούσας δὲ τὰ παρὰ τοῦ Βρυεννίου μηνυθέντα καὶ ἐπιγνοὺς τὸν δόλον καὶ τὴν δι’ ἀπάτης νίκην τοῦ αὐτοκράτορος, ἤχθετο μέν, ὡς εἰκός, κατέπιπτε δὲ οὐδαμῶς, ὁποῖος ἐκεῖνος. ἀποκριθέντες οἶν τινὲς
107 τῶν ὑπ’ αὐτὸν κατάφρακτοι Κελτοὶ ἀνῆλθον εἰς ἀκρώρειάν τινα κατέναντι τῆς Λαρίσσης διακειμένην. τούτους τὸ ὁπλιτικὸν θεασάμενοι, ξὺν πολλῇ Προθυμίᾳ ἐβίαζον προσβαλεῖν αὐτοῖς· ὁ δὲ αὐτοκράτωρ ἀπεῖργε τούτους τοῦ ἐγχειρήματος. ἐκ διαφόρων δὲ πολλοὶ καὶ διάφοροι ξυμμιγέντες ταγμάτων
ἀνελθόντες προσέβαλλον τοῖς Κελτοῖς· οἱ δὲ παραχρῆμα κὰτ· αὐτῶν ὡρμηκότες, ἀναιροῦσιν ἄχρι τῶν πεντακοσίων. εἶτα
ἥττησε τούτους μέχρι τοῦ ποταμοῦ διώξας.
βουνῶν πεδιάδα ἀλσώδη εὑρὼν ἀποτελευτῶσαν εἰς στενωπὸν ὀξύν, (κλεισούραν τοῦτο καλοῦσιν,) τὴν λεγομένην Δεμενίκου ταλάτιον, διὰ τούτου εἰσελθὼν, ἐκεῖ τὸν χάρακα ἐπήξατο. τῇ δὲ μετ᾿ αὐτὴν κατὰ τὸ περίορθρον καταλαμβάνει αὐτον ὁ φαλαγγάρχης Μιχαὴλ ὁ Δούκας, ὁ πρὸς μητρὸς ἐμὸς θεῖος,
μετὰ τοῦ ὁπλιτικοῦ παντός ἀνὴρ ἐπὶ φρονήσει διαβεβονμήνος, ὥρᾳ δὲ καὶ μεγέθει σώματος διαφέρων οὐ τῶν τότε 110 καιροῦ ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων, θάμβος γὰρ εἶχεν ἅπαντας τοὺς ὁρῶντας τὸν ἄνδρα,) συνιδεῖν δὲ τὸ μέλλον αὶ φωρᾶσαι τὸ ἐνεστὸς καὶ καταπράξασθαι δεινότατός τε καὶ
πλὴν ὀϊστοῖς χρήσασθαι. εἰσελθόντων δὲ καὶ ἱππασίας ποι- 113 ουμένων κατὰ τῶν Λατίνων, οἱ ἔξωθεν ἱστάμενοι πρὸς ἀλλήλους σφαδάζοντες ἤριζον, ὁποῖος ἂν τὸ στόμιον εἰσέλθοι. ὁ γὰρ Βαϊμοῦντος πλήρης ὢν στρατηγικῆς ἐπιστήμης, τοὺς ὑπ᾿ αὐτὸν ἐκέλευε συνησπικότας ἵστασθαι, καὶ ταῖς ἀσπίσιν ἑαυτοὺς
περιφράττοντας ἀτρεμεῖν. ὁ δέ γε πρωτοστράτωρ θεασάμενος τοὺς ὑπ’ αὐτὸν κατὰ μικρὸν ἐκρέοντας καὶ εἰσερχομένους διὰ τοῦ στομίου, εἰσῆλθε καὶ αὐτός. ὁ δὲ Βαϊμοῦντος τούτους θεασάμενος, ὥσπερ λέων ἐχάρη μεγάλῳ ἐπὶ σώ ματι κύρσας, εἶπεν ἄν τις Ὁμηρικῶς, ὣς καὶ οὗτος ἰδὼν ἐν
αὐτοῖς ὀφθαλμοῖσι τούτους καὶ τὸν πρωτοστράτορα Μιχαήλ, 114 ἀσχέτῳ ῥύμῃ πανσυδὶ κατ’ αὐτῶν ἴεται· οἱ δὲ παραχρῆμα νῶτα τούτοις διδόασιν. Οὐζᾶς δὲ τὴν κλῆσιν φερώνυμον ἐκ τοῦ γένους λαχών, ἐπ’ ἀνδρείᾳ διαβεβοημένος, εἰδὼς ἠδ’ ἐπὶ δεξιὰ ἠδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, καθ’ Ὅμηρον, ἐν
115
ῥηθεὶς Οὐζᾶς παίει τὸν τὴν σημαίαν τοῦ Βαϊμούντου κατέχοντα διὰ τοῦ δόρατος, καὶ τὴν σημαίαν τῶν χειρῶν αὐτοῦ ἀφαρπάσας, μικρὸν περιδινεῖ καὶ κλίνει πρὸς τὸ πρανές. οἱ 116 γοῦν Λατῖνοι τὴν σημαίαν ἐ·ξ ὀρθίου σχήματος κατακλιθεῖσαν ἑωρακότες, ἐν συγχύσει γεγόνασι καὶ ἐφ’ ἑτέραν ἐτράοντο
ἀτραπόν, δι’ ἦς καὶ τὰ Τρίκαλα καταλαμβάνουιν ἤδη προκατασχεθέντα παρά τινων τῶν τοῦ Βαϊμουντου πρὸς τὸ Λυκοστόμιον φευγόντων. κἀκεῖσε τέως αὐλίζονται εἴσω τούτων γεγονότες· ἐκεῖθεν δὲ καταλαμβάνουσι τὴν 117 καστορίαν. ὁ δὲ βασιλεὺς ὑποστρέψας ἀπὸ Λαρίσσης καὶ
ἔτην Θεσσαλονίκην καταλαβών, ὁποῖος ἐκεῖνος περὶ τὰ τοιαῦτα, ταχὺ μάλα πρὸς τοὺς σὺν τῷ Βαϊμούντῳ κόμητας ἀποτείλας, πολλὰς ὑποσχέσεις ἐπεποίητο, εἰ τὸν Βαϊμοῦντον τοὺς μισθοὺς ἀπαιτήσουσιν, οὕσπερ αὐτοῖς καὶ ὑπέσχετο· τοῦ δὲ μὴ ἔχοντος ἀποδοῦναι παραπείσουσι τοῦτον κατελθεῖν
ἰς τὴν θάλασσαν καὶ ἀναζητῆσαι ταῦτα ἀπὸ τοῦ ἰδίου πατρὸς Ῥομπέρτου, καὶ αὐτὸν ἐκεῖνον διαπερᾶσαι τοὺς αὐτῶν μισθοὺς ἐξαιτησόμενον. καὶ εἰ τοῦτο ἀνύσαιεν, πάντας τιμῆς νὼ εὐεργεσιῶν μυρίων ἐπαπολαῦσαι. καἰ ὅσοι μὲν τούτῳ
τεσσάρων ἐνιαυτῶν μισθοὺς ἀσυμπαθῶς ἀπῄτουν. ὁ δὲ μὴ ἔχων ἀποδοῦναι, ἀνεβάλλετο τέως. ὡς δὲ ἐνέκειντο εὔλογα 120 αἰτοῦντες, μὴ ἔχων ὅ τι καὶ δράσειε, τὸν μὲν Βρυέννιον αὐτοῦ που φυλάσσειν τὴν Καστορίαν κατέλιπε, καὶ τὸν τοὺ Πολόβους φυλάσσοντα Πέτρον τοῦ Ἀλίφα· αὐτὸς δὲ τὸν
Αὐλῶνα κατέλαβε. τοῦτο δὲ μεμαθηκὼς ὁ βασιλεὺς νικητὴς εἰς τὴν βασιλεύουσαν τῶν πόλεων ἐπαναζεύγνυσι.
κυμαινομένην τοῖς τοῦ Ἰταλοῦ δόγμασι τὴν ἐκκλησίαν εὗρε, κὰν κατὰ τοῦ Βρυεννίου ἐβουλεύετο, Κελτὸς δὲ οὗτος τὴν Καστορίαν κατασχών, ὡς εἴρηται,) ἀλλ’ οὐδ’ οὕτως ἠμέλει τοῦ δόγματος. ἔπι τούτοις γὰρ καὶ τὰ κατὰ τὸν Ἰταλὸν περὶ τῆς αἱρέσεως τοῦ Ἰταλικοῦ] ἐβλάστησαν μεγάλως τὴν ἐκκλη-
122 σίαν συνταράττοντα. οὗτος δὲ ὁ Ἰταλὸς δεῖ γὰρ τὰ κὰτ
τοὺς Ἰταλοὺς εἰς συμμαχίαν προὐκαλέσαντο μεθ᾿ ὦν καὶ ὁ τοῦ Ἰταλοῦ πατὴρ ἦν, ἔχων καὶ τὸν παῖδα μεθ’ ἑαυτοῦ, κἂν μὴ στρατεύσιμον εἶχε τὴν ἡλικίαν, συνεφεπόμενον τούτῳ καὶ συμπαρασκαίροντα καὶ τὰ πολεμικά, οἶα τὰ τῶν Ἰταλῶν, παιδευόμενον. τὰ μὲν οὖν πρῶτα τῆς ἡλικίας
οὕτως εἶχε τῷ Ἰταλῷ, καὶ ἡ πρώτη τοιαύτη τούτῳ καταβολὴ τῆς παιδεύσεως. ἐπεὶ δὲ ὁ κλεινὸς ἐκεῖνος Γεώργιος ὁ Μανιάκης, 124 τοῦ Μονομάχου τὰ σκῆπτρα τῆς Ῥωμαίων διέποντος, τυραννήσας τὴν Σικελίαν κατέσχε, μόλις ἐκεῖθεν ὁ τοῦ Ἰταλοῦ λοῦ πατὴρ καὶ τὸν παῖδα ἐπιφερόμενος πέφευγε. καὶ εἰς
Λογγιβαρδίαν φυγάδες ἄμφω κατήχθησαν ἔτι ὑπὸ Ῥωμαίους τελοῦσαν. ἐκεῖθεν δὲ οὗτος ὁ Ἰταλός, οὐκ οἶδ’ ὅπως, τὴν Κωνσταντινούπολιν κατέλαβεν, ἁπάσης παιδείας καἰ τέχνης λογικῆς οὐκ ἐνδεῶς ἔχουσαν. καὶ γὰρ ἀπὸ τῆς αὐτοκρατορίας Βασιλείου τοῦ πορφυρογεννήτου μέχρι αὐτῆς τῆς τοῦ
Μονομάχου βασιλείας ὁ λόγος, εἰ καί τοῖς πλείοσιν ἐρρᾳθύμητο, ἀλλ’ οὖν γε πάλιν οὐ καταδεδυκώς, ἀνέλαμψε καὶ ἀνέθορε 125 καὶ διὰ σπουδῆς τοῖς φιλολόγοις ἐγένετο ἔπι τῶν χρόνων Ἀλεξίου τοῦ αὐτοκράτορος τὰ πρὸ τούτου χλιδώντων
ἦθος ἀγρίοις, (ἦσαν γὰρ τότε καί τινες πέρι τὴν βασιλεύουσαν τοιοῦτοι,) παιδείας τοίνυν λογικῆς ἐξ ἐκείνων μετασχών, καὶ Μιχαὴλ ἐκείνῳ τῷ φελλῷ ἐν ὑστέρῳ προσωμίλησεν, ὃς οὐ πάνυ τοι παρὰ διδασκάλοις σοφοῖς ἐφοίτησε, διὰ φύσεως 127 δὲ δεξιότητα καὶ νοὸς ὀξύτητα, τυχὼν μέντοι καὶ θεοῦ ἀρωγοῦ
πρὸς τούτοις διὰ τὴν θερμοτάτην ἱκεσίαν τῆς μητρὸς αὐτοῦ ἐπαγρυπνούσης συχνῶς τῷ ἐν τῷ ναῷ τοῦ Κύρου τῆς θεοτόκου σεμνῷ εἰκονίσματι καὶ θερμοῖς τοῖς δάκρυσιν ὑπὲρ τοῦ παιδὸς ἐκκαλουμένης, εἰς ἄκρον σοφίας ἁπάσης ἐληλακὼς 128 καὶ τὰ Ἑλλήνων καἰ τὰ Χαλδαίων ἀκριβωσάμενος, γέγονε τοῖς
τότε χρόνοις περιβόητος ἐν σοφίᾳ τούτῳ γοῦν ὁ Ἰταλὸς προσομιλήσας ἐν ἀπαιδεύτῳ ἤθει καὶ βαρβαρικῷ οὐκ ἠδύνατο 129 φιλοσοφίας εἰς βάθος ἐλθεῖν, διδασκάλων ὅλως μηδ’ έν τῷ μανθάνειν ἀνεχόμενος, θράσους ὢν μεστὸς καὶ ἀπονοίας βαρ-
ἐρεσχελίας, καὶ πᾶν εἶ τι τοιοῦτον προτιθείς, καὶ αὖθις 131 ὑπέχων λόγον τοιουτότροπον. τοῦτον προσηταιρίσατο κὼ ὁ τηνικαῦτα βασιλεύων Μιχαὴλ ὁ Δούκας καὶ οἱ τούτου ἀδελφοί· καὶ δευτέρου μὲν λόγου τοῦτον πρὸς τὸν φελλὸν ἐτίθεντο, ὅμως δὲ περιείχοντό τε αὐτοῦ κὼ ἐν λογικαῖς συνεχρῶντο
ἁμίλλαις· ἦσαν γὰρ φιλολογώτατοι οἱ Δοῦκαι, καὶ οἱ τοῦ αὐτοκράτορος ἀδελφοὶ καὶ αὐτὸς δὴ ὁ βασιλεὺς Μιχαήλ. ὁ δὲ Ἰταλὸς θερμὸν ἀεὶ καὶ μανικὸν πρὸς τὸν Ψελλὸν ἔβλεπε, κἀν ἐκεῖνος ὡς ἀετὸς τῶν τοῦ Ἰταλοῦ ἐρεσχελιῶν ὑπερίπτατο, διεγείρετο καὶ ἐπρίετο, ἐνεπίμπρατο ἢ ἐλυπεῖτο.
τί τὸ μετὰ ταῦτα; ἐσφάδαζε τὰ τῶν Λατίνων τε καὶ Ἰταλῶν 132 κατὰ Ῥωμαίων, καὶ ἡ τῆς Λογγιβαρδίας ὅλης ὁμοῦ καὶ Ἰταλίας ἐμελετᾶτο κατάσχεσις. κω ὁ βασιλεὺς ἐκεῖνος τὸν Ἰταλὸν ὡς οἰκεῖον δῆθεν καὶ ἄνδρα ἀγαθὸν καὶ τὰ τῶν Ἰταλῶν ἐπιστάμενον εἰς Ἐπίδαμνον ἀπέστειλε. καὶ ἵνα συντέμω τὸν λόγον ὡς κἀκεῖ κἀκεῖ ἐφωρᾶτο τὰ ἡμέτερα προδιδούς, καὶ ἀπεστέλλετο ὁ
ἁγίων τεσσαράκοντα. ἔνθα καὶ τοῦ φελλοῦ μεταχωρήσαντος Βυζαντόθεν μετὰ τὴν ἀπόκαρσιν, αὐτὸς φιλοσοφίας ἁπάσης προέστη διδάσκαλος, ὕπατος τῶν φιλοσόφων χρηματίσας, καὶ τὰς τε Ἀριστοτελικὰς βίβλους καὶ τὰς Πλατωνικὰς ἐξηγεῖσθαι ἐσπούδαζεν. καὶ ἦν μὲν τῷ δόξαι πολυμαθέστατος, δεινὸς
δὲ μᾶλλον εἴπερ τις ἄλλος διερευνήσασθαι τῶν ἄλλων τὴν δεινοτάτην περιπατητικήν, καὶ ταύτης πλέον τὴν διαλεκτικήν. πρὸς δὲ τὰς ἄλλας τέχνας τῶν λόγων οὐ πάνυ τι εὐφυῶς εἶχεν, ἀλλὰ περί τε τὴν γραμματικὴν ἐχώλευε τέχνην καὶ 135 τοῦ ῥητορικοῦ νέκταρος οὐκ ἐγεύσατο· οὐδὲ ἐκεῖθεν ὁ λόγος
τούτῳ ἐφήρμοστο καὶ εἰς κάλλος ἀπέξεστο. ἔνθεν τοι καὶ τοῦ χαρακτῆρος εἶχε στρυφνῶς καὶ τὸ πᾶν ἐμπεριβόλως. καὶ 136 συνενεύκει ὁ λόγος αὐτῷ τὰς ὀφρῦς, καὶ διόλου ἀπέπνει δρι- 137 μύτητος. διαλεκτικῶν δὲ ἐφόδων ἐμεμέστωτο τούτῳ τὸ σύγ-
καὶ εἰς ἀμηχανίαν ἐλθεῖν. ἑκατέρωθεν γὰρ τῆς ἐρωτήσεως βόθρον ὤρυττε, καὶ εἰς φρέαρ ἀποριῶν ἐνέβαλλε τὸν προσδιαλεγόμενον. οὕτως ἐμπείρως ἔχων τῆς διαλεκτικῆς ὁ ἀνήρ, καἰ ταῖς ἐπαλλήλαις ἐπερωτήσεσι κατέπνιγε τοὺς διαλεγομένους, συγχέων αὐτῶν καὶ συνταραττων τὸν νοῦν. καὶ οὐκ ἦν τὸν
ἅπαξ αὐτῷ συντυχόντα τοὺς λαβυρίνθους τούτους διελθεῖν. 139 ἀμουσότατος δὲ ἄλλως ἦν, καὶ θυμὸς αὐτοῦ κατεκράτει· καὶ ἤν τινά που προσεκτήσατο ἀρετὴν ἀπὸ τοῦ λόγου, κατέλυε καὶ ἠφάνιζεν ὁ θυμός. διελέγετο γὰρ καὶ ἔπεσι καὶ χερσὶν ὁ ἀνήρ, κω τὸν προσδιαλεγόμενον οὐκ ἠφίει πρὸς ἀπορίαν ὅλως
λθεῖν, οὐδὲ αὔταρκες ἦν αὐτῷ τὸ ἐπιρράψαι τοῦ ἀντικειμένου τὸ στόμα καὶ σιγὴν αὐτῷ καταψηφιεῖσθαι, ἀλλ᾿ εὐθὺς ἡ χεὶρ κατά τε τοῦ πώγωνος καὶ τῶν τριχῶν προσεφήλλετο, καὶ ὕβρις εὐθὺς ξυνεπόδιζεν ὕβριν· καὶ ἀκάθεκτος ἥν ὁ ἄνθρωπος καὶ τὰς χεῖρας ὁμοῦ καὶ τὴν γλῶτταν. τοῦτο δὲ
καὶ ἄνετον ἀπέπνει τὸν ἀέρα, καὶ περιφερὴς ὁ πώγων, τὰ στέρνα εὐρὺς καὶ εὐπαγὴς τὰ μέλη τοῦ σώματος τὴν δὲ τῆς ἡλικίας ἀναδρομὴν τῶν εὐμηκεστέρων ἥττων τὴν δὲ φωνὴν τοιοῦτος, οἷος ἂν ἀπὸ Λατίνων ἐληλυθὼς νεανίας εἰς τὴν 142 ἡμεδαπὴν γῆν, τὰ Ἑλλήνων μὲν ἐκμάθοι, οὐ πάνυ δὲ καθαριεύοιτο
τὴν φωνήν· ἀλλ’ ἔστιν οὗ καὶ κολοβώτερα ἐκφέρειν τὰς συλλαβάς. ἀλλ’ οὔτε τὸ τοῦ στόματος οὐκ εὐαγές, οὔτε τὸ εἰς ἄκρον ἄφωνον ἐλάνθανε τοὺς πολλούς, τοῖς δὲ ῥητορικωτέροις ἀγροικίζων κατελαμβάνετο. ἔνθεν τοι καὶ τὰ συγγράμματα τούτου συνέσφιγκτο μὲν ἁπανταχόθεν τοῖς διαλεκτικοῖς
τόποις. ἀσυνταξίας δὲ κακίαν καὶ σολοικισμὸν σποράδην διερριμμένον παντάπασιν οὐκ ἐξέφευγεν.
144
ἐνίσχυσε, τὸν θυμὸν καἰ τὴν ἄλλην τοῦ ἤθους ἀκαταστασίαν κωλύμην ἔχων. καὶ ὅρα μοι τοὺς τούτου μαθητάς τὸν Σολομῶντα Ἰωάννην καί τινας Ἰασίτας καὶ Σερβλίας καὶ ἄλλους τάχα 145 περὶ τὴν μάθησιν ἐσπουδακότας· ὧν τοὺς πλείους θαμὰ φοιτῶντας 146 πρὸς τὰ βασίλεια καὶ αὐτὴ ἐθεασάμην ὕστερον, τεχνικὸν
μηδέν τι κατὰ ἀκρίβειαν εἰδότας, σχηματιζομένους δὲ τὸν διαλεκτικὸν κινήσεσιν ἀτάκτοις καὶ μορίων παραφόροις τισι μεταφοραῖς ὑγιὲς δὲ οὐδὲν ἐπισταμένους, προβαλλομένους τὰς ἰδέας, ἤδη δὲ καὶ τὰς μετεμψυχώσεις συνεσκιασμένως πως καὶ ἄλλ᾿ ἄττα ὁμοιότροπα καὶ παραπλησίως τούτοις
ἀλλόκοτα. καὶ τις γὰρ λόγου μετέχων οὐ παρῆν, τοῦ ἱεροῦ ζεύγους τοσοῦτον περὶ τὴν τῶν θείων λόγων ἐξερεύνησιν διὰ πάσης νυκτὸς καὶ ἡμέρας διαπονουμένων, τοὺς ἐμούς φημι τοκέας καἰ βασιλεῖς ἀλλά τι μικρὸν παραδιηγήσομαι· δίδωσι 147 γάρ μοι τοῦτο νόμος ῥητορικός. μέμνημαι τῆς μητρὸς
καὶ βασιλίδος πολλάκις, ἀρίστου προκειμένου, βίβλον ἐν χεροῖν φερούσης καὶ τοὺς λόγους διερευνωμένης τῶν δογματι-
τοσοῦτον ὕψος ἀπέβλεψας; ἔγωγε τρέμω, καὶ οὐδ’ ἄκροις ὦσιν ἀποτολμῶ τούτων ἐπαίειν. τὸ γὰρ πάνυ θεωρητικόν τε καὶ νοερὸν τοῦ |ἀνδρός, ὥς φασιν, ἴλιγγον παρέχεται ἀναγινώσκουσιν." ἡ δὲ μειδιάσασα ἔφη “ἐπαινετὴν οἴδα τὴν 150 δειλίαν ταύτην καὶ οὐδ’ αὐτὴ ἀτρέμας ταῖς βίβλοις ταύταις
πρόσειμι. ἀλλ’ ὅμως ἀποσπᾶσθαι τούτων οὐ δύναμαι. σὺ δέ μοι μικρὸν ἀνάμεινον, καὶ ταῖς ἄλλαις ἐγκυψασα βίβλοις πρότερον, καὶ τῆς τούτων ἀπογεύσει ἡδύτητος." ἔτρωσέ μου τὴν καρδίαν ἡ τῶν ῥηθέντων μνήμη, καὶ ὥσπερ εἰς πέλαγος ἄλλων διηγημάτων ἐμπέπτωκα. ἀλλὰ με θεσμὸς ἱστορίας
ἀπείργει· ἔνθεν τοι καὶ πρὸς τὰ κατὰ τὸν Ἰταλὸν ἀνατρεχέτω ὁ λόγος. έν τούτοις οὖν τοῖς ἄνωθεν ῥηθεῖσιν αὐτοῦ μαθηταῖς ἀκμάζων ὁ Ἰταλός, πᾶσι καταφρονητικῶς προσ- 151 ἐφέρετο, τοὺς πολλοὺς τῶν ἀνοήτων πρὸς ἀνταρσίας ἀνακινῶν καὶ τυράννους ἐκ τῶν οἰκείων μαθητῶν οὐκ ὀλίγους ἀποκαθιστάς.
καὶ εἶχον πολλοὺς προσφέρειν, εἰ μὴ ὁ χρόνος με τὴν μνήμην ἀφείλετο. ἀλλὰ ταῦτα μὲν ἦσαν πρὸ τοῦ ἀνἀ-
ἀναχωννύειν ἠπείγετο, καὶ τοὺς ὅσοι περὶ τὰ μαθήματα ἐπιρρεπῶς εἶχον, ἦσαν γάρ τινες καἰ οὗτοι βραχεῖς καὶ μέχρι 153 τῶν Ἀριστοτελικῶν ἑστηκότες προθύρων,) τούτους πρὸς μάθησιν ὀτρύνων οὐκ ἐνεδίδου, προηγεῖσθαι δὲ τὴν τῶν θείων βίβλων μελέτην τῆς Ἑλληνικῆς παιδείας ἐπέτρεπε. τὸν δὲ Ἰταλὸν
εὑρηκὼς τὰ πάντα μεστὰ ποιούμενον καὶ ἐξαπατῶντα, τῷ σεβαστοκράτορι Ἰσαακίῳ τὴν τούτου δοκιμασίαν ἀνέθετο· ἀνὴρ δὲ οὑτος φιλολογώτατος κὼ μεγαλεπη- ολώτατος. καὶ ὃς οὕτως ἔχοντα τὸν ἄνδρα εὑρηκὼς, δημοσίᾳ ἤλεγξε παραστήσας εἰς μέσον, εἶθ᾿ οὕτω τῇ ἐκκλησίᾳ 154
ταρέπεμψε κατὰ κέλευσιν τοῦ ἀδελφοῦ καὶ βασιλέως. ἐπεὶ ἑ τὴν ἑαυτοῦ ἀπαιδευσίαν κρύπτειν οὐχ οἷός τε ἦν, κἀκεῖσε 155 ἔκφυλα τῆς ἐκκλησίας δόγματα ἐξηρεύξατο καὶ εἰς μέσους τοὺς τῆς ἐκκλησίας λογάδας κωμῳδῶν οὐκ ἐπαύετο καὶ ἀλλ’ ἄττα ποιῶν ἤθους ἀπαιδεύτου καὶ βαρβαρικοῦ, προέδρου
ὄντος τῆς ἐκκλησίας τηνικαῦτα Εὐστρατίου τοῦ Γαριδᾶ· ὅς
πρὸς τὴν ἐκκλησίαν συγκεκίνητο, τὸν Ἰταλὸν ἀναζητοῦντες. καἰ τάχα ἂν ἀφ’ ὕψους εἰς μέσον τῆς ἐκκλησίας ἔρριπτο, εἰ μὴ λαθὼν ἐκεῖνος εἰς τὸν ὄροφον τουτουῒ τοῦ θείου τεμένους ἀνελθών, ἔν τινι φωλεῷ ἑαυτὸν συνεκάλυψεν. ὡς δὲ τὰ παρ’ ἐκείνου κακῶς δογματισθέντα πολλοῖς τῶν περὶ
τὰ ἀνάκτορα ἐθρυλλεῖτο, καὶ μεγιστᾶνες οὐκ ὀλίγοι διεφθά- 158 ρησαν ὑπὸ τῶν φθοροποιῶν τούτου δογμάτων, καἰ μεγάλως ἡ τοῦ βασιλέως ψυχὴ διὰ τοῦτο ἐδάκνετο, εἰς ἕνδεκα τινα κεφάλαια τὰ δογματισθέντα κακῶς παρὰ τοῦ Ἰταλοῦ συνεκεφαλαιώσαντο καὶ τῷ βασιλεῖ ἐξαπέστειλαν. ὁ δὲ αὐτοκράτωρ
αὐτὰ ταῦτα τὰ κεφάλαια τὸν Ἰταλὸν ἀναθεματίσαι ἐπ’ ἄμβωνος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐκέλευσεν ἀνακεκαλυμμένῃ τῇ τοῦ πλήθους ἅπαντος ἀκροωμένου καὶ ἐπιλέγοντος αὐτοῖς τὸ ἀνάθεμα. ὡς οὖν ἐγένετο ταῦτα, καὶ ὁ Ἰταλὸς ἀκάθεκτος ἦν καὶ πάλιν ἐν πολλοῖς τὰ τοιαῦτα ἔλεγεν ἀναφαν-
159
τὸ δὲ ἐκείνου ὄνομα πλαγίως πως καὶ ὑποκεκρυμμένως καὶ οὐδὲ τοῖς πολλοῖς γνωρίμως ὑπάγεται τῷ ἐκκλησιαστικῷ ἀναθέματι. καὶ γὰρ οὗτος ἐν ὑστέροις καιροῖς μετεβέβλητο περὶ τὸ δόγμα, καὶ ἐφ’ οἶς ποτὲ ἐπεπλάνητο, μεταμεμέλητο. ἠρνεῖτο δὲ καὶ τὰς μετεμψυχώσεις καὶ τὸ
ὑβρίζειν τὰς σεπτὰς εἰκόνας τῶν ἁγίων, καὶ τὸν περὶ τῶν ἰδεῶν λόγον μεθερμηνεύειν πως πρὸς τὸ ὀρθόδοξον ἔσπευδε, 161 καὶ δῆλος ἦν καὶ αὐτὸς καταγινώσκων ἑαυτοῦ ἐφ’ οἶς πρώην τοῦ εὐθέως μετετέτραπτο.
Alexias. Anna Comnena. ed. Ludwig Schopen, ed. B.G. Niebuhr. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.