ΑΛΕΞΙΑΣ Δ.
ALEXIADIS LIBER IV.
πολλὴν τοῦ διὰ θαλάττης πολέμου ἐχόντων , τὸ ναυτικὸν αὐτοῦ διεπλωίζετο. περιστοιχισθέντες οὖν οἱ του Δυρραχίου ἐντὸς ἐξ ἑκατέρου μέρους, θαλάττης φημὶ καὶ ἠπείρου , καὶ ἀπειροπληθεῖς τὰς τοῦ Ῥομπέρτου ὁρῶντες δυνάμεις καὶ πάντα λόγον ὑπερβαινούσας, μεγίστῳ δέει συνείχοντο. ὁ δέ γε
Παλαιολόγος Γεώργιος γενναῖος ὢν ἀνὴρ καὶ στρατηγικὴν 5 πᾶσαν ἐξησκημένος , μυρίους δὲ πολέμους ἀγωνισάμενος κατὰ τὴν ἕω καὶ νικητὴς ἀναδειχθείς, ἀκατάπληκτος ὢν τὴν πόλιν κατωχύρου , τάς τε ἐπάλξεις κατασκευάζων κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος, καὶ λιθοβόλοις τὰ τείχη καταπυκνῶν
μηχανήμασι, τούς τε ἀναπεπτωκότας τῶν στρατιωτῶν ἀνακτώμενος , καὶ σκοποὺς δι᾿ ὅλου καταστήσας τοῦ τείχους. καὶ αὐτὸς δὴ περιπολεύων διὰ πόσης νυκτὸς καὶ ἡμέρας ἐπαγρυπνεῖν τοὺς φυλάσσοντας παρεκελεύετο. τηνικαῦτα δὲ καί διὰ γραμμάτων τὴν τοῦ Ῥομπέρτου ἔφοδον ἐδήλου τῷ αὐτοκράτορι,
6 καὶ ὅτι τὴν πόλιν πολιορκήσων τὸ Δυρράχιον οἱ δὲ ἐντὸς ὁρῶντες τὰς ἔξωθεν ἑλεπόλεις καὶ τὸν
ἔξωθεν τοῦ στρατοπέδου περιζωσθεῖσαν, καὶ τοὺς ἁπανταχόθεν συρρέοντας συμμάχους πρὸς τὸν Ῥομπέρτον, καὶ τὰς παακειμένας πόλεις ἐξ ἐπιδρομῆς πορθουμένας, καἰ τὰς καλύβας ἐκεῖθεν καθεκάστην πολλαπλασιαζομένας , δέει συνείχοντο, διαγινώσκοντες ἤδη τὸν σκοπὸν τοῦ δουκὸς Ῥομπέρτου, 8
θὼς οὐκ ἔπι τῷ πόλεις καἰ χώρας δῃώσασθαι καὶ λείαν πολλὴν ἐκ τούτων συγκομισάμενος αὖθις εἰς Ἀπουληΐαν ἐπαναστρέψαι, ὡς ἁπανταχοῦ διεκηρυκεύετο, τὸ Ἰλλυρικὸν πεδίον κατέλαβεν, ἀλλὰ τῆς ἀρχῆς τῆς Ῥωμαίων βασιλείας ἱμειρόμενος, τὸ Δυρράχιον, ὅ φασιν, ἐκ πρώτης ἀφετηρίας πολιορκῆσαι
ἠπείγετο. κελεύει τοίνυν ὁ Παλαιολόγος ἄνωθεν πυθέ- 9 σθαι, ὅτου χάριν παραγέγονεν. ὁ δέ φησιν “ὥστε τὸν τῆς 10 βασιλείας ἔξωσθέτα Μιχαὴλ τὸν ἐμὸν κηδεστὴν εἰς τὴν ἰδίαν τιμὴν αὖθις ἀποκαταστῆσαι καὶ τὰς εἰς αὐτὸν γεγονυίας ὔβρεις ἐπε·ξελθεῖν καί τὸ ὅλον ἐκδικῆσαι αὐτόν." οἱ δέ φασι
πρὸς αὐτόν, ὡς “εἰ τὸν Μιχαὴλ θεασάμενοι γνωρίσομεν προσκυνήσομέν τε εὐθὺς αὐτὸν καἰ τὴν πόλιν παραδῶμεν.’ ταῦτα ἀκούσας ὁ Ῥομπέρτος προστάσσει εὐθὺς τὸν Μιχαὴλ
ὁ δὲ Ῥομπέρτος παρ’ οὐδὲν ταῦτα θέμενος , τοῦ προκειμένου ἔργου εἴχετο. έν ὅσῳ δὲ ταῦτα οἱ τε ἐντός, οἵ τε ἐκτὸς πρὸς ἀλλήλους ἔλεγον , ἄφνω τῆς πόλεως ἐκπηδήσαντές τινες μετὰ τῶν Λατίνων συναίρουσι πόλεμον, καὶ μερικῶς αὐτοὺς καταβλάψαντες αὖθις εἰσῆλθον εἰς τὸ Δυρράχιον.
περὶ δέ γε τοῦ συνεφεπομένου μοναχοῦ τῷ Ῥομπέρτῳ διαφόρου γνώμης ἦσαν οἱ πλείους. οἱ μὲν διεκήρυττον τὸ 13 οἰνοχόον λέγοντες εἶναι Μιχαὴλ βασιλέως τοῦ Δούκα , οἱ δὲ αὐτὸν ἐκεῖνον διεβεβαιοῦντο τὸν αὐτοκράτορα Μιχαὴλ τὸ τοῦ βαρβάρου συμπένθερον , δι’ ὃν καὶ τὸν πολὺν ανείλετο
πόλεμον, ὥς φασιν · ἔνιοι δὲ διενίσταντο ἀκριβῶς εἶδέ ὅτι σκῆψις ἦν τὸ ὅλον τοῦ Ῥομπέρτου. οὐ γὰρ αὐτόμολος εἰς αὐτὸν ἐκεῖνος ἐληλύθει, ἀλλ’ ἐπεὶ ἀπὸ ἐσχάτης πενίας καὶ τύχης ἀφανοῦς διὰ δραστηριότητα φύσεως καὶ φρονήματι ὄγκον πασῶν τῶν κατὰ τὴν Λογγιβαρδίαν πόλεων καὶ χωρῶν
καὶ αὐτῆς τῆς Ἀπουληΐας ἐγκρατὴς γεγονὼς κύριον ἑαυτὸν κατέστησεν ὡς ὁ λόγος ἄνωθεν φθάσας ἱστόρησε, μετ᾿ οὐ
γὰρ πᾶς φιλοχρήματος, ἐπειδὰν ἀρχῆς δράξοιτο γαγγραίνης 16 οὐδὲν διενήνοχεν, ἥτις ἐπειδὰν σώματος ἐπιλάβοιτο, οὐδαμῶς ἵσταται, μέχρις ἂν τὸ ὅλον διαπορευομένη λυμήνηται.
περάσας ὡς ὁ λόγος φθάσας ἐδήλωσε,) καὶ τοσούτω κλύδωνι καὶ ναυαγίῳ κατασχεθεὶς καὶ οἵᾳ θεομηνίᾳ περιπεσών, οὐχ ὑπεστάλη, ἀλλὰ τὸν Αὐλῶνα μετὰ τῶν δὺν αὐτῶ συνελθόντων ἐξ ἐφόδου κατέσχε, καὶ ὅπως αὖθις ἁπανταχόθεν ἀπειροπληθεῖς δυνάμεις ἐς αὐτὸν συρρέουσι νιφάσιν ἐοικυῖαι
χειμερίῃσι, καὶ οἱ κουφότεροι τὸν ψευδώνυμον ἐπ’ ἀληθείας 17 Μιχαὴλ εἶναι τὸν βασιλέα πιστεύοντες προσέρχονται τῷ Ῥομπέρτῳ, 18 ἐδεδίει πρὸς τὸ τῆς ὑποθέσεως ἀποβλέπων μέγεθος. ναὶ τὰς ὑπ᾿ αὐτὸν δυνάμις μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Ῥομπέρτου σωζούσας κατανοῶν , δέον ἔκρινεν ἐκ τῆς ἑῴας τοὺς
Τούρκους μετακαλέσασθαι , καὶ τηνικαῦτα περὶ τούτου δηλοῖ τῷ σουλτάνῳ. ἀλλὰ καὶ τοὺς Βενετίκους προσκαλεῖται δι’ ὑποσχέσεων κω δώρων , ἀφ’ ὦν, ὥς φασι, καὶ τὸ βένετον
πόλεμον. καὶ εἰ κατὰ τὰ διαμηνυθέντα αὐτοῖς ποιήσαιεν, εἴτε θεοῦ ἐπαρήγοντος τὴν νικῶσαν σχοῖεν , εἴτε ὁποῖα συμβαίνειν εἴωθεν,) ἡττηθεῖεν , ἐκεῖνα αὐτὰ λήψονται κατὰ τὰ ὑπεσχημένα, ὥπερ εἰ κατὰ κράτος ἐνίκησαν. ἀλλὰ καὶ ὁπόσα τῶν θελημάτων αὐτῶν μὴ ἐπισφαλῆ τῇ τῶν Ῥωμαίων ἀρχῇ
εἶεν , ἀποπληρωθήσονται διὰ χρυσοβούλλων λόγων ἐμπεδωθέντα. οἱ δὲ τούτων ἀκούσαντες πάντα ὅσαπερ ἤθελον αὐθις 21 διὰ πρέσβεων ἐξαιτησάμενοι , τὰς ὑποσχέσεις βεβαίας λαμβάνουσι. τηνικαῦτα τοίνυν στόλον εὐτρεπίσαντες διὰ παντοίου εἴδους πλοίων , τὸν πρὸς Δυρράχιον ἀπόπλουν ἐποιοῦντο σὺν
εὐταξίᾳ πολλῇ. καὶ πολλοὺς κελεύθους διανη·ξάμενοι, κατέλαβον τὸ ἐπ’ ὀνόματι τῆς ὑπεραμώμου θεοτόκου πάλαι ἀνοικοδομηθὲν τέμενος εἰς τόπον Παλλία καλούμενον ἀπέχοντα τῆς παρεμβολῆς τοῦ Ῥομπέρτου, ἔξωθεν τοῦ Δυρραχίου κειμένης, ὡσεὶ σταδίους ὀκτωκαίδεκα. θεασάμενοι δὲ τὸ ναυτικὸν
22 τοῦ Ῥομπέρτου ἐκεῖθεν τῆς πόλεως Δυρραχίου
τὸν Ῥαμπέρτον. οἱ δὲ εἰς νέωτα τὴν εὐφημίαν ἀνήρτων. ἑσπέρας δὲ καταλαβούσης, ἐπεὶ οὐκ ἐνῆν αὐτοῖς ταῖς ἀκταῖς προσπελάσαι, νηνεμίας οὔσης, συναρτήσαντες τὰ μείζονα τῶν πλοίων καλωδίοις τε δεσμήσαντες καὶ τὸν λεγόμενον πελαγολιμένα συναπαρτίσαντες, πύργους τε ξυλίνους ἐν τοῖς
ἰστοῖς αὐτῶν οἰκοδομήσαντες, διὰ καλωδίων ἀνήγαγον ἐν αὐτοῖς 24 τὰ ἑκάστῳ αὐτῶν συνεφεπόμενα μικρὰ ἀκάτια. ἐντὸς δὲ τἄν τοιούτων ἄνδρας ἐνόπλους εἰσαγαγόντες , ξύλα τε παχύτατα εἰς μέρη διατεμόντες, οὐκ εἰς πλεῖον πήχεως ἑνός , σιδηρέους ἥλους ἀυτῶν ἐμπήξαντες ἐν αὐτοῖς, τὴν τοῦ Φραγγικοῦ
στόλου ἐξεδέχοντο ἔλευσιν. ἡμέρας δὲ ἤδη αὐγαζούσης , καταλαμβάνει ὁ Βαϊμοῦντος τὴν εὐφημίαν ἐξαιτούμενος. τῶν δὲ εἰς τὸν πώγωνα αὐτοῦ ἐφυβρισάντων, τοῦτο ὁ Βαϊμοῦντος μὴ ἐνεγκών, αὐτὸς πρῶτος κατ’ αὐτῶν ἐξορμήσας , τοῖς μεγί- 25 στοις τῶν αὐτῶν πλοίων προσεπέλασεν, εἰτα καὶ ὁ λοιπὸς 26
στόλος. καρτεροῦ δὲ πολέμου συρραγέντος, ἔπει ὁ Βαϊμοῦντος καρτρώτερον αὐτοῖς ἐπεμάχετο, ἕν τῶν εἰρημένων ξύλωρ
εἰς κίνδυνον ἤδη ἐληλακώς, εἰς έν τῶν αὐτοῦ πλοίων εἰσπηδήσας, εἰσεῖσιν. ἐπὶ πλέον δὲ θαρρήσαντες οἱ Βενέτικοι καὶ 28 τὴν κατ’ αὐτῶν μάχην θαρραλεώτερον συνάψαντες καὶ τελείως κατατροπωσάμενοι τούτους, ἐδίωξαν ἄχρι τῆς τοῦ Ῥομπέρτου σκηνῆς. ἅμα δὲ τῷ τῇ χέρσῳ πελάσαι , εἰσπηδήσαν-
τες ἄλλον πόλεμον μετὰ τοῦ Ῥομπέρτου συνάπτουσι. τούτους θεασάμενος ὁ Παλαιολόγος, ἐξελθὼν καὶ αὐτὸς ἀπὸ τοῦ κάστρου Δυρραχίου μαχόμενος ἥν μετ᾿ αὐτῶν. καρτεροῦ γοῦν γεγονότος πολέμου καὶ μέχρι τῆς Ῥομπέρτου παρεμβολῆς φθάσαντος, ἐκεῖθεν ταύτης πολλοὶ ἐδιώχθησαν, πολλοὶ
δὲ καὶ παρανάλωμα ξιφῶν γεγόνασιν. οἱ δὲ Βενέτικοι λείαν πολλὴν ἀφελόμενοι, εἰς τὰ ἴδια πλοῖα παλινοστήσαντες εἰσῄεσαν 29 ὁ δὲ Παλαιολόγος εἰς τὸ κάστρον αὖθις εἴσεισιν. ἡμέρας γοῦν τινὰς οἱ Βενέτικοι διαναπαυσάμενοι , ἀποστέλλουσι πρὸς τὸν βασιλέα πρέσβεις διαμηνύοντες τὰ γεγονότα. ὁ δὲ
φιλοφρονησάμενος αὐτούς, ὡς εἰκός, καὶ μυρίων εὐεργεσιῶν ἀξιώσας ἀπέλυσεν, ἀποστείλας μετ’ αὐτῶν χρήματα ἱκανὰ πρός τε τὸν δσῦκα Βενετίας καὶ τοὺς ὑπ’ αὐτὸν ἄρχοντας.
καὶ τοὺς τά πρὸς χρείαν αὐτῷ ἐκεῖθεν κομίζοντας ὅ τε Ῥωμαϊκὸς καὶ ὁ τῶν Βενετίκων στόλος, τὸν ἀναμεταξὺ πορθμὸν ἐπιμελῶς τηροῦντες. ὡς δὲ τὸ ἔαρ ἤδη παρῆν καὶ ὁ θαλάτ- τιος κλύδων ἐπέπαυτο, πρῶτον μὲν οἱ Βενέτικοι λύσαντες τὰ πρυμνήσια κάτα τοῦ Ῥομπέρτου ἐξώρμησαν· ἐχομένως δὲ
οτούτοις ὁ Μαύριξ μετὰ τοῦ Ῥωμαϊκοῦ ἀπέπλευσε στόλου. καὶ συναίρεται πόλεμος ἐντεῦθεν βαρύτατος, καὶ οἱ τοῦ Ῥομπέρτου τὰ νῶτα διδόασιν. εἶτα δεῖν ἔγνω ὁ Ῥομπέρτος ἅπαντα τὸν αὐτοῦ στόλον ἑλκύσαι εἰς τὴν χέρσον. οἱ δὲ νησιῶται καὶ τὰ παρὰ θάλατταν τῆς ἡπείρου πολίχνια καὶ ὁπόσοι ἄλλοι 32
φόρους παρεῖχον τῷ Ῥομπέρτῳ, τεθαρρηκότες διὰ τὰ συμπεσόντα αὐτῷ, οὐχ ἑτοίμως τὰ ἐπιτεθέντα βάρη ἐδίδουν, τὴν αὐτοῦ κατὰ θάλατταν μαθόντες ἧτταν. δεῖν οὖν οὖν ἔγνω πλείονι περιεργίᾳ πολέμου χρήσασθαι καὶ διά τε καὶ ἡπείρου μάχεσθαι. ἐπεὶ δὲ οὐκ ἐνῆν τὰ κατὰ γνώμην
εἰς ἔργον προάγειν, δεδιὼς τὸ ναυάγιον, ἀνέμων μεγάλων τηνικαῦτα πνεόντων, ἐγκαρτερήσας ἔπι δυσί μησὶ πρὸς τὸν
ἐπιχειροῦντας διαπερᾷν ἀπεῖργεν. ὡς δὲ οὐδ᾿ ἄπο τῆς ἠπείρου ῥοῦ ῥᾳδίως ἐνῆν τὰ πρὸς χρείαν κομίζεσθαι περὶ τὸν Γλυκὺν ποταμὸν αὐλιζομένοις αὐτοῖς, τῶν ἐκ τοῦ Δυρραχίου ἀπειργόντων τοὺς χορταγωγίας χάριν ἢ συγκομιδῆς ἑτέρῳ 36 ἐξιόντας τῆς τοῦ Ῥομπέρτου ταφρείας, λιμώττειν ἐντεῦθεν
τούτοις συνέβαινεν ἀλλὰ καὶ τὸ ἄηθες τοῦ τόπου μεγάλως αὐτοὺς ἐλυμαίνετο. διὰ παραδρομῆς τοίνυν μηνῶν τριῶν ὡς λέγεται, φθορὰ γέγονεν ἀνδρῶν εἰς χιλιάδας δέκα συμποσουμένων. ἡ δὲ νόσος αὕτη καὶ τὰς μετὰ τοῦ Ῥομπέρτου ἱππικὰς δυνάμεις καταλαβοῦσα, πολλοὺς διέφθειρεν. ἀπὸ
μὲν γὰρ τῶν ἱππέων κόμητες καὶ λογάδες ἀλκιμώτατοι ἄνδρες μέχρι τῶν πεντακοσίων νόσου καὶ λιμοῦ παρανάλωμα γεγόνασι, τῆς δὲ χθαμαλωτέρας τύχης ἱππεὶς ἀναρίθμητοι. τῶν δὲ πλοίων αὐτοῦ εἰς τὸν Γλυκὺν ἐνορμισθέν- 37 των ποταμόν, ὡς εἴρηται, τούτου ὀλιγωθέντος διὰ τὴν ἀνυδρίαν,
ἤδη μετὰ τὸν χειμῶνα καἰ τὸ ἐπιγεγονὸς ἔαρ τοῦ
ἐκέλευε πήγνυσθαι τοῦ ποταμοῦ, παμμεγέθη δὲ τοὺτους διὰ λύγων πυκνῶν, εἶτα δένδρη παμμεγέθη κόπτοντας ῥιζόθεν ὄπισθεν αὐτῶν καταστρωννύειν, ψάμμον ἐπιπάττοντας ἄνωθεν, ὡς εἰς ἕνα τὸ ὕδωρ συλλείβεσθαι τόπον, ὥσπερ εἰς διώρυχα μίαν τὴν ἐκ τῶν πασσάλων γεγοο
νυῖαν συναθροιζόμενον. καὶ κατὰ μικρὸν ἀναλιμνάζον τὸ 39 ὕδωρ τὴν κρηπῖδα πᾶσαν ἐπλήρου τοῦ ποταμοῦ καὶ εἰς βάθος ἀξιόλογον ἤρχετο, ἕως τὰς ναῦς ἀνεκούφισε καἰ τὰς τέως ἐρηρεισμένας νῆας τῇ γῇ ἀνέσχε τε καὶ ἀκρόπλους ἐποίησε. καὶ τὸ ἀπὸ τοῦδε εὐπλοΐας ἐπιδραξάμενα τὰ πλοῖα, εὐκόλως
πρὸς τὴν θάλασσαν εἱλκύσθησαν.
τε καὶ θάλατταν μήτε τῆς ἥττης ἐκείνης, ἣν ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας ἐπεπόνθει· καὶ ὡς χρὴ μὴ μέλλειν, ἀλλὰ θᾶττον τἀς δυνάμεις ἐπισυναγαγόντα ἑνωθῆναί
διασκεδάζειν τε καὶ φρουρεῖν τὰ βασίλεια καἰ τὴν πό- 43 λιν, ἅμα καἰ τὸ τῶν γυναικῶν φιλοπενθὲς ἀνακτώμενον τὸ δέ γε εἰς τὴν μητέρα ἧκον, οὐδεμιᾶς, ὡς οἶμαι, βοηθείας ἐδεῖτο, ῥωμαλαιοτάτης καθισταμένης ἐκείνης καὶ ἄλλως μεταχειρίζεσθαι τὰ πράγματα δεξιωτάτης. τοιγαροῦν τὸ γράμμα
ὁ Πακουριανὸς ἀνελίξας, τηνικαῦτα ὑποστράτηγον προχειρίζεται Νικόλαον τὸν Βρανᾶν, ἄνδρα γενναῖον καὶ πολλὴν ἐμ- 44 πειρίαν ἔχοντα περὶ τὰ πολεμικά· ὁ δὲ μετὰ τοῦ ὁπλιτικοῦ παντὸς καὶ τῶν μείζονος τύχης τῆς Ὀρεστιάδος σπουδαίως ἔξεισιν, ἑνωθῆναι τῷ βασιλεῖ ἐπειγόμενος. ἐφθακὼς δὲ καἰ
ὁ αὐτοκράτωρ εὐθὺς εἰς πολέμου σχῆμα τὸ ὁπλιτικὸν ἅπαν κατέστησεν, ἡγεμόνας τῶν λογάδων ἐπιστήσας ἄνδρας γενναιοτάτους, παρακελευσάμενος οὕτω τῆς ὁδοιπορίας ἔχεσθαι, οὑπερ ὁ τόπος αὐτοῖς τοῦτο δίδωσιν, ἵνα τὸ σχῆμα τῆς παρατάξεως διαγνόντες καὶ τὸν ἔδιον ἕκαστος γνωρίσας τόπον, ἐν
τῷ καιρῷ τῆς μάχης ἀσύγχυτοι μένωσι, καὶ μὴ ῥαδίως μεταφέροιντο καὶ ὡς ἔτυχεν. ἐξῆρχε μὲν οὖν τοῦ τῶν ἐἐξκου-
ἀκατάπληκτος ἐν μάχαις, οὐκ ἐλευθέρας μὲν ὢν τύχης ἐκ προγόνων· καὶ γὰρ ὁ πατὴρ αὐτοῦ Σαρακηνὸς ὢν ἐκ· προνομῆς περιῆλθε τῷ πρὸς πατρὸς ἐμῷ πάππῳ Ἰωάννῃ τῷ Κομνηνῷ. τῶν δέ γε Μανιχαίων πρὸς τοῖς ὀκτακοσίοις εἰς δισχιλίους ποσουμένων ἡγεμόνες ἦσαν ὁ Ξαντᾶς καὶ ὁ Κουλέων,
τῆς αὐτῆς αἱρέσεως καὶ οὗτοι· ἄνδρες ἅπαντες οὗτοι μαχιμώτατοι καὶ αἵματος ἀπογεύσασθαι τῶν ἐχθρῶν καιροῦ καλοῦντος ἑτοιμότατοι, καὶ πρός γε ἔτι καὶ ἰταμοὶ καἰ ἀναίσχυντοι· 47 τῶν δέ γε οἰκειοτέρων αὐτῷ (βεστιαρίτας ἡ καλεῖ,) καὶ τῶν Φραγγικῶν ταγμάτων ὁ Πανουκωμίτης
καὶ Κωνσταντῖνος ὁ Οὐμπερτόπουλος, ἐκ γένους τὴν ἐπωνυμίαν λαχών. οὕτως οὖν τὰ τάγματα καταστήσας, πανστρατὶ στρατὶ κατὰ τοῦ Ῥομπέρτου ἐξώρμησε. συναντήσας δέ τινι ἐκεῖθεν ἐξερχομένῳ, περὶ τῶν κατὰ τὸ Δυρράχιον πυθόμενος σαφέστερον ἐμεμαθήκει, ὅτι ὁ Ῥομπέτος κινήσας πάντα
καὶ καιρίως ἐν διαφόροις τοῦ σώματος τόποις ἐπλήγη, καὶ μᾶλλον περὶ τòν κρόταφον, βέλους διελθόντος. ὁ βιαζόμενος ἐξελεῖν καὶ μὴ δυνηθεὶς, μετακαλεσάμενός τινα τῶν ἐμπείρων, περιεῖλε τὰ ἄκρα, τόν τε στύρακά φημι καὶ οὑ 50 τὸ βέλος πτερύσσεται, τὸ δ’ ἐπίλοιπον μέρος τῷ τόπῳ τῆς
πληγῆς ἐναπέμεινε. δεσμήσας δὲ τὴν κεφαλήν ὡς ὁ καιρὸς ἐνεδίδου, αὖθις ἐς μέσους τοὺς ἐναντίους ἑαυτὸν ὠθήσας, μαχόμενος μέχρι δείλης ἑσπέρας ἀκλόνητος ἕστατο. ταῦτα ἀκηκοὼς ὁ βασιλεὺς καὶ διαγνοὺς ἀρωγῆς ταχείας τοῦτον δεῖσθαι, ἐπέτεινε τὴν ὁδοιπορίαν. καταλαβὼν δὲ τὴν Θεσσαλονικήν,
διὰ πολλῶν ἐπὶ πλέον τὰ κατὰ τὸν Ῥομπέτον ἐβε- 51 βαιοῦτο. καὶ γὰρ ἕτοιμος ὢν ὁ Ῥομπέτος καὶ γενναίους μὲν παρετοιμάσας στρατιώτας, πολλὴν δὲ καὶ ὕλην κατὰ τὴν πεδιάδα συναθροίσας τοῦ Δυρραχίου, τὴν παρεμβολὴν κατέ- 52 θετο ὡσεὶ τόξου βολὴν τῶν τειχῶν τούτου ἀπέχουσαν· πολ-
53
μόσυνα, καὶ τοῖς τείχεσιν ἐπιθεὶς νάφθαν καὶ πίσσαν ἴω ξηρῶν ξύλων σχίδακας καὶ λιθοβόλα ὄργανα, τὴν τοῦ πολέμου συμβολὴν ἐκαραδόκει. προσδόκιμον δὲ τὸν Ῥομπέρτον ἔχων ἐς νέωτα, ὅν προφθάσας ἡτοίμασεν ἐντὸς ξύλινον πύργον κατευθὺ τοῦ ἔξωθεν ἐρχομένου πύργον καταστήσας
δι’ ὅλης νυκτὸς δοκιμασίαν ἐπεποίητο τοῦ ἄνωθεν τούτου 54 δοκοῦ, ἒν προβάλλεσθαι ἔμελλον κατὰ τῶν θυρέτρων τοῦ μόσυνος τοῦ ἔξωθεν ἐνηνεγμένου, εἰ ῥᾷστά τε κινοῖτο καὶ ἀντιπρόσωπος ἀντιπίπτων ταῖς θύραις οὐκ εὐκόλως ἀνοίγνυσθαι ξυγχωρήσειεν. διαγνοὺς δὲ ὡς εὐπετῶς τὸ ξύλον ὐθεῖται
καὶ εὐστοχήκει τοῦ πράγματος, ἀπεθάρρησεν ἤδη πρὸς τὸν ἐλπιζόμενον πόλεμον. τῇ μετ’ αὐτὴν δὲ σιδηροφορῆσαι κελεύσαντος τοῦ ῾Ρομπέρτου ἅπαντας καὶ ἐντὸς τοῦ πύργου τε καὶ ἱππεῖς ὁπλοφόρους ὡσεὶ πεντακοσίους εἰσαγα- 55 γόντος, ἐπεὶ τῷ τείχει τοῦτον προσπελάσαντες ἤδη τὴν ἄνωθεν
οὖσαν θύραν ἀναπεταννύειν ἠπείγοντο, ὡς γεφύρᾳ ταύτῃ χρησόμενοι πρὸς τὴν τοῦ κάστρου εἰσέλευσιν, ὁ Παλαιολόγος
οὐκ ἀνίει· οἱ δὲ τὰς βολὰς μὴ φέροντες ἐκρύπτοντο. κελεύει τοίνυν ἐμπρησθῆναι τὸν πύργον καὶ οὔπω πᾶν εἴρητο ἔπος, καὶ εὐθὺς ἔργον ἡ τοῦ πύργου πυρκαϊὰ ἐγένετο. καὶ οἱ μὶν ἄνωθεν ἐκρημνίζοντο, οἱ δὲ κάτωθεν ἀνοίξαντες τὴν περιπέζιον τοῦ πύργου θύραν ἔφευγον. τούτους δὲ φεύγοντας
γοντας ὁρῶν ὁ Παλαιολόγος, τηνικαῦτα γενναίους ἄνδρας ὁπλοφόρους ἐξάγει διὰ τῆς πυλίδος τοῦ κάστρου καὶ ἑτέρους μετὰ ἀξινῶν, ὡς ἂν δι᾿ ἀυτῶν ὁ ξύλινος πύργος ἀφανισθῇ. 58 καὶ οὐδὲ τούτου ἠστοχήκει, ἀλλὰ τοῦ πύργου τὰ μὲν ἄνωθεν ἐμπρήσας, τὰ δὲ κάτωθεν διά τινων λαξευτηρίων ὀργάνων
ποδοκοπήσας τελείως ἠφάνισεν.
ἐν ἱεράρχαις μεγίστου Νικολάου ἱδρυμένον τέμενος, τέσσαρας σταδίους τοῦ Δυρραχίου ἀπέχον, καὶ τὴν τοῦ τόπου διεσκοπεῖτο θέσιν, ὥστε τὸν ἐπικαιρότατον τόπον, ὅποι χρὴ τὰς φάλαγγας έν καιρῷ μάχης καταστήστασθαι, προκαταλαβεῖν. πεντεκαιδεκάτη δ’ ἥν τηνικαῦτα τοῦ Ὀκτωβρίου μηνός. αὐχὴν
δὲ ἥν ἀπὸ Δαλματίας διήκων πρὸς θάλασσαν, ἀποτελευτῶν εἰς ἀχρωτήριόν τι ὅπερ οἶον χερρόνησός ἐστιν ἐν ᾦ καὶ τὸ 62 ἤδη ῥηθὲν ᾠκοδόμηται τέμενος. ἠρέμα δὲ τὸ τοῦ αὐχένος πρανὲς συμβάλλον τῇ πεδιάδι πρὸς τὸ Δυρράχιον ἀπονενευκός, ἐξ εὐωνύμου μὲν τὴν θάλασσαν, δεξιόθεν δὲ ὄρος ὑψηλὸν
καὶ ὑπερκείμενον ἔχει. ἐκεῖσε γοῦν τὸ ὁπλιτικὸν ἅπαν συναγαγὼν καὶ τὸν χάρακα πηξάμενος, τηνικαῦτα καὶ τὸν Παλαιολόγον μετεκαλεῖτο Γεώργιον. ὁ δὲ πεῖραν σχὼν τῶν τοιούτων ἐκ μακροῦ, μὴ συμφέρον τοῦτο λογιζόμενος, ἀνένευε τὴν ἐξέλευσιν, αὐτὸ τοῦτο πρὸς τὸν βασιλέα δηλώσας.
ὡς 20 ὡς δ᾿ αὖθις ὁ βασιλεὺς ἐπιμελέστερον τοῦτον 63 φησιν “ἐμοὶ λίαν ὀλέθριον δοκεῖ πολιορκουμένου τοῦ κάστρου ἐξελθεῖν, καἰ εἰ μὴ τὸν δακτύλιον τῆς χειρὸς τῆς σῆς βασιλείας θεάσομαι, οὐκ ἐξελεύσομαι." ἀποσταλέντα δὲ τοῦτον
65 πολεμικὰ πεῖραν ἐκ μακροῦ χρόνου ἐσχηκότων ἐπιμελῶς τοῦτον ἐκώλυον, συμβουλευόμενοι καρτερῆσαι δι’ ἀκροβολισμῶν σπεῦσαι στενοχωρῆσαι τὸν ῾Ρομέρτον, μὴ τῶν ὑπ’ αὐτὸν χορταγωγίας χάριν ἢ προνομῆς τῆς ἰδίας παρεμβολῆς ἐξιέναι, τοῦτο δὲ καὶ τῷ Βοδίνῳ καἰ τοῖς Δαλμάταις
καὶ τοῖς λοιποῖς ἀρχηγοῖς τῶν παρακειμένων χωρῶν παρακελεύσασθαι ρακελεύσασθαι ποιεῖν, διαβεβαιούμενοι, ὡς τοῦτον τὸν τρόπον ῥᾳδίως ὁ Ῥομπέρτος ἡττηθήσεται. οἱ δὲ πλείονες τῶν νεωτέρων τοῦ στρατοῦ τὸν πόλεμον προὐτρέποντο, καὶ πάν- 66 των μᾶλλον Κωνστάντιος ὁ Πορφυρογέννητος καὶ Νικηφόρος
ὁ Συναδηνὸς καὶ ὁ τῶν Βαράγγων ἡγεμὼν Ναμπίτης καὶ αὐτοὶ οἱ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογενοῦς υἱεῖς, ὅ τε Λέων καὶ ὁ Νικηφόρος. ἅμα δὲ καὶ οἱ πρὸς τὸν Ῥομ- 67 πέρτον ἀποσταλέντες ἐπανεληλυθότες, τὰ ἐκείνου πρὸς τὸν 68 βασιλέα ἀπεστομάτιζον· ὡς “ἐγὼ μέν" φησιν “οὐδαμῶς
κατὰ τῆς σῆς βασιλείας ἐξελήλυθα, ἀλλ’ ἐκδικήσων μᾶλλον
ἐπεξήτει κω ἐπιβλαβῆ τῇ Ῥωμαίων ἀρχῇ, ὑπισχνούμενος ἅμα, εἰ τεύξεται τῶν πὰρ αὐτοῦ ζητουμένων, καὶ αὐτὴν τὴν Λογιβαρδίαν ὡς ἀπὸ τοῦ βασιλέως λογίσασθαι; καὶ βοηθεῖν ὁπηνίκα χρεία ἐστιν· τὰ δὲ σκῆψις ἦν, ἵνα δόξῃ δι’ ὦν μὲν 70 αἰτεῖται, αὐτὸς τὴν εἰρήνην θέλειν, ἀδύνατα δὲ λέγων καὶ
μὴ τυγχάνων, τῆς μάχης ἀνθέ·ξεται, εἶτα τὴν τῆς μάχης αἰτίαν τῷ Βασιλεὶ Ῥωμαίων προστρίψειεν· διὰ τοῦτο οὐδὲ πρὸς συμβιβάσεις ἤθελον ἀπονεῦσαι. ἀτελέστατα γοῦν αἰτησάμενος καὶ μὴ τυχών, συγκαλεσάμενος πάντας τοὺς κόμητάς φησι πρὸς αὐτούς· “οἴδατε τὴν παρὰ τοῦ βασιλέως Νικηφόρου
τοῦ Βοτανειάτου γεγονυῖαν ἀδικίαν εἰς τὸν ἐμὸν συμπένθερον, καὶ τὴν ἀτιμίαν ἣν ἡ ἐμὴ θυγάτηρ Ἑλένη ἐπεπόνθει τῆς βασιλείας σιλείας σὺν αὐτῷ ἐξωσθεῖσα. τοῦτο δὲ μὴ φέροντες, εἰς ἐκδίκησιν τούτων κατὰ τοῦ Βοτανειάτου τῆς χώρας ἡμῶν ἐξεληλύθειμεν· 71 ἐκείνου δὲ τῆς ἀρχῆς παραλυθέντος, νῦν πρὸς
βασιλέα ἔχομεν νέον κὼ στρατιώτην γενναῖον. ὑπὲρ τὸν χρó-
καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς ἀπεεριμερίμνως χρᾶσθαι. καὶ ὡς ἔτυχέ, τοὺς δέ γε λοιποὺς τὸ δοκοῦν αὐτοῖς μετ’ εὐ- 73 θύτητος λέγειν πρὸς αὐτόν, ἑπομένους ἅμ. τῇ τοῦ προκριθέντος βουλῇ. καὶ ἰδοὺ ἐγὼ εἶς ἔξ ἁπάντων ἕτοιμος ὢν ὑπείκειν, ᾦ ἂν πάντες προκκρίνητε." πάντες οὖν τὴν βουλὴν
ταύτην ἐπαινέσαντες καὶ καλῶς λέγειν τὸν Ῥομπέρτον φάμενοι, τηνικαῦτα αὐτῷ τῶν πρωτείων παρακεχωρήκασιν ἅπαντες εἰς τοῦτο ὁμογνωμονήσαντες. ὁ δὲ ἀκκιζόμενος οἷον ἀνε- 74 βάλλετο τέως τὴν ἐγχείρησιν· οἱ δὲ μᾶλλον ἐπέκειντο τοῦτο αὐτὸν αἰτοῦντες. ὑπείξας οὖν τῷ φαινομένῳ ταῖς αὐτῶν παρακλήσεσι,
κἄν τούτῳ ὠδίνων ἐκ μακροῦ, λόγους ἐκ λόγων περιέπλεκε, καὶ αἰτίας αἰτίαις συνείρων εὐφυῶς, εἰς ὅπερ ἱμείρετο, ἄκων ἐδόκει τοῖς μὴ εἰς νοῦν βάπτουσιν ἔρχεσθαι. λοιπόν φησι πρὸς αὐτούς· “ἀκούσατε τῆς ἐμῆς βουλῆς, κόμητες καὶ τὸ λοιπὸν τοῦ στρατοῦ. ἐπεὶ τὰς σφῶν πατρίδας
καταλελοιπότες ἐνταυθοῖ παρεγενόμεθα, καὶ ἡ προκειμένη μά-
τῆς μάχης ἀνθέξεσθαι. καὶ εἰ τὴν νικῶσαν ἡμίν ἐπιψηφιεῖται θεὸς, οὐκέτι χρημάτων ἐν χρείᾳ ἐσόμεθα. χρὴ τοιγαροῦν τὰς μὲν σκευὰς ἁπάσας ἐμπρῆσαι, τὰς δὲ ὁλκάδας διατρήσαντας κατὰ τοῦ πελάγους ἀφεῖναι, καὶ οὕτω τὴν μετ’ αὐτοῦ ἀναδέξασθαι μάχην, ὡς τηνικαῦτα γεννηθέντας καὶ τεθνηξομένους."
ἐπὶ τούτοις κατένευσαν ἅπαντες.
νοι, ὅπως μετ’ ἐπιστήμης δημαγωγήσαιεν καὶ στρατεύσοιντο. καὶ ὁ μὲν αὐτοκράτωρ αἴφνης νυκτὸς ἐξ ἑκατέρου μέρους ἐπιπεσεῖν τῇ τοῦ Ῥομπέρτου παρεμβολῇ σκεπτόμενος, τὸ μὲν ἐθνικὸν ἅπαν στράτευμα ἀπὸ τοῦ ὄπισθεν μέρους ἐπέτρεψε προσβαλεῖν διὰ τῶν ἁλυκῶν διελθόντας, καὶ πλείονα τὴν ὁδοιπορίαν
ἀναδέξασθαι αὐτοὺς διὰ τὸ ἀνύποπτον οὐκ ἀπηνήνα-
τὰν ἐπ᾿ ὀνόματι τοῦ μάρτυρος Θεοδώρου πάλαι ἀνοικοδομηθὲν τέμενος κατέλαβε μετὰ παντὸς τοῦ στρατεύματος. καὶ δι᾿ ὅλης νυκτὸς τὸ θεῖον ἔξευμενιζόμενοι, τῶν ἀχράντων καὶ θείων μυστηρίων μετελάμβανον. εἶτα τὰς ἰδίας καταστήσας φάλαγγας, τὴν μέσην εἶχε τοῦ συντάγματος χώραν, τὸ δέ γε
81 πρὸς θάλατταν κέρας τῷ Ἀμικέτῃ ἐπέτρεψε κόμητι, (κόμης δὲ οὗτος τῶν ἐπιφανῶν, γενναῖος καὶ χεῖρα καἰ γνώμην,) θάτερον δὲ τῷ υἱῷ αὐτοῦ Βαϊμούντῳ, τὴν ἐπίκλησιν Σανίσκῳ. τούτων ὁ αὐτοκράτωρ αἰσθόμενος, δεινὸς ὢν τὸ συνοῖσον ἐν ὀξείᾳ εὑρηκέναι ῥοπῇ, μεθαρμοσάμενος ἑαυτὸν πρὸς
τὸ συμπεσόν, αὐτοῦ που κατὰ τὸ πρανὲς παρὰ τὴν θάλασσαν τὰς παρατάξεις κατέστησε. καὶ διελὼν τὰ στρατεύματα, τοὺς μὲν ἐπὶ τὰς σκηνὰς τοῦ ῥομπέρτου ἀπερχομένους βαρβάρους τῆς ὁρμῆς οὐκ ἀνέκοψε, τοὺς δὲ ἐπὶ τῶν ὤμων τὰ ἑτερόκοπα 82 φέροντας ξίφη παρακατασχὼν μετὰ τοῦ σφῶν ἀρχηγοῦ τοῦ
Ναμπίτου, ἀποβάντας τῶν ἵππων, ἔμπροσθεν ἐκ μικροῦ δια-
Νικηφόρον τὸν Μελισσηνὸν ἐπέστησε καὶ τὸν καλούμενον Πακουριανὸν καὶ μέγαν δομέστικον. τὸ δὲ μεσαίτατον αὐτοῦ τε καὶ τῶν πεζῇ βαδιζόντων βαρβάρων ἱκανοὺς εἶχε στρατιώτας τῆς τοξείας εἰδήμονας, οὑς κατὰ τοῦ ῥομπέρτου προεκπέμπειν ηβούλετο, ἐπιτρέψας τῷ Ναμπίτῃ, ὁπηνίκα βούλιντο 84
πρὸς Κελτοὺς ἐξιππάσασθαι καὶ αὖθις ὑποστρέφειν, χώραν αὐτοῖς ἐξ ἐφόδου διδόναι ἐφ᾿ ἑκάτερα σχιζομένους, εἶτα αὖθις συνεχίζεσθαι καὶ συνησπικότας πορεύεσθαι. οὕτω γοῦν τὸ ἅπαν διατυπώσας στράτευμα, αὐτὸς μὶν κατὰ 85 μέτωπον ἵετο τῶν Κελτικῶν στρατευμάτων, τὴν ἠϊόνα παραθέων·
οἱ δὲ ἀποσταλέντες βάρβαροι τὰς ἁλυκὰς διεληλυθότες, ἐπεὶ καὶ οἱ ἐντὸς τοῦ Δυρραχίου τὰς πύλας ἀνεπέτασαν, ωὐτὸ αὐτοῖς τοῦ αὐτοκράτορος ἐπισκήψαντος, ἐν ταὐτῶ ταῖς Κελτικαῖς σκηναῖς προσέβαλλον. κατ’ ἀλλήλων δὲ τῶν δημαγωγῶν 86 ἐρχομένων, ἀποσπάδας ἀποστέλλων ὁ ῥομπέρτος ἱππασίας
ἐκέλευε ποιεῖσθαι, εἴ που ἐκεῖθεν ὑποσῦραί τινας δυνηθεῖεν τοῦ Ῥωμαϊκοῦ στρατεύματος. ἀλλ᾿ ὁ βασιλεὺς πρὸς τοῦτο ἀνεπεπτώκει· ἔπεμπε δὲ μᾶλλον καὶ συχνοὺς τοὺς ἀν-
88 προσέβαλλον. γενναιότερον δ᾿ αὐτῶν ἀντικαταστάντων, παλίνορσοι γεγόνασιν, ἐπεὶ οὐ πάντες λογάδες ἦσαν, καὶ τῇ θαλάσσῃ ἑαυτοὺς ἐπιρρίψαντες ἄχρι τοῦ τραχήλου, ταῖς νηυσὶ τοῦ ῾Ρωμαϊκοῦ καὶ Βεωετικοῦ στόλου πελάζοντες, ἐκεῖθεν ᾐτοῦντο τὴν σωτηρίαν, καὶ παρ’ ἐκείνων οὐ προσεδέχοντο. ἡ
δέ γε Γαΐτα, ὡς λόγος τίς φησιν, ἡ τοῦ Ῥομπέρτου σύνευνος αὐτῷ συστρατευομένη, Παλλὰς ἄλλη κἂν μὴ Ἀθήνη, θεασαμένη τοὺς φεύγοντας, δριμὺ τούτοις ἐνατενίσασα, κατ᾿ αὐτῶν μεγίστην ἀφιεῖσα φωνήν, μονονοὺ τὸ Ὁμηρικὸν ἔπος τῇ ἰδίᾳ διαλέκτῳ λέγειν ἐῴκει “μέχρι πόσου φεύξεσθε; στἧτε,
89 ἀνερες ἔστε.” ὡς δὲ ἔτι φεύγοντας τούτους ἑώρα, δόρυ μακρὸν ἐναγκαλισαμένη, ὅλους ῥυτῆρας ἐνδοῦσα κατὰ τῶν φευγόντων ἴεται. τοῦτο θεασάμενοι καὶ ἑαυτῶν γεγονότες, αὖθις πρὸς μάχην ἑαυτοὺς ἀνεκαλέσαντο. ἐπεὶ δὲ οἱ πελεκυφόροι καὶ αὐτὸς ὁ τούτων ἀρχηρὸς ὁ Ναμπίτης δι’ ἀπειρίαν καὶ
90
μὴ ἀποδέοντες,) κεκοπιακότας τούτους ἤδη καὶ ἀσθμαίνοντας ὁ Ῥομπέρτος θεασάμενος, καὶ τοῦτο ἀπὸ τε τῆς ὀξείας κινήσεως, τοῦ τε διαστήματος βεβαιωθεὶς κω τοῦ ἄχθους τῶν 91 ὅπλων, τινὰς τῶν τούτου πεζῶν ἐπέσκηψε κὰτ· αὐτῶν εἰσπηδῆσαι. δὲ προκεκμηκότες ἤδη, μαλακώτεροι τῶν Κελτῶν
ραίνοντο. πίπτει γοῦν τὸ τηνικαῦτα τὸ βάρβαρον ἅπαν, καὶ τόσοι τούτων ἐσώθησαν, πέρι τὸ τέμενος τοῦ ἀρχιστρατήγου Μιχαὴλ προσπεφευγότες, οἱ μὲν καἰ ὁπόσους ἐξεχώρει τὸ τέμενος ἔντος, εἰσῄεσαν, οἱ δὲ ἄνωθεν τοῦ τεμένους ἀνελθόντες εἱστήκεσαν, τὴν σωτηρίαν, ὡς ᾤοντο, ἐκεῖθεν πραγματευσάμενοι.
οἱ δὲ Λατῖνοι πῦρ κατ’ αὐτῶν ἀφέντες, σὺν τῷ τεμένει πάντας κατέκαυσαν. τὸ δέ γε λοιπὸν τῆς Ῥωμαϊκῆς φάλαγγος καρτερῶς πρὸς αὐτοὺς ἀπεμάχοντο. ὁ δὲ 92 ῥομπέρτος καθάπερ τις πτερωτὸς ἱππότης σὺν ταῖς λοιπαῖς δυνάμεσι ἐλᾷ κατὰ τῆς ῥωμαϊκῆς φάλαγγος καὶ ὠθεῖται ταύτην
καὶ εἰς μέρη πολλὰ διασπᾷ. ἐντεῦθεν οἱ μὶν τῶν ἀντικειμένων έν αὐτῷ τῷ πολέμῳ μαχόμενοι πίπτουσιν, οἱ δὲ φυγῇ τὴν ἑαυτῶν ἐπραγματεύσαντο σωτηρίαν. ὁ δέ γε βασιλεὺς Ἀλέξιος καθάπερ τις πύργος ἀκλόνητος ἔμενε, κἂν
καιρῷ βασιλικῆς παρὰ τοῦ πατρὸς ἀξιωθείς· κω ὁ Νικηφόρος μὲν τὴν κλῆσιν, Συναδηνὸς δὲ τὴν ἐπίκλησιν Καλούμενος, ἀνὴρ γενναῖος καὶ ὡραιότατος καὶ σφαδάζων πάντων ὑπερτερῆσαι κατὰ τὴν ἡμέραν ἐκείνην μαχόμενος· μεθ’ ὂν ὁ ἤδη ῥηθεὶς κωνστάντιος πέρι κήδους ἔπι τῇ ἴδια ἀδελφῇ
πολλάκις ὡμίλει· νᾶι μὴν καἰ ὁ τοῦ Παλαιολόγου πατὴρ Νικηφόρος καὶ ἕτεροι τῶν ἐπιφανῶν· πλήττεται γὰρ καὶ ὁ Ζαχαρίας καιρίαν κατὰ τοῦ στέρνου καὶ τὴν ψυχὴν ἅμα τῇ πληγῇ ἐπαφίησι, καὶ ὁ Ἀσπιέτης καὶ πολλοὶ τῶν λογάδων. 96 τῆς δὲ μάχης μὴ διαλυομένης, ἐπεὶ τὸν βασιλέα ἑώρων ἔτι
ἀντικαθιστάμενον, ἀποκριθέντες τινὲς τῶν Λατίνων τρεῖς, ἀφ’ ὦν εἶς ὁ ἤδη ῥηθεὶς Ἀμικέτης ἢν, ὁ δὲ ἕτερος Πέτρος ὁ τοῦ Ἀλίφα, ὡς αὐτὸς ἐκεῖνος ἔλεγεν, ὁ δὲ τρίτος κατ’ οὐδὲν τούτων ἐλάττων, ὅλους ῥυτῆρας ἐνδόντες τοῖς ἵπποις, δόρατα μακρὰ ἐναγκαλισάμενοι, κατ’ αὐτοῦ ἵενται. καἰ ὁ μὲν Ἀμι-
97
τρίτος πλήττει τοῦτον εὐθὺς κατὰ τὸ μέτωπον, ὁ δὲ φρενήρης 98 τε ὢν καὶ ἑδραῖος τὸν νοῦν, μηδὲν ὅλως συγχυθείς, γοργότητι γνώμης ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον σύνεις, ὕπτιον ἅμα τῇ πληγῇ ἑαυτὸν ὡς ἐπ’ οὐρὰν τοῦ ἵππου ἔθετο. καὶ εὐθὺς τὸν χρῶτα τοῦ σώματος μικρὸν παραξέσασα ἡ τοῦ ξίρους
ἀκμή, περὶ τὴν ἀκωκὴν παραποδισθεῖσα τῆς κόρυθος καὶ τὸν συνέχοντα ταύτην ὑπὸ τὴν γένυν ἱμάντα διασπάσασα, ὦσε ταύτην εἰς γῆν. τηνικαῦτα δὲ ὁ μὲν Κελτὸς ἐκεῖνος πααθέει, ὂν ᾤετο κατακρημνίσαι τοῦ ἵππου, ὁ δ’ εὐθὺς ὀρθωθείς, ἐπὶ τῆς ἐφεστρίδος ἑδραῖος ἐκάθητο, μηδὲν τῶν ὅπλων
ἰποβαλών. ἀλλὰ καὶ γυμνὸν τὸ ξίφος κατέχων τῇ δεξιᾶ, 99 τῷ δὲ λύθρῳ τοῦ ἰδίου πεφοινιγμένος αἵματος, καὶ τὴν κεφαλὴν ἀπερικάλυπτον ἔχων καἰ τὴν πυρσὴν καὶ ἡλιῶσαν κόμην περιπλανωμένην ταῖς ὄψεσι καὶ διοχλοῦσαν αὐτόν· ὁ γὰρ ιπος ταραττόμενος καὶ ἀποπτύων τοὺς χαλινοὺς φριμάσσων,
ὢν, ἀτακτότερον ἐμπίπτειν τῷ προσώπῳ τοὺς βοστρύχους παρεσκεύαζεν· ἀλλὰ καὶ ὣς ἑαυτὸν ἀνακαλεσάμενος, ὡς ἐνῆν, τοῖς
συνθήκας· ἐκαραδόκει δέ, ὡς ἔοικεν, ἱν., εἰ μὶν τὴν ῥοπὴν τῆς νίκης τῷ αὐτοκράτορι δοθεῖσαν γνοίη, ἐπιτεθείη καὶ αὐτὸς τοῖς Κελτοῖς, εἰ δὲ τοὐναντίον, ἀτρεμήσῃ τε καὶ ὀπισθόπους γένηται· ταῦτα διαλογιζόμενος, ὡς ἐ·ξ ὦν ἐπε- 102 πράχει δῆλον, καὶ τὴν νικῶσαν ἀπαρτὶ τοὺς Κελτοὺς ἐγνωκὼς
ἔχοντας ἄγευστος πολέμου τὸ παράπαν, οἴκαδε ἐπαναδεδραμήκει· ὁ δὲ αὐτοκράτωρ ταῦτα θεασάμενος καὶ μηδένα 103 τὸν αὐτῷ ἐπαμύνοντα βλέπων, τὰ μετάφρενα καὶ αὐτὸς τηνικαῦτα δίδωσι τοῖς ἐν(??)ντίοις. καὶ οὕτως ἐδίωκον οἱ Λατῖνοι τὸ Ῥωμαϊκὸν στράτενμα.
λογισμοὶ τούτου τὸ ὑπέρογκον ἐξέκαιον φρόνημα. οἱ δὲ εὐψύχως μάλα τοῦτον ἐδίωκον μέχρι τόπου τινὸς παρὰ τῶν
πλευρὰν διὰ τῶν δοράτων, (ἐννέα δὲ ἦσαν ξύμπαντες,) ἐπὶ τὰ θάτερα κλίνουσι. τάχα δ’ ὂν κω ἐπεπτώκει, εἰ μὴ τὸ ξίφος, ὁ τῇ δεξιᾷ κατεῖχε χειρί ἔφθασεν ἐναπερεισθῆναι τῇ γῇ· ναὶ μὴν καὶ ἡ τοῦ μύωπος ἀκμὴ ταῦ ἀριστεροῦ ἐνὑακοῦσα τὸ ἄκρον τῆς ἐφεστρίδος, ὃ ὑπόστρωμα λέγουσιν,
ἀκλινέστερον τὸν ἱππότην ἐποίει. καί αὐτὸς δὲ τῇ λαιᾷ τῆς χαίτης δραξάμενος τοῦ ἵππου, ἀνεῖχεν ἑαυτόν. βοηθεῖται 106 μέντοι ἐκ θείας τινὸς δυνάμεως σωτηρίαν παρ’ ἐχθρῶν αὐτῷ κομιζούσης παραδόξως. ἀναφύει γὰρ δεξιόθεν ἄλλους Κελτοὺς τὰ δόρατα πρὸς ἐκεῖνον ὀρθώσαντας· οἱ κω τὰ
ἄκρα τῶν δοράτων κατὰ τὴν δεξιὰν πλευρὰν ἐμβαλόντες, ὤρθωσάν τε ἀθρόον τὸν στρατιώτην κ·αἰ εἰς τὸ μέσον κατέστησαν. καὶ ἠν ἰδεῖν θαῦμα παράδοξον. οἱ μὲν γὰρ ἐξ εὐωνύμων 107 ἀνατρέπειν ἠπείγοντο, οἱ δὲ ἐκ τῶν δεξιῶν τὰ δόρατα τῇ πλευρᾷ πήξαντες, ὥσπερ τοῖς πρώην ἐναντιούμενοι καὶ ἀντ-
109 ἀθλητικώτατος καἰ πολεμικός, (ἔφθη γὰρ ὅπου τοῦτον τοῦ Βρυεννίου μετὰ τῆς ἐρυθροβαφοῦς ἐφεστρίδος, ὁπότε τοῦτον εἷλεν ἐν τῷ καιρῷ τῆς μάχης, βασιλεύοντος ἴν Νικηφόρου τοῦ Βοτανειάτον,) τὸ δὲ ὅλον εἰπεῖν, ὑπὸ θείας προνοίας ἐμπνευσθείς, πάλλεταί τε εὐθὺς καὶ διαέριος γίνεται
καὶ ἐπ' ἄκρου τῆς εἰρημένης πέτρας ἐφίσταται, ὥσπερ ὑπόπτερος κουφισθεὶς καί, τοῦτο δὴ τὸ τοῦ μύθου, Πεγάσου πτερὰ λαβών· Σγουρίτζην τουτονὶ τὸν ἵππον ὁ Βρυέννιος 110 ὠνόμαζεν. τὰ δὲ τῶν βαρβάρων δόρατα, ὥσπερ κενεμβατήσαντα τὰ μὲν καὶ τῶν χειρῶν τούτων ἐξέπεσον. τὰ δὲ διαπεπαρμένα
τοῖς μέρεσι τοῦ ἐσθήματος τοῦ βασιλέως ἐναπομείναντα, μετεωρισθέντα τῷ ἵππῳ συνηκολούθησαν. ὁ δὲ 111 εὐθὺς ἀποκόπτει τὰ ἐπαγόμενα δόρατα. καὶ οὔτε τεθορύβηται τὴν ψυχὴν έν τοσούτοις δεινοῖς καταστάς, οὔτε συνεθολώθη τοὺς λογισμούς, ἀλλὰ ταχὺ τοῦ συνοίσοντος γίνεται καὶ τὸ παράδοξον ἐκ μέσου αὐτῶν ποιεῖται. οἱ δέ γε Κελτοὶ
ἑνἰ τῶν διωκόντων, διελαύνει τὸ δόρυ τοῖς στέρνοις. 113 ὁ δὲ τηνικαῦτα εἰς γῆν ὕπτιος ἔκειτο. ὁ δὲ βασιλεὺς αὖθις τὰς ἤνιάς στρέψας, εἴχετο τῆς προτέρας ὁδοῦ. συναντᾷ τοίνυν ἀπὸ τῶν ἔμπροσθεν διωκόντων τὰς Ῥωμαϊκὰς δυνάμεις Κελτοῖς οὐκ ὀλίγοις· οἱ δὲ πόρρωθεν τοῦτον θεασάμενοι,
συνησπικότες ἔστησαν, τούς τε ἵππους ἀναψῦξαι βουλόμενοι, ἅμα δὲ καὶ ζωγρῆσαι τοῦτον ἐθέλοντες κἀντεῦθεν ὥσπερ τι λάφυρον τῷ Ῥομπέρτῳ κομίσαι. ὁ δὲ ἅμα μὲν τοὺς ὄπισθεν φεύγων διώκοντας καἰ τοὺς ἔμπροσθεν θεασάμενος, ἀπεγνώκει τὰς σωζούσας ἐλπίδας. συλλεξάμενος δὲ ἑαυτόν ἐπεὶ 114
τῶν ἄλλων μέσον τινὰ ἐθεάσατο, ἀπό τε τοῦ σώματος καὶ τῆς τῶν ὅπλων ἀποπαλλομένης αἴγλης τὸν Ῥομπέρτον εἶναι νομίσας, καταστήσας τὸν ἵππον, κατ' αὐτοῦ φέρεται· κἀκεῖνος δ’ ἐκεῖθεν, πρὸς αὐτὸν τὸ δόρυ εὐθύνας. καὶ μέντοι γε καὶ συνελάσαντες ἄμφω κατὰ τὸ μεταίχμιον, κατ’ ἀλλήλων ἴενται.
ται. πρότερος δὲ ὁ αὐτοκράτωρ διιθύνας τὴν χεῖρα, πώει τοῦτον διὰ τοῦ δόρατος· τὸ δὲ αὐτόθεν διὰ τῶν μαζῶν εἰς
οἱ δ’ εὐθὺς τὸν τρωθέντα εἰς γῆν ἐρριμμένον θεασάμενοι, περιχυθέντες τῷ κειμένῳ, περὶ αὐτὸν διεπονοῦντο. καὶ οἱ ὄπισθεν δὲ τὸν βασιλέα διώκοντες τούτους θεασόμενοι, ἀποβάντες τῶν ἵππων καὶ γνωρίσαντες τὸν ἄνδρα, ἐκόπτοντο ὀλολύζοντες. ἀλλ’ ὁ Ῥομπέρτος μὲν οὐκ ἦν, ἕτερος δὲ τῶν
ἐπιφανῶν καὶ ὁ τούτου δεύτερος. τούτων δὲ ἀσχολουμένων, ὁ βασιλεὺς ἐπὶ τὰ πρόσω τὴν πορείαν ἐπεποίητο.
γὰρ βουλομένη τὴν ἱστορίαν ὕποπτον θεῖναι, πολλάκις παρατρέχω τὰ τοῦ πατρός, μήτε αὐξάνουσα, μήτε πλάτος περιτιθεῖσα. εἴθε γὰρ ἐλευθέρα ἦν τοῦ πάθους τούτου τοῦ πατρικοῦ καὶ ἀπόλυτος, ἵνα καθάπερ ὕλης ἀμφιλαφοῦς δραξαμένη, τὴν σοβάδα γλῶσσαν ἐνεδειξάμην, ὁπόσην ἔχει περὶ
πατρικῶν μεμνημένη, καὶ τὴν ψυχὴν αὐτὴν ἀπεστάλαξα, ξυγγράφουσά τε καὶ διηγουμένη, έν ὁπόσοις κακοῖς περιπέπτωκε, 121 καὶ ἀλλ’ ἄνευ μονῳδίας καὶ θρήνου τὸν τόπον παρῆλθον. ἀλλ' ἵνα μὴ ῥητορεία κομψή τις ᾖ κατὰ τὸ μέρος ἐκεῖνο τῆς ἱστορίας, ὥσπερ τις ἀπαθὴς ἀδάμας κὼ λίθος, παρατρέχω
τὰς εἰμι χείρων μου ξυμφοράς. ἅπερ ἔδει κἀμὲ καθάπερ ἐκεῖνον τὸν Ὁμηρικὸν νεανίσκον εἰς ὅρκον προφέρειν (οὐδὲ καὶ εἰμι χείρων ἐκείνου τοῦ λέγοντος “οὐ μὰ Ζῆν', Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμεῖο") πρὸς τὸ εἶναι καὶ λέγεσθαι φιλοπάτωρ. ἀλλὰ τὸ μὲν πάθος τὸ πατρικὸν ἐμοὶ μόνῃ καταλελείφθω
καὶ θαυμάζειν καὶ ὀλοφύρεσθαι τὰ δὲ τῆς ἱστορίας 122 ἐχέσθω. μετὰ ταῦτα οἱ μὲν Κελτοὶ τῆς πρὸς τὸν Ῥομπέρτον ὁδοῦ φερούσης εἴχοντο. ὁ δὲ κενοὺς τούτους θεασάμενος, πυθόμενός τε τὰ τούτοις συμπεσόντα, πάντας μὲν μεγάλως κατῃτιᾶτο, ἕνα δὲ τούτων ἔκκριτον καὶ μαστίζειν ἠπείλει,
ἄνανδρόν τε ἀποκαλῶν κω ἀπειροπόλεμον· καί ὅτι μὴ καὶ αὐτὸς ἐπὶ τῆς πέτρας μετὰ τοῦ ἵππου ἀνέθορε, καὶ τὸν
ἔχων πέρι τοὺς πολεμίους, ὡς ἡ τὸν ἀντικαθιστάμενον διαπεῖραι τῷ δόρατι, ἡ ἑαυτὸν διαχρήσασθαι, παρὰ τὸν Μοιραῖόν, φησι, κλωστῆρα ἀπαλλαττόμενος. ὁ μέντοι στρατιώτης ἐκεῖνος, ὃν ὑπ’ αἰτίαν ὁ Ῥομπέρτος ἦγε, τό τε ἀνεπίβατον καὶ ὀξὺ τῆς πέτρας μάλα σαφῶς διηγεῖτο, καὶ ὅτι εἰς τὸ
μετεωρότατον ὁ τόπος ἐπῆρτο καὶ ὡς ἡ πέτρα ὀξεῖα ἦν καὶ ἀκροσφαλής, καἰ ὡς οὐδένα οὐ πεζόν, οὐχ ἱππότην ἐπιβῆναι ταύτης δυνατὸν ἄνευ θείας τινὸς μηχανῆς, μὴ ὅτι γέ τινα πολεμούμενον 125 καὶ μαχόμενον, ἀλλ’ οὐδ’ ἄνευ πολέμου τινὸς εἶναι δυνατὸν ἀποπειρᾶσθαι τῆς πέτρας. “εἰ δέ μοί" φησι “καὶ
διαπιστοίης, ἐπιχειρήσας ἢ αὐτὸς σὺ ἤ τις ἄλλος τῶν ἱπποτῶν ὁ θαρραλεώτατος, τῶν ἀμηχάνων αἰσθήσεται. εἰ δ’ οὖν, ἀλλ’ εἰ τις ἀναφανεῖται τῆς πέτρας περιγενόμενος, μὴ ὅτι γε ᾶπτερος, ἀλλὰ καὶ ὑπόπτερος ὤν, ἕτοιμος αὐτὸς πᾶν ὅ τι δεινὸν ὑποστῆναι καὶ ἀνανδρίαν κατακριθῆναι." ταῦτα εἰπὼν
126 μετὰ θαύματος καὶ ἐκπλήξεως ὁ βάρβαρος τὸν ἐπίχολον Ῥομπερτον κατέστειλέ τε καὶ εἰς θαῦμα ἐκίνησεν ἀφέμενον
Βαβαγορὰν ἐγκαρτερήσας, (τέμπος δ’ αὐτὴ δύσβατον ἐστι,) μήθ’ ὑπὸ τῆς ἥττης, μήθ’ ὑπὸ τῶν ἄλολων τοῦ μόθου κακῶν τὸν νοῦν συγχυθεὶς , μήθ’ ὑπὸ τῆς κατὰ τὸ μέτωπον τοῦ τραύματος ὀδύνης ὑποχαλάσας , κἀν τὰ ἐντὸς ὑπὸ τῆς 128 λύπης τῶν ἐν τῇ μάχη πεπτωκότων καἰ μᾶλλον τῶν γενναίως 129
ἀγωνισαμένων ἀνδρῶν ἐξεφλέγετο· ἀλλ’ ὅμως ὅλος τῆς πόλεως ἦν Δυρραχίου καὶ ταύτης ἐμέμνητο, ἀχθόμενος ὅτι άτερ ἡγεμόνος καταλέλειπτο, τοῦ Παλαιολόγου διὰ τὴν ὀξεῖαν συμβολὴν τοῦ πολέμου μὴ δυνηθέντος ἐπαναστρέψαι. καὶ ὡς ἐνόν, τοὺς κατ’ αὐτὴν ἠσφαλίσατο καὶ τὴν τῆς ἀκροπόλεως
φρουρὰν τοῖς ἐκκρίτοις Βενετίκοις τῶν ἐκεῖσε ἀποίκων ἀνέθετο, τὴν δέ γε ἐπίλοιπον πᾶσαν πόλιν τῷ ἐξ Ἀρβανῶν ὁρμωμένῳ Κομισκόρτῃ, τὰ συνοίσοντα διὰ γραμμάτων ὑποθέμενος.
Alexias. Anna Comnena. ed. Ludwig Schopen, ed. B.G. Niebuhr. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.