ΑΛΕΞΙΑΣΖ.
ALEXIADIS LIBER VII.
παρακειμένας πόλεις ἐληΐζετο. καὶ εἰς ἀυτὴν δὲ φθάας τὴν Χαριούπολιν καὶ λείαν πολλὴν ἀναλαβόμενος, κατέλαβε τόποι τινά, Σκοτεινὸν καλούμενον. μεμαθηκὼς τοῦτο ὁ Μαυροκατακαλὼν Νικόλαος καὶ ὁ Βεμπετζιώτης, τὴν ἐπωνυμίαν 4 ἀπὸ τῆς ἐνεγκαμένης λαχών, μετὰ τῶν ὑπ’ αὐτοὺς δυνάμεων
καταλαμβάνουσι τὸ πάμφυλον. ὁρῶντες δὲ τοὺς περὶ τὰς κωμοπόλεις τῶν παρακειμένων χωρῶν πρὸς τὰς πόλεις καὶ τὰ φρούρια συνελαυνομένους διὰ πτοίαν πολλήν, ἀπάραντες τοῦ οὑτωσὶ καλουμένου παμφύλου τόπου, καταλαμβάνουσι τὸ τοῦ Κούλη πολίχνιον, τὸ ἅπαν συνεπαγόμενοι στράευμα.
ὄπισθεν δὲ τούτων ἐρχόμενοι καὶ τὸν οὑτωσὶ καλούμενον σκοπὸν τοῦ Ῥωμαϊκοῦ στρατεύματος λέ·ξις δὲ αὕτη 5 συνήθης τοῖς στρατιώταις) εὑρόντες οἱ Σκύθαι, παρείποντο ἰχνηλατοῦντες οἶον τὸ Ῥωμαϊκὸν στράτευμα. αὐγαζούσης δὲ 6 ἤδη τῆς ἡμέρας τὰς ἰδίας ὁ Τζελγοὺ καθιστᾷ δυνάμεις καὶ
τὸν κατὰ τοῦ Μαυροκατακαλὼν ἐβουλεύετο πόλεμον. ἐκεῖνος δὲ κάτα τὸν ὑπερκείμενον τῆς πεδιάδος αὐχένα ἀνῆλθε μετά
παντὸς καὶ αὐτοῦ τοῦ Ἰωαννιάκη διεσκοπεῖτο, εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις. τῶν δὲ πρὸς τοῦτο ἐποτρυνόντων, ἐπεὶ καἰ αὐτὸς μᾶλλον πρὸς τοῦτο κατάρροπος ἥν, τριχῆ διελὼν τὰς δυνάμεις καὶ τὸ ἐνυάλιον ἠχῆσαι κελεύσας, ξυμμίγνυται τοῖς βαρβάροις. πολλοὶ μὲν οὖν τηνικαῦτα
τρωθέντες πίπτουσι, κτείνονται δὲ οὐχ ἥττους. ἀλλὰ καὶ αὐτὸς ὁ Τζελγοὺ γενναίως μαχόμενος καὶ ὅλας συνταράσσων φάλαγγας, καιρίαν πληγεὶς ἀφῄρηται τὴν ψυχήν. οἱ πλείους δὲ ἐν τῷ φεύγειν πίπτοντες εἰς τὸν ἀναμεταξὺ τοῦ 9 καλουμένου Σκοτεινοῦ καὶ τοῦ κούλη ῥύακα, ἀπεπνίγοντο ὑπ’
ἀλλήλων συμπατούμενοι. λαμπρὰν τοίνυν τὴν κατὰ τῶν Σκυθῶν νίκην ἀράμενοι οἱ τοῦ βασιλέως, εἰσῆλθον εἰς τὴν μεγαλόπολιν. δωρεὰς δὲ καὶ τιμὰς ἀπὸ τοῦ βασιλέως δεξάμενοι κατὰ τὸ ἀνάλογον, ὑπέστρεψαν μετὰ τοῦ τηνικαῦτα προχειρισθέντος μεγάλου δομεστίκου τῆς δύσεως Ἀδριανοῦ τοῦ Κομνηνοῦ
καὶ αὐταδέλφου τοῦ αὐτοκράτορος.
δὲ κω δεδιώς, μὴ διὰ τῶν στενωπῶν διελθόντες, αὖθις Χείρονα τῶν προτέρων ἀπεργάσωνται. ἔνθεν τοι παρεσκευασμένος καὶ καλῶς ἔξοπλίσας τὸ στράτευμα, καταλαμβάνει τὴν Ἀδριανούπολιν καὶ ἐκεῖθεν πρὸς τὸν Λαρδέαν ἄπεισιν ἐν μεταιχμίῳ τῆς Δαμπόλεως καὶ Γολόης διακείμενον. κἀκεῖσε
προχειρισάμενος ἡγεμόνα Γεώργιον τὸν Εὐφορβηνὸν κατὰ τῆς Δρίστρας διαπόντιον ἐξέπεμψεν. ὁ δὲ αὐτοκράτωρ ἐπὶ τεσσαράκοντα ἡμέραις αὐτοῦ που ἐγκαρτερῶν τὰς ἁπανταχόθεν δυνάμεις μετεπέμπετο. ἱκανὸν δὲ συνειλοχὼς στράτευμα ἐβουλεύετο, εἰ χρὴ τὰς κλεισούρας διεληλυθότα, τὴν μετὰ τῶν
Σκυθῶν ἀναδέξασθαι μάχην, “οὐ χρὴ,, λέγων “ἐκεχειρίαν 13 ὅλως τοῖς Σκύθαις διδοσθαι," εἰκότως τοῦτο πέρι τουτωνὶ τῶν βαρβάρων σκοπήσας. οὐδὲ γὰρ ἀπό τινος καιροῦ τῶν τεσσάρων καταρξάμεναι αἱ τῶν Σκυθῶν προνομαὶ εἰς τὸν ἐφεξῆς κατέληγον, θέρους τυχὸν εἰς τὸν καιρὸν τῆς ὀπώρας, ἡ
καί χειμῶνος ἐν φθινοπώρῳ παυσάμεναι. οὐδὲ κύκλος εἷς
15 τάθετον τέως τὴν γνώμην ἔχοντες. ὁ μὲν οὖν Νικηφόρος ὁ Βρυέννιος καὶ ὁ Μαυροκατακαλὼν Γρηγόριος, ὂν τιμῆς τεσσαράκοντα χιλιάδων ὁ βασιλεὺς παρὰ τῶν Σκυθῶν ἑαλωκκότα ἐπρίατο, οὐδαμῶς τὸν μετὰ τῶν Σκυθῶν κατὰ τὸ παρίστριον συνεχώρουν πόλεμον. ὁ δέ γε Παλαιολόγος Γεώργιος καἰ
Νικόλαος ὀ Μαυροκατακαλὼν καὶ ὁπόσοι ἄλλοι νέοι καὶ ἀκμάξοντες τῷ τοῦ βασιλέως προσκείμενοι θελήματι, ἐπέτρεπον τὰ τὰ τοῦ Αἵμου διελθεῖν καὶ κατὰ τὸ Παρίσταριον τὴν μετὰ τῶν Σκυθῶν ἀναδέξασθαι μάχην. σὺν οἶς κω οὶ δύο υἱεῖς Διογενοῦς τοῦ αὐτοκράτορος, Νικηφόρος τε καὶ
16 Λέων, οἵ μετὰ τὸ ἀνενεχθῆναι αὐτὸν εἰς τὴν τῆς βασιλείας περιωπὴν έν τῇ πορφύρᾳ ἐξ αὐτοῦ ἐτέχθησαν, κἀντεῦθεν πορφυρογέννητοι προσηγορεύθησαν. ἡ δὲ πορφύρα οἴκημά τί ἐστιν κατὰ τὰ ἀνάκτορα ἐξ αὐτῆς τῆς βάσεως μέχρι τῆς ὀρόφου κινήσεως διὰ τετραγώνου αυμπληρούμενον
σχήματος, ἐκεῖθεν δὲ εἰς πυραμίδα ἀποτελευτῶν, ἀφορῶν μὲν ὡς πρὸς θάλατταν πρὸς τὸν λιμένα, οὗπερ οἱ πέτρινοι.
το. ἐστι δὲ οὗτος ὁ λίθος, τὸ ὅλον εἰπεῖν, πορφυροῦς δι’ 18 ὄλου καὶ οἶον στίγματά τινα ψαμμοειδῆ λευκὰ αὐτῷ περιτρέχουσιν. ἐκ τουτωνὶ τῶν λίθων οἴμαι, πορφύραν τὸ οἴκημα οἱ ἀνέκαθεν ὠνόμασαν. αλλ' ὅπερ ἔλεγον, ὡς οὖν ἡ σάλπιγξ μέγα ἠχήσασα ἅπαντας τὴν πρὸς τὸν Αἷμον ὁδὸν οἱονεὶ κατὰ
τῶν Σκυθῶν προυτρέπετο, ὁ Βρυέννιος πολλὰ κωλύων· τὸν αὐτοκράτορα τοῦ ἐγχειρήματος, ὡς οὐκ ἔπειθεν, ἐπιφωνηματικῶς 19 φησιν “ἴδθι, ὠ βασιλεῦ, εἰ τὸν Αἷμον διέλθητε, τοὺς δρομικωτέρους τῶν ἵππων δοκιμάσεις." ἐρωτήσαντος δέ τινος, 20 τί ὁ λόγος οὑτοσὶ βούλεται, “ὲν τῷ φεύγειν" φησι “ἄπαντασ."
γὰρ ὁ ἀνήρ, εἰ καὶ τοὺς ὁφθαλμοὺς δι' άποστασίαν ἔξεκέκοπτο, ἀλλὰ τό γε εἰς στρατηγικωτάτην βουλήν καὶ παράταξιν δεινότατος τῶν πολλῶν καὶ ποικιλώτατος ἐγνωρίετο. ὅπως δὲ τῶν ὀμμάτων ὁ προμνημονευθεὶς Βρυένντος ἀπεστέρητο δι’ ἀποστασίαν ἥ ἐπανάστασιν κατὰ τοῦ αύτοκράτορος
Βοτανειάτου, καὶ ὅτι παρὰ τοῦ Κομνηνοῦ Ἀλεξίου τότε μεγάλου δομεστίκου τυγχάνοντος ὦν δυτικῶν τε καί ἀνατολικῶν στρατευμάτων κατασχςεθείς, τῷ Βορίλλῳ παρεἐπεσύροντο
πένθους ἐμπίπλαμαι. σοφὸς μὲν γὰρ τὴν γνώμην ἦν οὗτος ὁ ἀνὴρ καἰ τὸν λόγον σοφώτατος. πάντα γὰρ καὶ ῥώμη καὶ τάχος καὶ κάλλος σώματος καὶ ἁπλῶς ἐς ταὐτὸν συνελθόντα ὅσα ψυχῆς καὶ σώματος ἀγαθά, τὸν ἄνδρα ἐκεῖνον ἐκόσμησεν. 23 ἕνα γὰρ αὐτὸν ἐν τοῖς ἅπασιν ἐξοχώτατον καὶ ἡ φύσις ἀνεβλάστησε
καὶ ὁ θεὸς ἐδημιούργησε. καὶ οἶον τὸν Ἀχιλλέα ὕμνησεν Ὅμηρος έν τοῖς ἀρχαιοῖς, τοιοῦτον ἄν τις εἶπε τὸν ἐμὸν Καίσαρα ἐν τοῖς ὑπὸ τὸν ἥλιον ἅπασιν ἀναπεφηνότα. οὗτος τοίνυν ὁ Καῖσαρ καὶ τὰ στρατιωτικὰ γεγονὼς ἄριστος, οὐκ ἀμελετήτως ἔσχε πρὸς λόγους. ἀλλὰ πᾶσαν βίβλον ἀναπτυξάμενος
καὶ εἰς πᾶσαν ἐπιστήμην ἐγκεκυφώς πολλὴν σοφίαν ἐκεῖθεν ἠρύσατο, ὅση τε ἡμετέρα καὶ ὅση ποτὲ οὐχ 24 ἡμετέρα. ὕστερον δὲ καὶ πρὸς συγγραφὰς ἔξέδωκεν ἐαυτόν, καὶ δὴ καὶ σύγγραμμα ἐξ ἐπιταγῆς τῆς ἐμῆς δεσπότιδος καἰ μητρός, τῆς βασιλίδος φημι Εἰρήνης, ἐσχεδίασεν ἄξιον λόγου, καὶ ἀναγνώσεως, ἱστορίαν συντεταχὼς τῶν πρὸ τοῦ ἀναδήσασθαι τὰς τῆς βασιλείας ἡνίας πράξεων τοὐμοῦ πατρός, ἐν
αἷμα προσήκων. καὶ μεμνήμεθα τούτων κἀν τοῖς προτέροις λόγοις τῆσδε ἱστορίας. ἔπει δὲ τὸν Εὐφορβηνὸν Γεώργιον μεθ’ ἱκανῆς στρατιᾶς καὶ στόλου διὰ τοῦ Ἴστρου ἐρχόμενον κατ’ αὐτῶν οἱ Σκύθαι ἐθεάσαντο, ὁ δὲ ποταμὸς οὗτος ῥεῖ μὶν ἄνωθεν ἀπὸ τῶν δυτικῶν μερῶν, ἐκδίδοται δὲ διὰ τῶν
καταρρακτῶν καὶ μετὰ ταῦτα διὰ πέντε τινῶν στομάτων εἰς τὸν πόντον τὸν Εὔξεινον, μέγας τε καὶ πολὺς διὰ πολλῆς πεδιάδος ἐρχόμενος καὶ ναυσίπορος ὤν, ὡς καὶ τῶν 27 πλοίων τὰ μέγιστά τε καὶ φορτηγότατα τούτῳ τῷ ποταμῷ ἐπινήχεσθαι· οὐ μίαν δὲ προσηγορίαν λαμβάνει, ἀλλὰ
ἀνωτέρω μὲν καὶ πρὸς τὰς πηγὰς Δάνουβις ὄνομα τούτῳ, τὰ κάτω δὲ καὶ πρὸς τὰς ἐκβολὰς Ἴστρος ὁ ποταμὸς μετονομάζεται,) ἐπεὶ δὲ τοίνυν διὰ τούτου τοῦ ποταμοῦ τὸν Εὐφορβηνὸν Γεώργιον ἡ τῶν Σκυθῶν μερὶς ἐθεάσατο, ἐξ ἠπείρου 28 δὲ καἰ τὸν αὐτοκράτορα μετὰ στρατεύματος πλείστου αὐτοὺς
30 τῶν λόγων παρενείροντας , ἔστι δ' οὖ καὶ ὑπισχνουμένους, εἰ ταῖς τούτων νεύσεσι καἰ αἰτήσεσι κατανεῦσαι θελήσειε , μεθ’ ἱππέων χιλιάδων τριάκοντα συμμαχεῖν τῷ αὐτοκράτορι, ὁπηνίκα βούλοιτο. ὁ δὲ αὐτοκράτωρ τὴν ἀπάτην διαγνοὺς τῶν Σκυθῶν καὶ ὅτι τὸν ὑπόγυιον κίνδυνον
φεύγοντες τοιαῦτα διαπρεσβεύονται , καὶ εἰ ἀδείας ὅλως τύχοιεν, τὸν ὑποκρυπτόμενον τῆς αὐτῶν κακίας σπινθῆρα εἰς πυρσὸν ἀνάψουσι μέγαν, τὴν πρεσβείαν οὐκ ἐδέχετο. τούτων δὲ τῶν λόγων συνειρομένων, Νικόλαος τις τῶν ὑπογραμματευόντων, 31 ὄντων, τῷ αὐτοκράτορι προσελθὼν πρὸς τὸ οὖς καἰ ὑποψιθυρίσας
φησι “κατὰ ταυτηνὶ τὴν ἡμέραν βασιλεῦ, ἔκλειψιν τοῦ ἡλιακοῦ φωτὸς προσδόκα γενήσεσθαι. τοῦ δὲ διαπιστοῦντος, ἐκεῖνος ἐπώμνυτο μὴ διαψεύσασθαι. ὁποῖος δὲ ὁ αὐτοκράτωρ γοργὸς περὶ τὰς ἐνθυμήσεις, φησὶ τοῖς Σκύθαις ἐπιστραφεὶς, “Θεῷ τὴν κρίσιν ἀνατίθημι · καὶ εἰ μέν τι σημεῖον
ἐξ οὐρανοῦ κατὰ ταυτηνὶ τὴν ἡμέραν ἔκδηλον γένηται,
οὔπω παρῆλθον ὧραι, καί τὸ ἡλιακὸν φῶς ἐπιλέλοιπεν, ὡς ἀφεγγῆ τὸν ὅλον δίσκον γενέσθαι , ὑποδραμούσης αὐτῷ τῆς σελήνης. καἰ οἱ μὶν Σκύθαι τηνικαῦτα ἔκθαμβοι γεγόνασιν, ὁ δέ γε αὐτοκράτωρ παραδίδωσιν αὐτοὺς Λέοντι τῷ Νικερίτῃ ἐκτομίας δὲ οὗτος καὶ τοῖς στρατιωτικοῖς νηπιόθεν ἐνδιατρίψας
καὶ ἀναφανεὶς δοκιμώτατος) , ἐπισκήψας μεθ’ ἱκανῶν 34 διασῶσαι τούτους μέχρι τῆς βασιλίδος τῶν πόλεων. ὁ δὲ μάλα προθύμως τῆς πρὸς τὴν Κωνσταντίνου ἥψατο. οἱ δὲ βάρβαροι διὰ παντὸς τῆς ἑαυτῶν φροντίζοντες ἐλευθερίας, ἐπὰν τὴν μικρὰν Νικαίαν ἔφθασαν, νυκτὸς ἀναιροῦσι τοὺς
φύλακας, ἀμελῶς πέρι τὴν αὐτῶν διατεθέντας φυλακήν. καὶ διά τινων σκολιωτέρων ἀτραπῶν ἐπαναστρέφουσι πρὸς τοὺς πέμψαντας. ὁ δὲ Νικεριτης μόγις μετὰ τριῶν σωθείς, καταλαμβάνει τὸν αὐτοκράτορα εἰς Γολόην.
ποταμὸς δὲ οὗτος ἀπὸ τῶν παρακειμένων ὀρῶν ῥέων. πολλοὶ δὲ τηνικαῦτα χορταγωγίας χάριν τοῦ χάρακος ἐξελθόντες καὶ πορρωτέρω γενόμενοι ἀνῃρέθησαν, πολλοὶ δὲ καὶ κατεσχέθησαν. ὁ δὲ αὐτοκράτωρ κατὰ τὸ περίορθρον ταχὺ καταλαμβάνει τὴν Πλίσκοβαν, κἀκεῖθεν εἰς ἀκρολοφίαν τινὰ τὴν τοῦ
37 Συμεῶνος καλουμένην ἄνεισιν , ἣ καὶ βουλευτήριον τῶν Συθῶν 38 ἐγχωρίως ὠνομάζετο. τὰ αὐτὰ δὲ πάλιν τῆς τῶν χρειωδῶν συγκομιδῆς χάριν τοῖς τῆς παρεμβολῆς μακρὰν γενομένοις συνέβαινε. τῇ δὲ μετ’ αὐτὴν παρά τινα ποταμὸν ἔρχεται ἀγχοῦ τῆς Δρίστρας ῥέοντα καὶ ὡσεὶ σταδίους εἴκοσι πρὸς τοῖς τέσσαρσιν
ἀπέχοντα, κἀκεῖσε τὰς σκευὰς καταθέμενος, τὸν χάρακα πήγνυται. ἐπεισπεσόντες δὲ ἀθρόον οἱ Σκύθαι τῇ τοῦ βασιλέως σκηνῇ ἐξ ἑτέρου, ἀνεῖλον μὶν τῶν ψιλῶν τοῦ στρατοῦ ἱκανούς, κατέσχον δὲ καὶ τινας τῶν ἐκθυμοτέρως ἀγωνισαμένων μανιχαίων. καὶ θόρυβος ἐπὶ τούτοις τοῦ στρατεύματος
ἦρτο πολὺς ναὶ σύγχυσις, ὡς καὶ τὴν βασιλικὴν κα-
ὂπ μὴ θορυβοῖεν, εὐθὺς ἐποχηθεὶς ἐκεῖθεν, καὶ καταστείλας τὸν θόρυβον, σὺν αύταῖς δυνάμεσι μετ' εὐταξίας τὴν πορείαν ποιησάμενος, καταλαμβάνει τὴν Δρίστραν, πόλος δὲ αὔτη τῶν περὶ τὸν Ἴστρον διακειμένων περιφανής πολιορκήσων ταύτην δι’ ἑλεπόλεων. καὶ δῆτα τοῦ ἔργου ἁψάμενος
καὶ πανταχόθεν ταύτην πολιορκῶν καὶ καταρράξας μίαν τῶν ταύτης πλευρῶν, εἰσᾐει μετὰ παντὸς τοῦ στρατεύματος. αἰ ὥ δύο ἀκροπόλεις τῆς ῥηθείσης πόλεως ἔτι παρὰ τῶν συγγενῶν 41 κατείχοντο τοῦ καλουμένου Τατοῦ , ἐκείνου προφθάσαν. τος ἀπελθεῖν ἐφ’ ᾦ ἐπενδύσασθαι Κομάνους καὶ ἐπαναστρέψαι
εἰς ἀρωγὴν τῶν Σκυθῶν ὃς έν τῷ ἐκεῖθεν ὑποχωρεῖν συντασσόμενος τοῖς ἰδίοις ἔφη , ὡς “ἐγὼ μὲν ἀκριβῶς οἴδα τὸν βασιλέα τουτὶ τὸ κάστρον πολιορκῆσαι μέλλοντα. ἐπὰν οὖν αὐτοὶ τοῦτον θεάσησθε τὴν πεδιάδα ταύτην καταλαβόντα,
αὐτοῦ πέμποντες ἀμοιβαδὶς στρατιώτας μὴ ἐνδιδόατε." αὐτοκράτωρ στοχασάμενος τοῦ δέοντος , καταλιπὼν τὴν τῶν ἀκροπόλεων πολιορκίαν, ἐπεὶ δυσχερὴς ἦν καὶ καιροῦ δεομένη,) κἀκεῖθεν ἐξελθών, περί τινα ῥύακα ἀγχοῦ τοῦ Ἴστρου διακείμενον τὸν χάρακα ἐπήξατο, βουλευόμενος εἰ χρὴ προσβαλεῖν
τοῖς Σκύθαις ὁ μὲν οὖν Παλαιολόγος καὶ ὁ Μαυροκατακαλὼν Γρηγόριος τὸν μετὰ τῶν Πατζινάκων ἀνεβάλλοντο πόλεμον, ὁπλισαμένους δὲ συνεβούλευον τὴν μεγάλην 44 Περισθλάβαν καταλαβεῖν. ἁ “οἱ γὰρ Σκύθαι οὕτω πορευομένους ἡμᾶς καθωπλισμένους μετ’ εὐκοσμίας θεώμενοι, οὐδαμῶς
τὸν καθ' ἀποθαρρήσουσι πόλεμον ἔλεγον. “εἰ δὲ καὶ οἱ ἱππεῖς ἄτερ τῶν ἁμαξῶν τοῦ πολέμου κατατολμήσειαν, εὖ ἴσθι , ὡς ἡττηθήσονται, καἰ ἡμεῖς τοῦ λοιποῦ ὀχύρωμα ἐρυμνότατον τὴν μεγάλην ἕξομεν Περισθλάβαν." πόλις δὲ αὕτη περιφανὴς πέρι τὸν Ἴστρον διακειμένη , ποτὲ μὲν οὔτ’ ὄνομα
τοῦτο ἔχουσα τὸ βαρβαρικόν, ἀλλ’ Ἑλληνίζουσα περὶ τὴν προσ-
κατέδραμον, σύνθετον ἐκτήσατο τὴν προσηγορίαν ἀπό τε τῆς Ἑλληνικῆς σημασίας μεγάλη ἐπονομαζομένη καἰ τὴν ἀπὸ τῶν Σθλαβογενῶν ἐπισυρομένη λέξιν, μεγάλη περισθλάβα πανταχόθεν τούτοις φημιζομένη. “ταύτην τοίνυν κρησφύγετον ἔΝες οἱ ἀμφὶ τὸν Μαυροκατακαλὼν ἔλεγον “καὶ ὁσημέραι δι’
ἀκροβολισμῶν τοῖς Σκύθαις προσβάλλοντες οὐ παυσόμεθα ζημιοῦντες αὐτούς, μηδ’ ὅλως τούτους τῆς οἰκείας παρεμβολῆς χορταγωγίας χάριν ἡ τῆς τῶν χρειωδῶν συγκομιδῆς συγχωροῦντες ἔξεληλυθέναι." τούτων οὖν τῶν λόγων τριβομένων, 48 ἀποβάντες οἱ τοῦ Διογενοῦς υἱοὶ τῶν σφετέρων ἵππων, οἶα
καὶ τῆς τῶν μόθων κακότητος ἄγευστοι , ὅ τε Νικηφόρος καἰ ὁ Λέων, τοὺς χαλινοὺς ἀφελόμενοι, πλήξαντές τε αὐτοὺς κατὰ τῶν κέγχρων ἐξήλασαν , ἐπειπόντες “μὴ δέδιθι, βασιλεῦ· αὐτοὶ γὰρ τοὺς ἀκινάκεις σπασάμενοι διαμελίσομεν αὐτούς." ὁ δὲ βασιλεὺς φιλοκινδυνότατος ὢν καὶ προαρπά-
ζειν πεφυκὼς τἀς μάχας, οὐδ' εἰς νοῦν ὅλως τῶν ἀπειργόντων αὐτὸν τοὺς λόγους ἐβάλλετο, ἀλλὰ τὴν βασιλικὴν σκηνὴν ναὶ τὰς σκευὰς ἁπάσας ἀναθέμενος τῷ Κουτζομίτῃ Τεωργίῳ
πολέμου καταστησάμενος σχῆμα , παραθέων ἐθεᾶτο τὸ στράτευμα. εἶτα τὴν μέσην τῆς παρατάξεως χώραν εἶχεν αὐτός, συμπληρουμένην ἀπό τε τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτῷ συγγενῶν καὶ τἀδελφοῦ Ἀδριανοῦ τῶν Αατίνων τῷ τοτὲ ἡγεμονεύοντος καὶ πέρων γενναίων ἀνδρῶν.
τοῦ δέ γε ἀριστεροῦ κέρως κατῆρχε Νικηφόρος Καῖσαρ ὁ Μελισσηνὸς ὁ ἐπ’ ἀδελφὴ γαμβρὸς αὐτοῦ. κατὰ δὲ τὸ δεξιὸν 51 ἡγεμόνες ἵσταντο ὁ τε Κασταμονίτης καἰ ὁ Τατίκιος· τῶν δὲ ἐθνικῶν ὁ τε Οὐζᾶς καὶ ὁ Καρατζᾶς οἱ Σαυρομάται. ἔξ δὲ τὸν ἀριθμὸν διελόμενος , τὴν αὐτοῦ φυλακὴν
ἐπέτρεψε, πρὸς αὐτόν τε ὁρᾷν παραγγείλας καὶ μηδενὶ τὸ παράπαν προσεσχηκέναι ἑτέρῳ , τούς τε δύο υἱούς φημι ‘Ρωμανοῦ τοῦ Διογενοῦς καὶ Νικόλαον τὸν Μαυροκατακαλὼν πολλὴν ἐκ μακροῦ πεῖραν τῶν πολέμων ἐσχηκότα καὶ τὸν Ἰωαννάκην καὶ τὸν ἄρχοντα Βαραγγίας Ναμπίτην κὼ Γουλήν
τινα καλούμενον πατρῷον θεράποντα. ἀλλὰ καὶ οἱ Σκύθαι 52 σχῆμα πολέμου διατυπώσαντες, ἐκ φυσικῆς ἐπιστήμης
πόρρωθεν. ὁ δὲ αὐτοκράτωρ συναρμόσας ταῖς Δαὶς τὸ στρατόπεδον, τῶν ὁπλιτῶν οὐδενὶ προπηδᾷν ἐνετέλλετο, οὐδὲ τὸν συνασπισμὸν λύειν, μέχρις ἂν ἀγχέμαχοι Σκύθαις γένωνται· εἶτ’ ἐπειδὰν τὸ μεσαίχμιον ἀποχρῶν πρὸς χαλινὸν ἕνα ἀμφοτέρων τῶν στρατευμάτων κατ’ ἀλλήλων ἰεμένων
θεάσοιντο, ὁμόσε κατὰ τῶν ἐναντίων χωρῆσαι. οὕτω τοίνυν 54 τοῦ αὐτοκράτορος ἑτοιμαζομένου, πόρρωθεν ἀνεφάνησαν οἱ 55 Σκύθαι σὺν αὐταῖς ἁρμαμάξις καἰ γυναιξὶ καὶ παισὶν ἐρχόμενοι. συρραγέντος δὲ τοῦ πολέμου, ἀπὸ πρωίας μέχρι δείλης ἑσπέρας ἀνδροκτασία γέγονε πολλή, ἐξ ἑκατέρων τῶν μερῶν
πιπτόντων συχνῶν. ὁπηνίκα καὶ Λέων ὁ τοῦ προβεβασιλευκότος Διογενοῦς υἱὸς σφοδρότερον κατὰ τῶν Σκυθῶν ἐξιππασάμενος καὶ πλέον τοῦ δέοντος πρὸς τὰς ἁμάξας παρασυρείς, καιρίαν πληγεὶς πέπτωκεν. Ἀδριανὸς δὲ ὁ τοῦ κρατοῦντος ἀδελφός, ὁ καὶ τὴν τῶν Λατίνων ἡγεμονίαν ἐμπεπιστευμέννος, 56
τότε τὴν τῶν Σκυθῶν ὁρμὴν ἀνύποιστον θεασάμενος,
ἔπει λοχαγοί τινες τῶν Σκυθῶν μετὰ τριάκοντα πρὸς ταῖς ἓξ χιλιάδων πόρρωθεν ἐρχόμενοι ἀνεφάνησαν, οὐκέτι στέγειν πρὸς τοσούτους οἱ Ῥωμαῖοι ἔχοντες, τὰ νῶτα 58 τηνικαῦτα διδόασιν. ὁ μέντοι βασιλεὺς προβέβλητο τῆς οἰκείας δυνάμεως καὶ ξιφηφόρος εἱστήκει· τῇ ἑτέρᾳ δὲ τῶν
χειρῶν τῆς τοῦ λόγου μητρὸς τὸ ὠμόφορον σημαίαν κατέχων, ἵστατο μεθ’ ἱππέων γενναίων ἀνδρῶν εἴκοσι καταλειφθείς, Νικηφόρου φημι τοῦ υἱοῦ τοῦ Διογενοῦς κω· Μιχαὴλ πρωτοστράτορος τοῦ Δούκα καὶ ἀδελφοῦ τῆς Αὐγούστης, συμπαρόντων καὶ πατρῴων θεραπόντων. εἰσπηδή-
59 σαντες δέ τινες πεζοὶ Σκύθαι τρεῖς, οἱ μὲν αἱροῦσιν αὐτὸν ἑκατέρωθεν τοῦ χαλινοῦ, ὁ δὲ ἀπὸ τῆς κνήμης τῆς δεξιᾶς. ὁ δὲ τοῦ ἑνὸς τὴν χεῖρα εὐθὺς ἀποτέμνει, ἕτερον δέ, τὸν ἀκινάκην ἀνατείνας καὶ· ἐμβριμησάμενος, ὀπισθόρμητον ἐποίησε· τὸν δὲ τῆς κνήμης τοῦτον κατέχοντα πλήττει κατὰ τῆς
κόρυθος. τὴν δὲ φορὰν τοῦ ξίφους ἐλαφροτέραν ἐπήνεγκε, οὐδ’ ὅλῃ χειρὶ τὴν πληγὴν ἐποίει πτοούμενος μὴ δυεῖν θάτερον αὐτῷ συμβαίη, τῆς σφοδροτέρας φορᾶς τῶν ξιφῶν ὡς
γὰρ ταῖς πράξεσι καὶ τοῖς λόγοις κὼ τοῖς κινήμασι τὸν λόγον εἶχεν ἐπιστατοῦντα, οὔθ᾿ ὑπὸ θυμοῦ ἐκφερόμενος οὔτ’ ἐπιθυμίαις ὑποσυρόμενος. τῆς κόρυθος δὲ προαναδραμούσης τῇ προτέρᾳ πληγῇ, τῇ τοῦ Σκύθου κεφαλῇ ψιλῇ τὸ ξίφος προσέπαισεν. ὁ δ’ εὐθὺς ἄφωνος κατὰ γῆς ἔκειτο. τὴν οὖν
ἄμετρον φυγὴν τῶν ταγμάτων θεασάμενος ὁ πρωτοστράτωρ, αἱ φάλαγγες γὰρ ἤδη διεσπάσθησαν φευγόντων ἀκρατῶς,) “ἵνα τί" φησιν “ὦ βασιλεῦ, τοῦ λοιποῦ ἐνταῦθα πειρᾶσαι ἐγκαρτερεῖν; ἵνα τι τὴν ζωὴν προδίδως ἀφειδήσας παντάπασι τῆς ἑαυτοῦ σωτηρίας;·· ὁ δὲ βέλτιον γενναίως μαχομένους 62
ἀποθανεῖν ἔφη, ἥ ἀγεννές τι πεποιηκότας σωθῆναι. ὁ δὲ 63 πρωτοστράτωρ “εἰ μὲν τῶν κοινῶν εἷς τις ὢν τοῦτ’ ἔλεγες, ἐπαίνου ἦς ἄξιος· εἰ δὲ ὁ σὸς θάνατος κοσμικὸν ἐπάγει τὸν κίνδυνον, ἵνα τι μὴ τὸ βέλτιον αἱρῇ; εἰ γὰρ σωθείης, καὶ αὖθις πολεμήσας νικήσεις. τὸν οὖν κίνδυνον ὑπὲρ κεφαλῆς
ἤδη ἱστάμενον ὁρῶν ὁ αὐτοκράτωρ, ἀναισχύντως τῶν Σκυθῶν αὐτῷ προσβαλλόντων, καὶ τὰς σωζούσας ἀπεγνωκὼς ἐλπλήξῃν
“κατ᾿ αὐτῶν ἐξιππάσασθαι, ὡς σήμερον γεννηθέντας καί τεθνηξομένους, καὶ οὕτως ὄπισθεν θεοῦ ἐπαρήγοντος τῆς τῶν Σκυθῶν γεγονότες παρατάξεως, ἐφ’ ἑτέραν ἄτραπον βαδιούμεθα." ταῦτα εἰπὼν καὶ τοὺς ἄλλους ἐποτρύνας, πρῶτος 66 τος αὐτὸς ὡς πῦρ κατὰ τῶν Σκυθῶν ἵεται καὶ τὸν συναντήσαντα
παίει· ὁ δ’ εὐθὺς ἐξεκυλίσθη τῆς ἕδρᾳ. καὶ οὕτω τοῦ Σκυθικοῦ συνασπισμοῦ διασχισθέντος, μετὰ τῶν ἀμφ’ αὐτὸν τὴν ὄπισθεν τῶν Σκυθῶν κατέλαβε χώραν. ἀλλὰ ταῦτα μὲν ὁ βασιλεύς. τὸν δὲ πρωτοστράτορα, ὀλισθήσαντος αὐτῷ τοῦ ἵππου, κατενεχθῆναι συμβέβηκεν. εἷς δέ τις τῶν αὐτοῦ
θεραπόντων παραχρῆμα τὸν ἴδιον αὐτῷ ἐπιδίδωσιν ἵππον. ἐφθακὼς δὲ τὸν αὐτοκράτορα, οὐκέτι αὐτοῦ χωρίζεται οὐδὲ βῆμα ποδός, ἔξόχως τοῦτον ποθῶν. συγχύσεως δὲ πολλῆς οὔσης, τῶν μὲν φευγόντων, τῶν δὲ διωκόντων, φθάνουσιν 67 αὖθις καὶ ἕτεροι Σκύθαι τὸν βασιλέα, καὶ ὃς παραχρῆμα
ἐπιστραφείς, πλήττει τὸν διώκοντα οὐκ αὐτὸν δὲ μόνον
Νικηφόρε." ὁ δὲ γοργῶς ἐπιστραφείς, πλήττει αὐτὸν κατὰ τῆς ὄψεως. καὶ ὡς τοῦ βασιλέως έν τοῖς ὑστέροις χρόνοις διηγουμένου ἠκηκόειμεν, οὐδέποτε τάχος τοιοῦτον οὐδὲ περιδεξιότητα ἀνδρὸς ἐθεάσατο. καὶ ὡς “ἐγώ" φησιν “εἰ μὴ τὴν σημαίαν κατεῖχον κατ’ ἐκείνῳ τὴν ἡμέραν, ὑπὲρ τὰς 69
ἰδίας τρίχας πλήξας ἂν Σκύθας ἀνεῖλον," οὐ· περιαυτολογῶν. τίς γὰρ τοσοῦτον εἰς ἔσχατον ταπεινότητος ἤλασεν; ἀλλὰ γὰρ ὁ λόγος καὶ τῶν πραγμάτων ἡ φύσις αὐτὸν ἠνάγκαζε, καὶ τὰ κὰτ αὐτὸν πρὸς ἡμᾶς κύκλοθεν τοὺς ἰδίους αὐτοῦ ἐνίοτε ἐκλαλεῖν, κὼ ταῦτα παρ’ ἡμῶν πολλὰ βιαζόμενον· πρὸς δὲ
τοὺς ἐξωθεν οὐδεὶς τῶν ἁπάντων ἤκουεν ὑπέρκομπόν τι τὸν αὐτοκράτορα διηγούμενον. ἀνέμου δὲ σφοδροῦ πνεύσαντος καὶ τῶν Πατζινάκων προσβαλλόντων, οὐκέτι εὐτόνως εἶχε τὴν σημαίαν κατέχειν ὁ βασιλεύς. ἐπεὶ δέ τις Σκύθης 70 μεταχειρισάμενος δόρυ μακρὸν δι’ ἀμφοτέρων τῶν χειρῶν,
ἔπληξεν νυῶν κατὰ τοῦ γλουτοῦ, διέτρησε μὶν τὸν χρῶτα
εἰς Γολόην καλὸν ἄπληκτον, Κομνηνέ." καἰ μεθ’ ἡμέ- 73 ρας καταλαβὼν τὴν Βερόην, διεκαρτέρει πρίασθαι τοὺς δορυαλώτους ἐθέλων.
ἀπώλεσε τοῦτον· ἐν ἀμηχανίᾳ δὲ ὢν καὶ τὸν κίνδυνον ἱστάμενον ὑπὲρ κεφαλῆς ὁρῶν, περιαθρήσας, εἴ που γένοιτό οἱ τοῦτον θεάσασθαι, ὁρᾷ τὸν τῆς Χαλκηδόνος πρόεδρον Λέοντα, περὶ οὖ ἄνωθεν ἐμνήσθημεν, τὴν ἱερατικὴν στολὴν ἠμφιεσμένον, ἵππον ἐπιδιδόντα αὐτῷ, ἐν ᾧ ἐπιβὰς εἴχετο
τῆς φυγῆς· τὸν δὲ ἱεροπρεπῆ ἐκεῖνον ἄνδρα οὐκέτι τεθέα- 74 ται. ἦν δ’ ἄρα οὗτος παρρησιαστικὸς τὴν ψυχὴν καὶ ἀληθῆ χαρακτῆρα ἐμφαίνων ἀρχιερέως, φρονήματος μέντοι ἁπαλωτέρου καὶ τὸν ζῆλον ἔστιν οὗ οὐ κατ’ ἐπίγνωσιν ἐνδεικνύμενος, καὶ οὐδὲ τῶν ἱερῶν κανόνων ἀκριβῆ γνῶσιν εἶχε. διὸ
καὶ ἅπερ ἄνωθεν εἴρηται συνεπεπτώκει αὐτῷ λυπηρά, καὶ
τῆς προνοίας ἀπόρρητον κατὰ τουτονί τὸν ἀρχιερέα τὸ φαινόμενον, οὐκ ἔχω λέγειν. διωκόμενος δὲ ὑπὸ τῶν Πατζινάκων 76 εἰς ἑλώδη τόπον καὶ συνηρεφῆ εἰσελθών, περιτυγχάνει στρατιώταις τὸν ἀριθμὸν ἑκατὸν πρὸς τοῖς πεντήκοντα. περικυκλούντων αὐτοὺς τῶν Σκυθῶν, ὡς ἐν ἀμηχανία τὰ κατ’ αὐτοὺς
ἐώρων, πρὸς τοσούτους ἀντέχειν μὴ ἐξισχύοντες, τῆς τοῦ Παλαιολόγου ἐξήρτηντο γνώμης, πάλαι τούτου τὸ γενναῖον καὶ ἀκατάσειστον τῆς γνώμης γινώσκοντες. αὐτὸς δὲ κατὰ τῶν Σκυθῶν ὁρμῆσαι συνεβούλευε, τῆς κατ’ αὐτοὺς παντάπασιν ἀφειδήσαντας σωτηρίας, κἀντεῦθεν, οἶμαι, ταύτην ὠνή·
σασθαι. χρὴ δὲ δι’ ὅρκων ταυτηνὶ τὴν βουλὴν ἐμπεδῶσαι, ὁ δὴ καὶ γέγονεν,) ὡς τηνικαῦτα μιᾶς γνώμης ἁπάντων γεγονότων, 77 τῆς κατὰ τῶν Σκυθῶν ὁρμῆς μηδένα ἀπολειφθῆναι, τὴν σωτηρίαν καὶ τὸν κίνδυνον ἴδιον ἑκάστου λογισαμένου. ὁ μὶν οὖν Παλαιολόγος σφοδρὰν τὴν ἱππασίαν ποιησάμενος,
παίει τὸν αὐτῷ πρώτως ὑπαντήσαντα· ὁ δ᾿ εὐθὺς σκοτοδινιάσας νιάσας κατὰ γῆς ἔκειτο. τῶν δὲ λοιπῶν μετὰ διψυχίας τὴν
εἰς τὸ παρακείμενον ὄρος εἰσδῦναι. ἀναζητῶν δὲ τὴν σώζουσαν ὁδόν, ἔπει ῥᾳδίως μὴ ἐξῆν αὐτῷ ταὐτὴν εὑρηκέναι, ἐπὶ ἕνδεκα ἡμέραις πλανώμενος περιτυγχάνει γυναικί τινος στρα- 80 τινώτου χήρᾳ καὶ ἐπιξενίζεται παρ’ αὐτῆς ἐφ’ ἡμέραις τισί· σωθέντες δὲ τοῦ κινδύνου καὶ οἱ ταύτης υἱεῖς στρατιῶται ὄντες
81 τὴν σώζουσαν τούτῳ ὁδὸν ὑποδεικνύουσιν. ἀλλὰ τοιαῦτα μὲν τῷ Παλαιολόγῳ συμπεσόντα. οἱ δέ γε τῶν Σκυθῶν λογάδες οὑς κατέσχον δορυαλώτους ἀποκτεῖναι ἐβουλεύοντο, τὸ δὲ πλῆθος τοῦ κοινοῦ τὸ παράπαν τοῦτο οὐ συνεχώρει, βουλόμενοι ἀπεμπολῆσαι τούτους τιμῆς ταύτης γοῦν τῆς βουλῆς κυρωθείσης,
δίδοται γνῶσις τῷ βασιλεῖ διὰ γραμμάτων τοῦ Μελισσηνοῦ, ὃς πολλὰ πρὸς τοῦτο, κἀν δορυάλωτος ἦν, τοὺς Σκύθας ἠρέθιζεν. ὁ δὲ βασιλεὺς εἰς Βερόην ἔτι ἐνδιατρίβων, τῆς βασιλίδος τῶν πόλεων χρήματα ἱκανὰ μετακομίσας, ἐπρίατο τοὺς δορυαλώτους.
τὸ γοῦν ἡμέτερον ἅπαν συνεισενεγκόντας, οὐ χρὴ κενοὺς αὐθις ἀποπεμφθῆναι. οὐ γὰρ ἐκ προαιρέσεως τοῦ πολέμου κατόπιν καιροῦ ἔφθημεν ἐληλυθότες, οὐδὲ αὐτοὶ τούτου αἴτιοί ἐσμεν, ἀλλ᾿ ὁ προαρπάσας τὸν πόλεμον βασιλεύς. ἥ γοῦν κοινῇ μεθ’ ἡμῶν τὴν λείαν πᾶσαν διαμερίσασθε, ἢ ἀντὶ συμμαχων 84
πολεμίους ἡμᾶς ἕξετε." πρὸς τοῦτο ἀνένευσαν οἱ Σκυθαι. τῶν δὲ Κομάνων τοῦτο μὴ φερόντων, σφοδρὸς ἀνάμεσον αὐτῶν ἀναρρήγνυται πόλεμος, καὶ κατὰ κράτος οἱ Σκύθαι ἡττηθέντες, εἰς τὴν καλουμένην Ὀζολίμνην μόλις ἐσώθησαν. στενούμενοι δὲ παρὰ τῶν Κομάνων, ἐφ᾿ ἱκανὸν ἐκεῖσε
διέτριβον, τὴν μετάβασιν μὴ ἀποθαρροῦντες. ἡ δὲ νῦν Νη’ ἡμῖν Ὀζολίμνη κατονομαζομένη μεγίστη μέν εστι κατά τε διάμετρον καὶ περίμετρον, καὶ τῶν ὅπου δήποτε φημιζομένων πάρα τοῖς γεωγράφοις λιμνῶν μηδεμιᾶς εἰς μεγέθους λόγον ἐλλείπουσα· κεῖται δὲ τῶν Ἕκατόν βουνῶν ὕπερθεν, καὶ εἰς 85
αὐτὴν μέγιστοί τε καὶ κάλλιστοι συρρέουσι ποταμοί· καὶ κατὰ νότον πολλάς τε καὶ μεγάλας καὶ φορτηγούς εστιν ἀνέχουσαν νῆας, ὡς εἷναι κἀντεῦθεν δῆλον τὸ βάθος αὐτῆς ὁπό-
λίμνην, μετὰ προσθήκης, οἴμαι, καὶ τοῦ ὒ φωνήεν- 87 τος. καί ἀπὸ μὲν τῶν παλαιῶν συγγραμμάτων οὐχ εἵρηταί πω συνελαθὲν ἐνταῦθα Οὐννικὸν στράτευμα, ἔπι δὲ τοῦ αὐτοκράτορος Ἀλεξίου τότε πάντες ἁπανταχόθεν ἐκεῖσε συνερρωγότες τῷ τόπῳ δεδώκασι τοὔνομα. τὰ μὲν οὖν περὶ τῆς λίμνης
ὧδέ πη ἐχέτω, ὥσπερ πὰρ ἡμῶν νῦν πρώτως ἱστορούμενα, ἴν’ ἐνδείξαιμεθα, ὅτι τοῦ αὐτοκράτορος Ἀλεξίου ταῖς πολλαῖς καὶ πολλαχοῦ στρατηγίαις νῦν ἀφ᾿ ἑαυτοῦ, νῦν δὲ ἀπὸ τῶν 88 ἐπισυρρυέντων ἐχθρῶν πολλὰς ἐλάμβανον οἱ τόποι προσηγορίας. τοιοῦτον δέ τι καὶ ἐπὶ Ἀλεξάνδρου τοῦ τῶν Μακεδόνων 89 βασιλέως καταμανθάνω. καὶ γὰρ ὅπου μὲν Ἀλεξάνδρεια ἡ κατ’ Αἴγυπτον, ὅπου δὲ ἡ Ἀλεξάνδρεια ἡ κατ’ Ἰνδοὺς ἀπ’ ἐκείνου ὠνόμασται, ἴσμεν δὲ καὶ ἀπὸ Λυσιμάχου τινος τῶν ἀμφ’ αὐτὸν στρατιωτῶν Λυσιμάχειαν κατονομάζεσθαι. οὐκ ἂν οὖν θαυμασαίμην, εἰ ναί ὁ βασιλεὺς Ἀλἐξιος ζῆλον Ἀλε-
90
εἰρημένης Ὀζολίμνης ἐπερρίφθω ἱστορικώτερον. οἱ δὲ 91 Κομανοὶ, ἐπεὶ σπάνιν τῶν χρειωδῶν εἶχον, παλινδρομοῦσιν εἰς τὰ ἴδια, ἐφ’ ᾧ τὰ χρειώδη συγκομισάμενοι, αὖθις κατὰ τῶν Σκυθῶν ὑπαναστρέψαι.
ἐξοπλίζει τοὺς αἰχμαλώτους καὶ τὸ λοιπὸν ἅπαν ὁπλιτικόν. τότε καὶ ὁ Θλάντρας κόμης ἐξ Ἱεροσολύμων επανερχόμενος, ἐκεῖσε καταλαμβάνει τὸν αὐτοκράτορα καὶ τὸν συνήθη 92 τοῖς Λατίνοις ἀποδίδωσιν ὅρκον, ὑποσχόμενος ἅμα τῷ τὰ οἴκοι καταλαβεῖν συμμάχους ἀποστεῖλαί οἱ ἱππεῖς πεντακοσίους.
φιλοτιμησάμενος τοίνυν τὸν τοιοῦτον ὁ βασιλεύς, πρὸς τὰ σφέτερα χαίροντα προέπεμψεν. ἀπάρας οὖν ἐκεῖθεν ὁ αὐτοκράτωρ μεθ’ ὧν αὖθις συνελέξατο δυνάμεων καταλαμβάνει τὴν Ἀδριανούπολιν. οἱ δὲ Σκύθαι διεληλυθότες τὰ μεταξὺ τέμπη, μέσον Γολόης καί Διαμπόλεως κατὰ τὴν λεγομένην
Μαρκέλλαν τὸν χάρακα ἐπήξαντο. ὁ δέ γε αὐτοκράτωρ 93 τὰ κάτα τοὺς Κομάνους μεμαθηκώς, ἔπει προσδόκιμοι ἐπαναστρέψαι ἦσαν, ἐδεδίει, τὴν ἐκείνων ἔλευσιν ὑφορώμε-
δαψιλῆ τὰ χρειώδη· ἐσκόπει γὰρ τούτοις κατὰ τῶν Κομά- 95 νων χρήσασθαι, εἰ τὸν Ἴστρον αὖθις καταλαβόντες πρὸς τὰ πρόσω χωρεῖν ἐπιχειρήσαιεν· εἰ δέ γε οἱ Σκύθαι μὴ πείθονται, αὐτοῦ που καταλιπεῖν αὐτοὺς καὶ ὑποστρέψαι. κατέλαβε τούτους ὁ ῥηθεὶς Συνέσιος, καὶ εἰκότα προσομιλήσας,
ἔπεισεν ὑποσπόνδους γενέσθαι τῷ βασιλεῖ. κἀκεῖσε προσκαρτερῶν πάπας αὐτοὺς θεραπείας ἠξίου, πᾶσαν περιαιρῶν σκανδάλου πρόφασιν. ἐπαναστρέψαντες δὲ αὖθις οἱ Κομανοὶ παρεσκευασμένοι πρὸς τὸν κατὰ τῶν Σκυθῶν πόλεμον, καὶ μὴ ἐντυχόντες αὐτοῖς, ἀλλὰ μεμαθηκότες τὴν τούτων
διὰ τῶν κλεισουρῶν ἔλευσιν, καὶ ὅτι τὴν Μαρκέλλαν 96 καταλαβόντες εἰς εἰρηνικὰς ἦλθον μετὰ τοῦ βασιλέως σπονδάς, ἐξαιτοῦνται διελθεῖν τὰς κλεισούρας καὶ προσβαλεῖν τοῖς Σκύθαις. ὁ δὲ πρὸς τοῦτο ἀνένευσε, προεφθακὼς σπείσα- 97 σθαι μετὰ τῶν Σκυθῶν, εἰπών, ὡς “οὐ χρεία τὸ παρὸν βοηθείας
ἡμῖν· λαβόντες ἱκανὰ ἐπαναστρέψατε." καὶ φιλοφρονησάμενος τοὺς πρέσβεις, δῶρα τε ἱκανὰ ἐπιδούς, μετ᾿ εἰρήνης ἀπέστειλε. τοῦτο θάρσος τοῖς Σκύθαις ἐνέβαλε, καἰ παρασπονδήσαντες τῆς προτέρας ἀπανθρωπίας εἴχοντο, ληϊζόμε-
καὶ παραβάσεως. τὴν Θιλιππουπολιν δὲ τούτων καταλαβόντων, τοῦτο μεμαθηκὼς ὁ βασιλεύς, ἐν ἀμηχανίᾳ καθίστατο, ἀποχρώσας πρὸς τοσαῦτα πλήθη μὴ ἔχων δυνάμεις, ὥστε ὅλως τὴν μετ᾿ αὐτῶν μάχην ἀναδέξασθαι. ὁποῖος δὲ ἐκεῖνος ὲν ἀμηχάνοις πόρους εὑρίσκων καὶ μηδ’ ὁπωσοῦν καταπίπτειν
ἐν περιστάσεσιν εἰωθώς, δεῖν ἔγνω δι’ ἀκροβολισμῶν καὶ λόχων τὴν τούτων μελετῆσαι καθαίρεσιν. κὼ οὕτω στοχασάμενος 100 τῶν τόπων καὶ τῶν πόλεων, ἔνθα καταλαμβάνειν ἐκεῖνοι πρωΐας ἔμελλον, αὐτὸς ἑσπέρας τὴν τούτων προκατελάμβανεν ἔλευσιν· εἰ δὲ ἐσπέρας τούτους ἐμεμαθήκει τόπον
τινὰ καταλαβεῖν, ἐκεῖνος τὸν τοιοῦτον πρωίας κατελάμβανε. καὶ ὡς δύναμις, δι’ ἀκροβολισμῶν καὶ λόχων πόρρωθεν πρὸς αὐτοὺς ἀπεμάχετο, ὡς μὴ ἐγκρατεῖς αὐτοὺς γίνεσθαι τῶν φρουρίων. κατέλαβον οὖν ἄμφω οἱ τε Σκύθαι καὶ ὁ αὐτοκράτωρ τὰ Κύψελλα. ἐπεὶ δὲ τὸ ἐλπιζόμενον μισθοφορικὸν
οὔπω κατέλαβε, γινώσκων ὁ αὐτοκράτωρ τὸ ὀξυκίνητον τῶν Σκυθῶν καἰ ὁρῶν αὐτοὺς ἤδη καὶ αὐτὴν τὴν βασιλίδα καταλαμβάνοντας 101 τῶν πόλεων ξὺν τάχει πολλῷ, ἐν ἀμηχανίᾳ ἥν.
αὐτόμολος παραγενέσθαι ὁ Νεάντζης. πέμπεται τοίνυν 103 ὁ Μιγιδηνός, ὥστε πανηγύρεις ἐξάγειν ἐκ τῶν παρακειμένων χωρῶν· οὗ ὁ υἱὸς εἰς τὸν γεγονότα ὕστερον πόλεμον κατὰ τὸν τόπον ὀξέως κατὰ τῶν Πατζινάκων ὁρμήσας, καὶ παρασύρεις παρὰ γυναικὸς Σκυθίδος ἑάλω, διὰ σιδηρᾶς
ἅρπης εἴσω τῶν ἁμαξῶν ἑλκυσθεὶς. οὗ τὴν κεφαλὴν ἀποτμηθεῖσαν ἐπρίατο ὁ βασιλεὺς ἐξ αἰτήσεως τοῦ πατρὸς αὐτοῦ· 104 ὑπὸ δὲ τῆς ἀφορήτου θλίψεως ἐπὶ τρισὶ νυχθημέροις διὰ χερμάδος λίθου τύπτων τὸ στέρνον ὁ πατὴρ τελευτᾷ. οὐκ ἔπι πολὺ δὲ τὰ τῆς εἰρήνης τῶν Σκυθῶν διήρκει, ἀλλ’ αὐθις
πρὸς τὸν ἴδιον ἔμετον, ὡς κύνες, ἐστράφησαν. ἀπάραντες οὖν ἀπὸ τῶν Κυψέλλων, καταλαμβάνουσι τὸν Ταυρόκωμον, κἀκεῖ παραχειμάσαντες, ἐληίζοντο τὰς παρακειμένας κωμοπόλεις. 105
οὐκέτι ἐν ἀναβολαῖς ἦν. ἀλλὰ μέρος τοῦ στρατοῦ ἀποτεμνόμενος
τάγμα παρὰ Ἀλεξίου πρώτως ἐφεύρητο. ἀστρατίαν γὰρ ἐχούσης τῆς τῶν Ῥωμαίων ἀρχῆς διὰ ῥᾳθυμίαν τῶν ἀνέκαθεν αὐτοκρατόρων, συλλεξάμενος ἁπανταχόθεν αὐτοὺς τῶν ἀποπεπτωκότων στρατιωτῶν υἱεῖς, ἐγύμνασέ τε πρὸς ὅπλα καἰ πόλεμον ναὶ ἀρχοντοπούλους ὠνόμασεν, ὡσανεὶ ἐξ ἀροχόντων
υἱοὺς γεγονότας ἵνα διὰ τοῦ ὀνόματος εἰς τὴν τῶν γονέων εὐγένειάν τε καὶ ἀνδρίαν ἀναφερόμενοι καὶ οὗτοι θούριδος 108 ἀλκῆς μνήσαιντό τε καὶ ἀνδρειότεροι γένοιντο, τοῦ καιροῦ τούτοις τόλμαν καὶ ῥώμην ὑπαγορεύοντος. τοιοῦτον δὴ τὸ τῶν ἀρχοντοπούλων τάγμα, ὡς έν ὀλίγῳ εἰπεῖν, εἰς δύο
χιλιάδας συμποσούμενον, ὥσπερ ποτε καὶ τοῖς Δάκωσιν ἐφεύρητο ὁ ἱερὸς λεγόμενος λόχος. οὗτοι τοίνυν οἱ νεόλεκτοι ἀρχοντόπουλοι ἐσταλμένοι πολεμικῶς ἤεσαν. οἱ δὲ κάτωθεν τοῦ αὐχένος προλοχίζοντες Σκύθαι τὰς τούτων ἐφόδους ἐπετήρουν· καὶ θεασάμενοι τούτους κατὰ τῶν ἁμαξῶν ἐφωρμηκότας,
ἀσχέτῳ ῥύμη κατ᾿ αὐτῶν ἵενται. καὶ ἀγχεμάχου τῆς συμπλοκῆς καταστάσης, πίπτουσι τῶν ἀρχοντοπούλων ὡσεὶ τριακόσιοι ἐκθύμως μαχόμενοι. πέρι ὦν ἐπὶ πολὺν χρόνον
αὖθις ὁ βασιλεὺς προκαταλαμβάνει τούτους καἰ εἰσεῖσιν εἰς τὸν Ἄπρον· οὐ γὰρ προσῆσαν αὐτῷ ἀποχρῶσαι δυνάμεις, 111 καθάπερ πολλάκις εἴρηται, πρὸς μάχην τοῖς ἀντικαθισταμένοις. τοιγαροῦν γινώσκων αὐτοὺς κατὰ τὰς αὐγὰς ἡλίω εἰς προνομὴν ἐξερχομένους, μετακαλεσάμενος τὸν Τατίκιον, οὑ
ὁ λόγος ἐν πολλοῖς ἐμέμνητο, ἐνετείλατο συμπαραλαβεῖν μαθ᾿ ἑαυτοῦ τούς τε καλουμένους ἠνδρειωμένους τῶν ἀγούρων καὶ τῶν περὶ τὴν θεραπείαν αὐτοῦ οἰκειοτέρων τοὺς λογάδας καὶ τοὺς Λατίνους ἅπαντας, καἰ κατὰ τὸ περίορθρον τὰς Σκυθικὰς ἐκδρομὰς διυπνισθέντας τηρεῖν, ὥσθ’ ὁπηνίκα τοὺς
Σκύθας εἰς προνομὴν ἐξιόντας τῆς ἰδίας πόρρω γενέσθαι παρεμβολῆς στοχάζοιντο, κατ᾿ αὐτῶν τηνικαῦτα ὅλους ῥυτῆρας ἐνδοῦναι. ὁ δὲ κατὰ τὸ ἐντεταλμένον πεποιηκώς, κτείνει μὲν 112 τριακοσίους, ἱκανοὺς δὲ καὶ ζωγρίαν ἄγει. τί τὸ ἐντεῦθεν; καταλαμβάνουσιν οἱ παρὰ τοῦ Φλάντρα ἀποσταλέντες ἱππεῖς
ἔκκριτοι ὡσεὶ πεντακόσιοι, χάρισμα κομίζοντες τούτῳ ἵππους ἐκκρίτους τὸν ἀριθμὸν ἑκατὸν πρὸς τοῖς πεντήκοντα· ἀλλὰ
φρουροῦντα, ὃν ἡ συνήθεια μὲν τῶν περσῶν σατράπην ἀποκαλεῖ, οἱ δὲ νῦν τὰ περσῶν φρονοῦντες Τοῦρκοι ἀμηραν ὀνομάζουσι, τὸν Ἀπελχασὴμ κατὰ τῆς Νικομήδους, ἀποστέλλει τούτους πρὸς φυλακὴν τῖς χώρας.
δύσιν πολυσχιδῆ ὄχλησιν καί τοὺς Πατζινάκων μετ’ αὐτοῦ συχνοὺς πολέμους βεβαιωθεὶς, εὐκαιρίαν εὑρών δέον ἐλογίσατο στόλον κτήσασθαι. Σμυρναίῳ δέ τινι ἐντυχών, τὴν κτίσιν αὐτῷ τῶν λῃστρικῶν ἀνέθετο πλοίων, ὡς πέρι τὰ τοιαῦτα ἐμπειρίαν πολλὴν ἔχοντι. αὐτοῦ που δὲ πολλὰς κατασκευάσας
ναῦς, πρὸς δὲ καὶ τεσσαράκοντα ἀγράρια σκεπαστά, καὶ ἐν αὐτοῖς ἄνδρας εἰσαγαγὼν ἐμπείρους, λύσας τὰ πρυμνήσια προσώρμισε ταῖς Κλυζομεναῖς καὶ ἐξ ἐφόδου ταύτας κατέσχεν. ἐκεῖθεν δὲ εἰς Φώκαιαν ἀπελθών, εἷλε καἰ ταύτην ἐξ ἐπιδρομῆς. κἀκεῖθεν ἀποστείλας πρὸς τὸν τὴν 116
διοίκησιν Μιτυλήνης ἐμπεπιστευμένον κουράτορα τὸν Ἀλω-
ὁ Τζαχᾶς, οὐκέτι ἐν ἀναβολαῖς ἦν, ἀλλὰ παραχρῆμα 118 ἀπελθών, ἐξ ἐφόδου τὴν Μιτυλήνην κατέσχεν. ἔπει δ’ ἡ Μήθυμνα περὶ τὸ ἄκρον ταυτησὶ τῆς νήσου διακειμένην οὐ προσεληλύθει τῷ Τζαχᾷ, ὁ βασιλεὺς περὶ τούτου πυθόμενος, παραχρῆμα διὰ πλοίων ἀποστείλας ἀποχρῶσαν δύναμιν, κατωχυρώσατο
ταύτην. ὁ μέντοι Τζαχᾶς οὐδένα λόγον τῆς Μηθύμνης ἐποιήσατο, ἀλλ’ εὐθὺ τῆς Χίου τὸν ἀπόπλουν ποιησάμενος, ἐξ ἐφόδου κατέσχε καὶ ταύτην. ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκώς, πέμπει κατ’ αὐτοῦ στόλον ἀποχρῶντα μετὰ στρατιωτῶν ἱκανῶν, ἡγεμόνα τούτων καταστησάμενος Νικητᾶν
119 τὸν Κασταμονίτην. ὁ δὲ ἀπελθὼν καὶ τὸν μετὰ τοῦ Τζαχᾶ συνάρας πόλεμον, ἡττᾶται παραχρῆμα, καὶ πολλὰς τῶν συνεπαγομένων αὐτῷ νηῶν ὁ Τζαχᾶς ἀφείλετο. τοῦ συμβάντος δὲ τῷ Κασταμονίτῃ ὁ βασιλεὺς ἐν εἰδήσει γενόμενος, ἕτερον ἐξοπλίζει στόλον, ἐπιστήσας δοῦκα τούτῳ Κωνσταντῖνον τὸν
Δαλασσηνόν, ἄνδρα μαχιμώτατον καὶ μητρόθεν τούτῳ προσήκοντα. ὃς κατὰ τὴν ἠϊόνα τῆς Κίου γενόμενος παραχρῆμα τῆς τοῦ πολιορκίας πολιορκίας εἴχετο, ἐκθύμως μαχόμενος
γονὸς καὶ ἐγνωκότες, ὡς ἀνυπόστατοι ταῖς ὁρμαῖς οἱ Ῥωμαῖοι ἰσιν, εἰς ἔλεον τὸν τῶν ἁπάντων ἐπεκαλοῦντο κύριον Ῥωαΐζοντες. οἱ δὲ ἀμφὶ τὸν Δαλασσηνὸν καὶ τὸν Ὦπον ἦσαν, σπεύδοντες εἴσω τοῦ κάστρου εἰσελθεῖν, κἀν παρ’ ἀυτῶν διεκωλύοντο, δεδιότων, μή πως τὴν προαποτεθεῖσαν
θεῖσαν παρὰ τοῦ Τζαχᾶ λείαν ἅπασαν καὶ τὰ χρήματα εἰσελθόντες ἀναλάβωνται, καὶ λεγόντων, ὡς “τῆς εὐφημίας τοῦ αὐτοκράτορος λαμπρᾶς ἤδη παρὰ τῶν Τούρκων γινομένης ἀκούετε καἰ ὡς ὑπόσπονδοι ὑμῶν γεγόνασιν. οὐ χρὴ τοίνυν 122 εἰσελθόντας ἀπηνῶς τούτους κατασφάττειν." ἐπεὶ δὲ τὸ πᾶν 123
τῆς ἡμέρας ἤδη παρῳχήκει καὶ νὺξ παρῆν, οἱ Τοῦρκοι ἕτερον τεῖχος ἀντὶ τοῦ ἐρειπωθέντος ἀνοικοδομήσαντες, ἀπῃώρησαν τούτου ἔξωθεν στιβάδας καὶ βύρσας καἰ πᾶν τὸ παρατυχὸν πέπλον, ὡς ἂν ἡ σφοδρότης τῶν πεμπομένων λίθων ἐντεῦθεν ὑποχαλῶσα μερικῶς ποσῶς ἐνδίδωσι. καὶ ὁ μὲν
Τζαχᾶς τὸν προσόντα στόλον αὐτοῦ ἐξοπλίσας καὶ διὰ τῆς ἠπείρου ὡσεὶ ὀκτὼ χιλιάδας στρατεύσας Τούρκους, τὴν πρὸς Χίον φέρουσαν ἐβάδιζεν· ὁ δέ γε στόλος αὐτῷ ἐπηκολούθει 124 παραθέων τὴν ἠιόνα. ὁ δὲ Δαλασσηνὸς τοῦτο μεμαθηκώς, λῦσαι τὰ πρυμνήσια τοὺς ναυάρχας τοῦ στόλου παρε-
ὁ Ὦπος, ὡς εἶδε καινήν τινα τὴν ναυλοχίαν ποιούμενον, γὰρ ἅλυσιν κατασκεύασας παμμεγέθη, ἅπαντα τὰ αὐτοῦ ἐδέ- 126 σμησε πλοῖα, ὡς μήτε τοὺς τρεπομένους ἀποδιδράσκειν δύνασθαι, μήτ’ αὖ πάλιν τοὺς προεκτρέχειν ἐθέλοντας τῆς ναυτικῆς συντάξεως διακόπτεσθαι,) ἐκδειματωθεὶς καὶ μηδὲ προσπελάσαι
τούτοις θαρρήσας ὅλως, στρέψας τοὺς οἴακας, τὴν Χίον αὖθις ἀνεζήτει. ὁ δέ γε Τζαχᾶς σὺν ἐπιστήμῃ ἀκολουθῶν αὐτῷ, οὐκ ἐνεδίδου τῆς εἰρεσίας. ἐπὸν δὲ τῇ Χίῳ προσπελάζειν ἔμελλον, ὁ μὲν Ὦπος τῷ λιμένι πρῶτος τὰς ναῦς προσώρμισε τῆς Χίου, προεφθάκει γὰρ τοῦτον κατασχεῖν ὁ
Δαλασσηνός,) ὁ δὲ Τζαχᾶς περιπλεύσας τουτονὶ τὸν ἤδη ῥηθέντα τῆς Χίου ὅρμον, τῷ τείχει τοῦ κάστρου τὰς ἰδίᾳ προσεπέλασε ναῦς. τετρὰς δὲ τῆς ἑβδομάδος τῇ δὲ μετ᾿ 127 αὐτὴν ἐξελάσας τῶν νηῶν ἅπαντας, ἠρίθμει τε καὶ ἀπεγράφετο. ὁ δέ γε Δαλασσηνὸς πολίχνιόν τι ἀγχοῦ τοῦ λιμένος
εὑρηκώς, ἠφάνισε μὲν τὸν χάρακα, ὃν προφθάσας διώρυξε, κεῖθι δὲ κατελθὼν καὶ ἄλλην διώρυχα ποιήσας εἰς ἀποχρῶντα τάφρον, αὐτοῦ που τὸ ὁπλιτικὸν κατέθετο. τῇ δὲ μετ’ αὐτὴν ἄμφω τὰ στρατεύματα ἐξοπλισάμενα κατ’ ἀλλήλων παρεσκευά-
συνέπεσθαι τούτοις. τοῦτον οἱ Λατῖνοι θεασάμενοι, δόρατα 129 μακρὰ ἐναγκαλισάμενοι, κατὰ ὦν βαρβάρω, ἐξιππάσαντο.
οἱ δὲ οὐ κατὰ τῶν Κελτῶν, ἀλλὰ κατὰ τῶν ἵππων τὰς βολὰς πέμποντες καἰ διὰ τῶν δοράτων δέ τινας πλήξαντες, πλείστους ἀνεῖλον, καὶ εἴσω τοῦ χάρακος τετραμμένους οὕτω υνήλασαν. οἱ δ’ ἐκεῖθεν ἐνέπιπτον εἰς τὰς ναῦς ἀλογίστῳ φορᾷ. τοὺς δὲ Κελτοὺς προτροπάδην φεύγοντας οἱ Ῥωμαῖοι θεασάμενοι καὶ ἐκδειματωθέντες, μικρόν τι ἀναποδίσαντες παρὰ τὸ τεῖχος τοῦ ῥηθέντος ἔστησαν πολιχνίου. κᾀθ᾿ οὕτως 130 οἱ βάρβαροι εἰς τὴν ἠϊόνα κατεληλυθότες τινὰς τῶν νηῶν
ἀφείλοντο. τοῦτο οἱ ναυτικοὶ θεασάμενοι, λύσαντες τὰ πρυνήσια ἀπέρραξαν τῆς χέρσου, καὶ τὰς ἀγκύρας χαλάσαντες 131 σταντο καραδοκοῦντες τὸ μέλλον. ὁ μέντοι Δαλασσηνὸς πααπεπλευκέναι τὰς πέρι τὸ δυτικώτερον μέρος μέρος τῆς νήσου καὶ τὴν Βολισσὸν καταλαβεῖν παρεκελεύσατο καἰ τὴν αὐτοῦ
τοῦ ἀπεκδέχεσθαι ἔλευσιν· ἡ δὲ Βολισσὸς πολίχνιον κατὰ τὸ ἀκρωτήριον ταυτησὶ τῆς νήσου διακείμενον. Σκύθαι δέ τινες προσεληλυθότες τῷ Τζαχᾷ, τὴν τοῦ Δαλασσηνοῦ βουλὴν 132 προκατήγγειλαν. ὁ δὲ ἔνθεν μὶν τηνικαῦτα πεντήκοντα
ὁ δὲ εἰς νέωτα κατὰ τὸ ἄκρον τῆς παρεμβολῆς ἐξεληλυθέναι τῷ Τζαχᾷ ἐπηγγείλατο καὶ ἀκοῦσαί τε καὶ εἰπεῖν, ὁπόσα ἀμφοῖν τούτοιν συνδόξειεν. οὐδ’ ὁ βάρβαρος πρὸς τοῦτο 134 ἀνένευσεν. ἀλλὰ πρωίας ἄμφω τὼ στρατηγὼ κατὰ ταὐτὸν ἐληλυθέτην, καὶ τῆς ὁμιλίας ὁ Τζαχᾶς κατῆρχεν, ὀνομαστὶ
τοῦτον καλέσας. “ἴσθι ἐμὲ εἶναι τὸ μειράκιον ἐκεῖνο, ὅπερ πάλαι τὴν Ἀσίαν κατατρέχον καὶ ἐκθύμως μαχόμενον, ἐξ ἀπειρίας ἀπατηθὲν ἑάλων παρὰ τοῦ Καβαλίκα ἐκείνου Ἀλεξάνδρου. κἀντεῦθεν ζώγρια παρ’ αὐτοῦ τῷ αὐτοκράτορι Νικηγόρῳ τῷ Βοτανειάτῃ προσενεχθέν, παραχρῆμα τῇ τῶν
πρωτονωβελλισίμων ἀξίᾳ τετίμημαι καἰ δωρεῶν μεγάλων ἄξιωθείς, ὑπεσχόμην δουλείαν αὐτῷ. ἐξότου δὲ τὰς τῆς βασι- 135 λείας ἡνίας ὁ Κομνηνὸς Ἀλέξιος περιεζώσατο, ἐκκέκοπται ἅπαντα. κἀγὼ μὲν οὖν ἤδη τὸ τῆς ἔχθρας αἴτιον ἀπαγγελῶν ἥκω. μαθέτω δὲ ταῦτα καὶ ὁ αὐτοκράτωρ καί εἴπερ
βουληθῇ τὴν ἀναφυεῖσαν ἔχθραν διαλυθῆναι, ὁπόσα λαβεῖν ὀφείλων ἐστέρημαι, ἀνελλιπῶς ἀποδοθήτω μοι ἅπαντα. εἰ δέ σοι δοκεῖ καὶ τὰ τέκνα συναφεῖναι, προβεβλήσθω
διὰ σοῦ ἀντιτρέψω πρὸς τὸν αὐτοκράτορα, καὶ τὰς μετ’ αὐτοῦ σπονδὰς ἀποπληρώσας πρὸς τὴν ἐμὴν ἐπαναστρέψω πατρίδα." ταῦτα δὲ ὁ Δαλασσηνὸς σκῆψιν λογισάμενος ὡς 137 ἅτε τὸ τῶν Τούρκων ἦθος δολερὸν πάλαι γινώσκων, ἀνεβάλλετο τέως τὴν τῶν αἰτουμένων ἐκπλήρωσιν, παραγυμνώσας
ἅμα καὶ ἣν ἴσχε περὶ αὐτοῦ ὑπόληψιν καὶ φάμενος, ὡς “οὔτε σύ, ὡς ἔφησθα, τὰς νήσους πρὸς ἐμὲ παραδώσεις, οὔτε σὼ βουλῆς ἄτερ τοῦ αὐτοκράτορος πρὸς ἅπερ αὐτὸς ἐκεῖθεν ἐξ ἐκείνου καὶ ἐμοῦ ἐπιζητεῖς, καταθέσθαι δύναμαι. ἀλλ’ ἔπει δοὺς μέγας ὁ Ἰωάννης καἰ γυναικάδελφος τοῦ αὐτοκράτορος
ὅσον ἤδη μετὰ παντὸς καταλαμβάνει τοῦ ἐξ ἠπείρου τε καὶ θαλάττης δυνάμεις πολλὰς συνεπαγόμενος, ἐκεῖνος ἀκουσάτω τῶν παρὰ σοῦ λεγομένων. καὶ οὕτως, εὑ 138 ἴσθι, αἱ μετὰ τοῦ αὐτοκράτορος σπονδαὶ, αὐτοῦ τὴν εἰρήνην μεσάζοντος, πέρας λάβοιεν." κὼ γὰρ τουτονὶ τὸν Δούκαν
Ἰωάννην εἰς Ἐπίδαμνον ὁ αὐτοκράτωρ μετὰ στρατιᾶς ἀξιομάχου κατέπεμψεν, ἅμα μὲν καὶ περὶ τὴν τοῦ Δυρραχίου 139 φρουρὰν ἐπιμελῶς διαπονεῖσθαι, ἅμα δὲ καὶ τὴν μετὰ Δαλματῶν ἀναδήσασθαι μάχην. ὁ γὰρ οὕτω καλούμενος
ἐξουσίαν Βολκάνου ἀφῃρεῖτο φρούρια, πολλοὺς δὲ καὶ ζωγρίαν Δαλμάτας πρὸς τὸν αὐτοκράτορα ἐξαπέστειλεν. καὶ τέλος καρτερὰν μετὰ τοῦ Βοδίνου μάχην συναρράξας, καὶ αὐτὸν κατέσχεν. ἄνδρα δὲ τὸν Δούκαν τοῦτον Ἰωάννην μαχιμώτατον ὁ αὐτοκράτωρ ἐκ πολλῶν ἐγνωκὼς καὶ πέρι τὰ
πολεμικὰ ἐπιτήδειον καὶ μηδ’ ὁπωσοῦν τὰ παρ’ αὐτοῦ ἐντεταλμένα ἀθετεῖν ἐθέλοντα, ἔπει τοιούτου ἀνδρὸς κατὰ τοῦ Τζαχᾶ ἐδέετο, μεταπεμψάμενος αὐτὸν ἐκεῖθεν ὁ αὐτοκρά- 142 τωρ, μετὰ πολλῶν δυνάμεων ἐξ ἠπείρου καὶ θαλάττης κατὰ τοῦ Τζαχᾶ ἐξέπεμψεν, δοῦκα τοῦ στόλου μέγιστον κατονομάσας.
ὁπόσας δὲ μετ’ αὐτοῦ μάχας συνῆψε καὶ ἐν ὅσοις κινδύνοις ἑαυτὸν ἐπιρρίψας νικητὴς ἀνεφάνη, ὁ λόγος ἐν ὑστέροις δηλώσειε. τοῦτον προσδόκιμον ὁ Δαλασσηνὸς ἔχων, ἐν τῇ πρὸς τὸν Τζαχᾶν ὁμιλίᾳ τὸ πᾶν εἰς τὸν ἐρχόμενον δοῦκα ἐφαίνετο ἀνατιθέμενος. ὁ δὲ Τζαχᾶς τὸ Ὁμηρικὸν ἐκεῖνο
ἔπος ἐδόκει λέγειν· “νὺξ ἤδη τελέθει, ἀγαθὸν καἰ νυκτὶ πιθέσθαι." αὐγαζούσης δὲ τῆς ἡμέρας πολλὰ τῶν χρειω-
ἐφ’ ᾦ πλείονας συναγηοχέναι δυνάμεις καὶ αὖθις ἐπαναστρέψας έν Χίῳ καταλαβεῖν. ἀλλ’ οὐδ᾿ ὁ Δαλασσηνὸς δεύτερος πρὸς τὰς τοῦ Τζαχᾶ μηχανὰς ἐφαίνετο. εἰσελθὼν γὰρ ἐν τοῖς παρατυχοῦσι πλοίοις μετὰ τῶν ὑπ’ αὐτόν, τὴν Βολισσὸν κατέλαβε. καὶ τὰς τε ναῦς περιποιησάμενος καὶ ἑλεπόλεις
ἑτέρας παρασκευασάμενος, τούς τε στρατιώτας διαναπαύσας 145 κα πλείονας τούτων συμπαραλαβών, αὖθις ὅθεν ἐξῄει ἐπανέστρεψε. καὶ καρτερὸν μετὰ τῶν βαρβάρων συνήρασσε πόλεμον, καὶ καθελὼν τὰ τείχη ἐχειρώσατο τὴν πόλιν, τοῦ Τζαχᾶ τὴν Σμύρνην ἔτι περινοστοῦντος. κἀκεῖθεν λειοκύμονα
τὴν θάλασσαν εὑρηκώς, εὐθυπλοήσας μετὰ τοῦ στόλου παντὸς κατέλαβε τὴν Μιτυλήνην.
ὡς εἶχε τῆς Κωνσταντίνου, τὸ Ῥούσιον κατέλαβε. συνείπετο 146 δὲ τούτῳ καὶ ὁ αὐτόμολος Νεάντζης, δεινήν τινα καὶ βύθιον μελέτην κατ’ αὐτοῦ τεκταινόμενος· συμπαρῆν δὲ καὶ
κτείνονται, ἱκάνοι δὲ καὶ μέχρις αὐτοῦ Ῥουσίου κομίζονται. ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς προνομεῖς τῶν Σκυθῶν. ὁ δὲ 148 βασιλεύς, τῶν καλουμένων Μανιακατῶν Λατίνων καταλαβόντων, θαρσήσας ἐβουλεύετο τῇ μετ᾿ αὐτὴν τὸν μετὰ Σκυθῶν κατὰ συστάδην ἀναδέξασθαι πόλεμον. ἐπεὶ δ’ οὐ Με
τὸ μεταίχμιον ἀμφοῖν τοῖν στρατευμάτοιν ἔτυχεν ὄν, τὴν ἐνυάλιον οὐκ ἀπεθάρρησεν ἠχῆσαι σάλπιγγα, θέλων προαρπάσαι τὴν μάχην. μεταπεμψάμενος οὖν τὸν περὶ τὴν τῶν βασιλικῶν ἱεράκων διαπονούμενον θεραπείαν Κωνσταντῖνον, προστάττει τύμπανον ἑσπέρας ἀναλαβόμενον τύπτειν δι’ ὅλης νυκτὸς περινοστοῦντα
τὸ στράτευμα καὶ διακηρυκεύειν ἑτοιμάζεσθαι, ὅτι 149 περιαυγαζούσης τῆς αὔριον ἀπερισαλπίγκτως τὸν μετὰ τῶν Σκυθῶν ὁ αὐτοκράτωρ βούλεται συνάψαι πόλεμον. οἱ δὲ Σκύθαι τοῦ Πολυβότου ἀπάραντες, προκαταλαμβάνουσι τόπον τὸν καλούμενον Ἅδην, κἀκεῖθι τὸν χάρακα πήγνυνται. οὕτω
μὲν οὖν ὁ αὐτοκράτωρ ἐξ ἑσπέρας αὖτίς παρεσκευάζετο. αὐγαζούσης δὲ ἡμέρας διελὼν τὸ στράτευμα καὶ εἰς φάλαγγας
ἐλεγεν, ἀγγελίαν δὲ τῷ αὐτοκράτορι τῆς αὐτῶν καταστάσεως συγκομίσαι, ἅπαν τοὐναντίον ἐποίει. καὶ τῇ ἰδίᾳ διαλέκτῳ τοῖς Σκύθαις τηνικαῦτα συνεβούλευε, τὰς ἁμάξας μὲν στοιχηδὸν καταστῆσαι, αὐτοὺς δὲ μὴ δεδιέναι τὸν αὐτοκράτορα, τετραμμένον τε ὄντα ἤδη ἐν τῆς πρώτης ἥττης καὶ πρὸς φυγὴν
ἕτοιμον, σπάνιν τῶν στρατευμάτων καὶ τῶν συμμάχων χοντα. ταῦτα εἰπὼν κάτεισι πρὸς τὸν αὐτοκράτορα. μιξοβάρ(??)αρος δέ τις εἰδήμων τῆς Σκυθικῆς διαλέκτου συνεὶς τὰ πρὸς τοὺς Σκύθας παρὰ τοῦ Νεάντζη λεχθέντα, ἀπαγγέλλει πάντα 152 τῷ βασιλεῖ. ἐν αἰσθήσει δὲ τούτου γενόμενος ὁ Νεάντζης,
ἀνεζήτει τὸν ἔλεγχον· ἀναισχύντως δ’ ὁ μιξοβάρβαρος εἰς μέσον ἐλθὼν ἤλεγχεν. ἐκεῖνος δὲ τὸ ξίφος ἀθρόον σπασάμενος, ἀπέκοψε τἀνθρώπου τὴν κεφαλήν, αὐτοῦ τε τοῦ βασιλέως ὁρῶντος καὶ ἑκατέρωθεν τῶν φαλάγγων ἱσταμένων. καί, οἶμαι, τὴν ὑποψίαν τῆς συκοφαντίας ὁ Νεάντζης ἐκκλίνων ἐκ
τῆς σφαγῆς τοῦ συκοφαντοῦντος, ὕποπτον μᾶλλον ἑαυτὸν καθιστᾷ. τί γὰρ μὴ τὸν ἔλειχον περιέμενεν; ἀλλ᾿, ὡς ἔοικε γλῶτταν ἐθέλων προαναιρεῖν ἐξορχουμένην τὰς κὰτ αὐτὸν
προσοβήσῃ τὴν θήραν καὶ ταράξῃ τὰς φάλαγγας. ἐταμιεύετο 156 καὶ ὑπώρυττε τὴν ὀργὴν τῷ Νεάντζῃ, τούτου προδοσίαν τοῦ ἀνδρὸς καὶ τὴν ἀποστασίαν καὶ ἀπὸ τῶν προειργασμένων καὶ ἐξ ἄλλων προμαντευόμενος· ἔπι ξυροῦ γὰρ ἀκμῆς εἱστήκει τὰ τοῦ πολέμου· καὶ διὰ τοῦτο περιυλακτοῦντα θυμὸν
ὁ βασιλεὺς τέως ἐπεῖχεν, ἀπορῶν τὸ τηνικαῦτα, ὅ τι καὶ δράσειεν. ὁ μέντοι Νεάντζης μετὰ μικρὸν προσελθὼν καὶ τοῦ σφετέρου ἀποβὰς ἵππου, ἄλλον ᾐτεῖτο τὸν βασιλέα. καὶ δίδωσιν αὐτῷ παραχρῆμα ἵππον τῶν ἐκκρίτων μετὰ βασιλικῆς ἐφεστρίδος. εἰς ὃν ἀναβάς, ἔπει τὰ τάγματα κατ’ ἀλλή-
157 λων διὰ τοῦ μεσαιχμίου ἤδη ἤεσαν, σχῆμα κατὰ Σκυθῶν ἱππασίας ποιησάμενος, τὴν ἀκωκὴν τοῦ δόρατος ὄπισθεν στρέψας, πρὸς τοὺς ὁμογενεῖς φοιτᾶ, πολλὰ κατὰ τῆς βασιλικῆς παρατάξεως αὐτοῖς παραινῶν. οἱ δὲ ταῖς ὑποθημοσύναις αὐτοῦ χρώμενοι, καρτερὸν τὸν μετὰ τοῦ αὐτοκράτορος
συνάψαντες πόλεμον, τρέπουσι κατακράτος. ὁ δὲ βασιλεὺς διασπασθείσας τὰς φάλαγγας ὁρῶν καὶ φεύγοντας ἅπαντας,
ἀπεμάχοντο, ἱππασίας κατ’ αὐτῶν ποιούμενος, πολλοὺς μὶν κτείνων, ἔστι δ’ οὗ κὼ αὐτὸς πληττόμενος. ἐπειδὴ δὲ ἐξ ἑτέρου μέρους καὶ Γεώργιος ὁ πυρρὸς καλούμενος φεύγων τὸν ποταμὸν κατελάμβανεν, ἐμβριμησάμενος τοῦτον ὁ αὐτοκράτωρ μετεκαλέσατο πρὸς ἑαυτόν. ὡς δὲ τὸ ἰταμὸν τῶν
Σκυθῶν ἑώρα καὶ· ὅτι ὅσαι ὧραι πληθύνουσι, καὶ ἄλλων ἐρχομένων εἰς τὴν αὐτῶν ἀρωγήν τὸν μὲν Γεώργιον αὐτοῦ που καταλέλοιπεν μετὰ τῶν λοιπῶν, παραγγείλας μετὰ φειδοῦς ἀντικαθίστασθαι τοῖς Σκύθαις, μέχρις ἂν αὐτὸς ἐπανέλθοι. γοργῶς δὲ τοῦ ἵππου τὸ ψάλλιον περιστρέψας, τὴν περαίαν
τοῦ ποταμοῦ καταλαβών, εἰσεῖσιν εἰς τὸ Ῥούσιον, καὶ ὅσους 160 τῶν φευγόντων στρατιωτῶν κεῖθι κατέλαβε, καὶ τοὺς αὐτόχθονας ἅπαντας Ῥουσιώτας, ὁπόσοι στρατεύσιμον τὴν ἡλικίαν εἶχον, ἀλλὰ κίκι αὐτοὺς δὴ τοὺς ἀγρότας μετὰ τῶν ἰδίων ἀμαξῶν παρεκελεύσατο θᾶττον ἐξεληλυθότας παρὰ τῷ χείλει
τοῦ ποταμοῦ καταστῆναι. τούτου δὲ θᾶττον ἡ λόγου γεγονότος, κατὰ στοίχους τινὰς καταστήσας αὐτούς αὐθις πρὸς τὸν Γεώργιον ἀναδεδραμήκει, καίτοι ὑπὸ τεταρταϊκοῦ κακοῦ
τούτου ἐπεγνωκότες ὁρμήν, ἑστήκεσαν μὴ ἀποθαρροῦντες τὴν μετ᾿ αὐτοῦ συμπλοκήν. ὁ δὲ αὐτοκράτωρ τὸ μέντοι ὑπὸ ῥίγους συνεχόμενος, τὸ δὲ πλεῖστον οὔτι οὔπων οἱ σκεδασθέντες ἅπαντες ἔφθασαν συνεληλυθέναι, ἵστατο αὐτὸς παραθέων καὶ μετρίως ἱππαζόμενος καὶ κατ’ αὐτῶν
θάρσος ἐνδεικνύμενος. συνέβαινεν οὖν ἄμφω τὰ στρατεύματα ἀτρεμοῦντα μέχρις ἑσπέρας ἑστάναι. ἐπεὶ δὲ ἡ νὺξ ἤδη 163 προῄει, ἀμαχητὶ πρὸς τὰς ἰδίας ἐπανέστρεψαν παρεμβολάς. 164 ἐδεδίεσαν γὰρ καὶ ἀποθαρρεῖν οὐκ εἶχον τὸν πόλεμον αἰ δέ γε κατὰ τὴν πρώτην μάχην ἄλλοι ἀλλαχοῦ σκεδασθέντες, κατὰ
μικρὸν αὖθις πρὸς τὸ ῾Ρούσιον ἐπανήρχοντο· οἱ πλείους δὲ τούτων καὶ μάχης παντελῶς ἄγευστοι. ὁ δέ γε Μοναστρᾶς καἰ Οὐζᾶς καὶ ὁ Συνέσιος, ἄνδρες Ἀρηΐφιλοι καὶ μαχιμώτατοι, διὰ τοῦ Ἄσπρου καλουμένου τῷ τότε διελθόντες χωρίον, ἀπόμαχοι καὶ αὐτοὶ τὸ ῾Ρούσιον καταλαμβάνουσιν.
αὐτοῦ συμπαθείας ἀξιωθεὶς καὶ πολὺν τὸν πόθον εἰς αὐτὸν διὰ τὴν τοσαύτην ἀνεξικακίαν ἐσχηκὼς,) τὰ ὑπὲρ αὐτοῦ ὅλῃ ψυχῇ καὶ φρονῶν καὶ πραγματευόμενος ἔφη· “ἐλπίς ἐστί μοι, βασιλεῦ, κατὰ τὴν αὔριον τοὺς Σκύθας κυκλῶσαι ἡμᾶς καὶ οὕτω τὸν μεθ’ ἡμῶν ἀναζητῆσαι πόλεμον. χρὴ τοίνυν
προλαβόντας ἔξω τῶν τειχῶν αὐγαζούσης ἡμέρας παρατάξασθαι." ἐπαινέσας δὲ τοῦτον ὁ βασιλεὺς καὶ ἀποδεξάμενος τῆς βουλῆς, συνέθετο ἡλίου ἀνίσχοντος πέρας ταύτην λαβεῖν. 167 ὁ δὲ ταῶ εἰπών ἀπελθὼν τοιαῦτα πρὸς τοὺς ἡγεμόνας ἀπεστομάτισε τῶν Σκυθῶν· “μὴ ἐπαίρεσθε διὰ τὰς προγεγενημένας
ἥττας τοῦ αὐτοκράτορος, μηδὲ ὀλιγοστοὺς ὁρῶντες ἡμᾶς, τὴν μεθ’ ἡμῶν ἀγαθαῖς ἐλπίσι θαρρεῖτε μάχην. ἄμαχος τὴν ἰσχύν έστιν ὁ κρατῶν καὶ πολὺ μισθοφορικὸν ὅσον ἤδη ἐλπίζεται καταλαβεῖν καὶ εἰ μὴ τὴν μετ’ αὐτοῦ εἰρήνην σπάσησθε, τὰ σώματα ὑμῶν οἰωνοὶ ἔδονται." τοιαῦτα
μὲν τὰ τοῦ Τατράνη πρὸς τοὺς Σκύθας. ὁ δέ γε αὐτοκράτωρ μελετήσας τοὺς κατὰ πεδιάδα νεμομένους ἵππους αὐτῶν
κτήνη σὺν αὐτοῖς νομεῦσιν ἀναλαβέσθαι, καὶ μὴ δεδιέναι παρεκελεύετο. “ἡμῶν γάρ, φησι, κατὰ πρόσωπον αὐτοῖς μαχομένων, ὑμεῖς ῥᾳδίως τὸ κελευσθὲν ἐκπληρώσετε." οὐδαμῶς δὲ τοῦ σκοποῦ διημάρτηκεν. ὁ γὰρ λόγος ἔργον εὐθὺς ἐγε- 170 γόνει. αὐτὸς δὲ τὴν κατ’ αὐτοῦ τῶν Σκυθῶν ἐπέλευσιν προσδόκιμον
ἔχων, οὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδ᾿ ἐπινυστάζων ὅλως ἦν. ἀλλὰ μεταπεμπόμενος δι᾿ ὅλης νυκτὸς τοὺς στρατιώτας, καὶ μᾶλλον τοὺς τῆς τοξείας εἰδήμονας πολλὰ περὶ τῶν Σκυθῶν ὡμίλει, ἐπαλείφων οἷον αὐτοὺς καὶ τὰ συνοίσαντα πρὸς τὴν ἐλπιζομένην ἐς νέωτα μάχην ξυμβουλεύων,
ὅπως δεῖ τόξον τείνειν καὶ βέλη πέμπειν, ἔστιν οὑ καὶ τοὺς ἵππους ἀνασειράζειν καὶ αὖθις ἐνδιδόναι τὸν χαλινόν, καί ἀποβαίνειν τῶν ἵππων, εἰ καὶ τοῦτο χρή. ἀλλὰ 171 μὲν τὰ τῆς νυκτὸς ἔργα. μικρὸν δὲ ὑπνώσας, ἔπει τῆς ἡμέρας 172 ἤδη ἐπιφωσκούσης οἱ λογάδες ἅπαντες τῶν Σκυθῶν διαπεραιωθέντες
τὸν ποταμὸν . . . τὸν πόλεμον ἀναζητεῖν ἐῴκεσαν, καὶ ἤδη πέρας ὁ τοῦ αὐτοκράτορος ἐλάμβανε στοχασμός, (δεινὸς γὰρ
εἱστήκει. ὁρῶν δὲ τοὺς Σκύθας ἰταμώτερον ἢ πρότερον ἐπικαταλμβάνοντας, παραχρῆμα τοὺς τῆς τοξείας εἰδήμονας ἀποβῆναι τῶν ἵππων καὶ· βάδην κατ’ αὐτῶν ἰέναι ἐπέσκηψεν 174 καὶ συνεχῆ τὰ τόξα τείνειν· τὸ δέ γε λοιπὸν τῆς παρατάξεως κατόπιν τούτων ἴετο καὶ αὐτὸς ὁ αὐτοκράτωρ,
τὸ μέσον διέπων τοῦ στρατεύματος. οἱ δὲ τοῖς Σκύθαις μέτα τόλμης προσέβαλον. καρτερᾶς δὲ τῆς μάχης γεγονυίας, τὸ μὶν τῇ πυκνότητι τῶν βελῶν, τὸ δὲ καὶ τὸν τοῦ ῾Ρωμαϊκοῦ συντάγματος συνασπισμὸν ὁρῶντες κω αὐτὸν δὴ τὸν αὐτοκράτορα ἐκθύμως μαχόμενον, ἐκδειματωθέντες παλιμπόρευτοι γεγό- 175
νασι, τὸν ποταμὸν εἰς τοὐπίσω σπεύδοντες διαπερᾷν, πρὸς τὰς σφῶν ἁρμαμάξας τὴν φυγὴν ποιούμενοι. ἐδίωκον γὰρ ὅλους ῥυτῆρας ἀφέντες οἱ τῆς ῾Ρωμαϊκῆς φάλαγγος οἱ μὲν τοῖς δόρασι κατὰ τῶν μεταφρένων παίοντες, οἱ δὲ τοῖς βέλεσι τούτους βάλλοντες. πολλοὶ· μὲν οὖν πρὸ τοῦ παρὰ τὸ χεῖλος
ἐφθακέναι τοῦ ποταμοῦ ἀναιρεθέντες πίπτουσι, πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις ἐμπίπτοντες τοῦ ποταμοῦ παρασυρόμενοι ἐναπεπνίγοντο. ἐκθυμότερον δὲ ἁπάντων κατὰ
ἐκεῖθεν ἀπάρας καταλαμβάνει τὴν Τζουρουλόν. σκοπήσας δέ, ὡς χρὴ μὴ ταχέως ἐκεῖθεν μεταστῆναι, τάφρον ἀπο- 178 χρῶσαν πρὸς τὸ ἀνατολικώτερον μέρος τοῦ πολιχνίου ταῖς προσούσαις αὐτῷ δυνάμεσι διορύξας, τήν τε βασιλικὴν σκηνὴν καὶ τἀς σκευὰς ἁπάσας εἴσω τούτου κατέθετο. οἱ δέ γε
Σκύθαι ἐπιόντες καὶ οὗτοι κατὰ τῆς Τζουρουλοῦ, ἐπειδὴ προκαταλαβεῖν τὸν αὐτοκράτορα ταύτην ἠκηκόεισαν, διαβεβηκότες τὸν ἀνὰ τὴν πεδιάδα ῥέοντα ποταμὸν ἀγχοῦ που τοῦ πολιχνίου τούτου, (Ξηρόγυψον τοῦτον ἐγχωρίως τὸν χάρακα ἐπήξαντο, μεταξὺ ὅντες τοῦ τε ποταμοῦ καὶ πολιχνίου. καἰ οἱ μὲν ἦσαν ἔξωθεν τὴν πόλιν ταύτην κυκλώσαντες· ὁ δὲ βασιλεὺς ἔνδον ἐναπείληπτο καθάπερ πολιορ- 179 κούμενος. ἀλλ’ ἔπει νὺξ κατέλαβεν, ἄλλοι μέν ῥα θεοί τε ναί ἀνέρες ἱπποκορυσταί, τοῦτο δὴ τὸ τῆς Καλλιόπης Ὁμήρου, εὗδον· τὸν δὲ αὐτοκράτορα Ἀλέξιον οὐκ ἔχε νήδυμος ὕπνος.
ἀλλὰ διηγρύπνει τε καί ἀνέλιττε λογισμούς, ὅπως τὸ θράσος
εἶχεν, ὥστε τὴν μετ’ αὐτῶν ἀποθαρρῆσαι μάχην κατασυστάδην, ἐπινοεῖταί τι καἰ μάλα εὐμήχανον. ἀναλαβόμενος τὰς τῶν οἰκητόρων ἁμάξας καὶ ταύτας ἀφελὼν ἀπὸ τῶν ἐπικραββάτων, τούς τε τροχοὺς τούτων καὶ τοὺς ἄξονας ἄνω κατέσχε, κᾀθ᾿ οὕτως ἔξω τοῦ τείχους ἔπι τῶν κρηδέμνων
ἐφεξῆς ἀπαιωρεῖ διὰ τινων καλωδίων ἐναποδεσμουμένων ταῖς 182 ἐπάλξεσι τῶν τειχῶν. καὶ ἅμα τε τοῦτο ἐνενόησε καὶ καὶ μιᾶς ὥρας ἐναπεκρέμαντο κύκλῳ οἱ τροχοί μετὰ τῶν ἀξόνων, ὥσπερ τινὲς ἐφεξῆς κυκλοῖ κείμενοι, ναὶ ἀλλήλοις ἐγγίζοντες καὶ τοῖς ἄξοσιν ἀυτῶν ξυνδεσμούμενοι. πρωΐθεν
δὲ ἀναστὰς καὶ· αὐτός τε ὁπλισάμενος καὶ τοὺς ἄλλους τλίσας, ἔξάγει τοῦ τείχους, ἀντιμετώπους στήσας τοὺς στρατιώτας τοῖς βαρβάροις. συνέβαινε δέ, ἐφ᾿ ἁ μέρη τὰ κύκλα τῶν τροχῶν ἀπῃώρηται, ἐπ’ ἐκεῖνα καὶ τοὺς ἡμετέρους στρατιώτας ἵστασθαι καὶ ἀντικρὺ κεῖσθαι κατὰ μίαν γραμμὴν τὸ
ἀντίθετον. καὶ τὸ ἐντεῦθεν αὐτὸς μέσον τῆς ἀμφ᾿ αὐτὸν πα-
ἐγκεκραγότας τοὺς ἵππους θεάσαιντο προτροπάδην ὀπισθορμήτους γενομένους ὀλίγον διαιρεθῆναι τηνικαῦτα διχῇ εἰς δεξιόν τε καὶ εὐώνυμον μέρος , καὶ χώραν δοῦναι τοῖς ἐναντίοις ἐς τοσοῦτον, ἕως ἂν τοῦ τείχους πλήσιον γένοιντο. τούτου δὲ γεγονότος, παρήγγελτο τοῖς ἄνωθεν ἑστηκόσιν ἀπὸ
185 τοῦ τείχους, ὁπηνίκα τὴν σχίζαν τῶν φαλάγγων θεάσαιντο, ξίφεσι τὰ καλώδια κόπτειν καὶ ἀφεῖναι τοὺς τροχοὺς μετὰ τῶν ἀξόνων ἄνωθεν κάτω κατακρημνίζεσθαι. ἐγένετο ταῦτα κατὰ τὸ τοῦ βασιλέως παράγγελμα. καἰ ἀθρόοι μὲν ἐπαρράξαντες ἦσαν οἱ Σκύθαι σὺν ἀλαλαγμῷ βαρβαρικῷ ἱππόται
κατὰ τῆς ἡμεδαπῆς παρατάξεως, πεζῇ καὶ βάδην κατ᾿ αὐτῶν ἱεμένων πάντων, μόνου δὲ τοῦ αὐτοκράτορος ἐπόχου συγκατιόντος αὐτοῖς. οἱ δὲ κατὰ τὴν τοῦ αὐτοκράτορος τέχνην ὀλίγον γόνυ γουνὸς ἀμείψαντες καὶ οἶον ἀναποδίσαντες, διεσχίσθησαν ἀπ᾿ ἀλλήλων, ὡς οὐκ ἄν τις ἤλπισεν, ὥσπερ θύραν
τοῖς βαρβάροις πλατυτάτην εἰς τὴν εἴσοδον ὑπανοίξανἠχήσῃ
ἐκ τοῦ τείχους καὶ οἶον ἀποσφενδονηθεισῶν, εἰς μέσους τοὺς ἱππότας τῶν βαρβάρων ἔξεκυλίσθησαν, ῥύμην λαβόντες σφοδροτέραν. τὸ μὲν καὶ· ἀπὸ τῆς ἀθρόας καταφορᾶς τῷ φυσικῷ πειθόμενοι βάρει, τὸ δὲ καὶ ῥοπὴν λαβόντες ἀκάθεκτον ἀπὸ τοῦ κατάντους τόπου, σφοδρῶς τε τοῖς 188
βαρβάροις ἐνέπιπτον καὶ πανταχόθεν αὐτοὺς περιέθλιβον, τὰ σκέλη τῶν ἵππων ὥσπερ θερίξοντες, καὶ ἀμφότερα ἑκατέρωθεν ἀπό τε τῶν ἐμπροσθίων καἰ ὀπισθίων μερῶν διατεμνόμενοι, ὀκλάσαι τοὺς ἵππους, ἐφ᾿ ὁ μέρη τὴν πληγὴν κατηνάγκασαν καὶ τοὺς ἱππότας συγκαταβαλεῖν. ὧν ἐπαλλή- 189
λων καὶ συχνῶν πιπτόντων, ἐξ ἑκατέρου δὲ καὶ τῶν στρατιωτῶν κατ’ αὐτῶν ἱεμένων, καὶ δεινῆς τῆς μάχης τοῖς Σκύθαις πανταχόθεν ἐφισταμένης, οἱ μὲν τοῖς πεμπομένοις ἀνῃροῦντο βέλεσιν, οἱ δὲ διὰ τῶν δοράτων ἐπλήττοντο, τῶν δὲ λοιπῶν οἱ 190 πλείους ὑπὸ ὦν τροχῶν σφοδρῶς καταφερομένων συνωθούμε-
εἶτα δὴ τὰς φάλαγγας ἐπιστρέψας κατὰ πρόσωπον τοῖς Σκύθαις ἵστατο, ἐφ' ᾧ τὸν μετ' αὐτῶν, ὡς ἐνόν, συνάψαι πόλεμον. αὐτὸς μὲν οὖν τὴν μέσην τῶν ταγμάτων εἶχε χώραν· μάχης δὲ καρτερᾶς γενομένης, τὴν νικῶσαν τηνικαῦτα 192 παρ' ἐλπίδας αἰ Ῥωμαϊκαὶ εἶχον φάλαγγες, καὶ ἐδίωκον τούτους
ἀκρατῶς· ἐπεὶ δ' ἱκανὸν διάστημα τούτους ἑώρα διώκοντας ὁ αὐτοκράτωρ, δεδιὼς μὴ λοχῶντές τινες αἰφνιδίως ἐπεισπεσόντες τοῖς Ῥωμαίοις παλίντροπον τὴν τῶν Σκυθῶν φυγὴν ἀπεργάσωνται, καὶ προστεθέντες τούτοις καἰ οἱ φεύγοντες μέγα τὸ δεινὸν τῇ Ῥωμαἱκῇ στρατιᾷ ἐπάξωσιν, ἱππασίας
πυκνὰς ποιούμενος, ἀνασειράζειν τοὺς χαλινοὺς καὶ τοὺς ἵππους ἀναψύχειν τοῖς στρατιώταις ἐκέλευεν. οὕτω γοῦν κατὰ τὴν ἡμέραν ἐκείνην ἄμφω διαστήτην τὰ στρατεύματα. οἱ μὲν γὰρ φυγάδες, ὁ δὲ βασιλεὺς χαίρων νικητὴς λαμπρὸς πρὸς τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισιν. οἱ δὲ Σκύθαι κατα- 193 κράτος ὑττηθέντες μεταξὺ τοῦ Βουλγαροφύγου καὶ τῆς μικρᾶς Νικαίας τὰς σκηνὰς ἐπήγνυντο. χειμῶνος δὲ ἤδη ἐπι-
τοῦ παντὸς ἤσαν στρατεύματος, ἡγεμόνας τούτων τόν 195 τε Ἰωαννάκην καὶ τὸν Μαυροκατακαλὼν Νικόλαον προεβάλλετο, πέρι ὧν πολλάκις φθάσας ὁ λόγος ἐδήλωσεν, ἐντειλάμενος αὐτοῖς έν ἑκάστῳ μὲν τῶν πολιχνίων ἀποχρῶντας εἰσαγαγεῖν στρατιώτας εἰς τὴν ἀυτῶν φρουράν, πεζοὺς δὲ ἐξ
ἁπάσης τῆς χώρας μετὰ ἁμαξῶν καὶ τῶν ταύτας ἑλκόντων βοῶν ἐξελάσαι. βουλόμενος γὰρ ἔαρος ἐφισταμένου τῆς κατὰ τῶν Σκυθῶν καρτερώτερον ἀνθέξεσθαι μάχης, προεμελέτα τε καὶ ηὐτρέπιζε τὰ συνοίσοντα. οὕτω γοῦν ἅπαντα δεόντως διαθέμενος, ἐπανέρχεται πρὸς τὸ Βυζάντιον.
Alexias. Anna Comnena. ed. Ludwig Schopen, ed. B.G. Niebuhr. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.