τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιῶν. καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς, ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἱ ἐκ τῆς κοιλίας
φωνοῦσιν · οὐκ ἔθνος πρὸς θεὸν αὑτοῦ ; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν.”
παιδία ἅ μοι ἔδωκεν ὁ θεός, ” ἐπεξεργάζεται περὶ τοῦ d Χριστοῦ λέγων ‟ ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.”
τούτοις τοὺς ἀποστόλους ὀνομάζει, ἐφ’ ὧν σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ ποιήσειν τὸν κύριον Σαβαὼθ, τὸν κατοικοῦντα ἐν τῷ ὄρει Σιῶν, διδάσκει, τούτους δὲ αὐτοὺς φανεροὺς ἔσεσθαι συνήθως ἡμῖν τὰ πρόσωπα σφραγιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι,
παιδευομένους τε μηκέτι τὸν Μώσεως νόμον μανθάνειν, τῷ μηκέτι συνεστάναι αὐτὸν, καὶ τῷ τὸν καλούμενον Ἰακὼβ καταλελεῖφθαι τοῦ θεοῦ.
τοῖς διατάγμασί μου. καὶ προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ ἀναμενῶ αὐτόν.”
τὸν θεὸν τὸν ἀποκρύβοντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ b τοῦ οἴκου Ἰακὼβ, καὶ ὑπομενῶ αὐτόν.” ταῦτα δ’ οὖν οἶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι διδάσκονται ποιεῖν. οἷς ἑξῆς ἐπιλέγει ‟ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα
281 ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαὼθ ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.”
καὶ πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐξ ἀπάντων c τῶν πρὶν εἰδωλολατρῶν παρακελεύεται μηκέτι δεδιέναι κατὰ μηδένα τρόπον τὴν δεισιδαίμονα πλάνην· ἀλλ’ εἰ καὶ παρασαλεύοιεν αὐτοὺς ἢ καὶ ἀναγκάζοιεν οἶ ἐξ ἐθνῶν εἰδωλολάτραι ζητεῖν τοὺς ἐγγαστριμύθους
καὶ τὰ τῶν δαιμόνων μαντεῖα ὡς θαυμάσια καὶ κατ’ οὐδὲν λείποντα τῆς τῶν θείων καὶ θεοφιλῶν ἀνδρῶν προφητικῆς διαίτης, αὐτοὺς δεῖν ἀποκρίνεσθαι καὶ λέγειν διδάσκει ‟τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν δέδωκε καὶ τὰ
τούτοις ἀκόλουθα. τοὺς γὰρ ἅπαξ νόμον εἰληφότας καὶ σωτηρίους ἐντολὰς ἐπὶ βοηθείᾳ καὶ θεραπείᾳ τοῦ ἰδίου βίου περιττὸν μαντείας πολυπραγμονεῖν διὰ d τῆς δαιμονικῆς ἀπάτης ἐνεργουμένας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.