ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμὰς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὤτα κωφῶν ἀκούσονται, τότε ἀλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων.”
τοῦτο μὲν ὁπηνίκα τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν προσέφερον παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, ὃν καὶ ὑγιῆ λόγῳ κατεστήσατο, τοῦτο δὲ ὅτε μυρίοι τυφλοὶ καὶ δαιμονιῶντες, ἔτι μὴν διαφόροις d νόσοις καὶ μαλακίαις καταπονούμενοι, πρὸς τῆς αὐτοῦ
σωτηρίου δυνάμεως τῶν παθῶν ἀπηλλάττοντο·
λόγον τοῖς τῆς διδασκαλίας αὑτοῦ φαρμάκοις ἰᾶται καὶ θεραπεύει· πλὴν ὅτι καὶ θεὸς ἐν τούτοις ἀνηγόρευται κατὰ καιρὸν, ὡς ἂν τοιαῦτα ἐνεργῶν, ἤδη πρότερον ἡμῖν ἐν ταῖς περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαις ἀποδέδεικται.
καὶ ἄλλοτε, θεὸν αὐτὸν ὁμολογεῖσθαι, ὅτε καὶ ἔργα 448 θείας καὶ ὡς ἀληθῶς ἐνθέου δυνάμεως ἐπεδείκνυτο. θεοῦ γὰρ μόνου ἦν καὶ οὐδὲ ἄλλου ῥωννύναι μὲν παρειμένους, ζωογονεῖν δὲ νεκροὺς, σωτηρίαν τε ἀσθενοῦσι παρέχειν, ἀνοίγειν τε ὀφθαλμοὺς τυφλῶν 1 καὶ κωφῶν ὡσαύτως ἀκοὰς ἰᾶσθαι, χωλούς τε ἀνορθοῦν, , καὶ τοὺς τὴν γλῶτταν δεδεμένους εὐλάλους ἀποκαθιστᾶν, ἅπερ ἅπαντα ὑπὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέπρακται, οἶα ὑπὸ θεοῦ, καὶ μεμαρτύρηταί 279 γε ὑπὸ πλειόνων τῶν καθ’ ὅλης τῆς οἰκουμένης
b κηρυξάντων αὐτόν.
πορείαν ἀπὸ τῆς μακρᾶς περιόδου τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας παρείθησαν, διεγείρων αὐτοὺς ἐπὶ τὴνκατὰ τὸ εὐαγγέλιον πολιτείαν, ‟ ἰσχύσατε φησὶ χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα,” εἰς ἑτοιμασίαν δηλαδὴ τοῦ κατὰ τὸ εὐαγγέλιον δρόμου.
σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, δι’ ἧς ἀληθῶς χωλοὺς καὶ τυφλοὺς καὶ λεπροὺς καὶ παρειμένους ἰάσατό ποτε λόγῳ κατὰ τὰς περὶ αὐτοῦ γραφὰς, ἡ καὶ εἰσέτι νῦν ἐνεργουμένη πρὸς τῆς αὐτοῦ θεότητος καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀρετὴ, δι’ ἧς αὐτοῖς ἔργοις ὁποῖός τις ἦν καὶ τότε τοῖς οἵοις τε συνορᾶν ἐπιδείνυται,
ὅτε καὶ ἐπὶ τοσούτοις μετὰ ταῦτα χρόνοις διαρκὴς 449 καὶ ἀνίκητος καὶ ὡς ἀληθῶς θεοῦ λόγος ὁ πρὸς αὐτοῦ καταγγελθεὶς ἀποδείκνυται, πάντας ὑπερβαλλόμενος τοὺς ἀρχῆθεν καὶ μέχρι τοῦ νῦν τὴν διδασκαλίαν αὐτοῦ πολεμεῖν παρεσκευασμένους, ἐξ ἅπα
σὴς τε τῆς οἰκουμένης ὑπαγόμενος ἑαυτῷ μυρία πλήθη, καὶ πάσης μὲν ἁμαρτίας καὶ τῶν κατὰ ψυχὴν παθῶν τε καὶ νοσημάτων τοὺς αὐτῷ προσιόντας ἀπαλλάσσων, ἐπὶ δὲ τὴν· εὐσεβῆ διδασκαλίαν αὑτοῦ πᾶν γένος Ἑλλήνων καὶ βαρβάρων προσκαλούμενος, μυρίους τε b
ὅσους προσάγων ἐπὶ τὴν τοῦ μόνου καὶ ἀληθοῦς θεοῦ γνῶσιν ἐπί τε τὸν ὑγιῆ καὶ σώφρονα βίον, ὃς δὴ καὶ πρέπων εἴη ἂν ἐπαγγελίᾳ θρησκείας τοῦ ἐπὶ πάντων θεοῦ.
ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.” κατὰ γὰρ τὸν Ψαλμὸν φήσαντα ‟ ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν, δι’ ἧς εἴρηται ‟ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ,” παρὰ τοῦ πατρὸς τὴν τοῦ c
κρίνειν εἰληφὼς ἐξουσίαν, δικαιοσύνῃ κρίνων, τῷ μὲν ἐκ περιτομῆς λαῷ τὴν προσήκουσαν τῶν εἰς αὐτόν τε καὶ τοὺς αὐτοῦ προφήτας τετολμημένων δίκην ἀποδέδωκε, πάντας δὲ ἀπαξαπλῶς ἀνθρώπους τοὺς αὐτῷ προσιόντας ἐξ ἴσου κατὰ τὸ δίκαιον ἀνεσώσατο ·
ὧν τὰ ὦτα τῆς διανοίας καὶ τοὺς ὀφθαλμοὺς ἀνέῳξεν. 2
Ἀβελ ἴως αἵματος Ζαχαρίου, καὶ αὐτοῦ γε τοῦ τιμίου αἵματος Ἰησοῦ, ἐκδεδίκηται ἀπὸ τῆς γενεὰς τῶν εἰς . αὐτὸν πεπλημμεληκότων, ὡς ἐξ ἐκείνου τὸν ἔσχατον 280 αὐτοὺς ὑπομεῖναι ὄλεθρον καὶ τὴν ἐσχάτην πολιορκίαν.
ἐποιήσατο κατ’ αὐτῶν τὴν ἀνταπόδοσιν διό φησιν ἡ προφητεία ‟ ἰδοὺ ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει.” ἡ δὲ περὶ τῶν δί’ αὐτοῦ σωθησομένων ἐξῆς δηλοῦται διὰ τοῦ ‟ αὐτὸς ἥξει καὶ σώσει ἡμὰς · τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ
ὦτα κωφῶν ἀκούσονται” καὶ τὰ ἐξῆς.
διὸ καὶ περὶ τοῦ λόγου τῆς καινῆς διαθήκης εἴρηται ‟ ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. κρίσει γὰρ θείᾳ καὶ λόγοις ἡμῖν ἀρρήτοις καὶ τὰ τῆς κλήσεως τῶν εἰς αὐτὸν ἐπισ·τρεφόντων εἰκὸς αὐτὸν
ἐνεργεῖν. ἀλλὰ καὶ τὴν θείαν διδάσκων ἡμᾶς κρίσιν, καὶ πάντα κεκριμένως ἡμᾶς πράττειν παιδεύων, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσειν λέγεται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.