διὸ καὶ περὶ τοῦ λόγου τῆς καινῆς διαθήκης εἴρηται ‟ ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. κρίσει γὰρ θείᾳ καὶ λόγοις ἡμῖν ἀρρήτοις καὶ τὰ τῆς κλήσεως τῶν εἰς αὐτὸν ἐπισ·τρεφόντων εἰκὸς αὐτὸν
ἐνεργεῖν. ἀλλὰ καὶ τὴν θείαν διδάσκων ἡμᾶς κρίσιν, καὶ πάντα κεκριμένως ἡμᾶς πράττειν παιδεύων, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσειν λέγεται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.