Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, οὐ κεκράξεται, οὐδὲ 452 ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν.
ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἴως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. οὕτω λέγει κύριος ὁ θεὸς, ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ
πνεῦμα τοῖς πατοῦσιν αὐτήν. ἐγὼ κύριος ὁ θεός σου ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός b σου, καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου
φυλακῆς καθημένους ἐν σκότει.”
τηνικαῦτα γὰρ, ὥς φησι, γνοὺς ὁ Ἰησοῦς τὴν. κατ’ αὐτοῦ συσκευὴν ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς c πάντας, καὶ ἐπέπληξεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν 1 ποιήσωσιν.”
ρωθῆ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ὁ παῖς μου, εἰς ὃν εὐδόκησα, ὁ ἀγαπητός μου, ὃν ᾑρέ- τισεν ἡ ψυχή μου. θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτὸν, H καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσεταί τις ἐν ταῖς πλατείαις τὴν
d φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἴως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.”
μένῃς, παρὰ μὲν τοῖς ἑβδομήκοντα ὠβέλισται τὸ τοῦ 282 Ἰακὼβ καὶ τὸ τοῦ Ἰσραὴλ ὄνομα, καὶ παρὰ τοῖς λοι- ποῖς δὲ ἑρμηνευταῖς παρασεσιώπηται, ἐπεὶ μηδ’ ἐν 453 τῷ Ἑβραικῷ φέρεται.
τῇ Ἑβραίων γραφἢ̣ τὴν προφητείαν ἐκθεμένῳ. τοι- γαροῦν οὐδὲ κατὰ διάνοιαν τῷ ἐκ περιτομῆς λαῷ τὰ θεσπιζόμενα ἁρμόζει, μόνῳ δὲ τῷ Χριστῷ τοῦ θεοῦ μαρτυρουμένῳ ὑπὸ τῆς ἐναργείας καὶ τῆς τῶν πρα- γμάτων ἐκβάσεως. μόνος γὰρ οὗτος τὴν μέλλουσαν
κρίσιν τοῖς ἔθνεσι προεκήρυξεν, ἡσυχῆ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδημήσας, καὶ κρίσιν ἐπὶ τῆς γῆς θέμε- νος· καὶ οὐ μόνον κάλαμον συντετριμμένον οὐ κατέαξεν, b ἀλλὰ, εἰ ἔστιν εἰπεῖν, συνέδησεν, ἀνορθώσας καὶ ἰσχυροὺς ἀπεργασάμενος τοὺς ἀσθενεῖς καὶ τοὺς συντετριμμένους τὴν καρδίαν.
ἀσθενεῖς καὶ σαθροὺς καὶ τῆς αὐτοῦ θεραπείας δεομένους οὐ παρεώρα, οὐδὲ μετανοοῦντας κατακρίνων συνέτριβεν, οὕτως οὐδὲ τοὺς τοῖς κακοῖς ἐπιμένοντας καὶ ὑπὸ τῶν παθῶν τυφομένους ἐσβέννυε, κωλύων παρὰ τὴν αὐτῶν προαίρεσιν ἐνεργεῖν, οὐδὲ μὴν παρὰ c
καιρὸν ἐτιμωρεῖτό τινα τούτων, τὴν κατ’ ἀξίαν αὐτῶν κόλασιν εἰς τὸν τῆς καθόλου κρίσεως ἕως καιρὸν ὑπερτιθέμενος·
σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνόματι ἤλπισε τὰ Χριστιανῶν ἔθνη, τὴν ἐπωνυμίαν αὐτοῦ ὡς πατρὸς ἧς παρειλήφασιν εὐσεβείας ἐπιγραφόμενα.
τυφλῶν τῶν πάλαι τὴν διάνοιαν πεπηρωμένων, καὶ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν αὐτὸ τὸ σῶμα d ἠφανισμένων, καὶ οἶ δεσμοῖς τε καὶ σειραῖς ἁμαρτιῶν, ἐν σκότει καὶ ἀγνοίᾳ τῆς ἀληθοῦς εὐσεβείας τὸ πρὶν κεκαλινδημένοι, δι’ αὐτοῦ τῶν ἁμαρτιῶν λυθέντες,
τοῦ φωτὸς τῆς γνώσεως καὶ τῆς παρὰ τῷ θεῷ ἐλευθερίας ἠξίωνται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.