καὶ πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐξ ἀπάντων c τῶν πρὶν εἰδωλολατρῶν παρακελεύεται μηκέτι δεδιέναι κατὰ μηδένα τρόπον τὴν δεισιδαίμονα πλάνην· ἀλλ’ εἰ καὶ παρασαλεύοιεν αὐτοὺς ἢ καὶ ἀναγκάζοιεν οἶ ἐξ ἐθνῶν εἰδωλολάτραι ζητεῖν τοὺς ἐγγαστριμύθους
καὶ τὰ τῶν δαιμόνων μαντεῖα ὡς θαυμάσια καὶ κατ’ οὐδὲν λείποντα τῆς τῶν θείων καὶ θεοφιλῶν ἀνδρῶν προφητικῆς διαίτης, αὐτοὺς δεῖν ἀποκρίνεσθαι καὶ λέγειν διδάσκει ‟τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν δέδωκε καὶ τὰ
τούτοις ἀκόλουθα. τοὺς γὰρ ἅπαξ νόμον εἰληφότας καὶ σωτηρίους ἐντολὰς ἐπὶ βοηθείᾳ καὶ θεραπείᾳ τοῦ ἰδίου βίου περιττὸν μαντείας πολυπραγμονεῖν διὰ d τῆς δαιμονικῆς ἀπάτης ἐνεργουμένας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.