ὑπόμεινον αὐτὸν, ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ, ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται.”
δηλωθεὶς κατὰ τὸ ‟ εὐλογημένος ὁ ἐρχόμενος ἐν d ὀνόματι κυρίου, θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν ; τοῦτον δὲ οἶα φῶς τυγχάνοντα εἰς πέρας ἀνατελεῖν φησιν, ἐπὶ συντελείᾳ δηλαδὴ τῶν αἰώνων. ᾧ συνᾴδει καὶ ὁ Ζαχαρίας λέγων ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα
αὐτῶ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ.”
τούτου δὲ μέμνηται καὶ ἡ πρὸς Ἑβραίους ἐπιστολὴ δι’ ὧν φησι ‟ μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, 1 ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κο- μίσησθε τὴν ἐπαγγελίαν. ἔτι γὰρ μικρὸν ὅσον ὅσον 277 ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. ὁ δὲ δίκαιος ἐκ
πίστεως μου ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐ- δοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ’
ξις ’o ἐρχόμενος’ φησὶν ἥξει καὶ οὐ χρονίσει.’ καὶ ἐπιφέρει “ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν aὐτόͅ,” ὅπερ συναπτόμενον ἀνάγεσθαι δόξειεν ἂν b ἐπὶ τὸν ἐρχόμενον καὶ οὐ χρονίζοντα, ὅπερ ἐστὶν ἄτο- πον. πῶς γὰρ ἐπ’ ἐκεῖνον ἁρμόσει τὸ λέγεσθαι μὴ
εὐδοκεῖν ἐν αὐτῷ τὸν θεόν; ἀλλ’ ἡ τῆς διαστολῆς παράθεσις ἐναλλάξασα τὴν τοῦ λόγου σύνταξιν τὴν διάνοιαν ἐσώσατο.
προφητείᾳ πρῶτον κείμενον ὑπέταξε δεύτερον ἐν τῷ " καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.” ἅπαξ γὰρ θεσπίσας ὁ λόγος διὰ τῆς προφη- c τείας ὅτι δὴ τὸ φῶς τὸ πᾶσι τοῖς ἔθνεσιν ἐπηγγελ- μένον διὰ τῆς Χριστοῦ παρουσίας ’ ὀψέ ποτε καὶ
ἑσπέρας ἀνατελεῖ, καὶ οὐ διαψεύσεται·”
αὐτὸν, ἢ ἐὰν μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ὁ ἐρχό- ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ,” ἐπὶ τὴν πίστιν τῆς d προρρήσεως τὸν ἀκροατὴν παρορμᾷ λέγων, ὁ δὴ τού- 172 τοῖς πιστεύων ἐξ αὐτῆς τῆς πίστεως αὑτοῦ δίκαιος ἀναδειχθεὶς τὴν κατὰ θεὸν ζήσεται ζωὴν, ὡς ἔμπαλιν ὁ ἀπιστῶν, ἐν οἶς ἂν ὑποστείληται μὴ θαρσήσας, μηδὲ δὲ ἐμπιστεύσας τοῖς εἰρημένοις, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
ἐναλλάξαντες τὸ πρῶτον ὕστερον, καὶ μεταθέντες τὸ ὕστερον ἐπὶ τὸ πρῶτον, σώσομεν τὸν νοῦν τῆς λέξεως μετὰ τὸ ‟ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει” καθ’ ὑπερβατὸν συνάπτοντες τὸ ‟ ὁ δὲ μου ἐκ πίστεως ζήσεται,”
ἐν πίστει αὑτοῦ ζήσεται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.