σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἷ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. δι’ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.”
ὁ θεὸς, ἐκπορευόμενός τε ἐκ τοῦ τόπου αὐτοῦ, διὰ b τῶν προκειμένων κηρύττεται. εἴη δ’ ἂν ὁ τοῦ θεοῦ λόγος, ὃν μόνον διὰ τῶν ἔμπροσθεν γεννητὸν ὑπάρχειν θεὸν καὶ κύριον μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πάντων ἀπεδείξαμεν. τόπον δ’ αὐτοῦ οὐκ ἂν ἁμάρτοις
λέγων εἶναι τὴν ἐν οὐρανοῖς βασιλείαν, τόν τε ἔνδοξον τῆς θεότητος αὐτοῦ θρόνον, ὃν θεολογῶν ὁ προφήτης ἔψαλλεν ‟ὁ θρόνος σου” φάσκων ‟ὁ θεὸς 1 τὸν αἰῶνα τοῦ αἰῶνος·” ἐφ’ ὃν αὐτῷ ὁ πατὴρ, ἂν υἱῷ μονογενεῖ, καθέζεσθαι παρεκελεύσατο εἰπὼν ‟κάθου ἐκ δεξιῶν μου.”
τὸν θεὸν λόγον παρεστήσαμεν· αὐτὸν δὴ οὖν τοῦτον ὁ παρὼν θεσπίζει λόγος ἐκπορεύεσθαι ἐκ τοὐ 168 τόπου αὐτοῦ, καταβήσεσθαί τε ἐπὶ τὰ ὕψη τῆς γῆς.
θεσπίζουσιν, αὐτή τε Ἱερουσαλὴμ, καὶ τὸ Σιῶν ὅρος, ἐν ᾧ τὰς πλείστας ἐποιεῖτο διατριβὰς ὁ σωτὴρ καὶ κύριος ἡμῶν; τούτων δὲ διαφθορὰν ἔσεσθαι καὶ ἀπώλειαν d ἐπὶ τῇ τοῦ Χριστοῦ καθόδῳ θεσπίζει. καὶ πρόδηλον ὡς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ
τὰ κατ’ αὐτοῦ τετολμημένα τὰ προειρημένα πάντα πεπολιόρκηται καὶ εἰς ἐσχάτην ἐρημίαν ἐλήλυθεν.
ὀνομαζόμενα, σαλευθήσεσθαι λέγονται ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν παρουσίᾳ. καὶ τοῦτο δὲ ὅπως τέλους ἔτυχε τίς οὐκ ἂν ὁμολογήσειε μετὰ τοὺς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χρόνους, πάντ’ ἐκεῖνα θεωρῶν οὐ μόνον σαλευθέντα, ἀλλὰ καὶ ἐκποδὼν
γεγενημένα; κοιλάδες δὲ εἰσέτι νῦν τηκόμεναι εἶεν ἂν αἱ ἀντὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ Σιῶν ὄρους κατὰ πᾶσαν πόλιν συνεστῶσαι αὐτῶν συναγωγαὶ, ἀποθρηνοῦσαιν 272 καὶ ἀποκλαιόμεναι καὶ ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τηκόμεναι διὰ λύπην καὶ πένθους ὑπερβολὴν,
βολὴν, τῆς τε τῶν οἰκείων ἐρημίας καὶ τῆς μακρὰς καὶ πολυετοῦς δουλείας ἕνεκεν.
ἀνήχθη ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου ‘ὅτε καὶ παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ ἦν μετὰ τῶν θηρίων.”
ἐνεργήσασαι ἀόρατοι καὶ ἀρχοντικαὶ δυνάμεις, ἃς οὐ μικρῶς ἡ τοῦ σωτῆρος ἡμῶν ἀνέσειέ τε καὶ ἀνεκίνει διδασκαλία. τούτων γὰρ ὁ ἔνθεος αὐτοῦ λόγος, ἥ τε c θαυματουργὸς καὶ παραδοξοποιὸς ἰσχὺς, λεληθότως τὴν κατὰ τῶν ἀνθρώπων μακρὰν καὶ παλαιὰν δυναστείαν
καθῄρει.
οὗ πυρὸς δὴ καιόμενοι, καὶ μὴ οἶοί τε ὄντ’ ἐς τὰς ἀπὸ τῆς ἀοράτου φλογὸς φέρειν βασάνους, ὑπανεχώρουν τῶν ἀνθρωπείων σωμάτων, καὶ τὸ συνέχον γε καὶ d ἐλαῦνον αὐτοὺς ἀνωμολόγουν βοῶντες ‟ἔα, τί καὶ σοὶ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι
ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.”
οὐρανῶν πεποίητο ὁ κύριος κάθοδον.
ἀπαριθμούμενος, καὶ τὸν ἐπὶ ταύταις μετελθόντα αὐτοὺς ὄλεθρον, τῶν δὲ ἀνὰ πάσαν τὴν οἰκουμένην 169 ἐθνῶν προαναφωνῶν τὴν κλῆσιν. διὰ ταῦτα γὰρ ἐπεδήμει ὁ τοῦ θεοῦ λόγος ἐξ οὐρανῶν ἐπὶ γῆς.
εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια b αὐτῆς ἀποκαλύψω.”
τὰ τρυφερά σου. ἐμπλάτυνον τὴν χηρείαν σου, ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.” ἐπὶ Σιῶν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλήμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.”
τὰς δρασθείσας κατ’ αὐτοῦ δυσσεβείας εὐθὺς καὶ οὐκ εἰς μακρὸν καὶ τὰ ὄρη καὶ οἱ ἐν τούτοις οἰκοῦντες πεπολιόρκηντο, ἐμπρησμόν τε καὶ ἐσχάτην ἐρημίαν τὸ Σιῶν ὅρος ὑπέμεινε, καὶ γέγονε τὸ ὅρος τοῦ οἴκου τοῦ θεοῦ εἰς ἄλσος δρυμοῦ.
τῇ τοῦ κυρίου ἐξ οὐρανῶν καθόδῳ περὶ ἐκείνους ἔσεσθαι καὶ ἡ παροῦσα προφητεία σημαίνει, ἃ καὶ ἐν- d αργῆ τὴν ἔκβασιν εἴληφε μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν
βοωμένην Σιῶν ζεύγεσι βοῶν ὑπὸ Ῥωμαίων ἀνδρῶν ἀρουμένην ὀφθαλμοῖς παρειλήφαμεν, καὶ τήν γε Ἱερουσαλὴμ, ὡς αὐτό γέ φησι τὸ λόγιον, όπωροφυλακίου δίκην ἀπολειφθέντος, ἐν παντελεῖ καταστᾶσαν ἐρημίᾳ· ἃ καὶ δι’ οὐδὲν ἕτερον αὐτοῖς ἢ διὰ τὰς δυσσεβείας
αὐτῶν συμβέβηκε, δι’ ἃς καὶ ὁ λόγος ὁ οὐράνιος ἐκ τοῦ οἰκείου τόπου προελήλυθε.
274 καὶ ὑπερυψούμενα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ὅρη σαλευθῇ ὑποκάτωθεν αὐτοῦ, αἶ δυνάμεις δηλονότι αἶ ἀντικείμεναι, αἳ πρὸ τῆς αὐτοῦ παρουσίας μετὰ τῶν λοιπῶν ἀνθρώπων καὶ τὸ Ἑβραίων ἔθνος τοῖς τῆς δυσσεβείας καὶ εἰδωλολατρίας πράγμασι καταδεδούλωνται,)
δεδούλωνται,) οἶ δὲ πονηροὶ δαίμονες, κοιλάδες ἐπικαλούμενοι διὰ τὸ ἐν χάσμασι σκοτίοις καὶ τοῖς τῶν σωμάτων κοιλώμασιν ἐνδιατρίβειν) ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τηκόμενοι, τῇ τοῦ θείου λόγου δυνάμει ἐξ ἀνθρώπων ἀποφύγοιεν, καὶ ἑτέρα δ’ ἂν εἴη b παρὰ ταύτας αἰτία οὐχ ἡ τυχοῦσα τῆς ἐξ οὐρανῶν
καθόδου τοῦ κυρίου, ἣν ὁ λόγος ἐπισημαίνεται, ὅπως πάντα τὰ ἐπὶ γῆς ἔθνη, τῶν δαιμόνων ἀπελασθέντων καὶ τῶν ἀρχοντικῶν πνευμάτων σεισθέντων, τῆς πάλαι αὐτῶν σκληρᾶς καὶ ἀκινήτου τυραννίδος ὑπαναπνεύσαντα, τὴν ἐπίγνωσιν τοῦ ἐπὶ πάντων ἀναλάβῃ
θεοῦ.
τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ c πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ 170 πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιῶν
ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν.
σχολῆς ἄν τις καταμάθοι. ἀκολούθως γε μὴν τούτοις ἀρχόμενος ὁ τῆς προφητείας λόγος, ὡς ἂν ἐπὶ σωτηρίᾳ d οὐ μόνον τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ γὰρ καὶ τῶν ἐθνῶν ἁπάντων τῆς τοῦ κυρίου εἰς ἀνθρώπους καθόδου γενησομένης, τοῖς λαοῖς καὶ τοῖς ἐπὶ τῆς γῆς
ἅπασιν ἐπιφωνεῖ, λέγων ‟ἀκούσατε λαοὶ πάντες, καὶ 4 προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ.”
τε ἐξ οὐρανῶν αὐτοῦ καταβάσεως, καὶ ὡς τὰ αἴτια 275 τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας προειπὼν, ἑπομένως τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην γένεσιν, καὶ αὐτὸ δὴ χωρίον ἔνθα τεχθήσεσθαι ἔμελλεν, ὧδέ πως διδάσκει λέγων ‘καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ
Ἐφραθὰ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.”
τὴν Βηθλεὲμ, χωρίον δέ ἐστι τοῦτο τῆς Ἰουδαίας) φανησομένου τὰς ἐξόδους ἄνωθεν καὶ ἐξ αἰῶνος ὑφεστάναι φησὶ, τὴν ἔνθεον δηλῶν προΰπαρξίν τε καὶ b οὐσίωσιν τοῦ ἐκ Βηθλεὲμ προελευσομένου ἄρχοντος. εἰ μὲν οὖν ἔχοι τις ἐφ’ ἕτερον ἀναφέρειν τὸν χρησμὸν,
τίς οὗτος ἀποδεικνύτω· εἰ δ’ οὐκ ἔστιν εὑρεῖν ἕτερον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς μόνος μετὰ τὴν προφητείαν ἐνθένδε ὡρμημένος βοᾶται, τί λοιπὸν ἐμποδὼν μὴ οὐχὶ συνομολογεῖν ἀλήθειαν τῇ προφητείᾳ, ἐπὶ μόνῳ αὐτῷ σαλευούσῃ τὴν πρόρρησιν;
μόνος γοῦν οὗτος ἐπιφανὴς τῶν πώποτε γεγονὼς ἐκ τοῦ προειρημένου χωρίου τῆς Βηθλεὲμ μετὰ τοὺς τῆς προφητείας χρόνους τὸ ἀνθρώπειον ὑποδὺς c σχῆμα προελήλυθεν, ἅμα τε τῇ αὐτοῦ παρουσίᾳ ἐπληροῦτο τὰ προηγορευμένα.
5 μακρὸν τῷ μὲν Ἰουδαίων ἔθνει ἕκαστα τῶν προπεφητευμένων σκυθρωπῶν ἀπήντα, τοῖς δὲ ἔθνεσι πάλιν τὰ ἀκόλουθα τοῖς θεσπίσμασιν, αὐτός τε οὕτος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ Βηθλεὲμ ὁρμηθεὶς ἡγούμενος
ἀνεδείχθη τοῦ κατὰ διάνοιαν Ἰρμηθεὶς οὕτω παντὸς τοῦ διορατικοῦ καὶ θεοσεβοῦς λαοῦ χρηματίζοντος. καὶ θέα γε ὅπως τὰς ἐξόδους αὐτοῦ τῆς ἐνθέου προϋπάρξεως ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν αἰῶνος ἔχειν λέγεται, ὅπερ οὐκ ἂν ἁρμόσειεν ἀνθρώπου φύσει.
τούτοις ἐξῆς ὁ προφητικὸς λόγος ὑποβὰς μικρὸν καὶ νῦν πάλιν τῆς πάλαι νομικῆς θρησκείας τὴν περιγραφὴν καὶ τὴν καθαίρεσιν ὑποσημαίνει, ἐκ προσώπου τοὐ λαοῦ λέγων ‟ ἐν τίνι καταλάβω τὸν κύριον, ἐπιλήψομαι θεοῦ μου ὑψίστου; εἰ καταλήψομαι αύτὸν
ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; εἰ δῶ πρωτότοκα κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;”
ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον εἷναι πορεύεσθαι ὀπίσω κυρίου τοῦ θεοῦ σου;”
Ἰουδαίων ἀποβολὴν, ἐλέγχους τῶν ἀσεβειῶν αὐτῶν, καθαίρεσιν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως, τῆς 171 τε πάλαι πρότερον παρ’ αὐτοῖς ἐπιτελουμένης κατὰ Μωσέα λατρείας παραίτησιν· ἔμπαλιν δὲ περὶ τῶν ἐθνῶν ἀγαθὰς ἐπαγγελίας, ἐπίγνωσιν θεοῦ, καινὸν
τρόπον εὐσεβείας, νόμον τε νέον καὶ λόγον ἐκ μὲν 6 τῆς Ἰουδαίων χώρας προελευσόμενον, εἰς πάντα δὲ τὰ ἔθνη διαδοθησόμενον, ἅπερ ὁποῖον τέλος καὶ ὁποίαν ἔκβασιν τῶν λόγων μετὰ τὴν τοῦ σωτῆρος b ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐπιδέδεκται, σοὶ καταλείπω σκοπεῖν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.