ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ. ὁ θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου, δασέος. ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης
ἡ γῆ. καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται· κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος 1 αὐτοῦ. πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία.”
ὁ ἱερὸς προφήτης περὶ τοῦ προφητευομένου φήσαντος ὅτι “ἐρχόμενος ἥξει, καὶ οὐ μὴ χρονίσῃ, ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται,’ πιστεύσας τε ὡς δίκαιος τῷ χρησμῷ, διὰ τῶν μετὰ χεῖράς φησι “ κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβῄφην” καὶ
τὰ ἐξῆς δι’ δι’ ὧν σαφῶς θεὸν εἰς ἀνθρώπους ἥξειν καταγγέλλει. τίς δὲ ἂν οὗτος εἴη ὁ πάλαι γνωριξόμενος, ὕστερον δέ ποτε ἐν τῷ ἐγγίζειν τὰ ἔτη γνωσθησόμενος, καὶ κατὰ τὸν προφητευόμενον χρόνον ἀναδειχθησόμενος, ἢ ὁ αὐτὸς ἐκεῖνος ὁ προδηλωθεὶς 279
δεύτερος τῶν ὅλων κύριος, ὁ καὶ τῇ προρρήσει ἀκολούθως ἐπὶ συντελεία τῶν αἰώνων εἰς ἐξάκουστον πᾶσιν ἀνθρώποις κηρυχθείς; τούτου δὴ οὖν τὰ ἀνάγραπτα ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔργα, τὴν ἐκ παρθένου δηλονότι οὗ ἀνείληφε σκήνους γένεσιν, καὶ
“ὡς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών,” τάς τε ἐπιτελεσθείσας αὐτῷ εἰς ἀνθρώπους παραδοξοποιίας καὶ τὰ κατ’ αὐτοῦ γε τετολμημένα τῷ Ἰουδαίων ἔθνει τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς b
προλαβὼν, τά τε μέλλοντα συμβήσεσθαι κεκαθαρμέναις ταῖς διανοίαις παρὰ τοῦ διδάσκοντος αὐτὸν θείου πνεύματος μαθὼν, ἐκστῆναι ὁ προφήτης ἐπὶ τοῖς ἀκουσθεῖσι καὶ πεφοβῆσθαι ὁμολογεῖ φάσκων κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κύριε,
κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.’
ἀλλὰ ζωῶν περισπωμένως ἀπὸ πληθυντικῆς εὐθείας τῆς αἱ ζωαί. δύο οὑν, φησὶ, ζωῶν μέσον γνωσθήσῃ. μιᾶς γὰρ οὔσης τῆς κατὰ θεὸν ζωῆς, καὶ θατέρας τῆς κατὰ ἄνθρωπον, καὶ τῆς μὲν θνητῆς, τῆς δὲ ἀιδίου, ἀμφοτέρων εἰκότως ὁ κύριος διὰ πείρας ἐλθὼν ἐν
μέσῳ δύο ζωῶν γνωσθῆναι λέγεται κατὰ τὴν τῶν ὁ ἑρμηνείαν· κατὰ γὰρ τὸν Ἀκύλαν οὐχ οὕτως, ἀλλ’ “ ἐν τῷ ἐγγίξειν τὰ ἔτη ζώωσον αὐτό” εἴρηται.
ἐντὸς τῶν ἐνιαυτῶν ἀναζώωσον αὐτόν” ἐκδέδωκε. πάντες οὖν ‘‘ζώωσον αὐτόν εἰπόντες σαφῶς ὅτι μὴ περὶ οἶον ἀλόγων τινῶν ἢ λογικῶν ζῴων ὁ λόγος τυγχάνει παρέστησαν.
τοὺς πρὸ ἡμῶν ἐξειλήφαμεν, ἀλλὰ δύο ζωὰς τοῦ προφητευομένου δηλοῦσθαι ἔφαμεν, μίαν μὲν τὴν ἔνθεον, θατέραν δὲ τὴν ἀνθρωπίνην.
τοῦ πάθους τοῦ προφητευομένου καιρὸν συνιδὼν τῷ 280 πνεύματι τεθορύβητο. πλὴν ἀλλ’ ἐν αὐτῷ τούτῳ, φησὶ, τῷ καιρῷ ἐφ’ ᾧ τὴν ψυχὴν ἐταράχθην, ὀργῆς τοῖς ἀνθρώποις οὐδεπώποτε ἄλλοτε ἐπαιωρηθείσης διὰ τὰς τολμηθείσας κατὰ τοῦ κυρίου δυσσεβείας,
ἐλέους αὐτὸς ὁ φιλανθρωπότατος κύριος ἀντὶ ὀργῆς ἐμνήσθη, ὡς ἂν ἀγαθοῦ τυγχάνων πατρὸς υἱός.
ὡς μηδὲν διαφέρειν εἰ σαφῶς ἐλέγετο “ὁ θεὸς ἐπὶ συντελείᾳ ἥξει.” ἐπὶ γὰρ συντελείᾳ τοῦ αἰῶνος καὶ ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις ἐπέφανεν ἡμῖν ἡ τοῦ θεοῦ τῶν ὅλων διὰ τοὐ σωτῆρος ἡμῶν εὐεργεσία.
ἐν τούτοις ἄφιξιν θεσπίζει, ὥστε ἀπὸ ἑτέρας ἀναγινώσκεσθαι ἀρχῆς τὰ ἀπὸ τοῦ ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει,” ὡς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἥξοντος αὐτοῦ ἀπὸ τῶν κατὰ τὰ νότια μέρη τοῦ οὐρανοῦ· μεταλαμβάνεται γὰρ Θαιμάν εἰς τὸν νότον.
Θεοδοτίων τοῦτον ἑρμηνεύει τὸν τρόπον “ὁ θεὸς ἀπὸ νοτίου ἥξει.” τὸ δὲ ἑξῆς εἰρημένον “ καὶ ὁ ἅγιος ἐξ ὅρους κατασκίου, δασέος, ” νοήσεις, παραθεὶς τὰς οὕτως ἐχούσας ἐν τῷ Ζαχαρίᾳ φωνὰς ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρὸν,
καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τόν κατασκίων.”
ἐξ ὄρους κατασκίου, δασέος. ἐν ἑκατέροις γοῦν ὄρη d κατάσκια λέλεκται, καὶ ἡγοῦμαι τοῦ παραδείσου τοῦ θεοῦ τυγχάνειν, ὃν ἐφύτευσεν ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, ἢ καὶ τῆς ἐπουρανίου Ἱερουσαλήμ. ‘‘ὅρη γὰρ κύκλῳ αὐτῆς, καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ.
δὲ ὁ θεὸς καὶ ἅγιος ὠνόμασται.
ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται.’
αἴνεσις. τὸ δὲ ‘κέρατα ἐν ταῖς χερσὶν αὐτοῦ’ τῆς βασιλείας αὐτοῦ τὰ σύμβολα δηλοῖ, δι’ ὧν κεράτων τὰς ἀοράτους καὶ ἀντικειμένας δυνάμεις ὠθούμενος καὶ κερατίζων ἀπελαύνει. ἀκολούθως τούτοις b ἐπιλέγει “καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὑτοῦ.”
τὴν οἰκουμένην τῆς ὑπ’ αὐτοῦ προξενηθείσης ἅπασιν ἀνθρώποις σωτηρίας ἀκολούθως τῇ προφητείᾳ φησάσῃ “πρὸ πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία.” κατὰ τὴν δευτέραν c δὲ αὐτοῦ παρουσίαν ἔτι μᾶλλον καὶ κυριώτερον
ὁ λόγος αὐτοῦ πέρας ἐπιθήσει τοῖς τε εἰρημένοις καὶ τοῖς ἐξῆς ἐπιφερομένοις, ἃ καὶ οὐ νῦν ἐξετάζειν καιρός.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.